Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (23)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (14)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (43)
   Recenzii (5)
   Repertorii arheologice (3)
   Surse contemporane (2)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (361)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Άννα Κομνηνή - Αλεχιασ (Γ')

3.1.1 Οἱ δὲ Κομνηνοὶ τὰ βασίλεια καταλαβόντες παρα χρῆμα τὸν ἐπ΄ ἀνεψιᾷ γαμβρὸν αὐτῶν Μιχαήλ͵ ὃς ἐν ὑστέ ροις καιροῖς λογοθέτης τῶν σεκρέτων ἐχρημάτισε͵ πέμ πουσι πρὸς αὐτόν. Ὁ δὲ ἀπελθὼν μετὰ τοῦ τηνικαῦτα ἐπάρχου (ὁ Ραδηνὸς δὲ οὗτος ἦν) εἰσαγαγὼν τὸν βασιλέα εἰς ἀκάτιόν τι μικρὸν ἀπέρχεται μετ΄ αὐτοῦ εἰς τὴν τῆς Περιβλέπτου περιώνυμον μονήν· εἶτα τὸ μοναδικὸν αὐτῷ ἄμφω προτρέπονται ἀμφιάσασθαι σχῆμα. Τοῦ δὲ ἐς νέωτα τοῦτο ὑπερτιθεμένου οὗτοι δεδιότες ἔτι ἐν συγχύσει καὶ ἀταξίᾳ τῶν πραγμάτων ὄντων͵ μή τι ἀπὸ τοῦ μέρους τῶν δούλων ἐκείνων καὶ τῶν ἐκ τοῦ Χώματος αὖθις νεωτερισθῇ͵ κατηπειγμένως τὴν τῶν τριχῶν ἀποκοπὴν αὐτῷ συνεβούλευον. Καὶ πείθεται τούτοις καὶ τοῦ ἀγγελικοῦ τηνικαῦτα ἀξιοῦται σχήματος. Οἷα τὰ τῆς τύχης· ὑψοῦ μὲν αἴρει τὸν ἀνθρώπινον βίον ὅτε ἐπιμειδιᾶν αὐτῷ θελήσειε͵ καὶ διάδημα βασιλικὸν αὐτῷ περιτίθησι καὶ περιπορφύρει τὰ πέδιλα· ἐπὰν δὲ τὰς ὀφρῦς τούτοις ἐπισυνάξῃ͵ ἀντὶ τῆς πορφυρίδος καὶ τῶν στεμμάτων τὰ μέλανα ῥάκη καταμ φιέννυσιν. Ὅπερ δὴ καὶ τῷ βασιλεῖ Βοτανειάτῃ ξυμβέβηκεν. Ἐρωτηθεὶς δὲ παρά του τῶν συνήθων͵ εἰ εὐφόρως τὴν μεταβολὴν φέρει͵ φησίν ἡ τοῦ κρέως με μόνον ἀποχὴ ἀνιᾷ͵ τῶν δ΄ ἄλλων ὀλίγη μοι ἡ φροντίς.

3.1.2 Ἡ μέντοι βασιλὶς Μαρία σύναμα τῷ υἱῷ Κωνσταντίνῳ͵ ὃν ἐκ τοῦ προβεβασιλευκότος Μιχαὴλ ἔσχε τοῦ Δούκα͵ ἔτι τοῖς βασιλείοις προσέμενε δεδοικυῖα περὶ ξανθῷ Μενελάῳ κατὰ τὴν ποίησιν͵ πρόφασιν ἀδιάβλητον τῆς καρτερίας τὴν συγγένειαν ἔχουσα͵ κἄν τινες ὑπὸ φθόνου παρακεκινημένοι ἄλλα τινὰ περὶ αὐτῆς ὑπετόπαζον. Προεφθάκει γὰρ τὸν μὲν γαμβρόν͵ τὸν δὲ θετὸν υἱὸν εἰσποιήσασθαι. Ταῦτα δὲ ἀνέπεισεν αὐτὴν οἰκονομῆσαι οὐκ αἰτία τις κατὰ τοὺς πολλοὺς ἐπίψογος οὐδὲ τὸ τῶν ἀνδρῶν ἐκείνων ἐπαγωγὸν καὶ εὐπρόσιτον͵ ἀλλὰ τὸ ἐπ΄ ἀλλοτρίας εἶναι͵ μὴ συγγενῆ͵ μὴ συνήθη͵ μηδένα τὸ παράπαν ὁμόχθονα κεκτημένην. Οὐκ ἤθελεν οὖν ἀσυντάκτως ἐκεῖθεν ἐκστῆναι δεδοικυῖα͵ μή τι κακὸν συμβαίη τῷ παιδί͵ ἂν ἐκεῖθεν ἐξέλθῃ πρὸ τοῦ ἐχέγγυόν τι ἀσφαλείας λαβεῖν͵ ὁποῖα ἐν ταῖς μεταπτώσεσι τῶν βασιλέων συμβαίνειν εἴωθεν.

3.1.3 ῏Ην γὰρ τὸ παιδίον καὶ ἄλλως ὡραῖον καὶ ἔτι νέον͵ οὔπω τὸν ἕβδομον χρόνον ὑπερελάσαν͵ καὶ οὐ νέμεσις͵ εἰ τοὺς ἐμοὺς ἐπαινοίην ὑπὸ τῆς τῶν πραγμάτων ἀναγκαζομένη φύσεως. Ἡδὺ μὲν οὐκ ἐν λόγοις μόνον͵ ἀλλὰ καὶ ἐν παντοίαις κινήσεσι καὶ περιστροφαῖς παιγνίων ἀπαράμιλλον͵ ὡς οἱ τότε παρόντες ὕστερον ἔλεγον͵ ξανθὸν καὶ λευκὸν ὥσπερ γάλα͵ ἐρυθή ματος μεστόν͵ ὅπου δέοι͵ καὶ ὁποῖον τὰ τῶν καλύκων ἄρτι ἐξαστράπτοντα ῥόδα. Οἱ δὲ ὀφθαλμοὶ οὐ λευκοί͵ ἀλλ΄ ἱέρακος ἐοικότες καὶ λάμποντες ὑπὸ ταῖς ὀφρύσιν ὥσπερ ἐν χρυσῇ σφενδόνῃ. Κἀντεῦθεν ποικίλαις τέρψεσι τέρπον τοὺς ὁρῶντας οὐράνιόν τι καὶ οὐκ ἐπίγειον κάλλος δοκοῦν καὶ τὸ ὅλον͵ εἶπεν ἄν τις ἰδὼν ὁποῖον τὸν Ἔρωτα γρά φουσιν.

3.1.4 Αὕτη ἡ ἀληθὴς αἰτία τῆς εἰς τὰ βασίλεια τῆς βασιλίδος ἐγκαρτερίας. Ἐγὼ γὰρ καὶ ἄλλως φύσει τὸ λογοποιεῖν καὶ καινά τινα ἀναπλάττειν ἀποστρέφομαι εἰδυῖα τοῦτο σύνηθες εἶναι τοῖς πολλοῖς͵ καὶ μᾶλλον ὁπη νίκα ὑπὸ φθόνου καὶ χαιρεκακίας ἁλίσκοιντο͵ καὶ οὐ ταχὺ ταῖς διαβολαῖς συμφέρομαι τῶν πολλῶν. Ἀλλὰ καὶ ἄλλοθεν τὴν ἐν τοῖς τοιούτοις ἀσφάλειαν ἔσχον ἐκ παιδαρίου συνανατραφεῖσα τῇ βασιλίδι καὶ οὔπω τὸν ὄγδοον ὑπερε λάσασα χρόνον. Πολὺ δὲ τὸ περὶ ἐμὲ φίλτρον ἔχουσα τῶν ἀπορρήτων πάντων κεκοινώνηκε. Καὶ πολλῶν μὲν καὶ ἄλλων περὶ τούτων λεγόντων ἀκήκοα καὶ πρὸς ἄλλους διαφερομένων͵ τῶν μὲν οὕτως͵ τῶν δὲ οὕτως ἐκλαμβανο μένων τὰ τότε πραχθέντα͵ ἑκάστου πρὸς τὴν ἰδίαν τῆς ψυχῆς κατάστασιν καὶ ὡς πρὸς αὐτὴν εὐνοίας ἢ μίσους εἶχε͵ καὶ οὐ πάντας τῆς αὐτῆς ἑώρων γνώμης. Ἠκηκόειν δὲ πολλάκις καὶ αὐτῆς διηγουμένης͵ ὁπόσα ξυμβέβηκεν αὐτῇ καὶ εἰς οἷον φόβον καὶ μᾶλλον περὶ τοῦ παιδὸς ἐμπεπτώκει͵ ὁπηνίκα ὁ βασιλεὺς Νικηφόρος τὴν βασιλείαν ἀπετίθετο. Καὶ κατά γε ἐμὲ κριτὴν καὶ τοὺς πολλοὺς τῶν ἀρίστων καὶ ἀληθείας ἐπιμελουμένων ὁ τοῦ παιδὸς πόθος αὐτὴν ἐν τοῖς βασιλείοις πρὸς ὀλίγον τῷ τότε κατέσχηκεν.

3.1.5 Ἀλλὰ τὰ μὲν περὶ τῆς βασιλίδος Μαρίας τοσαῦτα· ὁ δέ γε τέως τῶν σκήπτρων δραξάμενος Ἀλέξιος ὁ ἐμὸς πατὴρ εἴσω τῶν βασιλείων γενόμενος τὴν μὲν ἰδίαν σύνευ νον πεντεκαιδέκατον ἔτος ἄγουσαν σὺν ταῖς ἀδελφαῖς καὶ τῇ μητρὶ καὶ καίσαρι τῷ πρὸς πατρὸς αὐτῆς πάππῳ ἐν τῷ κάτω καταλελοίπει παλατίῳ· οὕτω γὰρ ἔφθασε καλεῖσθαι ἀπὸ τῆς τοῦ τόπου θέσεως τὴν ἐπωνυμίαν λαχόν. Αὐτὸς δὲ μετὰ τῶν ἀδελφῶν καὶ τῆς μητρὸς καὶ τῶν ἐξ ἀγχιστείας προσηκόντων αὐτῷ γαμβρῶν εἰς τὸ ὑπερκείμενον παλάτιον ἄνεισιν͵ ὃ καὶ Βουκολέων ἐπονομά ζεται ἐξ αἰτίας τοιᾶσδε. Καὶ γὰρ ἀγχοῦ τῶν τούτου τει χῶν λιμὴν δι΄ ἐγχορήγου καὶ μαρμάρων πάλαι τῶν χρόνων ᾠκοδόμητο͵ ὅπου ὁ λίθινος λέων ζωγρεῖ τὸν βοῦν· ἔχεται γὰρ τοῦ κέρως τοῦ βοὸς καὶ ἐξαυχενίσας αὐτὸν ἐμφύεταί πως τῷ λαιμῷ. Ἐξ οὗ δὴ καὶ Βουκολέων ὁ τόπος ὅλος ὠνόμασται τά τε ἐν ἠπείρῳ οἰκοδομήματα καὶ αὐτὸς δὴ ὁ λιμήν.

3.2.1 Πολλοὶ μὲν οὖν͵ ὡς ἄνωθεν εἴρηται͵ τὴν τῆς βασι λίδος περὶ τὰ βασίλεια καρτερίαν ὑποπτεύοντες ὑπετονθό ρυζον͵ ὡς εἰς κῆδος ταύτην ἀγαγέσθαι μέλλει ὁ νῦν τῆς βασιλείας ἐπιδραξάμενος. Οἱ δὲ Δοῦκαι οὐδὲν μέν τι τοιοῦτον ἐνόουν (οὐ γὰρ συνεφέροντο ταῖς τυχούσαις ἐννοίαις)͵ ἀλλὰ τὴν τῆς μητρὸς τῶν Κομνηνῶν ἀπροφά σιστον κατ΄ αὐτῶν μῆνιν ἐκ μακροῦ γινώσκοντες περιδεεῖς ἦσαν ὑποπτεύοντες αὐτήν͵ ὡς κἀγὼ πολλάκις διηγουμένων ἀκήκοα. Ἐπεὶ δὲ καὶ ὁ Παλαιολόγος Γεώργιος μετὰ τοῦ στόλου φθάσας τῆς εὐφημίας ἐξῆρχεν͵ οἱ περὶ τοὺς Κομνηνοὺς προκύπτοντες ἄνωθεν κατεσίγαζον͵ μὴ τὴν Εἰρήνην τῷ Ἀλεξίῳ κἀν τῇ εὐφημίᾳ συνάψαντας κοινῶς εὐφημεῖν. Ὁ δ΄ ἐμβριμησάμενος κάτωθεν αὐτοῖς φησιν οὐ δι΄ ὑμᾶς τὸν τοσοῦτον ἀγῶνα ἀνεδυσάμην αὐτός͵ ἀλλὰ δι΄ ἥν φατε Εἰρήνην. Ἅμα δὲ καὶ τοῖς ναυτικοῖς παρεκελεύετο Εἰρήνην σὺν τῷ Ἀλεξίῳ ἀνευφημεῖν. Ταῦτα ταῖς μὲν ψυχαῖς τῶν Δουκῶν πολὺν ἐνέβαλε θόρυβον͵ τοῖς δέ γε μωμοσκόποις λοιδορίας ὕλη κατὰ τῆς βασιλίδος Μαρίας ἐγένετο.

3.2.2 Ὁ δὲ βασιλεὺς Ἀλέξιος μηδ΄ ἐν νῷ τοιοῦτόν τι βαλλόμενος (καὶ πῶς γάρ;)͵ ἀλλὰ τὴν τῶν Ρωμαίων ἡγεμονίαν παραλαβών͵ ἀνὴρ ἐν πᾶσι δραστήριος͵ εὐθὺς τῶν ὅλων πραγμάτων γίνεται καί͵ ὡς ἂν εἴπῃ τις͵ ὡς ἀπὸ κέντρου τῶν ἁπάντων κατάρχεται. Ἀνίσχοντος γὰρ ἡλίου εἰς τὰ βασίλεια εἰσελθών͵ πρὶν ἢ τὸν͵ ἀπὸ τῆς στά σεως κονίσαλον ἀποτινάξασθαι καὶ τὸ σῶμα διαναπαῦσαι͵ εὐθὺς τῆς τῶν στρατιωτικῶν ὅλος ἐγεγόνει φροντίδος. Καὶ τὸν ἀδελφὸν Ἰσαάκιον ὡς πατέρα σεβόμενος κοινωνὸν εἶχεν ἐν πᾶσιν͵ ἅμα καὶ τὴν μητέρα͵ ἐν ταῖς τῶν κοινῶν διοικήσεσιν ὑπερείδοντας͵ κἂν τὸ μεγαλόνουν αὐτοῦ καὶ δραστήριον οὐ πρὸς μίαν βασιλείας διοίκησιν͵ ἀλλὰ πολ λαῖς καὶ διαφόροις ἐξήρκει. Αὐτὸς δὲ πρὸς τὸ κατεπεῖγον ἀπονενευκὼς ἦν τὸ τῆς ἡμέρας ἐπίλοιπον καὶ τὴν ὅλην νύκτα ἐς φροντίδα καταναλώσας͵ τοῦ στρατιωτικοῦ πλή θους σκεδασθέντος εἰς τὸ Βυζάντιον ἅμα καὶ ἀτάκτοις ὁρμαῖς κεχρημένου͵ ὅπως μὲν αὐτοὺς θορύβου ἄτερ τῆς ἀτάκτου ἀνακόψῃ ὁρμῆς͵ ἀφροντισίαν δὲ τῷ κοινῷ τοῦ λοιποῦ περιποιήσηται. Ἐδεδίει γὰρ καὶ ἄλλως τὸ ἰταμὸν τῶν στρατιωτῶν͵ καὶ μᾶλλον ὅσῳπερ ἐκ διαφόρων συνεί λεκτο͵ μὴ καὶ κατ΄ αὐτοῦ χεῖρον διανοήσαιντο.

3.2.3 Ὁ δὲ καῖσαρ Ἰωάννης ὁ Δούκας βουλόμενος τάχιον τὴν βασι λίδα Μαρίαν ἀποσκευάσασθαι καὶ τῶν βασιλείων ἀπελάσαι ὑποψίας τε τοὺς πολλοὺς ἀπαλλάξαι ψευδοῦς ἔνθεν μὲν τὸν πατριάρχην Κοσμᾶν παντοίως ὑπεποιεῖτο ἀξιῶν τὰ ὑπὲρ αὐτῶν φρονεῖν καὶ τοῖς λόγοις τῆς τῶν Κομνηνῶν μητρὸς μηδαμῶς ὑπείκειν͵ ἐκεῖθεν δὲ τῇ βασιλίδι Μαρίᾳ νουνεχῶς ὑπετίθετο ἔγγραφόν τι τοῦ αὐτοκράτορος ἐξαι τησαμένην αὐτῆς τε χάριν καὶ τῆς τοῦ παιδὸς ἀσφαλείας οὕτως ἐκεῖθεν ὑποχωρῆσαι͵ Πάτροκλον πρόφασιν ταῦτ΄ ἐσχηκώς. Ἔφθασε γὰρ ἀντιλαβέσθαι ταύτης͵ ὁπηνίκα ὁ βασιλεὺς Μιχαὴλ ὁ Δούκας τῆς βασιλείας ἐξέστη͵ καὶ τῷ μετ΄ αὐτὸν βεβασιλευκότι Νικηφόρῳ τῷ Βοτανειάτῃ συμ βουλεύσασθαι συναφθῆναι ταύτῃ πρὸς γάμου κοινωνίαν͵ ὅτι ἐξ ἀλλοδαπῆς ἐστι καὶ συγγενῶν ὄχλος οὐ προσῆν αὐτῇ͵ δι΄ ὧν ὁ βασιλεὺς ὀχλοῖτο͵ περί τε τοῦ γένους καὶ τῆς τοῦ σώματος ὥρας ἀπαγγέλλων πολλὰ καὶ πολλάκις ἐπαινῶν αὐτήν.

3.2.4 Καὶ γὰρ ἦν εὐμήκης μὲν τὴν ἡλικίαν καθαπερεὶ κυπάριττος͵ λευκὴ δὲ τὸ σῶμα ὡσεὶ χιών͵ πρόσ ωπον κύκλον μὲν οὐκ ἀπαρτίζον͵ τὸ δὲ χρῶμα δι΄ ὅλου ἄνθος ἠρινὸν ἢ ῥόδον ἄντικρυς. Τὰς δὲ τῶν ὀμμάτων αὐγὰς τίς ἀνθρώπων ἐξείποι; Ὀφρῦς ὑπερανεστηκυῖα καὶ πυρσή͵ βλέμμα χαροπόν. Ζωγράφου μὲν οὖν χεὶρ τὰ τῶν ἀνθέων πολλάκις ἐμιμήσατο χρώματα͵ ὁπόσα ὧραι φέρειν εἰώθασι͵ τὸ δὲ τῆς βασιλίδος κάλλος καὶ ἡ ἐπι λάμπουσα αὐτῇ χάρις καὶ τὸ τῶν ἠθῶν ἐπαγωγόν τε καὶ εὔχαρι ὑπὲρ λόγον καὶ τέχνην ἐφαίνετο· οὐκ Ἀπελλῆς͵ οὐ φειδίας οὐδέ τις τῶν ἀγαλματοποιῶν τοιοῦτόν ποτε παρή γαγεν ἄγαλμα. Καὶ ἡ μὲν τῆς Γοργοῦς κεφαλὴ λίθους ἐξ ἀνθρώπων τοὺς ὁρῶντας ἐποίει͵ ὡς λέγεται͵ τὴν δὲ ἰδὼν ἄν τις βαδίζουσαν ἢ αἴφνης ὑπαντιάσας ἐκεχήνει τε καὶ ἐπὶ ταὐτοῦ σχήματος ἐφ΄ ᾧ ἔτυχεν ὤν͵ ἵστατο ἐννεός͵ ὡς ἀφῃρῆσθαι τηνικαῦτα δοκεῖν καὶ ψυχὴν καὶ διάνοιαν. Ἀναλογίαν γὰρ τοιαύτην μελῶν καὶ μερῶν͵ τοῦ ὅλου πρὸς τὰ μέρη καὶ τούτων πρὸς τὸ ὅλον͵ οὐδεὶς οὐδέπω τοιαύτην ἐν ἀνθρώπου σώματι ἐθεάσατο· ἄγαλμα ἔμψυχον καὶ ἀνθρώποις φιλοκάλοις ἐράσμιον. Ἵμερος γὰρ ἄντικρυς ἦν σωματωθεὶς οἷον εἰς τόνδε τὸν περίγειον κόσμον.

3.2.5 Τού τοις οὖν ὁ καῖσαρ συγχρησάμενος τότε τὴν τοῦ βασιλέως καταμαλάττει καὶ χειροῦται ψυχήν͵ κἂν πολλοὶ αὐτῷ συνεβούλευον τὴν βασιλίδα ἀγαγέσθαι Εὐδοκίαν͵ περὶ ἦς ὑπετονθόρυζόν τινες͵ ὡς τῆς βασιλείας καὶ αὖθις ἱμειρο μένη τὸν Βοτανειάτην͵ ὁπηνίκα τὴν Δάμαλιν κατέλαβεν ἐπειγόμενος εἰς τὴν βασίλειον ἀναχθῆναι περιωπήν͵ διὰ γραμμάτων ἐσφετερίζετο. Οἱ δέ͵ ὅτι οὐ χάριν ἑαυτῆς͵ ἀλλὰ τῆς ἰδίας θυγατρὸς Ζωῆς τῆς πορφυρογεννήτου. Καὶ τάχα διηνύκει ἂν τὸ σπουδαζόμενον͵ εἰ μή τις τῶν θερα πόντων τῆς ὁρμῆς ταύτην ἀνέκοψε͵ Λέων ἐκτομίας ὁ Κυδωνιάτης͵ πολλὰ καὶ καίρια πρὸς αὐτὴν εἰρηκώς͵ ἃ κατὰ μέρος ἡμῖν ἀπαγγέλλειν οὐ θέμις φύσει τὸ διαβάλλειν ἀποστρεφομένοις͵ τοῖς δὲ τῶν τοιούτων λογοποιοῖς πάντως καὶ περὶ τούτων μελήσει.

3.2.6 Ὁ μέντοι καῖσαρ Ἰωάννης παντοίως αὐτὸν μετελθὼν πέρας δέδωκε τῇ βουλῇ πείσας συναφθῆναι τῇ βασιλίδι Μαρίᾳ͵ καθὼς ὁ λόγος σαφέστερον φθάσας ἐδήλωσε͵ κἀντεῦθεν παρρησίαν πολλὴν ἐσχήκει πρὸς αὐτήν. Ἐπεὶ δ΄ ἔν τισιν ἡμέραις ταῦτ΄ ἐτελεῖτο͵ μὴ βουλομένων τῶν Κομνηνῶν ἀθρόον τῶν βασιλείων αὐτὴν ἀπελάσαι͵ ἅτε πολλῶν αὐτῆς εὐεργετημάτων τυχόντων παρ΄ ὅλον τὸν τῆς βασιλείας αὐτῆς χρόνον͵ οὐχ ἧττον δὲ καὶ δι΄ ἣν πρὸς αὐτὴν ἔσχον συνήθειαν τῇ προφάσει τῆς ἐξ ἀμφοτέρων τῶν μερῶν ξυμπεσούσης συγγενείας͵ πολλοὶ ἐκ πολλῶν συνείροντο λόγοι νοημάτων διαφόρων ἐξαγγελ τικοί͵ τῶν μὲν ἄλλως ἐκλαμβανομένων τὰ πραττόμενα͵ τῶν δὲ ἑτέρως͵ ὡς ἕκαστος εὐνοίας ἢ μίσους εἶχε τὰ πρὸς αὐτὴν τῶν εἰωθότων ἐκ προαιρέσεως καὶ μὴ ὡς ἔχουσι κρίνειν τὰ πράγματα. Καὶ δὴ στέφεται τέως ὁ Ἀλέξιος μόνος παρὰ τῆς δεξιᾶς τοῦ ἀρχιερέως Κοσμᾶ. Καὶ γὰρ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας Μιχαὴλ τοῦ Δούκα τοῦ υἱοῦ Κωνσταντίνου αὐτοκράτορος τελευτήσαντος τοῦ ἱερωτάτου πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου μηνὸς Αὐγούστου δευτέραν ἄγοντος ἐπινεμήσεως τρισκαιδεκάτης χειροτονεῖται τηνικαῦτα οὗτος ἀνὴρ ἱεροπρεπὴς καὶ πλήρης ἁγιωσύνης.

3.2.7 Τοὺς Δούκας δὲ τὸ μήπω τὴν βασιλίδα τῆς βασιλικῆς ταινίας ἀξιωθῆναι ἐπὶ πλέον ἐξεδειμάτου· ἐνίσταντο δὲ ὅμως καὶ τὴν βασιλίδα Εἰρήνην τοῦ στέφους ἀξιωθῆναι. Ἔτυχε δέ τις μοναχὸς Εὐστρά τιος τὴν κλῆσιν͵ Γαριδᾶς τὴν ἐπωνυμίαν͵ τὰς οἰκήσεις ἀγχοῦ τῆς τοῦ Θεοῦ μεγάλης ἐκκλησίας ποιούμενος καὶ ἀρετὴν δῆθεν ὑποκρινόμενος. Οὗτος θαμὰ πρὸς τὴν μητέρα τῶν Κομνηνῶν πάλαι παραγινόμενος περὶ βασιλείας προὔλεγεν. Ἡ δὲ καὶ ἄλλως φιλομόναχος οὖσα͵ ἀλλὰ καὶ τοῖς τοιούτοις ὑποσαινομένη λόγοις τὴν εἰς αὐτὸν πίστιν ὁσημέραι ἐπὶ πλέον αὐξάνουσαν ἐδείκνυ κἀντεῦθεν τῷ ἀρχιερατικῷ τῆς μεγαλοπόλεως θρόνῳ ἐγκαθιδρῦσαι τοῦτον προτεθύμητο. Καὶ τὸ ἁπλοῦν καὶ ἄπραγμον τοῦ τηνικαῦτα ἀρχιερέως προφασιζομένη ἔπειθέ τινας λόγους παραιτή σεως ἐν σχήματι συμβουλῆς πρὸς αὐτὸν ἀνακινεῖν ὡς δῆθεν διὰ τὸ αὐτῷ συμφέρον τοῦτο ξυμβουλεύοντας. Ἀλλὰ τὸν ἱερὸν ἐκεῖνον ἄνδρα ἡ σκῆψις αὕτη οὐ διελάνθανε· καὶ τέλος τὴν ἰδίαν ἐπομοσάμενος κλῆσίν φησι πρὸς αὐτοὺς νὴ τὸν Κοσμᾶν͵ εἰ μὴ διὰ τῶν ἐμῶν χειρῶν ἡ Εἰρήνη τοῦ στέφους ἀξιωθῇ͵ τοῦ ἀρχιερατικοῦ θρόνου οὐκ ἀποστήσομαι. Οἱ δὲ ἐπαναστρέψαντες ἀπαγγέλλουσι τῇ δεσποίνῃ τὰ μηνυθέντα· ἔφθασαν γὰρ ἤδη οὕτω ταύτην καλεῖν ἅπαντες τοῦ φιλομήτορος βασιλέως τοῦτο βουλο μένου. Ἑβδομαία τοίνυν μετὰ τὴν Ἀλεξίου ἀνάρρησιν καὶ ἡ αὐτοῦ ὁμευνέτις Εἰρήνη διὰ τοῦ πατριάρχου Κοσμᾶ ἀξιοῦται τοῦ στέφους.

3.3.1 Αἱ μὲν οὖν μορφαὶ τοῖν βασιλέοιν ἀμφοῖν Ἀλεξίῳ τε καὶ Εἰρήνῃ ἀμήχανοι καὶ εἰς ἅπαν ἀμίμητοι. Καὶ οὔτε γραφεὺς γράψειεν ἂν πρὸς ἀρχετυπίαν τοῦ κάλλους ὁρῶν οὔτε λιθοξόος ἄψυχον οὐσίαν οὕτω ῥυθμίσειεν͵ ἀλλὰ καὶ ὁ τοῦ Πολυκλείτου κανὼν ἐκεῖνος ὁ πολυθρύλλητος εἰς ἀτεχνίαν ἄντικρυς ἤρχετο͵ εἴ τις ἂν πρὸς τὰ τῆς φύσεως ἀγάλματα ταῦτα͵ λέγω δὴ τοὺς ἀριστεφεῖς αὐτο κράτορας͵ καὶ πρὸς τὰ τοῦ Πολυκλείτου ἐκείνου σπου δάσματα ἀποβλέψειεν.

3.3.2 Ὁ μὲν γὰρ Ἀλέξιος οὐ πάνυ μὲν ἀπὸ τῆς γῆς ἐπῆρτο ἐπὶ πολύ͵ εἰς εὖρος δὲ συμμέτρως πως ηὐρύνετο. Καὶ ἱστάμενος μὲν οὐ τοσοῦτον θάμβος ἐδίδου τοῖς θεωμένοις͵ εἰ δ΄ ἐπὶ τοῦ βασιλείου καθίσειεν οὗτος θρόνου καὶ γοργωπὸν σέλας ἀφήσει τῶν ὀφθαλμῶν͵ πρηστὴρ ἐδόκει καὶ ἄμαχον αὐγὴν ἀποστέλλειν καὶ τοῦ προσώπου καὶ τῆς ὅλης διοργανώσεως. Μέλαινα μὲν γὰρ ἡ ὀφρῦς ἑκατέρωθεν ἐκυρτοῦτο· τῇ δὲ ὀφθαλμὸς ὑπεκά θητο βλοσυρὸν ἅμα καὶ ἥμερον ἐνορῶν͵ ὡς ἀπό τε τῆς βολῆς τῶν ὀμμάτων καὶ τῆς στιλπνότητος τοῦ μετώπου καὶ τῶν παρειῶν τῆς σεμνότητος καὶ τοῦ ἐπιτρέχοντος αὐταῖς ἐρεύθους ὁμοῦ καὶ δεδοικέναι τε καὶ θαρρεῖν. Τῶν τε ὤμων ἡ εὐρύτης καὶ τῶν βραχιόνων τὸ στερρὸν καὶ τῶν στέρνων ἡ προβολὴ ἡροϊκὰ πάντα καὶ ὅλως εἰς θάμβος καὶ τέρψιν τοὺς πολλοὺς ἐκκαλούμενα. Τὸ γὰρ αὐτὸ τοῦ ἀνδρὸς καὶ ὥραν εἶχε καὶ χάριν καὶ βάρος καὶ ὄγκον ἀπρόσιτον. Εἰ δὲ καὶ εἰς ὁμιλίαν ἦλθεν ἐκεῖνος καὶ τὴν γλῶτταν ἐκίνησεν͵ εἶδες ἂν αὐτόχρημα τὴν πυρίπνουν ἐπικαθημένην τοῖς χείλεσιν ἐκείνου ῥητορικήν. Τῷ γὰρ κατακλυσμῷ τῶν ἐπιχειρημάτων πᾶσαν καὶ ἀκοὴν καὶ ψυχὴν κατεσύρετο καὶ ἀμύθητος ἦν καὶ ἄμαχος καὶ τὴν γλῶτταν ὁμοῦ καὶ τὴν χεῖρα͵ τὴν μὲν πρὸς δόρατος ἄφεσιν͵ τὴν δὲ πρὸς ἀκήρατα θέλγητρα.

3.3.3 Ἡ δέ γε βασιλὶς Εἰρήνη καὶ μήτηρ ἐμὴ μεῖράξ τε ἦν τὸ τηνικάδε καὶ οὐδέπω τὸν πεντεκαιδέκατον παραδεδραμήκει χρόνον. Θυγάτριον δὲ ἦν Ἀνδρονίκου τοῦ πρωτοτόκου υἱοῦ τοῦ καίσαρος͵ τὸ γένος περίβλεπτος͵ εἰς Ἀνδρονίκους ἐκεί νους καὶ Κωνσταντίνους τοὺς Δούκας ἀναφέρουσα τὴν τοῦ γένους σειράν. Ἀνίστατο μὲν γὰρ καθάπερ τι ἔρνος ὄρθιον καὶ ἀειθαλὲς συμμέτρως καὶ πλατυνομένη καὶ στενουμένη καταλλήλως ἑκασταχοῦ τῶν μελῶν καὶ μερῶν. Καὶ ἐπέραστος μὲν ἰδεῖν͵ ἐπέραστος δὲ ἀκοῦσαι καὶ ὄψεώς τε καὶ ἀκοῆς ἀκόρεστον ὡς ὄντως ἄκουσμά τε καὶ θέαμα. Αὐτὸ μὲν γὰρ τὸ πρόσωπον σελήνης μὲν ἀπέστιλβε φέγγος͵ οὐ μὴν εἰς κύκλον ἀκριβῆ διαπέπλαστο κατὰ τὰς Ἀσσυρίους γυναῖκας οὐδ΄ ἄλλως ἐξεμηκύνετο κατὰ τὰς Σκυθίδας͵ ἀλλ΄ ὑπεχαλᾶτο μικρόν πως τῆς ἀκριβείας τοῦ κύκλου. Ἀνεπέπτατο δὲ αὐτῆς ὁ λειμὼν ἀπὸ τῶν παρειῶν καὶ τὴν ῥοδωνιὰν καὶ τοῖς πόρρω προὐ βάλλετο. Ὄμμα δὲ χαροπὸν καὶ σὺν ἡδονῇ φοβερὸν ἐνητένιζεν͵ ὡς τῶν ὁρώντων τὰ ὄμματα τῇ μὲν ἡδονῇ καὶ τῷ κάλλει ἕλκειν πρὸς ἑαυτήν͵ τῷ δὲ φόβῳ μύειν καταναγκάζειν οὐκ ἐχόντων ὅπως ἀποβλέψωνται ἢ ὅπως ἂν ἀποκρύψωνται.

3.3.4 Καὶ εἰ μέν τις ἦν Ἀθηνᾶ τοῖς πρῴην ἐφευρημένη ποιηταῖς τε καὶ συγγραφεῦσιν͵ οὐκ οἶδα ἔγωγε· μῦθον δὲ ταύτην ἀκούω περιφερόμενον καὶ περισυρόμενον· τὴν δὲ βασιλίδα ταύτην Ἀθηνᾶν εἴ τις εἶπεν ἐν τοῖς τότε χρόνοις φανεῖσαν τῷ ἀνθρωπίνῳ βίῳ ἢ καταρραγεῖσαν ἐξ οὐρανοῦ μετά τινος οὐρανίας αἴγλης καὶ ἀπροσίτου μαρμαρυγῆς͵ οὐκ ἂν ἐξήμαρτε τοῦ εἰκότος. Καὶ τὸ θαυμασιώτερον͵ ὅπερ οὐκ ἂν ἐν ἄλλῃ τῶν γυναικῶν εὑρεθείη͵ τοὺς μὲν ἰταμοὺς τῶν ἀνδρῶν συνέστελλε͵ τοῖς δ΄ ὑπὸ φόβου συνεσταλμένοις θαρρεῖν ἐνεδίδου ἐκ μόνης ὄψεως. Τὰ δὲ χείλη ἐμεμύκει μὲν τὰ πολλὰ καὶ ἐδείκνυ σιγῶσαν͵ ἔμπνουν ὡς ἀληθῶς ἄγαλμα καλλονῆς καὶ στήλην ἔμβιον εὐρυθμίας. Ἡνιόχει δὲ τὰ πολλὰ ἡ χεὶρ τῷ λόγῳ σὺν εὐρυθμίᾳ μέχρι τοῦ καρποῦ παραδεικνῦσα τὸ μετακάρπιον͵ καὶ εἶπες ἂν ἐλέφαντα ἐκτετορεῦσθαι παρὰ τεχνίτου τινὸς εἰς δακτύλων καὶ χειρῶν διάθεσιν. Ἡ μέντοι ἶρις τῶν ὀφθαλμῶν θάλατταν ἐμιμεῖτο γαληνιῶσαν ἐν βαθυκύμονι διαθέσει τὸ κυανοῦν ἐξαυγάζουσα· ἀντέ στιλβε δὲ καὶ τὸ λευκὸν τῶν ὀμμάτων κύκλῳ τῆς ἴριδος͵ καὶ χάριν ἀπέλαμπον ἄμαχον καὶ ἡδονὴν ἄφατον ἐνεδίδουν ταῖς ὄψεσι. Τοιοῦτοι μὲν τὴν ἰδέαν Εἰρήνη τε καὶ Ἀλέξιος.

3.3.5 Ὁ μέντοι θεῖος ἐμὸς Ἰσαάκιος τὴν μὲν ἡλικίαν ἐῴκει τἀδελφῷ οὐδὲ κατὰ τὰ ἄλλα πολὺ ἀπεῴκει. Ὕπωχρος μὲν οὖν ἦν αὐτὸς τὴν ὄψιν καὶ τὴν ὑπήνην οὐ πάνυ δασύς͵ ἀλλὰ καὶ περὶ τὰς γνάθους ψιλοτέραν εἶχε τῆς τἀδελφοῦ. Ἄμφω δὲ τἀδελφὼ κυνηγεσίοις μὲν πολλάκις ἀπένευον͵ ὁπηνίκα οὐ πολλή τις αὐτοῖς ἐπέρρει πραγμά των φροντίς͵ πολεμικοῖς δὲ μᾶλλον ἢ κυνηγετικοῖς ἔχαιρον πράγμασιν. Ἐν δὲ ταῖς ἐμβολαῖς τῶν πολέμων͵ οὐδ΄ ὁπηνίκα τῶν ταγμάτων αὐτὸς κατῆρχε͵ προέτρεχέ τις αὐτοῦ͵ ἀλλ΄ ἅμα τε τὴν παράταξιν ἑωράκει τῶν πολεμίων ἐκεῖνος καὶ πάντων καταφρονήσας τῶν ἄλλων ἐς μέσους ἐνέπιπτε καθάπερ τις κεραυνὸς ὀξέως διακόπτων τὰς φάλαγγας. Κἀκ τούτου ἑάλω καὶ ἅπαξ καὶ δὶς κατὰ τὴν Ἀσίαν συμμίξας Ἀγαρηνοῖς. Καὶ τοῦτο μόνον εἶχε ψόγου ἄξιον ἐν τοῖς πολέμοις οὑμὸς θεῖος͵ ὅτι πρὸς συμβολὰς ἀκατάσχετος ἦν.

3.4.1 Ἐπεὶ δὲ τὸν Μελισσηνὸν Νικηφόρον τῆς τοῦ καίσα ρος κατὰ τὴν ὑπόσχεσιν ἔδει ἀξίας μετειληχέναι καὶ τὸν Ἰσαάκιον δέ͵ πρῶτον τῶν ἀδελφῶν κατὰ χρόνον ὄντα͵ μείζονι ἐχρῆν τιμηθῆναι ἀξιώματι͵ ἕτερον δὲ ἀξίωμα πλὴν τοῦ καίσαρος οὐκ ἦν͵ νέον ὀνοματοποιήσας ὁ βασιλεὺς Ἀλέξιος ἀπό τε τοῦ σεβαστοῦ καὶ τοῦ αὐτοκράτορος σύν θετον ὄνομα τὸ τοῦ σεβαστοκράτορος τἀδελφῷ ἐφηρμό σατο οἱονεὶ δεύτερον βασιλέα πεποιηκώς͵ τὸν καίσαρα τούτου ὑποβιβάσας καὶ τρίτον ἐν ταῖς εὐφημίαις ἀριθμη σάμενος μετὰ τὴν τοῦ αὐτοκράτορος εὐφημίαν. Οὐ μὴν ἀλλὰ καὶ στέμμασιν ἐν ταῖς πανδήμοις ἡμέραις αὐτοὺς στεφανοῦσθαι προσέταττε τόν τε σεβαστοκράτορα καὶ τὸν καίσαρα κατὰ πολὺ διαφέρουσι τῇ πολυτελείᾳ τοῦ διαδήμα τος͵ ᾧ αὐτὸς ἐστεφάνωτο. Τὸ μὲν γὰρ βασιλικὸν διάδημα καθάπερ ἡμισφαίριον εὔγυρον τὴν κεφαλὴν διαδεῖ παντα χόθεν μαργάροις καὶ λίθοις κοσμούμενον͵ τοῖς μὲν ἐγκει μένοις͵ τοῖς δὲ καὶ ἐξηρτημένοις· ἑκατέρωθεν γὰρ τῶν κροτάφων ὁρμαθοί τινες ἀπαιωροῦνται διὰ μαργάρων καὶ λίθων καὶ τὰς παρειὰς ἐπιξέουσι͵ καί ἐστι τοῦτο ἐξῃρη μένον τι χρῆμα τοῖς βασιλεῦσι στολῆς. Οἱ δὲ τῶν σεβα στοκρατόρων καὶ τῶν καισάρων στέφανοι σποράδην ἔστιν ὅπου τῶν μαργάρων καὶ λίθων μετέχοντες ἄνευ τοῦ ἐπι σφαιρώματος.

3.4.2 Κατ΄ ἐκεῖνο δὲ καιροῦ τετίμηται καὶ ὁ Ταρωνείτης καὶ γαμβρὸς ἐπ΄ ἀδελφῇ τοῦ βασιλέως πρωτο σέβαστός τε καὶ πρωτοβεστιάριος͵ μετ΄ οὐ πολὺ δὲ καὶ πανυπερσέβαστος ἀναδείκνυται καὶ ξύνθωκος τῷ καίσαρι γίνεται. Πρὸς δὲ καὶ Ἀδριανὸς ὁ ἀδελφὸς αὐτοῦ πρωτοσέβαστος ἀξιοῦται περιφανέστατος· καὶ Νικηφόρος ὁ ὕστατος ἀδελφὸς μέγας τε δρουγγάριος τοῦ στόλου προὐ βέβλητο καὶ εἰς τὴν τῶν σεβαστῶν καὶ οὗτος ἀνήχθη βαθμίδα.

3.4.3 Τούτων δὲ τῶν ἀξιωμάτων τὴν καινοτομίαν ὁ ἐμὸς πατὴρ προσεξεύρατο τὰ μὲν συνθείς͵ καθάπερ ἄνωθεν εἴρηται͵ τοῖς δὲ καὶ παραχρησάμενος. Τὸ μὲν γὰρ πανυπερσέβαστος καὶ σεβαστοκράτωρ καὶ ὅσα τοιαῦτα συντέθεικε͵ τῇ δὲ τοῦ σεβαστοῦ ἀξίᾳ παραχρησάμενος φαίνεται. Σεβαστοὶ γὰρ οἱ βασιλεῖς ἀνέκαθεν ἐπιθετικῶς ὠνομάζοντο͵ καὶ ἦν ἐξιδιαζόντως εἰς βασιλέα λεγόμενον τὸ τοῦ σεβαστοῦ ὄνομα· αὐτὸς δὲ εἰς τὸ κοινότερον πρῶτον κατήνεγκε τὴν τοιαύτην ἀξίαν. Εἰ γάρ τις εἰς ἐπιστήμην καί τινα ὑπερτάτην φιλοσοφίαν ἀνάγοι τὴν βασιλείαν ὥσπερ τέχνην οὖσαν τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν͵ θαυμάσαιτο ἂν καὶ τὸν ἐμὸν πατέρα οἷόν τινα ἐπιστήμονά τε καὶ ἀρχιτέκτονα τὰ ὑπὸ τὴν βασιλείαν καινοτομοῦντα καὶ πράγματα καὶ ὀνόματα· πλὴν ὅσον οἱ μὲν τῶν λογικῶν ἐπιστημῶν προστάται διὰ σαφήνειαν τὰ τοιαῦτα τῶν ὀνομάτων ἐφεύραντο͵ ὁ δ΄ ἐπιστημονάρχης οὗτος τῆς βασιλείας Ἀλέξιος πρὸς τὸ ξυμφέρον ἅπαντα τῇ βασιλείᾳ διῳκονόμητο ξενίζων πολλάκις καὶ περὶ τὴν τάξιν τῶν πραγμάτων καὶ περὶ τὴν κλῆσιν τῶν ὀνομάτων.

3.4.4 Ὁ μέντοι ἱεροπρεπὴς ἐκεῖνος ἀνὴρ καὶ πατριάρχης Κοσμᾶς͵ οὗ καὶ πρότερον διεμνημονεύσαμεν͵ μεθ΄ ἡμέρας τινὰς κατὰ τὴν μνήμην τοῦ ἱεράρχου Ἰωάννου τοῦ θεολόγου τὴν ἱεροτελεστίαν τελέσας ἐν τῷ κατὰ τὸ Ἕβδομον ἐπ΄ ὀνόματι τοῦ ἤδη ῥηθέντος σηκῷ͵ τὸν ἀρχιε ρατικὸν θρόνον διαπρέψας ἔτη πέντε καὶ μῆνας ἐννέα͵ παραιτεῖται τὴν ἀρχιερωσύνην καὶ ἄπεισιν εἰς τὴν τοῦ Καλλίου μονήν. Ἐγχειρίζεται δὲ τοὺς τῆς ἀρχιερωσύνης οἴακας μετ΄ αὐτὸν ὁ προρρηθεὶς ἐκτομίας Εὐστράτιος ὁ Γαριδᾶς.

3.4.5 Ἐπεὶ δὲ ὁ τῆς βασιλίδος Μαρίας υἱὸς Κωνσταντῖνος ὁ πορφυρογέννητος μετὰ τὴν παράλυσιν τῆς βασιλείας τοῦ πατρὸς αὐτοῦ Μιχαὴλ τοῦ Δούκα τὰ ἐρυθρὰ μὲν ἑκὼν ἀπεδύσατο πέδιλα͵ τὰ δὲ κοινὰ καὶ μέλανα ὑπεδύσατο͵ Νικηφόρος ὁ Βοτανειάτης ὁ μετὰ τὸν Δούκαν καὶ πατέρα τοῦ Κωνσταντίνου τῶν σκήπτρων ἐπειλημμένος τὰ μὲν μέλανα ἐκεῖνον ἀποβαλεῖν διωρίσατο͵ ἐκ ποικίλων δὲ σηρικῶν ὑφασμάτων ὑποδήματα προσέταττε περιδεῖσθαι ὥσπερ τὸν νεανίσκον ἐπαισχυνόμενος καὶ τοῦ κάλλους ὁμοῦ καὶ τοῦ γένους ἀγάμενος. Τὸ μὲν γὰρ κόκκινον διόλου ἀπαστράπτειν αὐτῷ τῶν πεδίλων οἷον ἐφθόνει͵ τὸ δέ τινας τόπους ἐκ τῶν ὑφασμάτων ἀνθεῖν τὸ κόκκινον ὑπεδίδου.

3.4.6 Μετὰ δὲ τὴν τοῦ Κομνηνοῦ Ἀλεξίου ἀνάρρησιν ἡ βασιλὶς Μαρία καὶ μήτηρ ἐκείνου ταῖς ὑποθημοσύναις πεισθεῖσα τοῦ καίσαρος ἔγγραφον πίστιν ᾐτήσατο δι΄ ἐρυθρῶν βεβαιωθησομένην γραμμάτων καὶ σφραγῖδος χρυσῆς παρὰ τοῦ αὐτοκράτορος͵ ὥστε μὴ μόνον ἀσινὴς σὺν τῷ υἱῷ διατηρηθῆναι͵ ἀλλὰ καὶ συμ βασιλεύειν αὐτῷ κἀκεῖνον τά τε ἐρυθρὰ ὑποδιδυσκόμενον καὶ στεφηφοροῦντα καὶ ὡς βασιλέα σὺν αὐτῷ ἀναγορευό μενον. Καὶ οὐκ ἠστόχησε τῆς αἰτήσεως͵ ἀλλὰ λαμβάνει χρυσόβουλλον λόγον βεβαιοῦντα τὰ αὐτῆς θελήματα ἅπαντα. Τηνικαῦτα καὶ ἃ ὑπεδιδύσκετο ἐκ σηρικῶν ὑφα σμάτων περιελόντες τῶν διόλου ἐρυθρῶν ὑποδημάτων τούτῳ μεταδιδόασι κἀν ταῖς δωρεαῖς καὶ χρυσοβούλλοις λόγοις δεύτερος τοῦ λοιποῦ συνυπογράφων ἦν διὰ κιννα βάρεως τῷ βασιλεῖ Ἀλεξίῳ κἀν ταῖς προπομπαῖς μετὰ τῆς βασιλικῆς τιάρας συνεπόμενος. Ὡς δέ τινες ἔφασαν͵ καὶ πρὸ τῆς ἀποστασίας τὰς περὶ τούτου συνθήκας εἶχεν ἡ βασιλίς͵ ἵν΄ οὕτω τὰ κατὰ τὸν υἱὸν αὐτῆς γίνοιτο.

3.4.7 Οὕτω γοῦν τῶν βασιλείων ἐκείνη ἐξέρχεται μετὰ προ πομπῆς ἀξίας ἐν τοῖς κατὰ τὴν μονὴν τοῦ μεγάλου μάρ τυρος Γεωργίου παρὰ τοῦ ἀποβεβιωκότος Κωνσταντίνου βασιλέως τοῦ Μονομάχου οἰκοδομηθεῖσιν οἰκήμασι κατα σκηνώσουσα (Μάγγανα ταῦτα ἡ κοινὴ εἰσέτι κικλήσκει διάλεκτος)͵ Ἰσαακίου συνεφεπομένου ταύτῃ τοῦ σεβαστο κράτορος.

3.5.1 Τὰ μὲν οὖν κατὰ τὴν βασιλίδα Μαρίαν οὕτω παρὰ τῶν Κομνηνῶν ᾠκονόμητο· ὁ δέ γε αὐτοκράτωρ παιδείας ἐκ νηπίου τυχὼν ἀγαθῆς καὶ πρὸς τὰς νουθεσίας τῆς μητρὸς ἑαυτὸν ἀπευθύνων τὸν τοῦ Θεοῦ φόβον ἐνστερνι σάμενος καὶ ἐγκάρδιον ἔχων ἐδάκνετο ἀνιώμενος ἐπὶ τῇ τῆς πόλεως προνομῇ͵ ἣν κατὰ τὴν εἰσέλευσιν αὐτοῦ πάντες πανδημεὶ ἐπεπόνθεισαν. Τὸ μὲν γὰρ ἄπταιστον ἴσως καὶ εἰς ἀπόνοιαν ἄγει τὸν μηδ΄ ὁπωστιοῦν προσκε κρουκότα τοῖς πράγμασιν· ὁ δέ γε ἐξαμαρτών͵ εἴπερ ἐστὶ τῶν εὐλαβεστέρων καὶ τῶν νοῦν ἐχόντων͵ αὐτίκα μάλα τὸν τοῦ Θεοῦ φόβον βάλλεται κατὰ ψυχὴν καὶ ὅλως κατα κλονεῖται καὶ δέδοικε͵ καὶ μᾶλλον εἴ γε πραγμάτων μεγά λων ἐπιδραξάμενος εἴη καὶ εἰς ὑπερηφάνους ἀνέλθοι περιωπάς. Δέος γὰρ αὐτὸν ὑποθράττει͵ μή πως ἀμαθίᾳ καὶ θράσει καὶ ὕβρει πορευόμενος τόν τε θυμὸν τοῦ Θεοῦ εἰς ἑαυτὸν ἐκκαλέσηται καὶ τῆς ἀρχῆς ἐκκυλισθεὶς ἀπο πεσεῖται͵ ὧν τέως ἐγκρατὴς γέγονεν. Οἷα καὶ τῷ Σαοὺλ συμβεβήκει ποτέ· καὶ γὰρ ὁ Θεὸς διὰ τὸ τοῦ βασιλέως ἀτάσθαλον διαρρήσσων διέρρηξε τὴν βασιλείαν αὐτοῦ.

3.5.2 Τούτοις ἦν ἀλύων τοῖς λογισμοῖς ὁ Ἀλέξιος καὶ παθαινόμενος τὴν ψυχήν͵ μή που καὶ Θεοῦ ἄντικρυς μήνιμα γένοιτο. Τὸ γὰρ εἰς ὅλην τὴν πόλιν γεγονὸς κακὸν παρ΄ ἑκάστου τῶν στρατιωτῶν͵ ὁπόσος τὸ τηνικαῦτα συρφετὸς ἀνὰ πᾶσαν τὴν πόλιν ἐπέρρευσεν͵ ἴδιον ἐλο γίζετο. Καὶ ὡς αὐτὸς ὢν ἐκεῖνος ὁ τὰ πάνδεινα ἐκεῖνα κακὰ ἐργασάμενος κατετιτρώσκετό τε καὶ ἐξεφλέγετο βασιλείαν καὶ κράτος καὶ ἁλουργίδα καὶ διάδημα λιθοκόλ λητον καὶ ἐσθῆτα χρυσῆν τε καὶ περιμάργαρον οὐδέν͵ ὥς γε τὸ εἰκός͵ λογιζόμενος πρὸς τὴν τότε κατασχοῦσαν ἀπεριήγητον συμφορὰν τὴν βασιλίδα τῶν πόλεων. Τὰ γὰρ περιστοιχίσαντα ταύτην δεινὰ κατ΄ ἐκεῖνο καιροῦ οὐδεὶς ἂν καὶ θέλων διηγήσασθαι δυνήσεται. Καὶ γὰρ καὶ αὐτὰ ἱερὰ καὶ τεμένη καὶ τὰ κοινὰ καὶ τὰ ἴδια ἁπανταχόθεν ὑπὸ πάντων καθηρπάζοντο͵ τὰ δὲ ὦτα τῶν ἁπάντων κατακεκρότητο ταῖς ῥιπτουμέναις ἁπανταχοῦ βοαῖς καὶ φωναῖς· εἶπεν ἄν τις ἰδὼν σεισμὸν εἶναι τὸ γινόμενον.

3.5.3 Ταῦτα εἰς νοῦν βαλλόμενος ὁ Ἀλέξιος ἠνιᾶτό τε τὴν ψυχὴν καὶ κατεσπαράττετο καὶ οὐκ εἶχεν ὅ τι τῷ πλήθει τῆς λύπης χρήσαιτο. ῏Ην γὰρ ὁ ἀνὴρ παντάπασιν ὀξύ τατος εἰς αἴσθησιν ἐλθεῖν τοῦ κακῶς πεπραγμένου. Καὶ ταῦτα μὲν τὰ προγεγονότα͵ ἐφ΄ οἷς ἡ πόλις πονηρῶς ἔπραξεν͵ ᾔδει μὲν ὡς ἑτέρων χεῖρες καὶ γνῶμαι διενηρ γήκασιν͵ ἀλλὰ συνῄδει καὶ τοῦτό γε ἀκριβέστατα͵ ὅτι τὰς ὑποθέσεις καὶ τὰς ἀρχὰς τοῦ πάθους αὐτὸς δέδωκεν· αὐτῷ δὲ πάλιν τῆς ἀποστασίας αἴτιοι οἱ ἤδη ῥηθέντες δοῦλοι γεγόνασιν.

3.5.4 Ἀλλὰ καὶ ὣς ἑαυτῷ τὴν ἅπασαν προσάπτων αἰτίαν θεραπεῦσαι τὸ τραῦμα καὶ ἐπεζήτει καὶ ἤθελεν. Οὕτω γὰρ ἂν καὶ μετὰ τὴν τοιαύτην θεραπείαν καὶ τὸν τουτωνὶ καθαρμὸν ἐπιχειροίη τοῖς τῆς βασιλείας πράγμασι καὶ τὰ κατά τε τὸν στρατὸν κατά τε τοὺς πολέμους καλῶς διιθύνοι καὶ διεξάγοι. Προσέρχεται τοίνυν τῇ μητρί͵ ἀνακοινοῦται τὸ ἐπαινετὸν πάθος ἐκεῖνο͵ θεραπείας τρόπον ἀναζητεῖ καὶ ἀπαλλαγῆς τῶν ὑποκνιζόντων αὐτοῦ τὴν συνείδησιν. Ἡ δὲ ἀσπάζεται τὸν υἱὸν καὶ ἀσμένως δέχεται τὰ λεχθέντα. Μετακαλοῦνται τοίνυν τούτου συνδόξαντος τόν τε πατριάρχην Κοσμᾶν (οὔπω γὰρ τότε τὸν θρόνον παρῄτητο) καί τινας λογάδας τῶν τῆς ἱερᾶς συνόδου καὶ τοῦ μοναδικοῦ συντάγματος.

3.5.5 Πρόσεισι τούτοις ὁ βασιλεὺς ὡς ὑπόδικος͵ ὡς κατά κριτος͵ ὡς εὐτελὴς ἢ καί τις ἄλλος τῶν ὑπ΄ ἐξουσίαν τεταγμένων καὶ τὴν ψῆφον ὅσον οὐδέπω καραδοκούντων͵ ἣν κατ΄ ἐκείνου ψηφιεῖται τὸ δικαστήριον. Ἐξαγγέλλει πάντα͵ μὴ προσβολήν͵ μὴ συγκατάθεσιν͵ μὴ πρᾶξιν μηδὲ αἰτίαν τῶν πεπραγμένων παραδραμών͵ ἀλλὰ πάντα μετὰ φόβου καὶ πίστεως ἐξαγορευσάμενος καὶ τὴν θεραπείαν ἐξ ἐκείνων θερμῶς ἐξαιτεῖ ἐπιτιμίοις ἑαυτὸν καθυπο βάλλων. Οἱ δὲ οὐκ αὐτὸν μόνον͵ ἀλλὰ καὶ τοὺς ἐκ ταὐτοῦ αἵματος προσήκοντας καὶ πρὸς τὴν ἀποστασίαν συναρα μένους τοῖς αὐτοῖς ἐπιτιμίοις καθυποβάλλουσι νηστείαν καὶ χαμευνίαν καὶ τὰ τούτοις ἐφεπόμενα πρὸς τὴν τοῦ θείου ἐξιλέωσιν ἐπιτάξαντες. Δεξάμενοι δὲ τὰ ἐπιτίμια προθύμως ἐφύλαττον. Ἀλλ΄ οὐδὲ αἱ σφῶν αὐτῶν γυναῖκες ἔξω τῶν ἐπιτιμίων ἑστάναι ἠνείχοντο (πῶς γάρ͵ φίλανδροι οὖσαι;)͵ αὐτόμολοι δὲ τὸν τῆς μετανοίας ζυγὸν ἀναδέχονται.

3.5.6 Καὶ ἦν ἰδεῖν τὰ βασίλεια τότε δακρύων καὶ πένθους ἀνάμεστα͵ πένθους οὐκ ἐπιψόγου οὐδ΄ ἀσθένειαν ψυχῶν κατηγοροῦντος͵ ἀλλ΄ ἐπαινετοῦ καὶ χαρᾶς προξένου τῆς κρείττονος καὶ μηδέποτε λυομένης. Ὁ δὲ αὐτοκράτωρ͵ ὁποῖος ἐκεῖνος τὴν εὐσέβειαν͵ πλέον τι ποιῶν ἐντὸς τῆς βασιλικῆς ἁλουργίδος σάκκον περιεβέβλητο ἐν χρῷ ψαύοντα τῆς σαρκὸς ἐπὶ τεσσαράκοντα νυχθημέροις. Ἐν δὲ ταῖς νυξὶ χαμεύνης ἔκειτο ἐπὶ πέτρας μόνον ἀνέχων τὴν κεφαλὴν καὶ πενθῶν ὡς εἰκός. Εἶθ΄ οὕτως τῶν τῆς βασιλείας πραγμάτων ἁγναῖς ἅπτεται χερσίν.

3.6.1 Οἰακοστρόφον δὲ μᾶλλον ἑαυτοῦ τὴν μητέρα βουλό μενος εἶναι τὴν βουλὴν ὑποβρύχιον τέως εἶχε δεδιώς͵ μὴ τοῦ τοιούτου γνωσθέντος αὐτῇ λογισμοῦ καὶ τῶν βασιλείων ἐξέλθοι͵ πρὸς ὑψηλότερον βίον γινώσκων αὐτὴν ἀποβλέ πουσαν. Ἐν πᾶσι μὲν οὖν τοῖς προσπίπτουσι βουλῆς αὐτῆς ἄτερ μηδὲ τὸ τυχὸν ἦν ἐνεργῶν· ἀλλὰ κοινωνὸν εἶχε τῶν βουλευμάτων ὁμοῦ καὶ συλλήπτορα͵ καὶ κατὰ μικρὸν ὑφέρπων αὐτῇ καὶ κοινοποιούμενος τὴν τῶν πραγ μάτων διοίκησιν καί που καὶ φανερῶς ἐνδεικνύμενος͵ ὡς ἄτερ τῆς ἐκείνης φρενὸς καὶ γνώμης ἀπολεῖται τῆς βασι λείας τὰ πράγματα. Οὕτως εἶχε καὶ ξυνεδέσμει πλέον ἑαυτῷ τὴν μητέρα καὶ τοῦ κατὰ σκοπὸν ἀπεῖργε καὶ ἀπεκώλυεν.

3.6.2 Ἡ μὲν γὰρ πρὸς σταθμὸν ἀπέβλεπεν ἔσχατον καὶ μονὰς διενοεῖτο͵ ἐν αἷς τὸν ἐπίλοιπον χρόνον μετ΄ ἔμφρονος λογισμοῦ ἑλκύσει τοῦ βίου. Καὶ ταῦτ΄ ἐνενόει καὶ ἑαυτῇ διὰ παντὸς ἐπηύχετο τεύξασθαι. Ἀλλ΄ εἰ καὶ τοιαῦτα κατὰ νοῦν συνδιεσκοπεῖτο καὶ ὅλως πρὸς ὑψηλό τερον ἐνητένιζε βίον͵ ἀλλ΄ ἦν καὶ φιλόπαις͵ εἴπερ τις ἄλλη γυνή͵ καί πως ἠβούλετο συνδιενεγκεῖν μετὰ τοῦ υἱοῦ τὸ τῆς βασιλείας κλυδώνιον καὶ οὐριοδρομοῦσαν τὴν ναῦν ἢ καὶ πανταχόθεν βαλλομένην τοῖς κύμασιν ὡς ἄριστα οἰακοστροφεῖν καὶ μάλιστα τοῦ παιδὸς ἄρτι ἐπὶ τὴν πρύ μναν καθίσαντος καὶ τῶν οἰάκων ἐφαψαμένου καὶ μήπω πρῴην θαλάττῃ καὶ κύμασι καὶ ἀνέμοις ὡμιληκότος τοιούτοις. Ταῦτα δὲ λέγουσα τὴν τῆς βασιλείας αἰνίττομαι πολυμερῆ καὶ πολυτάρακτον ὄχλησιν. Τὸ τοίνυν μητρῷον πάθος κατεῖχεν αὐτήν͵ καὶ συνδιεκυβέρνα τῷ υἱῷ καὶ βασιλεῖ καὶ τὰς ἡνίας ἔστιν ὅπου καὶ μόνη παραλαβοῦσα ἀπροσπταίστως τε καὶ ἀναμαρτήτως τὸ ἅρμα τοῦ κράτους ἤλαυνεν. ῏Ην γὰρ καὶ φρενήρης ἄλλως καὶ βασίλειος γνώμη αὐτόχρημα καὶ θρόνων κατόρθωσις· ἀνθεῖλκε δὲ ταύτην ἐκ θατέρου καὶ ὁ πόθος ὁ πρὸς Θεόν.

3.6.3 Ἐπεὶ δὲ κατὰ τὸν Αὔγουστον μῆνα ἐπινεμήσεως τῆς αὐτῆς ἔτι τρεχούσης ἡ τοῦ Ρομπέρτου διαπεραίωσις τοῦτον ἐξελθεῖν κατηνάγκαζεν͵ εἰς φῶς ἤδη καὶ ἔργον τὸ τῆς ψυχῆς ἐννόημα ἐξάγων τὴν αὐτοκράτορα διοίκησιν τῇ μητρὶ καὶ μόνῃ ἀπεκληρώσατο καὶ διὰ χρυσοβούλλου λόγου τὰ βεβουλευμένα εἰς προὖπτον πᾶσι κατέστησεν. Ἐπεὶ δὲ τὸν ἱστορίαν συγγράφοντα οὐ παχυμερῶς τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις καὶ τὰ θεσπίσματα παραπέμπειν χρή͵ ἀλλὰ τὰς μὲν καταλεπτύνειν͵ ὡς ἐνόν͵ τὰ δ΄ ἐκείνοις δεδογμένα ἐκτίθεσθαι͵ εἶμι καὶ αὐτὴ τοῦτον τὸν τρόπον τὰ τοῦ ῥηθέντος χρυσοβούλλου ἐκθησομένη τὰς τοῦ γραφέως μόνον κομψείας περιελοῦσα.

3.6.4 Ἔχει δὲ οὕτως οὐδὲν ἰσοστάσιον μητρὸς συμπαθοῦς καὶ φιλόπαιδος οὔτε ταύτης ἰσχυρότερον φυλακτήριον͵ κἂν κίνδυνος προορᾶται κἂν ἄλλο τι τῶν ἀπευκταίων ἐλπίζοιτο. Εἰ γὰρ βουλεύσεται αὕτη͵ πάγιον ἔσται τὸ βούλευμα͵ εἰ ἐπεύξε ται͵ στήριγμα ἔσονται αἱ εὐχαὶ καὶ φύλακες ἀκαταγώ νιστοι. Τοιαύτη γοῦν καὶ τῇ βασιλείᾳ μου ἐφάνη ἐξ αὐτῆς τῆς ἀτελοῦς ἡλικίας πρακτικῶς ἡ ἡγιασμένη μήτηρ αὐτῆς καὶ δέσποινα τὰ πάντα μοι γεγονυῖα καὶ τροφὸς καὶ ἀνα γωγός. Καὶ γὰρ τῷ συγκλητικῷ καταλόγῳ αὐτῆς συνούσης μητρὸς πόθος προέδραμε καὶ υἱοῦ πίστις ἀκεραία συνετη ρήθη. Μία ψυχὴ ἐν διῃρημένοις σώμασι διεγνώσθη καὶ χάριτι Χριστοῦ καλῶς διετηρήθη μέχρι τοῦ νῦν. Οὐ τὸ ἐμὸν ἢ τὸ σόν͵ τὸ ψυχρὸν τοῦτο ῥῆμα͵ ἐρρήθη͵ καὶ τὸ δὴ μεῖζον͵ ὅτι αἱ αὐτῆς εὐχαὶ τὸν πάντα χρόνον πληθυνό μεναι εἰς τὰ ὦτα κυρίου εἰσέδυσαν καὶ εἰς τόδε τὸ ὕψος τῆς βασιλείας ἡμᾶς ἀνήγαγον.

3.6.5 Ἀλλ΄ ἐπεὶ καὶ μετὰ τὸ ἐπιλαβέσθαι τῶν τῆς βασιλείας σκήπτρων οὐκ ἔφερε μὴ συμπονουμένη ἐπίσης τῇ βασιλείᾳ μου καὶ τοῦ συμφέ ροντος αὐτῇ ἀντεχομένη καὶ τοῦ κοινοῦ͵ ἑτοιμαζομένη δὲ ἤδη ἡ βασιλεία μου σὺν Θεῷ πρὸς τὴν κατὰ τῶν ἐχθρῶν τῆς Ρωμανίας ἐξέλευσιν διὰ φροντίδος μὲν πολλῆς ποιεῖται καὶ τὴν τοῦ στρατιωτικοῦ συλλογήν τε καὶ διευ θέτησιν͵ οὐκ ἐλάχιστον δὲ ταύτῃ νενόμισται καὶ ἡ περὶ τῆς τῶν σεκρετικῶν τε καὶ πολιτικῶν πραγμάτων διοική σεως φροντίς. Εὗρε γοῦν ἀριστοκρατίας οἷον ἀνεπιβού λευτον ὀχύρωμα͵ ὡς ἂν τῇ ἡγιασμένῃ καὶ πανεντιμοτάτῃ μητρὶ αὐτῆς ἀνατεθῇ ἡ τῶν ἁπάντων διοίκησις.

3.6.6 Διο ρίζεται οὖν ἡ βασιλεία μου καθαρῶς διὰ τοῦ παρόντος χρυ σοβούλλου͵ ἵνα δι΄ ἣν ἔχει πολυπειρίαν περὶ τὰ βιωτικὰ πράγματα͵ εἰ καὶ τέλεον τούτων καταπεφρόνηκεν͵ ἅπερ ἐγγράφως διορίσηται͵ κἂν παρὰ τοῦ προεστῶτος τῶν σεκρέτων ἀναφέρωνται ἢ τῶν ὑπ΄ αὐτὸν σεκρετικῶν ἢ τῶν ἄλλων πάντων͵ ὧν αἱ ὑπομνήσεις ἢ αἰτήσεις ἢ κρίσεις ἑτοιμασθήσονται ἐπὶ συμπαθείαις δημοσιακαῖς ὀφλημάτων͵ τὸ κῦρος ἕξουσι μόνιμον ὡς παρὰ τοῦ γαληνίου κράτους τῆς βασιλείας μου οἰκονομούμενα καὶ ἐξ αὐτοῦ τοῦ στόματος αὐτῆς τὰ γραφέντα ἀποστοματιζόμενα. Οἷαι γὰρ ἂν λύσεις παρ΄ αὐτῆς ἀποφανθήσονται ἢ καὶ προσ τάξεις ἔγγραφοι ἢ ἄγραφοι͵ κἂν εὔλογοι κἂν ἀνεύ λογοι͵ σφραγῖδα φέρουσαι αὐτῆς τὴν μεταμόρφωσιν καὶ τὴν κοίμησιν͵ ὡς αὐτῆς τῆς βασιλείας μου λογισθή σονται͵ τῷ δὲ μηνὶ τοῦ κατὰ τὴν ἡμέραν διοικοῦντος τὰ σέκρετα.

3.6.7 Ἀλλὰ καὶ ἐπὶ προβολῶν καὶ διαδοχῶν τῶν σεκρέτων καὶ τῶν θεμάτων καὶ ἐπὶ τοῖς ἀξιώμασι καὶ ὀφφικίοις καὶ δωρεαῖς ἀκινήτων βασιλικῶς ἡ ἁγία μήτηρ αὐτῆς ἕξει ἄδειαν ὃ δόξει ταύτῃ ποιεῖν. ἀλλὰ καὶ εἴ τινες προβληθήσονται εἰς τὰ σέκρετα ἢ καὶ εἰς θέματα καὶ διαδεχθήσονται͵ τιμηθήσονται δὲ καὶ ἐν μεγίστοις ἀξιώμασι καὶ μέσοις καὶ ἐλαχίστοις͵ ἔσονται εἰς τὸ ἑξῆς ἀμετακίνητοι καὶ ἀμετάπτωτοι. Ἀλλὰ καὶ αὐξή σεις ῥογῶν καὶ προσθήκας δόσεων καὶ συμπαθείας τῶν λεγομένων συνηθειῶν καὶ σχιδευμοὺς καὶ ἀποσχιδευμοὺς προστάξει αὕτη ἀνενδοιάστως καί͵ περιεκτικῶς εἰπεῖν͵ οὐδὲν ἀσυντελὲς λογισθήσεται͵ ὅπερ αὐτὴ κελεύσει ἐγγρά φως τε καὶ ἀγράφως. Τὰ γὰρ ῥήματα ταύτης καὶ τὰ προστάγματα ὡς τῆς βασιλείας μου λογισθήσονται καὶ οὐδὲν τούτων ἀθετηθήσεται͵ ἀλλὰ καὶ κύρια καὶ μόνιμα ἔσονται εἰς τοὺς ἑξῆς χρόνους.

3.6.8 Καὶ οὔτε εὐθύνην οὔτε ἡντιναοῦν ἀνάκρισιν ὑποπτεύσει νῦν ἢ εἰς τὸ μετέ πειτα παρ΄ οὑτινοσοῦν τῶν ἁπάντων οὔτε τις τῶν ἐξυ πηρετουμένων αὐτῇ ἢ αὐτὸς ὁ κατὰ τὴν ἡμέραν λογο θέτης τῶν σεκρέτων͵ κἂν εὔλογα κἂν παράλογα τὰ πραχθησόμενα δόξῃ. Τὸ γὰρ παντελῶς ἀλογοπράγητον ἔξουσιν ἐς ἀεί͵ ὁποῖα ἂν καὶ εἴη τῷ παρόντι χρυσοβούλλῳ λόγῳ στηριζόμενα.

3.7.1 Ἀλλὰ ταῦτα μὲν τὰ τοῦ χρυσοβούλλου· θαυμάσειε δ΄ ἄν τις ἐν τούτοις τὸν ἐμὸν πατέρα καὶ αὐτοκράτορα τῆς εἰς τὴν μητέρα τιμῆς καὶ ὅπως αὐτῇ παρακεχωρήκει τῶν ἁπάντων͵ αὐτὸς τῆς βασιλικῆς ἡνίας οἷον ὑπεξιστάμενος καὶ τρόπον τινὰ ἐποχουμένῃ τοῦ βασιλικοῦ ἅρματος αὐτῇ παραθέων καὶ ψιλοῦ μόνου τοῦ τῆς βασιλείας μετέχων ὀνόματος. Καίτοι κατὰ τὴν ἡλικίαν τὸν μείρακα ἤδη παρήλλαττε͵ καθ΄ ὃν μάλιστα καιρὸν ἐπιφύεται τοῖς τοιούτοις ἤθεσιν ὁ τῆς φιλαρχίας ἔρως. Τοὺς μὲν γὰρ πρὸς τοὺς βαρβάρους πολέμους καὶ ὅσα τῶν ἄθλων καὶ τῶν ἀγώνων ὑπῆν αὐτὸς ἀνεζώσατο͵ πᾶσαν δὲ τῶν πραγμάτων διοίκησιν καὶ πολιτικὰς ἀρχὰς καὶ τοὺς περὶ τῶν εἰσφορῶν λόγους καὶ τῶν ὑπὲρ τῆς βασιλείας ἀναλωμάτων τῇ μητρὶ κατεπίστευσε.

3.7.2 Καὶ ἴσως μὲν ἄν τις ἐνταῦθα γενόμενος καταμέμψοιτο τὴν οἰκονομίαν ὡς γυναικωνίτιδι καταπιστεύσαντος τοὐμοῦ πατρὸς τὴν τῆς βασιλείας διοί κησιν. Ἀλλ΄ εἰ τὸ φρόνημα τῆς γυναικὸς ἠπίστατο καὶ ὅση τις ἦν τὴν ἀρετὴν καὶ τὸν νοῦν καὶ ὅπως εἶχε δρα στηριότητος͵ ἀφέμενος μέμψεως πρὸς θαῦμα τὴν μέμψιν μετέβαλλε. Τοσαύτη γὰρ ἡ ἐμὴ μάμμη περὶ τὰ πράγματα δεξιωτάτη καὶ τάξαι καὶ καταστήσασθαι πολιτείαν εὐμή χανος͵ ὥστε μὴ μόνον τὴν Ρωμαίων ἀρχὴν διοικεῖν δύνασθαι͵ ἀλλὰ καὶ πᾶσαν τὴν ὁπουδήποτε βασιλείαν͵ ὁπόσην ἥλιος ἐφορᾷ. Πολύπειρός τε γὰρ ἦν καὶ πολλῶν πραγμάτων ἐγίνωσκε φύσεις͵ καὶ ὅπως ἄρχεται καὶ εἰς ὃ καταντήσειεν ἕκαστον ἐξηπίστατο͵ καὶ τίνα μὲν τίνων εἰσὶν ἀναιρετικά͵ τίνα δὲ μᾶλλον ἐπιρρώννυσιν ἕτερα͵ ὀξυτάτη τε τὸ δέον καταμαθεῖν καὶ μετὰ ἀσφαλείας καταπρᾶξαι δεινή.

3.7.3 Καὶ οὐκ ἦν μὲν τὴν γνώμην τοιαύτη͵ γλῶτταν δὲ εἶχεν ἀπᾴδουσαν πρὸς τὴν γνώμην· ἀλλ΄ ἦν αὐτόχρημα ῥήτωρ πιθανωτάτη͵ καὶ οὔτε λάλος καὶ εἰς μῆκος τοὺς λόγους ἐκτείνουσα͵ οὔτε ταχέως ἀπε λίμπανεν αὐτὴ τὸ πνεῦμα τοῦ λόγου͵ ἀλλ΄ ἐπικαίρως ἀρξαμένη εἰς τὰ καιριώτατα πάλιν κατέληγε. Καὶ ὁ μὲν βασίλειος θρόνος αὐτὴν παρηκμακυῖαν κατείληφεν͵ ὅτε καὶ μᾶλλον τὸ φρονοῦν ἤκμαζε καὶ ἡ σύνεσις ἐπήνθει καὶ ἡ περὶ τὰ πράγματα ἐπιστήμη συνήκμαζεν͵ ἐξ ὧν οἰκο νομίαι καὶ διοικήσεις τὸ κράτος ἔχουσιν. Ἔχει δὲ ὡς τὸ εἰκὸς ἡ τοιαύτη ἡλικία οὐ μόνον τι λέξαι τῶν νέων σοφώ τερον͵ ὡς ἡ τραγῳδία φησίν͵ ἀλλὰ καὶ συμφορώτερον πρᾶ ξαι. Ὁ δὲ κατόπιν χρόνος καὶ ὁπόταν ἐκείνη ταῖς νεωτέ ραις συνεξητάζετο γυναιξί͵ θαῦμα ἄντικρυς ἦν πολιὸν ἐν νεαρᾷ ἡλικίᾳ ἐπιδεικνυμένη φρόνημα. Καὶ παρεῖχεν ἐξ αὐτῆς ὄψεως τῷ βουλομένῳ καταθρεῖν τὴν ἐνοῦσαν αὐτῇ ἀρετὴν ὁμοῦ καὶ ἐμβρίθειαν.

3.7.4 Ἀλλ΄͵ ὅπερ ἔλεγον͵ ὁ ἐμὸς πατὴρ τῆς βασιλείας ἐπιδραξάμενος τοὺς μὲν ἀγῶνας καὶ τοὺς ἱδρῶτας ἑαυτῷ τεταμίευκε θεωρὸν τῶν ἀγώ νων τὴν μητέρα ποιούμενος͵ ἐκείνην δὲ δεσπότιν κατα στησάμενος τὸ παρ΄ ἐκείνης κελευόμενον καθάπερ δοῦλος ἔλεγέ τε καὶ ἔπραττεν. Ἔστεργεν οὖν αὐτὴν ὁ βασιλεὺς ὑπερφυῶς καὶ τῶν αὐτῆς βουλευμάτων ἐξήρτητο (τοσοῦτον ἦν φιλομήτωρ) καὶ τὴν δεξιὰν ἐδίδου τῆς ἐκείνης γλώττης ὑπηρέτιν καὶ τὴν ἀκοὴν τῶν ἐκείνης φωνῶν εἰς ἀκρόασιν καὶ εἰς ἅπαντα ταύτῃ ὁ βασιλεὺς συγκατένευεν ἢ ἀνέ νευεν͵ ἐφ΄ οἷς ἄρα ἐκείνη κατανεύσειεν ἢ ἀνανεύσειε.

3.7.5 Καὶ ἦν τὸ πρᾶγμα ὅλως τοιοῦτον. Ἐκεῖνος μὲν γὰρ σχῆμα βασιλείας εἶχεν͵ ἡ δὲ τὴν βασιλείαν αὐτήν· καὶ ἡ μὲν ἐθεσμοθέτει͵ διῴκει τὸ πᾶν͵ ἐπρυτάνευεν͵ ὁ δὲ τὰς διοικήσεις ἐκείνης καὶ τὰς ἐγγράφους καὶ τὰς ἀγράφους͵ τὰς μὲν χειρί͵ τὰς δὲ φωναῖς ἐπεσφράγιζε͵ καὶ ὡς͵ οὕτω γε φάναι͵ ὄργανον ἦν αὐτῇ βασιλείας͵ οὐ βασιλεύς. Ἠρέσκετο γὰρ ἐφ΄ ἅπασιν͵ οἷς ἡ μήτηρ διαγνοίη καὶ διορίσειε͵ καὶ οὐχ ὡς μητρὶ μόνον καταπειθέστατος ἦν͵ ἀλλὰ γὰρ ὡς ἐξάρχῳ βασιλικῆς ἐπιστήμης ταύτῃ προσεῖχε τὸν νοῦν. ῎Ηιδει γὰρ ἀκριβῶς τὸ ταύτης ἐφ΄ ἅπασιν ἐπὶ τὸ κράτιστον συγκεχωρηκὸς καὶ ὅτι διαφερόντως πάντας τοὺς κατ΄ ἐκεῖνο καιροῦ γεγονότας ἀνθρώπους εἰς φρόνησίν τε καὶ σύνεσιν πραγμάτων ὑπερελαύνει.

3.8.1 Τοιαῦτα τὰ τῆς Ἀλεξίου βασιλείας προοίμια. Οὐ γάρ τις αὐτοκράτορα τοῦτον εἰκότως τό γε νῦν ὀνο μάσειε τῆς αὐτοκράτορος περιωπῆς ἅπαξ ἀποκληρωθείσης παρ΄ αὐτοῦ τῇ μητρί. Ἄλλος μὲν οὖν νόμοις ἐγκωμιαστικοῖς ὑπείκων πατρίδα τῆς θαυμασίας ἐκείνης μητρὸς ἐπαινείτω καὶ γένος πρὸς Ἀδριανοὺς ἐκείνους τοὺς Δαλασσηνοὺς ἀναφερόμενον καὶ Χάρωνας καὶ τῷ πελάγει τῶν κατ΄ ἐκείνους προτερημάτων ἐπαφιέτω τὸν λόγον. Ἐμοὶ δὲ ἱστορίαν ξυγγραφούσῃ οὐκ ἐκ γένους καὶ αἵματος προσήκει ταύτην χαρακτηρίζειν͵ ἀλλ΄ ἐκ τρόπου καὶ ἀρετῆς καὶ τούτων͵ ὁπόσον ὁ τῆς ἱστορίας ὑποτίθεται λόγος.

3.8.2 Ἵνα γὰρ πρὸς ἐκείνην ἐπαναδραμοῦμαι καὶ αὖθις͵ ἀξίωμα μὲν οὖν μέγιστον αὐτὴν οὐ γυναικῶν μόνον͵ ἀλλὰ καὶ ἀρρένων καθίστατο καὶ κόσμος τῆς ἀνθρωπίνης φύσεως· τὴν δὲ περὶ τὰ βασίλεια γυναικωνῖτιν παντάπασι διεφθορυῖαν͵ ἐξ ὅτου ὁ Μονομάχος ἐκεῖνος τὸ τῆς βασι λείας ἀνεδήσατο κράτος͵ καὶ εἰς ἔρωτας ἀλόγους ἀπο κλίνασαν καὶ μέχρι τῆς βασιλείας τοὐμοῦ πατρὸς ἐπὶ τὸ βέλτιον ἀλλοιώσασα εἰς κόσμον ἐπαινούμενον μετήνεγκε. Καὶ ἦν ἰδεῖν τὰ βασίλεια τηνικαῦτα τάξεως ἐπαινουμένης μετειληχότα· καὶ γὰρ ὅρους τε τῶν θείων ὕμνων ἔταξε καὶ καιροὺς ἀρίστου τε καὶ ἀρχαιρεσίας ἐπήξατο στάθμη καὶ κανὼν τοῖς πᾶσιν αὐτὴ γεγονυῖα͵ ὡς τὰ βασίλεια μᾶλλον ἱερὰ φροντιστήρια εἶναι δοκεῖν.

3.8.3 Τοιαύτη τις ἦν ἡ ὑπερφυὴς ὄντως καὶ ἱερὰ ἐκείνη γυνή. Σωφροσύνῃ μὲν γὰρ τοσοῦτον ὑπερῆρε καὶ τὰς πάλαι ὑμνουμένας͵ περὶ ὧν ὁ πολὺς λόγος͵ ὁπόσον ἀστέρας ἥλιος. Τὸν δὲ περὶ τοὺς πένητας οἶκτον αὐτῆς καὶ τὴν δαψιλῆ πρὸς τοὺς δεομένους χεῖρα τίς παραστήσειε λόγος; Κοινὸν μὲν ἦν ἡ αὐτῆς ἑστία καταγώγιον τοῖς ἐξ αἵματος πενομένοις͵ κοινὸν δὲ καὶ ξένοις οὐχ ἧττον. Ἱερέας δὲ καὶ μοναχοὺς διαφερόντως ἐτίμα καὶ συνδειπνοῦντας εἶχε καὶ οὐδενὶ ἄτερ μοναχῶν τὴν αὐτῆς τράπεζαν θεάσασθαι ἐνῆν. Ἡ δὲ ἔξωθεν ἐπιφαινομένη τοῦ ἤθους κατάστασις καὶ ἀγγέ λοις αἰδέσιμος καὶ αὐτοῖς δὲ τοῖς δαίμοσι φοβερά͵ ἀνθρώποις δὲ μὴ ἐχέφροσιν͵ ἀλλὰ περὶ ἡδονὰς ἐπτοημένοις ἀνύποιστος καὶ ἐκ μόνου τοῦ βλέμματος͵ τοῖς δ΄ αὖ γε σωφροσύνης ἐπιμελουμένοις ἱλαρά τε καὶ προσηνής. Μέτρα γὰρ ἔγνω κατηφείας καὶ σεμνότητος͵ ὡς μήτε τὸ κατηφὲς ἄγριόν πως καὶ θηριῶδες δοκεῖν μήτε τὸ ἁπαλὸν κεχαλασμένον τε καὶ ἀκόλαστον͵ καὶ ὅρον͵ οἶμαι͵ τοῦτ΄ εἶναι κοσμιότητος͵ κραθέντος τοῦ φιλανθρώπου τῷ τῆς ψυχῆς ἀναστήματι.

3.8.4 Τὸ δὲ ἦθος αὐτῇ ὑποκαθήμενον πρὸς ἐνθυμήσεις ἀεὶ καινοτέρας ἀνελιττούσῃ τὰς γνώμας͵ οὐ φθαρτικὰς τοῦ κοινοῦ͵ ὥς τινες ὑπετονθόρυζον͵ ἀλλὰ σωστικὰς καὶ διεφθορυῖαν ἤδη τὴν βασιλείαν εἰς ὁλοκλη ρίαν ἐπαναγούσας τά τε τοῦ κοινοῦ εἰς τὸ μηδὲν ἐληλακότα ἐπανορθούσας͵ ὡς δύναμις. Πλὴν εἰ καὶ τῇ τῶν κοινῶν διοικήσει ἐνησχολεῖτο͵ τῆς τοῖς μοναχοῖς προση κούσης διαγωγῆς οὐδαμῶς καταπεφρονήκει͵ ἀλλὰ τὸ πλεῖον μὲν τῆς νυκτὸς τοὺς ἱεροὺς ἀπεπλήρου ὕμνους προσευχῇ τε συντόνῳ καὶ ἀγρυπνίᾳ συντετηκυῖα· περὶ δὲ τὸ ὄρθριον͵ ἔστι δ΄ ὅτε καὶ δευτέρας ἀλεκτοροφωνίας͵ ταῖς τοῦ κοινοῦ προσέκειτο διοικήσεσι περί τε ἀρχαιρεσιῶν σκοποῦσα καὶ τὰς τῶν δεομένων αἰτήσεις ἐπιλύουσα ὑπογραμματεύοντος αὐτῇ Γρηγορίου τοῦ Γενεσίου.

3.8.5 Ταῦτα εἴ τις ἠβούλετο ῥήτωρ εἰς ἐγκωμίου λόγον ἀγαγεῖν͵ τίνας ἂν οὐκ ἀπεκρύ ψατο τῶν πάλαι περιβοήτων ἐπ΄ ἀρετῇ καὶ κατ΄ ἀμφότερα τὰ γένη φανέντας περιφανεῖς τοῖς ἐπιχειρήμασι καὶ τοῖς ἐνθυμήμασι καὶ ταῖς πρὸς ἄλλους συγκρίσεσιν ἐξογκῶν εἰς μέγα τὴν ἐπαινουμένην͵ ὥσπερ νόμος ἐστὶ τοῖς ἐγκωμιάζουσιν; Ἀλλὰ τὰ τῆς ἱστορίας οὐχ οὕτως ἄδειαν δίδωσι τῷ ξυγγράφοντι. Διόπερ εἰ περὶ ταύτης τῆς βασιλίδος λέγοντες τὰ μεγάλα μικροπρεπέστερον εἴπωμεν͵ μηδεὶς ὑπὸ μέμψιν ἀγέτω τὸν λόγον͵ ὅσοι τὴν ἐκείνης ἴσασιν ἀρετὴν καὶ τὸν ὄγκον τοῦ ἀξιώματος καὶ τὸ ἀγχίνουν ἐν ἅπασι καὶ τὸ ἀκροφυέστατον τοῦ φρονήματος. Ἡμεῖς δὲ ὅθεν περὶ αὐτῆς λέγοντες μικρόν τι ἐξετρα πόμεθα͵ πάλιν ἐπανακάμψωμεν. Ἐκείνη τοίνυν τὴν βασιλείαν͵ ὡς ἔφημεν͵ διιθύνουσα οὐδὲ τὴν πᾶσαν ἡμέραν ταῖς κοσμικαῖς φροντίσιν ἀφώριστο͵ ἀλλὰ τὰς ἐκ τύπου λει τουργίας εἰς τὸ ἱερὸν τέμενος τῆς μάρτυρος Θέκλης ἀπεπλήρου͵ ὅπερ ὁ αὐτοκράτωρ Ἰσαάκιος ὁ Κομνηνὸς καὶ ἀνδράδελφος αὐτῆς ἐξ αἰτίας τοιαύτης ἐδείματο.

3.8.6 Ἐπεὶ γὰρ ἃς πάλαι εἶχον οἱ τῶν Δακῶν ἀρχηγέται μετὰ τῶν Ρωμαίων σπονδὰς τηρεῖν εἰσέτι οὐκ ἤθελον͵ ἀλλὰ παρασπονδήσαντες διέλυσαν͵ τούτου δὲ δήλου τοῖς Σαυρομάταις γεγονότος͵ οἳ πρὸς τῶν πάλαι Μυσοὶ προσηγορεύοντο͵ οὐδὲ αὐτοὶ τοῖς ἰδίοις ὁρίοις ἐμμένοντες ἤθελον ἡσυχάζειν͵ νεμόμενοι πρότερον ὁπόσα ὁ Ἴστρος πρὸς τὴν τῶν Ρωμαίων διορίζει ἡγεμονίαν͵ ἀλλ΄ ἀθρόον ἀπαναστάντες πρὸς τὴν ἡμεδαπὴν γῆν μετῳκίσθησαν. Αἰτία δὲ τῆς τούτων μετοικήσεως ἡ τῶν Γετῶν κατ΄ αὐτῶν ἄσπονδος ἔχθρα ὁμορούντων μὲν ἐκείνοις͵ τούτους δὲ λῃστευόντων. Διὰ ταῦτα καιρὸν ἐπιτηροῦντες͵ ἐπεὶ τὸν Ἴστρον ἀποκρυσταλλωθέντα εἶδον͵ ὥσπερ ἠπείρῳ τούτῳ χρησάμενοι ἐκεῖθεν πρὸς ἡμᾶς μετανίστανται ὅλον ἔθνος τοῖς ἡμετέροις ἐπιφορτισθὲν ὁρίοις καὶ δεινῶς ἐλῄζοντο τὰς παρακειμένας πόλεις καὶ χώρας.

3.8.7 Τοῦτ΄ ἐνωτισθεὶς ὁ βασιλεὺς Ἰσαάκιος δέον ἔκρινε τὴν Τριά διτζαν καταλαβεῖν. Ἐπεὶ τοὺς ἑῴους βαρβάρους τῶν ἐπιχειρημάτων φθάσας ἀνεῖρξε͵ καὶ τοῦτο δὴ ἀπραγμο νέστατον αὐτῷ ἐγεγόνει τὸ τμῆμα. Καὶ δὴ τὸ ὁπλιτικὸν ἅπαν συλλεξάμενος τῆς πρὸς τὰ ἐκεῖσε φερούσης ὁδοῦ ἥψατο ἀπελάσαι βουλόμενος τῶν Ρωμαϊκῶν ὅρων αὐτούς. Καταστήσας δὲ τὸ ὁπλιτικὸν ἅπαν ἐν εὐταξίᾳ στρατηγὸς κατ΄ αὐτῶν ἵεται. Οἱ δὲ τοῦτον θεασάμενοι εὐθὺς διαιρεθέντες διαφόρου γνώμης γεγόνασιν. Ὁ δὲ οὐ πάνυ πιστεύειν αὐτοῖς ἔχων ἐπὶ τὸ καρτερώτατον καὶ δυσμαχώτε ρον μέρος αὐτῶν σὺν καρτερᾷ τῇ φάλαγγι ἵεται καὶ δὴ πλησιάσας αὐτοῖς ἑαυτῷ τε καὶ τῷ στρατοπέδῳ κατέ πληξε. Πρὸς μὲν γὰρ τὸν οἷα δὴ κεραυνοφόρον ἀντωπεῖν οὐκ ἐτόλμων͵ τοῦ δὲ στρατοπέδου τὸν ἀρραγῆ συνασπισμὸν βλέποντες αὐτοὶ διελύοντο. Ὑποχωρήσαντες οὖν πρὸς μικρόν͵ πόλεμον ἐς τρίτην αὐτῷ ἐπαγγειλάμενοι τὰς σκηνὰς αὐθήμερον ἀφέντες φυγαδείᾳ ἐχρήσαντο. δὲ καταλαβών͵ ἔνθα οὗτοι ηὐλίζοντο͵ καὶ τάς τε σκηνὰς αὐτῶν κατασκάψας καὶ τὴν εὑρημένην λείαν ἀπαγαγὼν τροπαιοφόρος ἐπάνεισι.

3.8.8 Γενομένου δὲ περὶ τοὺς τοῦ Λοβιτζοῦ πρόποδας͵ ῥαγδαῖος ὄμβρος αὐτὸν καταλαμβάνει καὶ νιφετὸς ἔξωρος εἰκοστὴν πρὸς τῇ τετάρτῃ τοῦ Σεπτεμβρίου ἄγοντος͵ ἐν ᾗ ἡ τῆς μεγαλομάρτυρος Θέκλης μνήμη τελεῖται. Πλημμύρας οὖν γενομένης τῶν ποταμίων ῥευμάτων καὶ ὑπερχειλήσαντος τοῦ ὕδατος θάλασσαν ἦν ὁρᾶν ἅπαν τὸ πεδίον ἐκεῖνο͵ ἐν ᾧ ἥ τε βασιλικὴ σκηνὴ καὶ τὸ ὁπλιτικὸν ἅπαν κατεσκήνου. Ἐντεῦθεν τὰ πρὸς χρείαν ἅπαντα ἠφανίσθησαν τοῖς ποταμίοις ῥεύμασι παρασυρέντα͵ οἱ ἄνθρωποι δὲ καὶ τὰ κτήνη ὑπὸ τοῦ κρύους ἐπήγνυντο. Ἐμυκᾶτο δὲ καὶ βροντῶν οὐρανός͵ ἀστραπαὶ δὲ συνεχεῖς͵ χρονικὴν μὴ ἔχουσαι τὸ παράπαν διάστασιν͵ τὸ περίγειον ἐκεῖνο ἅπαν ἐμπρῆσαι οἷον ἠπείλουν.

3.8.9 Ταῦτα ὁρῶν ὁ βασιλεὺς ἐν ἀμηχανίᾳ ἦν. Ἀναστολῆς δὲ μετρίας γενομένης πλείστους τε ἀποβαλὼν ταῖς δίναις τῶν ποταμίων συσχεθέντας ῥευμάτων ἐκεῖθεν μετὰ τῶν λογάδων ἔξεισι καὶ ὑπὸ φηγόν τινα μετ΄ αὐτῶν ἀπελθὼν ἵστατο. ῎Ηχου δὲ μεγίστου καὶ βοῆς ἀπὸ τοῦ δρυὸς οἷον ἐξερχομένου αἰσθόμενος καὶ σφοδροτέρων ἀνέμων τηνικαῦτα πνεόντων πτοηθείς͵ μὴ τῇ τούτων βίᾳ ὁ δρῦς κατενεχθῇ͵ τοσοῦτον διάστημα ἀποστάς͵ ὁπόσον ὁ δρῦς͵ εἰ κατενεχθείη͵ μὴ φθάσῃ πατάξαι αὐτόν͵ ἐννεὸς ἵστατο. Ὁ δ΄ εὐθὺς ὥσπερ ἐκ συνθήματος ῥιζόθεν ἀνασπασθεὶς εἰς γῆν ὡρᾶτο κείμενος.

3.8.10 Ὁ δὲ βασιλεὺς θαυμάζων εἱστήκει τὴν τοῦ Θεοῦ περὶ αὐτὸν κηδεμονίαν· λογοποιουμένην δὲ ἀποστασίαν περὶ τὴν ἕω μαθὼν εἴσεισιν εἰς τὰ βασίλεια. Καὶ τηνικαῦτα ἐπὶ τῷ ὀνόματι τῆς μεγαλομάρτυρος Θέκλης ναὸν περικαλλῆ ἐδείματο μεγαλοπρεπῶς μὲν κατεσκευασμένον καὶ ἱκανῇ δαπάνῃ͵ χειρός τε τὸ ποικίλον ἔχοντα͵ σῶστρά τε θύσας ἐν αὐτῷ Χριστιανοῖς προσήκοντα τοὺς θείους ὕμνους διὰ παντὸς ἐν αὐτῷ ἀπεπλήρου. Οὕτως τὸ ἤδη ῥηθὲν ἱερὸν τέμενος ἐπ΄ ὀνόματι τῆς μεγαλομάρτυρος Θέκλης ἀνῳκοδόμητο͵ ἐν ᾧ τὰς ἐντεύξεις͵ ὡς ὁ λόγος φθάσας ἐδήλωσεν͵ ἡ βασιλὶς καὶ μήτηρ τοῦ αὐτοκράτορος Ἀλεξίου συνεχεῖς ἐπεποίητο.

3.8.11 ῝Ην κἀγὼ βραχύν τινα τεθέαμαι χρόνον καὶ τεθαύμακα. Καὶ ὅτι μὴ κόμπος τὰ ἤδη ῥηθέντα͵ ἴσασιν ἅπαντες καὶ ὁμολογήσαιεν͵ εἴ γε βούλοιντο͵ ὁπόσοι ἄτερ πάθους τὴν ἀλήθειαν ἐκκαλύπτειν ἐθέλουσιν. Εἰ μὲν γὰρ ἐγκωμιάζειν προειλόμην͵ ἀλλὰ μὴ ἱστορίαν ποιεῖν͵ ἐπὶ πλέον ἂν ἐπαφῆκα τὸν λόγον τοῖς περὶ τούτων διηγή μασι͵ καθάπερ φθάσασα ἐδήλωσα· νῦν δὲ ἐπανακτέον αὖθις αὐτὸν πρὸς τὸ προκείμενον.

3.9.1 Ἀσπαίρουσαν δὲ οἷον κατανοῶν τὴν βασιλείαν ὁ βασιλεὺς Ἀλέξιος (καὶ γὰρ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οἱ Τοῦρκοι δεινῶς ἐλῄζοντο͵ τὰ δὲ κατὰ τὴν ἑσπέραν λίαν εἶχε κακῶς τοῦ Ρομπέρτου πάντα κάλων κινοῦντος ἐφ΄ ᾧ τὸν προσεληλυθότα αὐτῷ ψευδώνυμον Μιχαὴλ εἰς τὰ βασίλεια εἰσάξαι· ὅπερ ἐμοὶ σκῆψις μᾶλλον δοκεῖ καὶ φιλαρχίας ἔρως ἀναφλέγων αὐτὸν καὶ ἠρεμεῖν τὸ παράπαν μὴ συγχωρῶν· ἔνθεν τοι καὶ Πάτροκλον πρόφασιν τὸν Μιχαὴλ εὑρηκὼς τὸν τέως ὑποτυφόμενον τῆς φιλαρχίας σπινθῆρα εἰς πυρσὸν ἀνῆψε μέγαν καὶ δεινῶς κατὰ τῆς Ρωμαίων ἀρχῆς ὡπλίζετο δρόμωνάς τε καὶ τριήρεις ἑτοι μάζων καὶ διήρεις καὶ σέρμωνας καὶ φορταγωγοὺς ἑτέρας παμπληθεῖς ναῦς ἐκ τῶν παραλίων εὐτρεπίζων χωρῶν κἀκ τῆς ἠπείρου δὲ δυνάμεις πολλὰς συλλέγων ἐς τὸ προκείμενον αὐτῷ συνεπαρηγούσας) ἐν ἀμηχανίᾳ ὁ γενναῖος ἐκεῖνος μεῖραξ γενόμενος καὶ μὴ ἔχων ὁποτέρωσε νεύσειεν͵ ἑκάστου τῶν πολεμίων πρὸς ἑαυτὸν τὴν μάχην οἷον προαρπάζοντος͵ ἠνιᾶτο καὶ ἤσχαλλε μήτε στρατιὰν ἀξιόμαχον τῆς τῶν Ρωμαίων βασιλείας ἐχούσης (οὐ πλείους γὰρ τῶν τριακοσίων στρατιωτῶν ἦσαν καὶ τούτων ἐκ τοῦ Χώματος͵ ἀναλκίδων πάντη καὶ ἀπειροπολέμων͵ καὶ ξενικῶν τινων εὐαριθμήτων βαρβάρων τῶν ἐπὶ τοῦ δεξιοῦ εἰωθότων κραδαίνειν ὤμου τὸ ξίφος) μήτε σωρῶν χρημάτων τοῖς περὶ τὰ βασίλεια ταμιείοις ἐναποκειμένων͵ δι΄ ὧν ξυμμαχίας τινὰς ἐξ ἀλλοδαπῶν μετακαλέσοιτο. Λίαν γὰρ ἀτέχνως περί τε τὰ πολεμικὰ καὶ στρατιωτικὰ διατεθέντες οἱ πρὸ αὐτοῦ βεβασιλευκότες ἐν στενῷ κομιδῇ τὰ Ρωμαίων συνήλασαν πράγματα. Ἐγὼ γοῦν καὶ στρατιωτῶν αὐτῶν καὶ πρεσβυτέρων ἀνδρῶν ἐνίων ἀκήκοα͵ ὡς οὐδεμία τῶν πόλεων ἀπ΄ αἰῶνος ἐς τοσοῦτον ἀθλιότητος κατήχθη.

3.9.2 Εἶχεν οὖν τῷ αὐτοκράτορι δυσκόλως τὰ πράγματα μεριζομένῳ φροντίσι παντοδαπαῖς. Ὁ δὲ γεν ναῖος ὢν καὶ ἄτρεστος καὶ περὶ τὰ πολεμικὰ ἔργα ἐμπει ρίαν πολλὴν κεκτημένος ἐβούλετο ἐκ πολλοῦ κλύδωνος εἰς ἀλύπους ἀκτὰς τὴν βασιλείαν αὖθις ἐγκαθορμίσαι τῶν ἐπανισταμένων ἐχθρῶν εἰς ἀφρὸν Θεοῦ ἀρωγῇ διαλυομένων κυμάτων δίκην͵ ὁπηνίκα ταῖς πέτραις προσαράξουσι.

3.9.3 Δέον οὖν ἔγνω πάντας τοὺς κατὰ τὴν ἀνατολὴν τοπάρχας ταχὺ μετακαλέσασθαι͵ ὁπόσοι φρούριά τε καὶ πόλεις κατέχοντες γενναίως τοῖς Τούρκοις ἀντικαθίσταντο. Εὐθὺς οὖν πρὸς ἅπαντας διαφόρους σχεδιάζει γραφάς͵ πρός τε τὸν Δαβατηνὸν τοποτηρητὴν τηνικαῦτα τῆς κατὰ Πόντον Ἡρακλείας καὶ Παφλαγονίας χρηματίζοντα καὶ τὸν Βούρτζην τοπάρχην ὄντα Καππαδοκίας καὶ Χώματος καὶ τοὺς λοιποὺς λογάδας͵ δηλώσας μὲν καὶ ὁπόσα αὐτῷ ξυμπεσόντα Θεοῦ προνοίᾳ εἰς τὴν αὐτοκρά τορος περιωπὴν ἀνεβίβασεν ἐξ ὑπογύου κινδύνου παρα δόξως σωθέντα͵ παρακελευόμενος δὲ τῶν σφετέρων χωρῶν πρόνοιαν ἱκανὴν ποιησαμένους κατασφαλίσασθαι αὐτὰς καὶ ἀποχρῶντας πρὸς τοῦτο στρατιώτας καταλιπεῖν͵ μετὰ δὲ τῶν ἐπιλοίπων εἰς τὴν Κωνσταντίνου παραγίνεσθαι συνεπαγομένους καὶ νεολέκτους ἀκμῆτας͵ ὁπόσους δύναιντο.

3.9.4 Εἶτα δεῖν ἔγνω καὶ τὰ κατὰ τὸν Ρομπέρτον͵ ὡς ἐνόν͵ προκατασφαλίσασθαι καὶ τοὺς προσρυομένους ἐκείνῳ ἀρχηγούς τε καὶ κόμητας ἀπεῖρξαι τοῦ ἐγχειρήματος. Ἐπεὶ δ΄ ὁ πρὸ τοῦ τὴν πόλιν αὐτὸν κατασχεῖν πρὸς τὸν Μονομαχάτον ἀποσταλείς͵ δι΄ οὗ εἰς βοήθειαν αὐτὸν μετεκαλεῖτο χρήματά τε ἐπεζήτει ἀποσταλῆναί οἱ͵ γράμματα μόνον κομίζων ἧκεν αὐτῷ προ φάσεις δηλοῦντα͵ καθάπερ φθάσαντες ἱστορήσαμεν͵ δι΄ ἃς δῆθεν ἔτι τοῦ Βοτανειάτου τῆς βασιλείας ἐγκρατοῦς ὄντος βοηθεῖν οὐκ ἠδύνατο͵ ταῦτα ἀναγνοὺς καὶ πτοηθείς͵ μὴ μαθὼν τὴν ἀπὸ τῆς βασιλείας τοῦ Βοτανειάτου ἔκπτωσιν προσρυῇ τῷ Ρομπέρτῳ͵ ἀθύμως εἶχε παντάπασι. Τοιγαρ οῦν μετακαλεσάμενος τὸν σύγγαμβρον αὐτοῦ Γεώργιον τὸν Παλαιολόγον πρὸς τὸ Δυρράχιον ἐξαπέστειλε (πόλις δὲ τοῦτο Ἰλλυρική) παρακαλεσάμενος πάσῃ μηχανῇ χρήσασθαι͵ ὥστε ἀμαχητὶ ἐκεῖθεν ἐξεῶσαι τὸν Μονομαχάτον͵ ἐπεὶ μὴ ἀποχρῶσαν εἶχε δύναμιν͵ δι΄ ἧς τοῦτον ἄκοντα ἐκεῖθεν ἀπελάσει͵ πρὸς δὲ τὰς τοῦ Ρομπέρτου μηχανὰς ἀντιμηχανᾶσθαι͵ ὡς δύναμις.

3.9.5 Παρεκελεύ σατο καὶ τὰς ἐπάλξεις καινοπρεπέστερον κατασκευάσαι ἀνήλωτα τὰ πλείω τῶν ξύλων ἐάσαντα͵ ἵν΄ εἴ που διὰ κλιμάκων συμβαίη τοὺς Λατίνους ἀνελθεῖν͵ ἅμα τῷ τῶν ξύλων ἐπιβῆναι περιτρέπωνται ταῦτα καὶ σὺν τούτοις καταπίπτωσιν εἰς τοὔδαφος. Ναὶ μὴν ἀλλὰ καὶ τοῖς ἡγεμόσι τῶν παραλίων πόλεων καὶ αὐτοῖς δὴ τοῖς νησιώταις πολλὰ διὰ γραφῶν παρηγγυᾶτο μὴ ἀναπεπτωκέναι μηδὲ καταρρᾳθυμεῖν ὅλως͵ ἀλλ΄ ἐγρηγορέναι καὶ νήφειν διὰ παντὸς περιφραττομένους καὶ τὸν Ρομπέρτον καραδοκοῦντας͵ μὴ ἐξ ἐφόδου πασῶν τῶν παραλίων πόλεων ἐγκρατὴς γενόμενος καὶ αὐτῶν δὴ τῶν νήσων πράγματα ἐς ὕστερον τῇ βασιλείᾳ Ρωμαίων παρέξει.

3.10.1 Ταῦτα μὲν οὖν οὕτω παρὰ τοῦ βασιλέως περὶ τὸ Ἰλλυρικὸν ᾠκονόμητο͵ καὶ καλῶς τὰ τέως κατὰ πρόσωπον καὶ ἐν ποσὶ κείμενα τῷ Ρομπέρτῳ κατοχυρώσας ὦπτο· ἀλλ΄ οὐδὲ τῶν κατὰ νώτων ἐκείνῳ προσισταμένων κατερρᾳ θυμηκὼς ἦν. Γράμματα τοίνυν πρῶτον μὲν πρὸς τὸν ἀρχηγὸν Λογγιβαρδίας Ἑρμάνον ἐκθέμενος͵ εἶτα καὶ πρὸς τὸν πάπαν Ρώμης͵ πρὸς δὲ καὶ πρὸς τὸν ἀρχιεπίσκοπον Καπούης Ἔρβιον͵ πρὸς τοὺς πρίγκιπας͵ ἔτι γε μὴν καὶ πρὸς ἅπαντας τοὺς ἀρχηγοὺς τῶν Κελτικῶν χωρῶν δώροις τε μετρίοις τούτους δεξιωσάμενος καὶ ὑποσχέσεσι πολλῶν δωρεῶν καὶ ἀξιωμάτων πρὸς τὴν κατὰ τοῦ Ρομπέρτου ἔχθραν ἠρέθιζεν· ὧν οἱ μὲν τῆς πρὸς τὸν Ρομπέρτον φιλίας ἤδη ἀπέστησαν͵ οἱ δὲ ὑπισχνοῦντο͵ εἰ πλείονα λάβοιεν.

3.10.2 Ὑπὲρ πάντας δὲ τούτους τὸν ῥῆγα Ἀλα μανίας γινώσκων δυνάμενον πᾶν ὅ τι καὶ βούλοιτο κατὰ τοῦ Ρομπέρτου καταπράξασθαι ἅπαξ καὶ δὶς γράμματα πρὸς αὐτὸν ἐκπέμψας καὶ διὰ μειλιχίων λόγων καὶ παν τοίων ὑποσχέσεων ὑποποιησάμενος͵ ἐπεὶ καταπειθῆ τοῦ τον ἐγνώκει καὶ τῷ αὐτοῦ ὑπεῖξαι θελήματι ὑπισχνού μενον͵ μεθ΄ ἑτέρων αὖθις γραμμάτων τὸν Χοιροσφάκτην ἐξέπεμψε τάδ΄ ὑπαγορευόντων.

3.10.3 Τὰ κατὰ τὴν σὴν μεγαλοδύναμον ἐξουσίαν καλῶς ἔχειν καὶ προκόπτειν ἐπὶ τὸ βέλτιον εὐχῆς ἔργον ἐστὶ τῇ βασιλείᾳ μου͵ πανευγε νέστατε καὶ τῷ ὄντι Χριστιανικώτατε ἀδελφέ. Καὶ πῶς γὰρ οὐκ ἐξέσται τῇ τοῦ κράτους ἡμῶν θεοσεβείᾳ ἐπεύχεσθαί σοι τὰ κρείττω τε καὶ λυσιτελέστερα τὴν ἐν σοὶ καταμαθούσῃ θεοσέβειαν; Ἡ γὰρ πρὸς τὴν ἡμετέραν βασιλείαν ἀδελφική σου αὕτη ῥοπὴ καὶ διάθεσις καὶ ὁ μετὰ τοῦ κακομηχάνου ἀνδρὸς συμφωνηθεὶς ἀναδεχθῆναί σοι κάματος͵ ἵνα τὸν παλαμναῖον καὶ ἀλιτήριον καὶ τοῦ Θεοῦ πολέμιον καὶ τῶν Χριστιανῶν ἀξίως μετέλθῃς τῆς κακοφροσύνης αὐτοῦ πολλήν σοι τὴν ἀγαθοθέλειαν τῆς ψυχῆς διαδείκνυσι͵ καὶ τὸ ἔργον τοῦτο φανερὰν τὴν πληροφορίαν παρίστησι τοῦ κατὰ Θεόν σου φρονήματος.

3.10.4 Τὰ δὲ κατὰ τὴν ἡμετέραν βασιλείαν τἆλλα μὲν ἔχει καλῶς͵ ἐν ἐλαχίστοις δὲ ἀστατεῖ καὶ ταράττεται τοῖς κατὰ τὸν Ρομπέρτον κυμαινόμενα. Ἀλλ΄ εἴ τι δεῖ πιστεύειν Θεῷ καὶ τοῖς ἐκείνου δικαίοις κρίμασι͵ ταχεῖα ἡ καταστροφὴ τοῦ ἀδικωτάτου τούτου ἀνθρώπου παρέσεται. Οὐδὲ γὰρ ἀνέξεται πάντως Θεὸς ῥάβδον ἁμαρτωλῶν κατὰ τῆς κληρονομίας αὐτοῦ ἐπαφίεσθαι. Τὰ μέντοι παρὰ τοῦ κράτους ἡμῶν συμφωνηθέντα ἀποσταλῆναι τῇ μεγα λοδυνάμῳ σου ἐξουσίᾳ͵ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες τῶν νομισμάτων καὶ τὰ ἑκατὸν βλαττία͵ ἀπεστά λησαν νῦν διὰ τοῦ πρωτοπροέδρου Κωνσταντίνου καὶ κατεπάνω τῶν ἀξιωμάτων κατὰ τὴν ἀρεσκείαν τοῦ πιστο τάτου καὶ εὐγενεστάτου σου κόμητος τοῦ Βουλχάρδου. Καὶ τὸ ῥηθὲν ποσὸν τῶν ἀποσταλέντων ἀπεπληρώθη διά τε εἰργασμένου ἀργύρου καὶ Ρωμανάτου παλαιᾶς ποιότη τος. Καὶ τελειουμένου τοῦ ὅρκου παρὰ τῆς εὐγενείας σου σταλήσονταί σοι καὶ αἱ ὑπόλοιποι διακόσιοι δεκαὲξ χιλιάδες τῶν νομισμάτων καὶ ἡ ῥόγα τῶν δοθέντων εἴκοσιν ἀξιωμά των διὰ τοῦ πιστοτάτου τῇ σῇ ἐξουσίᾳ Βαγελάρδου͵ ὁπηνίκα εἰς Λογγιβαρδίαν κατέλθῃς.

3.10.5 Ὅπως μέντοι ὀφείλει τελεσθῆναι ὁ ὅρκος͵ προεδηλώθη πάντως τῇ εὐγε νείᾳ σου͵ ἀπαγγελεῖ δ΄ ἔτι σαφέστερον καὶ ὁ πρωτοπρόε δρος Κωνσταντῖνος καὶ κατεπάνω͵ ὃς καὶ παρὰ τοῦ κράτους ἡμῶν ἐνταλθεὶς ἕκαστον τῶν κεφαλαίων͵ ἅπερ μέλλουσι ζητηθῆναι καὶ διὰ τοῦ γενησομένου παρὰ σοῦ ὅρκου βεβαιωθῆναι. Ὁπηνίκα γὰρ ἡ συμφωνία ἀναμεταξὺ τῆς βασιλείας μου καὶ τῶν παρὰ τῆς εὐγενείας σου ἀποστα λέντων πρέσβεων ἐγίνετο͵ διεμνημονεύθησάν τινα τῶν ἀναγκαιοτέρων κεφάλαια· ὅτι δὲ περὶ τούτων μὴ ἔχειν πρόσταξιν εἶπον οἱ τῆς εὐγενείας σου ἄνθρωποι͵ κατὰ τοῦτο καὶ ἡ βασιλεία μου τὸν ὅρκον αὐτῆς ἀνήρτησε. Τοίνυν καὶ τελεσθήτω ὁ ὅρκος παρὰ τῆς εὐγενείας σου͵ ὡς ὁ πιστός σου Ἀλβέρτης ἐνωμότως τῇ βασιλείᾳ μου ἐβεβαίωσε͵ καὶ ὡς τὸ ἡμέτερον κράτος κατὰ προσθήκην ἀναγκαιοτέραν αὐτοῦ ζητεῖ.

3.10.6 Ἡ δὲ βραδυτὴς τοῦ πιστοτάτου καὶ εὐγενεστάτου σου κόμητος τοῦ Βουλχάρ δου γέγονε διὰ τὸ τὴν βασιλείαν μου βούλεσθαι τὸν φίλτατόν μοι ἀνεψιόν͵ τὸν υἱὸν τοῦ πανευτυχεστάτου σεβαστο κράτορος καὶ περιποθήτου αὐταδέλφου τῆς βασιλείας μου͵ θεαθῆναι παρ΄ αὐτοῦ͵ ὡς ἂν ἐλθὼν ἀπαγγείλῃ σοι τὴν ἐν ἡλικίας ἁπαλῷ καταστήματι βεβηκυῖαν σύνεσιν τοῦ παιδός. Τὰ γὰρ ἔξω καὶ σωματικὰ δευτέρου τίθεται λόγου ἡ βασιλεία μου͵ εἰ καὶ ἐν τούτοις πολὺ ἔχει τὸ περιούσιον. Ὡς γὰρ τῇ μεγαλοπόλει ἐνδημήσας ἐθεάσατο τὸ παιδίον καὶ ὅσα εἰκὸς ὡμίλησεν͵ ἀπαγγελεῖ σοι ὁ πρέσβυς σου. Καὶ ἐπεὶ παιδίον μὲν οὔπω ὁ Θεὸς τῇ βασιλείᾳ μου ἐχαρίσατο͵ τόπον δέ μοι γνησίου παιδὸς ὁ φίλτατος οὗτος ἐπέχει ἀδελφιδοῦς͵ Θεοῦ εὐδοκοῦντος οὐδέν ἐστι τὸ κωλῦον ἑνωθῆναι ἡμᾶς δι΄ αἵματος συγγενικοῦ καὶ φίλα μὲν ἀλλήλοις φρονεῖν ὡς Χριστιανοῖς͵ οἰκειοῦσθαι δὲ καὶ τὰ ἀλλήλων ὡς συγγενεῖς͵ ἵν΄ ἐντεῦθεν δι΄ ἀλλήλων ἕκαστος δυναμούμενοι φοβεροὶ τοῖς ἐναντίοις ὦμεν καὶ ἀήττητοι μετὰ Θεοῦ.

3.10.7 Τῇ μέντοι εὐγενείᾳ σου νῦν ἀπεστάλησαν δεξιωμάτων ἕνεκεν ἐγκόλπιον χρυσοῦν μετὰ μαργαρι ταρίων͵ θήκη διάχρυσος ἔχουσα ἔνδον τμήματα διαφόρων ἁγίων͵ ὧν ἕκαστον διὰ τοῦ ἐφ΄ ἑκάστῳ αὐτῶν ἐντεθέντος χαρτίου γνωρίζεται͵ καυκίον σαρδονύχιον καὶ ἐμπότης κρύος͵ ἀστροπέλεκιν δεδεμένον μετὰ χρυσαφίου καὶ ὀπο βάλσαμον.

3.10.8 Μακρύναι ὁ Θεὸς τὴν ζωήν σου͵ πλατύναι τὰ τῆς ἐξουσίας σου ὅρια καὶ θείησοι πάντας τοὺς ἀντιπίπτοντας εἰς ὀνειδισμὸν καὶ εἰς καταπάτημα. Εἰρήνη εἴη τῇ ἐξουσίᾳ σου καὶ γαλήνης ἥλιος ἐπιλάμψοι πάσῃ τῇ ὑπηκόῳ σου͵ καὶ γένοιντό σοι ἅπαντες εἰς ἀφανισμὸν οἱ ἐχθροὶ τῆς ἄνωθεν κραταιᾶς ἰσχύος κατὰ πάντων σοι χαριζομένης τὸ ἄμαχον τοσοῦτον τὸ ἀληθινὸν αὐτοῦ ὄνομα ἀγαπῶντι καὶ κατὰ τῶν ἐχθρῶν ἐκείνου τὴν χεῖρα ὁπλί ζοντι.

3.11.1 Οὕτω μὲν οὖν τὰ κατὰ τὴν ἑσπέραν οἰκονομήσας αὐτὸς πρὸς τὸ κατεπεῖγον καὶ ὑπόγυον τὸν κίνδυνον ἀπει λοῦν ἡτοιμάζετο ἐγκαρτερῶν ἔτι τῇ βασιλίδι τῶν πόλεων͵ σκοπῶν ὅπως διὰ παντοίας μεθόδου τοῖς εἰς προὖπτον ἐπικειμένοις ἐχθροῖς ἀντικατασταίη. Καὶ ἐπεί͵ ὡς ὁ λόγος φθάσας ἐδήλωσε͵ τοὺς μὲν ἀθεωτάτους Τούρκους περὶ τὴν Προποντίδα ἑώρα ἐνδιατρίβοντας͵ τοῦ Σολυμᾶ τῆς ἑῴας ἁπάσης ἐξουσιάζοντος καὶ περὶ τὴν Νίκαιαν αὐλιζομένου (οὗ καὶ τὸ σουλτανίκιν ἦν͵ ὅπερ ἂν ἡμεῖς βασίλειον ὀνομά σαιμεν) καὶ προνομεῖς συνεχῶς ἀποστέλλοντος καὶ λῃζο μένου ἅπαντα τά τε περὶ τὴν Βιθυνίαν διακείμενα καὶ Θυνίαν͵ καὶ μέχρις αὐτῆς Βοσπόρου τῆς νῦν καλουμένης Δαμάλεως ἱππηλασίας καὶ ἐπιδρομὰς ποιουμένους καὶ λείαν πολλὴν ἀφαιρουμένους καὶ μόνον οὐ ὑπεράλλεσθαι καὶ αὐτῆς ἐπιχειροῦντας τῆς θαλάσσης. Οὓς οἱ Βυζάντιοι ὁρῶντες ἀφόβως πάντη ἐνδιατρίβοντας ἐν τοῖς περὶ τὰς ἀκτὰς διακειμένοις πολιχνίοις καὶ ἱεροῖς τεμένεσι μή τινος ἐκεῖθεν αὐτοὺς ἀπελαύνοντος ἔντρομοι διὰ παντὸς ὄντες διηποροῦντο ὅ τι δεῖ διαπράξασθαι.

3.11.2 Ταῦτα ὁρῶν ὁ βασιλεύς͵ πολλοῖς κυμαινόμενος λογισμοῖς καὶ πολλὰς λαμ βάνων μεταβολὰς καὶ τροπὰς τοῦ κρατήσαντος γίνεται λογισμοῦ καί͵ ὡς ἐνόν͵ ἔργου εἴχετο. Ἀφ΄ ὧν οὖν ἐξ ὑπο γύου συνειλοχὼς ἦν Ρωμαίων ἀνδρῶν καί τινων τῶν ἀπὸ τοῦ Χώματος ὡρμημένων δεκάρχας προχειρισάμενος καὶ ἐν ἀκατίοις ἐνθέμενος τοὺς μὲν ψιλοὺς τόξα καὶ ἀσπίδα φέροντας μόνον͵ τοὺς δὲ καὶ ἄλλως θωρήξασθαι εἰδότας κόρυσί τε καὶ ἀσπίσι καὶ δόρυσι͵ νυξὶ περὶ τὰς ἀκτὰς καὶ τοὺς αἰγιαλοὺς ἐρχομένους λάθρᾳ ἐξάλλεσθαί τε καὶ τοῖς ἀθέοις εἰσπίπτειν ἐκέλευεν͵ εἴ γε κατανοοῖεν μὴ πολλα πλοῦς τῆς αὐτῶν ποσότητος ἐκείνους εἶναι͵ καὶ εὐθὺς παλινοστεῖν ἕκαστος ὅθεν ἐξῄει. Ἀπειροπολέμους δὲ πάντη γινώσκων αὐτοὺς ἐπέσκηπτεν ἀψοφητὶ τὴν εἰρεσίαν τοῖς ἐρέταις παραγγέλλειν ποιεῖσθαι φυλαττομένους ἅμα καὶ ἀπὸ τῶν ἐν ταῖς ῥωχμαῖς τῶν πετρῶν λοχώντων βαρβάρων.

3.11.3 Τούτων γοῦν ἐπί τισιν ἡμέραις οὕτω τελουμένων κατ΄ ὀλίγον τῶν περὶ τὴν θάλατταν χωρίων ἀνωτέρω ἐχώρουν οἱ βάρβαροι. Ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκὼς τοῖς ἀπο σταλεῖσι παρεκελεύετο καταλαβεῖν͵ ἅπερ ἐκεῖνοι πρῴην κατεῖχον πολίχνια καὶ οἰκοδομήματα͵ καὶ εἴσω τούτων διανυκτερεύειν. Περὶ δὲ τὰς ἡλιακὰς αὐγάς͵ ὁπηνίκα χορταγωγίας χάριν ἤ τινος ἑτέρας χρείας τοῖς ὑπεναντίοις ξυμβαίνει ἐξιέναι͵ ἀθρόον αὐτοῖς ἐπιτίθεσθαι͵ καὶ εἴ τι κατ΄ αὐτῶν δυνηθεῖεν͵ ἀρκεῖσθαι τούτῳ͵ κἂν μικρὸν ᾖ͵ καὶ μὴ πλεῖον ζητοῦντας παρακινδυνεύειν καὶ θάρσος τοῖς ἐχθροῖς ἐντεῦθεν διδόναι͵ ἀλλ΄ εὐθὺς ὑποστρέφειν καὶ εἴσω τῶν φρουρίων γίνεσθαι.

3.11.4 Οὐ πολὺ τὸ ἐν μέσῳ͵ καὶ πορρωτέρω αὖθις οἱ βάρβαροι ἐγίνοντο͵ ὥστε ἀποθαρρῆσαι τὸν αὐτοκράτορα τοῖς τέως πεζοῖς καὶ ἱππάσασθαι κελεῦσαι καὶ δόρυ κινεῖν καὶ πολλοὺς διαύλους ἱππασίας κατὰ τῶν ἐναντίων ποιεῖν οὐκέτι ἐν νυκτὶ οὐδὲ λάθρᾳ ἐμπίπτουσιν͵ ἀλλὰ καὶ ἡμέρας ἄρτι αὐγαζούσης. Καὶ οἱ τέως δεκάρχαι πεντηκοντάρχαι γεγόνασι καὶ οἱ πεζῇ καὶ νυκτὸς μετὰ δέους πολλοῦ τοῖς ἐναντίοις μαχόμενοι ἑωθινοὶ αὐτοῖς ἐπετίθεντο καὶ ἡλίου ἐς μεσουράνημα φθάνοντος μετὰ θάρσους λαμπροὺς ξυνίστων πολέμους. Οὕτως οὖν τοῖς μὲν εἰς τοὐπίσω προὐχώρει τὰ πράγματα͵ τῇ δὲ Ρωμαίων ἀρχῇ ἀναλάμπειν κατὰ μικρὸν τὸν ὑποτυφόμενον τῆς ἐξουσίας σπινθῆρα ξυνέβαινεν. Οὐ γὰρ ἀπὸ τῆς Βοσπόρου μόνον καὶ τῶν τῇ θαλάττῃ παρακειμένων χωρίων ὁ Κομνηνὸς αὐτοὺς πόρρω που μάλα ἀπήλασεν͵ ἀλλὰ καὶ τῶν περὶ τὴν Βιθυνίαν καὶ Θυνίαν ἅπασαν καὶ τῶν τῆς Νικομήδους ὁρίων ἐκδιώξας τὰ περὶ εἰρήνης ἀνέπεισε τὸν σουλτάνον μάλα θερμῶς ἐξαιτεῖσθαι.

3.11.5 Ὡς δὲ τὴν ἀκατάσχετον τοῦ Ρομπέρτου ὁρμὴν ἐκ πολλῶν ἐβεβαιοῦτο καὶ ὡς ἀπειροπληθεῖς συναγηοχὼς δυνάμεις ἤδη πρὸς τὴν ἠϊόνα τῆς Λογγιβαρδίας ἐγγίζειν ἐπείγεται͵ ἄσμενος τὸν περὶ εἰρήνης δέχεται λόγον. Εἰ γὰρ μηδὲ τὸν Ἡρακλέα πρὸς δύο μάχεσθαι ἐνῆν͵ ὡς ὁ παροιμιώδης αἰνίττεται λόγος͵ πολλῷ μᾶλλον νέον ἀρχηγὸν νεωστὶ διεφθορυίας ἤδη ἐπιδραξάμενον ἀρχῆς͵ κατὰ μικρὸν μὲν πρὸ πολλοῦ φθινούσης͵ εἰς τοὔσχατον δὲ ἤδη ἐληλακυίας͵ μὴ δυνάμεις͵ μὴ χρήματα κεκτημένον· προπέποτο γὰρ ἅπαντα ἐν μηδενὶ χρησίμῳ καταναλωθέντα. Ἔνθεν τοι καὶ τοὺς Τούρκους διὰ παντοίας μεθόδου τῆς τε Δαμάλεως καὶ τῶν περὶ αὐτὴν παραλίων τόπων ἐκδιώξας͵ ἅμα καὶ δώροις δεξιωσάμενος ἐξεβιάσατο εἰς εἰρηνικὰς ἀπονεῦσαι σπονδάς· καὶ ὅρον αὐτοῖς τὸν καλούμενον Δράκοντα ποταμὸν δεδωκὼς μὴ ὑπερβαίνειν ὅλως αὐτοῦ μήτε ποτὲ πρὸς τὰ ὅρια Βιθυνῶν ἐξορμᾶν ἔπεισεν.

3.12.1 Οὕτω μὲν οὖν τὰ περὶ τὴν ἕω κατηύναστο. Καταλαβὼν δὲ τὸ Δυρράχιον ὁ Παλαιολόγος ταχυδρόμον ἀπο στείλας τὰ περὶ τοῦ Μονομαχάτου ἐδήλου͵ ὅτιπερ τὴν ἐκείνου ἄφιξιν μεμαθηκὼς σπουδαίως πρός τε τὸν Βοδῖνον καὶ τὸν Μιχαηλᾶν προσεληλύθει. Ἐδεδίει γὰρ διὰ τὸ μὴ ὑπακοῦσαι͵ ἀλλὰ κενὸν ἀποπέμψαι͵ ὃν πρὸ τοῦ τὴν μελετωμένην ἀποστασίαν εἰς φῶς ἀγαγεῖν ὁ βασιλεὺς Ἀλέξιος πρὸς αὐτὸν ἐπεπόμφει γραμματοκομιστὴν χρήματα δι΄ αὐτοῦ αἰτούμενος͵ κἂν ὁ βασιλεὺς μηδὲν κατ΄ αὐτοῦ ἐναντίον διενοεῖτο͵ εἰ μὴ τὴν τῆς ἀρχῆς παράλυσιν διὰ τὴν ἤδη ῥηθεῖσαν αἰτίαν. Διαγνοὺς δὲ τὰ κατὰ τὸν Μονομα χάτον ὁ αὐτοκράτωρ χρυσόβουλλον λόγον πρὸς αὐτὸν ἐξαποστέλλει πᾶσαν ἀφροντισίαν αὐτῷ παρέχων· ὃν ἐν χερσὶν ἐκεῖνος λαβὼν παλινδρομεῖ πρὸς τὰ βασίλεια.

3.12.2 Ὁ δὲ Ρομπέρτος εἰς Ὑδροῦντα παραγενόμενος καὶ τὴν ἅπασαν αὐτοῦ ἐξουσίαν καὶ αὐτῆς δὴ τῆς Λογγιβαρδίας τῷ υἱῷ αὐτοῦ Ρογέρῃ ἀναθέμενος ἐκεῖθεν ἐξελθὼν τὸν λιμένα τοῦ Βρεντησίου κατέλαβε͵ κἀκεῖσε τὴν τοῦ Παλαιολόγου ἐς τὸ Δυρράχιον ἔλευσιν μεμαθηκώς͵ παραχρῆμα ἐν τοῖς μείζοσι τῶν πλοίων πύργους δειμάμενος διὰ ξύλων͵ διὰ βύρσης τούτους περιέστειλε καὶ πάντα τὰ πρὸς τειχομαχίαν ἐπι τήδεια ἐν ταῖς ναυσὶ σπουδαίως εἰσαγαγὼν εἴς τε τοὺς δρόμωνας ἵππους τε καὶ ἐνόπλους ἱππέας εἰσελάσας καὶ πάντοθεν τὰ πρὸς πόλεμον ὀξέως μάλα ἐξαρτύσας διαπερᾶν ἠπείγετο. Ἐσκόπει γάρ͵ ὁπηνίκα τὸ Δυρράχιον καταλάβῃ͵ περιζῶσαι τοῦτο διὰ τῶν ἑλεπόλεων ἀπό τε θαλάττης καὶ ἠπείρου͵ ἵν΄ ἅμα μὲν καταπλήξῃ τοὺς ἐντός͵ ἅμα δὲ καὶ πανταχόθεν περιστοιχίσας αὐτοὺς ἐξ ἐφόδου τὴν πόλιν αἱρήσεται. Θόρυβος τοίνυν ἐντεῦθεν τούς τε νησιώτας καὶ τοὺς περὶ τὴν ἠϊόνα τοῦ Δυρραχίου ταῦτα μεμαθηκότας κατέσχε πολύς.

3.12.3 Ἐπεὶ δὲ κατὰ γνώμην αὐτῷ τὰ πάντα ἤδη τετέλεσται͵ λύσας τὰ πρυμνήσια τούς τε δρόμωνας καὶ τὰς τριήρεις νῆας καὶ μονήρεις κατὰ τὴν τῶν ναυτικῶν ἐμπειρίαν εἰς πολέμου σχῆμα διατυπώσας σὺν εὐταξίᾳ τοῦ πλοὸς ἀπεπειρᾶτο. Οὐρίου δὲ τυχὼν πνεύματος τὴν κατὰ τὸν Αὐλῶνα περαίαν κατέλαβε καὶ τὴν ἠϊόνα παραπλέων ἀπῆλθε μέχρι Βοθρεντοῦ. Κἀκεῖσε ἑνωθεὶς μετὰ τοῦ υἱοῦ αὐτοῦ Βαϊμούντου προφθάσαντος περᾶσαι καὶ τὸν Αὐλῶνα ἐξ ἐφόδου κατασχεῖν͵ διχῆ τὸ ἅπαν διελὼν στράτευμα τὸ μὲν αὐτὸς κατεῖχε διὰ θαλάττης τὸν ἀπόπλουν ὡς πρὸς τὸ Δυρράχιον ἐθέλων ποιήσασθαι͵ τοῦ δὲ τὸν Βαϊμοῦντον ἄρχειν ἐπέτρεψε διὰ ξηρᾶς μέλλοντα πρὸς τὸ Δυρράχιον ὁδεῦσαι.

3.12.4 Καὶ δὴ τὴν Κορυφὼ διελθὼν καὶ πρὸς τὸ Δυρράχιον ἀποκλίνας κατά τι ἀκρωτήριον Γλῶσσαν καλού μενον μεγίστῳ κλύδωνι αἴφνης περιπεπτώκει. Νιφετὸς γὰρ πολὺς καὶ ἄνεμοι τῶν ὀρῶν κινηθέντες τὴν θάλασσαν σφοδρῶς συνετάραττον. Κἀντεῦθεν ἠγείρετό τε τὰ κύματα καὶ ἐπωρύετο αἵ τε κῶπαι τῶν προσκώπων καθιέντων ἐθραύοντο τά θ΄ ἱστία διαβιβρώσκοντες ἦσαν οἱ ἄνεμοι͵ αἱ δὲ κεραῖαι συνθλώμεναι κατὰ τοῦ καταστρώματος ἔπιπτον καὶ αὔτανδρα ἤδη τὰ σκάφη κατεποντίζετο͵ κἂν θέρους ὥρα ἦν τοῦ ἡλίου τὸν καρκίνον ἤδη παρελθόντος καὶ πρὸς τὸν λέοντα ἐπειγομένου͵ ὁπότε καὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν εἶναί φασιν. Ἐταράττοντο οὖν ἅπαντες ἐξαπορούμενοι καὶ οὐκ εἶχον ὅ τι καὶ δράσαιεν πολεμίοις τοιούτοις ἀντικαθ ίστασθαι μὴ δυνάμενοι. Θροῦς δὲ ἐπῆρτο πολύς͵ ᾤμωζον͵ ἐποτνιῶντο͵ ἐθεοκλύτουν Θεὸν σωτῆρα ἐπικαλούμενοι καὶ τὴν ἤπειρον θεάσασθαι ἐπηύχοντο.

3.12.5 Ὁ δὲ κλύδων τέως οὐκ ἐνεδίδου μηνίοντος ὥσπερ τοῦ Θεοῦ πρὸς τὸ τοῦ Ρομπέρτου ἀκάθεκτον καὶ ὑπέρογκον φρύαγμα καὶ τὸ τέλος ἐκ πρώτης ἀφετηρίας οὐκ εὐτυχὲς παραδεικνύοντος ἤδη. Τὰ μὲν οὖν τῶν πλοίων σὺν αὐτοῖς πλωτῆρσι κατεποντίσθη͵ τὰ δὲ ταῖς ἀκταῖς προσαραχθέντα συνεθλάσθη. Τῶν δὲ περι στελλουσῶν τοὺς πύργους βυρσῶν ὑπὸ τοῦ ὑετοῦ χαλαρω τέρων γεγονυιῶν οἵ τε ἧλοι τῶν οἰκείων τόπων ἐξέστησαν καὶ τὸ ἐντεῦθεν αἱ βύρσαι βάρος εἰληφυῖαι τοὺς ξυλίνους ἐκείνους πύργους ταχὺ περιέτρεψαν καὶ καταρραγέντες τὰς ναῦς κατέδυσαν. Τὸ δέ γε σκάφος͵ ἐν ᾧ ὁ Ρομπέρτος ἐνῆν͵ ἡμίθραυστον γεγονὸς μόγις διεσώθη· ἐσώθησαν δὲ καί τινες τῶν ὁλκάδων σὺν τοῖς πλωτῆρσι παραδόξως.

3.12.6 Πολλοὺς μὲν ἡ θάλαττα ἀποπτύσασα͵ οὐκ ὀλίγα δὲ βαλάντια καὶ ἄλλα τινά͵ ἐξ ὧν τὸ ναυτικὸν τοῦ Ρομπέρτου συνεπε φέρετο͵ περὶ τὴν ψάμμον κατέστρωσε. Τοὺς μέντοι νεκροὺς οἱ σωθέντες περιστέλλοντες ἔθαπτον κἀντεῦθεν πολλῆς τῆς ἐκ τούτων δυσωδίας ἐπίμπλαντο· οὐ γὰρ ἐνῆν αὐτοῖς τοσούτους ῥᾳδίως ἐνσοριάσαι. Τῶν οὖν ἐδωδίμων πάντων ἀφανισθέντων τάχα ἂν καὶ ὑπὸ λιμοῦ διεφθάρησαν οἱ τέως σωθέντες͵ εἰ μὴ τὰ λήϊα πάντα καὶ οἱ ἀγροὶ καὶ οἱ κῆποι τοῖς καρποῖς ἔβριθον. Συνετὰ μὲν οὖν ταῦτα ἦσαν πᾶσι τοῖς φρονοῦσιν ὀρθῶς͵ τὸν δὲ Ρομπέρτον οὐδὲν τῶν γεγο νότων ἐφόβει ἀκαταπτόητον ὄντα καὶ ἐς τοσοῦτον͵ οἶμαι͵ τὴν ζωὴν ἑαυτῷ διαρκέσαι ἐπευχόμενον͵ ἐφ΄ ὅσον πρὸς οὓς ἐθέλει μάχεσθαι δύναιτο ἄν.

3.12.7 Ἔνθεν τοι καὶ τοῦ προκειμένου σκοποῦ τῶν γεγονότων οὐδὲν ἀπεῖρξεν αὐτόν͵ ἀλλὰ μετὰ τῶν σωθέντων (ἦσαν γάρ τινες οἱ Θεοῦ ἀμάχῳ δυνάμει τοῦ κινδύνου ῥυσθέντες) ἑβδόμην ἡμέραν εἰς τὴν Γλαβινίτζαν ἐγκαρτερήσας͵ ἐφ΄ ᾧ αὑτὸν ἀνακτήσασθαι͵ διαναπαῦσαι δὲ καὶ τοὺς ἐκ τοῦ κλύδωνος τῆς θαλάττης διασωθέντας͵ φθάσαι δὲ καὶ τοὺς εἰς τὸ Βρεντήσιον κατα λειφθέντας καὶ μὴν καὶ τοὺς ἄλλοθεν προσδοκωμένους διὰ στόλου καταλαβεῖν τούς τε πρὸ μικροῦ φθάσαντας διὰ τῆς ἠπείρου διαπεραιωθῆναι ἱππέας ἐνόπλους καὶ πεζοὺς καὶ τὸ ψιλὸν τῆς αὐτοῦ δυνάμεως͵ ἅπαντας συναγηοχὼς διά τε τῆς ξηρᾶς καὶ θαλάσσης τὸ Ἰλλυρικὸν πεδίον κατέλαβε μετὰ πασῶν τῶν αὐτοῦ δυνάμεων.

3.12.8 Συνῆν δὲ αὐτῷ καὶ ὁ ταῦτά μοι διηγούμενος Λατῖνος͵ ὡς ἔλεγε͵ πρέσβυς τοῦ ἐπισκόπου Βάρεως πρὸς τὸν Ρομπέρτον ἀποσταλείς͵ καὶ ὡς διεβεβαιοῦτο͵ σὺν τῷ Ρομπέρτῳ τὴν τοιαύτην διέτριβε πεδιάδα. Καὶ δὴ ἐντὸς τῶν ἐρειπωθέντων τειχῶν τῆς πάλαι καλουμένης πόλεως Ἐπιδάμνου καλύβας ἐπήγνυντο ἰλαδὸν τὰς δυνάμεις κατατιθέμενοι. Ἐν ᾖ βασιλεύς ποτε Ἠπειρώτης Πύρρος Ταραντίνοις ἑνωθεὶς Ρωμαίοις ἐν Ἀπου ληΐᾳ καρτερὸν τὸν πόλεμον συνεστήσατο· καὶ ἀνδροκτασίας ἐντεῦθεν πολλῆς γεγονυίας͵ ὡς ἅπαντας ἄρδην ξίφους παρανάλωμα γεγονέναι͵ ἄοικος πάντη καταλέλειπται. Ἐν ὑστέροις δὲ χρόνοις͵ ὡς Ἕλληνές φασι καὶ αὐτὰ δὴ τὰ ἐν τῇ πόλει γλυπτὰ γράμματα μαρτυροῦσιν͵ ὑπ΄ Ἀμφίονος καὶ Ζήθου ἀνοικοδομηθεῖσα εἰς ὃ νῦν ὁρᾶται σχῆμα αὐτίκα καὶ τὴν κλῆσιν μεταμείψασα Δυρράχιον προσηγόρευται. Τοσαῦτα μὲν οὖν προσιστορείσθω καὶ περὶ ταύτης τῆς πόλεως· καὶ ἡμῖν τὰ τοῦ τρίτου λόγου ἐνταυθοῖ συμπεπεράνθω͵ τὰ δ΄ ἐφεξῆς ὁ μετὰ τοῦτον εὐθὺς ἱστορήσειεν.


BIBLIOGRAFIE:


Sursa: http://foss.math.aegean.gr/~alex/Byz/Alexiad