Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (26)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (16)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (43)
   Recenzii (5)
   Repertorii arheologice (3)
   Surse contemporane (2)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (362)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Άννα Κομνηνή - Αλεχιασ (ΣΤ')

6.1.1 Τοῦ μέντοι Βρυεννίου κατέχοντος τὴν Καστορίαν͵ καθάπερ ἄνωθεν εἴρηται͵ τοῦτον ἐκεῖθεν ἐξελάσαι καὶ τὴν Καστορίαν κατασχεῖν ὁ αὐτοκράτωρ σπουδάζων τὸ ὁπλιτικὸν αὖθις ἀνεκαλεῖτο καὶ ὅπλοις ἅπαντας καταφράξας πρὸς τειχομαχίαν καὶ τὰς κατὰ τοὺς ἔξωθεν πολέμους συμπλοκὰς τῆς πρὸς τὸ κάστρον φερούσης εἴχετο. Ἔστι δὲ ἡ θέσις τοῦ τόπου τοιαύτη. Λίμνη τίς ἐστιν ἡ τῆς Καστορίας͵ ἐν ᾖ τράχηλος ἀπὸ τῆς χέρσου εἰσέρχεται καὶ περὶ τὸ ἄκρον εὐρύνεται εἰς πετρώδεις βουνοὺς ἀποτελευτῶν. Περὶ δὲ τὸν τράχηλον καὶ πύργοι καὶ μεσο πύργια ᾠκοδόμηνται κάστρου δίκην͵ ὅπερ καὶ Καστορία ὀνομάζεται. Ἐκεῖ καταλαβὼν ὁ βασιλεὺς τὸν Βρυέννιον δέον ἔκρινε τῶν πύργων καὶ τῶν μεσοπυργίων πρώτως δι΄ ἑλεπόλεων ἀποπειρᾶσθαι. Ἐπεὶ δὲ ἄλλως οὐκ ἐνῆν εἰ μὴ ὡς ἔκ τινος ὁρμητηρίου τοὺς στρατιώτας τοῖς τείχεσι προσπελάζειν͵ χάρακα μέντοι πρώτως ἐπήξατο͵ εἶτα πύργους ξυλίνους κατασκευάσας καὶ σιδήρῳ τὰ τούτων συνδήσας περισφίγματα ἐκ τούτων ὡς ἔκ τινος φρουρίου τοὺς κατὰ τῶν Κελτῶν συνίστατο πολέμους.

6.1.2 Τὰς γοῦν ἑλεπόλεις καὶ τὰ πετροβόλα μηχανήματα ἔξωθεν καταστήσας διὰ πάσης νυκτὸς καὶ ἡμέρας μαχόμενος καὶ κατασείσας τὸν τοῦ τείχους περίβολον͵ ἐπεὶ καρτερώτερον οἱ ἐντὸς ἀνθίσταντο (οὐκ ἐνεδίδουν οὐδὲ τοῦ τείχους καταρραγέντος)͵ ὡς δὲ οὐκ ἐνῆν αὐτῷ ἔτι τῶν κατὰ σκοπὸν τυχεῖν͵ βουλὴν βουλεύεται γενναίαν ἅμα καὶ συνετήν͵ ἵν΄ ἐξ ἑκατέρου ἔκ τε τῆς ἠπείρου καὶ τῆς λίμνης διὰ πλοίων εἰσαγαγὼν γενναίους τινὰς ἐν ταὐτῷ τὸν πόλεμον ποιή σηται. Πλοίων δὲ μὴ ἐνόντων ἐν ἁμάξαις ἐπιφορτίσας ἀκάτιά τινα μικρὰ διὰ τοῦ μολισκοῦ ἐν αὐτῇ εἰσήγαγεν. Ὁρῶν δὲ τοὺς μὲν ἀνιόντας τῶν Λατίνων ἐξ ἑνὸς μέρους ταχέως ἀνιόντας͵ τοὺς δ΄ ἐξ ἑτέρου κατιόντας πλείονα χρόνον τρίβοντας ἐν τῷ κατιέναι τὸν Παλαιολόγον Γεώργιον μετὰ ἀλκίμων ἀνδρῶν ἐν αὐτοῖς εἰσελάσας εἰς τοὺς περὶ τοὺς βουνοὺς πρόποδας προσορμίσαι προσέταξε παραγγείλας͵ ὁπηνίκα τὸ δοθὲν αὐτῷ σημεῖον θεάσοιτο͵ τηνικαῦτα τὴν ἀκρολοφίαν καταλαβόντα ἐξ ὀπισθίων αὐτῶν καὶ διὰ τῆς ἀοικήτου καὶ ῥᾳδιωτέρας εἰσελθεῖν· καὶ ὁπηνίκα τὸν αὐτοκράτορα θεάσεται ἀπὸ τῆς χέρσου τὸν μετὰ τῶν Λατίνων πόλεμον ἀναδεξάμενον͵ καὶ αὐτὸν σπεῦσαι ὡς δύναμις͵ ἵνα μὴ ὡσαύτως πρὸς ἑκάτερα μάχε σθαι δυνάμενοι͵ ἀλλ΄ ἐξ ἑνὸς μέρους τοῦ τόνου τῆς μάχης χαλάσαντος ἁλώσιμοι τηνικαῦτα ἐκ ταὐτοῦ μέρους γένωνται.

6.1.3 Ὁ μὲν οὖν Παλαιολόγος Γεώργιος ταῖς ἀκταῖς τοῦ ἤδη ῥηθέντος βουνοῦ προσορμίσας ὁπλισάμενος εἱστή κει σκοπὸν ἄνωθεν ἐπιστήσας τὸν τὸ δοθὲν αὐτῷ παρὰ τοῦ βασιλέως ἐπιτηροῦντα ἰδεῖν σύνθημα καὶ παρήγγειλεν ὡς͵ ὁπηνίκα τοῦτο θεάσοιτο͵ αὖθις αὐτὸ τούτῳ ἐπισημή νασθαι. Αὐγαζούσης δὲ τῆς ἡμέρας ἤδη τὸ ἐνυάλιον ἀλλάξαντες οἱ τοῦ αὐτοκράτορος πόλεμον μετὰ τῶν Λατίνων ἀπὸ τῆς χέρσου συναίρειν ἠπείγοντο. Ὁ δὲ σκοπὸς τὸ δοθὲν σημεῖον θεασάμενος δι΄ ἑτέρου σημείου δηλοῖ τῷ Παλαιολόγῳ. Ὁ δ΄ εὐθὺς μετὰ τῶν σὺν αὐτῷ τὴν ἀκρολοφίαν θᾶττον καταλαβὼν συνησπικὼς ἵστατο.

6.1.4 Τὴν γοῦν ἐκτὸς πολιορκίαν ὁ Βρυέννιος ὁρῶν καὶ τὸν Παλαιο λόγον κατ΄ αὐτῶν βρύχοντα οὐδ΄ οὕτως ἐνεδίδου͵ ἀλλὰ τοὺς κόμητας ἐκέλευε γενναιότερον ἀντικαθίστασθαι. Οἱ δὲ ἀναισχυντότερον αὐτῷ προσφερόμενοι ἔλεγον· Ὁρᾷς ὡς κακὸν ἐπὶ κακῷ ἐστήρικται· ἔξεστιν οὖν ἑκάστῳ ἡμῶν τοῦ λοιποῦ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι καὶ τοὺς μὲν τῷ βασιλεῖ προσελθεῖν͵ τοὺς δὲ ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπαναζεῦξαι. Καὶ παραχρῆμα ἔργου ἁψάμενοι ἐξαιτοῦνται τὸν αὐτοκράτορα μίαν μὲν σημαίαν πρὸς τῷ τοῦ μεγαλομάρτυρος Γεωργίου τεμένει στῆναι (ἔφθασε γὰρ ἐπ΄ ὀνόματι τούτου τοῦ μάρτυρος ἐκεῖσε ἀνοικοδο μηθῆναι ὁ ναὸς οὑτοσί)͵ τὴν δὲ ὡς πρὸς τὸν Αὐλῶνα͵ ἵν΄ ὁπόσοι μὲν ἡμῶν τῇ σῇ βασιλείᾳ θητεῦσαι βούλοιντο͵ τῇ πρὸς τὸ τέμενος τοῦ μάρτυρος ἀπονενευκυίᾳ προσέλ θωσιν͵ ὁπόσοι δὲ πρὸς τὴν ἰδίαν πατρίδα ἐπαναζεῦξαι͵ τῇ πρὸς τὸν Αὐλῶνα ἀφορώσῃ προσχωρήσωσι. Ταῦτ΄ εἰπόντες παραχρῆμα προσῆλθον τῷ βασιλεῖ. Ὁ δὲ Βρυέννιος γενναῖος ὢν ἀνὴρ προσεληλυθέναι μὲν οὐδαμῶς ἠβούλετο͵ ἐπώμνυτο δὲ μηδέποτε κατ΄ αὐτοῦ ὅπλα κινῆσαι͵ εἰ μόνον δοίη τοὺς τοῦτον μέχρι τῶν ὁρίων τῆς τῶν Ρωμαίων βασιλείας ἀκινδύνως διασώσοντας καὶ οὕτω πρὸς τὴν ἰδίαν ἀπολῦσαι χώραν. Ὁ δὲ αὐτοκράτωρ μάλα ταχέως ἐπλήρου τὸ αἰτηθέν· αὐτὸς δὲ τῆς πρὸς τὸ Βυζάν τιον εἴχετο νικητὴς ἐπιφανέστατος.

6.2.1 Μικρὸν δὲ ἐνταῦθα τὴν τοῦ λόγου διήγησιν διακό ψασα͵ ὅπως καὶ τοὺς Παυλικιανοὺς κατηγωνίσατο͵ διη γήσομαι. Οὐκ ἔφερε μηδὲ τούτους τοὺς ἀποστάτας καταγωνίσασθαι πρὸ τοῦ τὰ βασίλεια καταλαβεῖν͵ ἀλλ΄ ὥσπερ ἀπό τινος νίκης ἑτέραν νίκην πρυτανευόμενος καὶ τὴν πληθὺν τῶν Μανιχαίων τὸν κύκλον συμπληροῦσαν τῶν ἑαυτοῦ κατορθωμάτων ἐποίει. Οὐδὲ γὰρ ἐνῆν τῷ λαμπρῷ τροπαίῳ τῶν ἑσπερίων πολεμίων οἷον σπῖλον ἐνεῖναι τοὺς ἐκ Παυλικιανῶν ὁρμωμένους ἐκείνους. Διὰ πολέμου δὲ καὶ μάχης οὐκ ἤθελεν͵ ἵνα μὴ ἐν συμβολῇ τοῦ πολέμου πολλοὶ ἐξ ἑκατέρων ἀναιρεθήσονται͵ πάλαι τούτους γινώσκων ἐκθυμοτάτους ἄνδρας καὶ δριμὺ κατὰ τῶν ἐχθρῶν πνέοντας. Ἔσπευδεν οὖν διὰ τοῦτο τοὺς πρωταιτίους μὲν τιμω ρήσασθαι͵ τοὺς δέ γε λοιποὺς τῷ τοῦ στρατοπέδου συγκα ταλέξαι σώματι.

6.2.2 Ἔνθεν τοι καὶ διὰ τρόπου τούτους μετῄει. Γινώσκων δὲ τὸ φιλοκίνδυνον τῶν ἀνδρῶν ἐκείνων καὶ περὶ τοὺς πολέμους καὶ τὰς μάχας ἀκάθεκτον ἐδεδίει μὴ ἀπογνόντες χεῖρόν τι μελετήσαιεν. Ἠρέμουν γὰρ τέως τὴν σφῶν οἰκοῦντες πατρίδα καὶ οὔπω πρὸς λεηλασίας ἄλλας καὶ προνομὰς ἐξετράποντο· μετεπέμπετο οὖν διὰ γραμμάτων τούτους ἐν τῷ πρὸς τὸ Βυζάντιον ἐπανέρ χεσθαι συχναῖς ὑποσχέσεσιν. Οἱ δὲ τὴν κατὰ τῶν Κελτῶν νίκην αὐτοῦ μεμαθηκότες ἐδεδίεσαν εἰ τάχα καὶ τὰ γράμ ματα χρησταῖς αὐτοὺς ἐλπίσιν ὑπέσαινον· ὅμως καὶ μὴ βου λόμενοι τῆς πρὸς αὐτὸν εἴχοντο.

6.2.3 Ἐκεῖνος δὲ τὴν Μοσυ νούπολιν καταλαβὼν αὐτοῦ που προσέμενεν ὑποκρινόμενος δι΄ ἄλλα τινὰ ἐγκαρτερεῖν͵ τὸ δέ γε ὅλον τὴν αὐτῶν ἀνα μένων ἄφιξιν. Καταλαβόντων δὲ ἐσχηματίζετο ἀναθεωρῆ σαι τούτους βούλεσθαι καὶ ἑκάστου τὴν ὀνομασίαν ἐγγράψασθαι. Ἔνθεν τοι καὶ φοβερὸς προὐκάθητο καὶ οὐ φύρδην͵ ἀλλὰ κατὰ δεκάδας τοὺς λογάδας τῶν Μανιχαίων πορεύεσθαι ἐκέλευσε͵ τὴν τῶν κοινῶν θέαν ἐς νέωτα ὑποσχόμενος κᾆθ΄ οὕτως εἴσω τῶν πυλῶν ἀπογραφομένους εἰσέρχεσθαι. Ἡτοιμασμένοι δὲ ὄντες οἱ τούτους δεσμεῖν ὀφείλοντες τοὺς ἵππους καὶ τὰ ὅπλα ἀναλαμβανόμενοι τούτους ἐν τοῖς ἀποτεταγμένοις φρουρίοις ἐνέκλειον. Οἱ δέ γε ἐφεξῆς ἐρχόμενοι παντελῆ τῶν πραττομένων ἄγνοιαν ἔχοντες εἰσῄεσαν ἀγνοοῦντες τὸ ἀποβησόμενον ἑκάστῳ.

6.2.4 Τού τους μὲν οὖν οὕτω κατέσχε καὶ τὰς αὐτῶν περιουσίας δημεύσει καθυποβαλὼν διενείματο τοῖς συγκεκοπιακόσι τούτῳ ἐν ταῖς συμπεσούσαις μάχαις καὶ τοῖς κινδύνοις ἐκείνοις γενναίοις στρατιώταις. Ἀπελθὼν δὲ ὁ τὴν οἰκο νομίαν ταύτην ἀναδεξάμενος καὶ τὰς αὐτῶν γυναῖκας τῶν οἰκιῶν ἀπελάσας κατὰ τὴν ἀκρόπολιν ἐμφρούρους εἶχε. Τοὺς δέ γε κατασχεθέντας τῶν Μανιχαίων συμπαθείας μετὰ μικρὸν ὁ αὐτοκράτωρ ἠξίωσεν· ὁπόσοι δὲ καὶ τοῦ θείου βαπτίσματος τυχεῖν προείλοντο͵ οὐδὲ τούτου ἀπε τύγχανον. Διὰ παντοίας δὲ περιελθὼν αὐτοὺς μεθόδου καὶ διαγνοὺς τοὺς αἰτίους τῆς τοιαύτης ἀπονοίας ἐν νήσοις περιορίσας καθεῖρξε· τοῖς δέ γε λοιποῖς ἄδειαν δεδωκώς͵ ὅπη βουλητὸν αὐτοῖς ἀπιέναι͵ ἀπέλυσεν. Οἱ δὲ τὴν ἐνεγκαμένην τῶν ἄλλων προτιμησάμενοι αὐτίκα πρὸς αὐτὴν ἐπανέτρεχον ὡς ἐνὸν τὰ κατ΄ αὐτοὺς οἰκονομήσοντες.

6.3.1 Ἐκεῖνος δὲ πρὸς τὴν βασιλίδα τῶν πόλεων ἐπά νεισιν. Οὐκ ἔλαθε δὲ τοῦτον τὰ κατ΄ αὐτοῦ ἐν τριόδοις τε καὶ γωνίαις ὑποψιθυριζόμενα͵ ἀλλ΄ ἀκούων ἐτιτρώσκετο τὴν ψυχὴν ὅτι μὴ τοσοῦτον εἰργασμένος πολλαπλασίω τὰ στόματα τῶν συκοφαντούντων εἶχεν ἑαυτῷ περιχαί νοντα. Ἐκεῖνος γὰρ χρείας κατεπειγούσης καὶ κοσμικοῦ κλύδωνος ἐξ ἀπορίας τῶν βασιλικῶν ταμιείων πρὸς τοῦτο ἀπέβλεψε καὶ ὡς δάνειον ἐλογίζετο͵ ἀλλ΄ οὐχ ὡς ἅρπαγμα ἢ τυραννικῆς χειρὸς ἐπιβουλήν͵ ὡς οἱ διαλοιδορούμενοι λέξειαν. Ἀλλὰ καὶ γνώμης οὕτως εἶχεν ὡς μετὰ τὸ κατορθῶσαι τοὺς ἐπικειμένους πολέμους ἀποδώσων ταῖς ἐκκλησίαις τὸν ἀφῃρημένον κόσμον αὐτῶν.

6.3.2 Καὶ οὐκ ἔφερεν ἐπαναζεύξας τῇ βασιλίδι πόλει ὑπόθεσιν γίνεσθαι τοῖς ἐθέλουσι διασύρειν τὰ ἐκείνου. Ἔνθεν τοι καὶ ἐκκλη σίαν κηρύττει καὶ συνέδριον μέγιστον εἰς τὰ ἐν Βλαχέρ ναις ἀνάκτορα ἑαυτὸν ἐθέλων ὑπόδικον πρῶτον κατα στήσασθαι καὶ οὕτω τὰ ὑπὲρ ἑαυτοῦ ἀπολογήσασθαι. Παρῆν δὲ ἤδη καὶ ἡ σύγκλητος ἅπασα καὶ τὸ στρατιωτικὸν καὶ ὅσον τοῦ ἱερατικοῦ καταλόγου καραδοκοῦντες τὸ τί ἂν βούλοιτο ἡ τῶν ἁπάντων συνέλευσις. Τὸ δὲ ἦν ἄρα ἄλλο οὐδὲν ἢ ἡ τῶν κατὰ τοῦ βασιλέως θρυλλουμένων ἀνάκρισις. Παρῆσαν οὖν τηνικαῦτα οἱ τῶν ἱερῶν φροντιστηρίων κηδεμόνες καὶ τὰ βιβλία ἐς μέσον τηνικαῦτα προὐτίθετο (βρέβια ταῦτα ἡ συνήθεια οἶδε καλεῖν)͵ ἐν οἷς ἀναγεγρά φαται τὰ ἐν ἑκάστῳ τεμένει κειμήλια. Καὶ τῷ μὲν φαινομένῳ κριτὴς ὁ βασιλεὺς ἐπὶ τοῦ βασιλικοῦ καθῆστο θρόνου͵ τῇ δ΄ ἀληθείᾳ αὐτὸς ἐξετασθησόμενος. Ἐξητάζετο τοίνυν τὰ πάλαι παρὰ πολλῶν ἀνατεθέντα τοῖς εὐαγέσιν οἴκοις καὶ παρὰ τούτων ἐς ὕστερον ἢ καὶ αὐτοῦ τοῦ αὐτοκράτορος ἀφαιρεθέντα.

6.3.3 Καὶ ἐπεὶ μηδὲν ἕτερον ἀφαιρεθὲν κατε φαίνετο͵ ἀλλ΄ ἢ μόνον ὁ τῇ σορῷ τῆς βασιλίδος ἐκείνης Ζωῆς ἐκ χρυσοῦ καὶ ἀργύρου ἐπικείμενος κόσμος καὶ ὀλίγα τινὰ ἄλλα σκεύη μὴ τοσοῦτον εἰς ἱερὰν λειτουργίαν χρηματίζοντα͵ ἑαυτὸν εἰς τοὐμφανὲς ὁ αὐτοκράτωρ ὑπό δικον καθίστησι͵ κριτὴν δὲ τὸν βουλόμενον ὁντιναοῦν. Καὶ μετὰ μικρὸν μεταβαλὼν τῇ γλώττῃ· Ἐγώ φησι τὴν βασιλείαν πανταχόθεν κυκλουμένην βαρβάροις εὑράμενος καὶ μηδέν τι πρὸς τοὺς ἐπικειμένους ἐχθροὺς ἀξιόμαχον ἔχουσαν͵ ἴστε ὁπόσοις κινδύνοις περιπέπτωκα͵ μικροῦ καὶ βαρβαρικοῦ ξίφους ἔργον γεγονώς. Καὶ γὰρ πολλαπλα σίους ἦσαν οἱ ἑκατέρωθεν ἡμᾶς τοξεύοντες. Τὰς γὰρ τῶν Περσῶν ἐπελεύσεις καὶ τὰς τῶν Σκυθῶν ἐκδρομὰς οὐκ ἀγνοεῖτε καὶ τῶν ἐκ Λογγιβαρδίας ὀξυνομένων δοράτων οὐκ ἐπιλέλησθε. Τὰ δὲ χρήματα συναπῆρε τοῖς ὅπλοις καὶ ὁ κύκλος τῆς ἡγεμονίας εἰς τὸ ἀμερὲς συνένευε κέντρον. Ὅπως δὲ τό τε ὁπλιτικὸν ἅπαν ηὔξηται γυμναζόμενον καὶ ἁπανταχόθεν συλλεγόμενον καὶ ξυγκροτούμενον οἴδατε· καὶ ταῦτα πάντα ὅτι πολλῶν ἐδεῖτο χρημάτων ἴστε πάντες͵ καὶ ὅτι τὰ ἀφαιρεθέντα εἰς δέον ἀνήλωτο κατὰ τὸν Περικλέα ἐκεῖνον καὶ ὑπὲρ τῆς ἡμῶν τιμῆς δεδα πάνηται.

6.3.4 Εἰ δὲ τοῖς μεμψιμοίροις ὡς τοῖς κανόσι προσκεκρουκότες κατεφάνημεν͵ θαυμαστὸν οὐδέν. Ἀκούο μεν γὰρ ὅτι καὶ ὁ ἐν βασιλεῦσι προφήτης Δαβὶδ εἰς τὴν αὐτὴν ἀνάγκην ἐληλυθὼς τῶν ἱερῶν ἐγεύσατο ἄρτων μετὰ τῶν στρατευμάτων αὐτοῦ καὶ ταῦτα μὴ ἐνδεχομένου τῆς ἐξιδιαζομένης ἱερεῦσι τροφῆς ἰδιώτην ἅψασθαι. Καὶ ἄλλως δὲ καταμαθεῖν ἐστι τοὺς ἱεροὺς κανόνας ἐν ἑτέροις ἐνδι δόντας τὰ ἱερὰ πιπράσκεσθαι ὑπὲρ ἀναρρύσεως αἰχμα λώτων. Εἰ δ΄ αἰχμαλωτιζομένης οἰκουμένης καὶ δορυαλώτων ἤδη τῶν πόλεων καὶ αὐτῆς τῆς Κωνσταντίνου γενέσθαι κινδυνευουσῶν͵ ὀλίγων τινῶν καὶ οὐδὲ πάνυ τῆς τῶν ἱερῶν μετεχόντων ἀξίας ἐν βίᾳ τοσαύτῃ ἁψάμενοι εἰς τὴν ἐλευθερίαν τούτων κατεχρησάμεθα͵ οὐδεμίαν ἄρα κατηγορίαν εὔλογον τοῖς φιλοσκώμμοσι καταλιμπάνομεν.

6.3.5 Ταῦτ΄ εἰπὼν καὶ μεταστρέψας τὸν λόγον ἔνοχον οἷον ἑαυτὸν ποιεῖται καὶ καταδικάζει αὐτὸς ἑαυτόν. Εἶτ΄ αὖθις τὰ βρέβια ἀνελίττειν προστάττει τοῖς ἔχουσιν͵ ἵνα καταφανῆ γένηται τὰ ἀφῃρημένα. Καὶ παραχρῆμα τῷ μὲν σεκρέτῳ τοῦ Ἀντιφωνητοῦ χρυσίου ποσότητα ἱκανὴν ἐλο γίσατο κατ΄ ἔτος εἰσκομιζομένου τοῖς τοῦ δημοσίου φροντισταῖς͵ ὃ καὶ μέχρι τοῦ νῦν ἀπαρασάλευτον διαμε μενήκει· ἐκεῖσε γὰρ ἡ τῆς δηλωθείσης βασιλίδος σορὸς ἐναπέκειτο· τοῖς δὲ Χαλκοπρατίοις ἐτησίαν εἴσοδον χρυ σίου ἀρκοῦντος τοῖς τῷ θείῳ τεμένει τῆς θεομήτορος συνήθως τοὺς ὕμνους ἐπιτελοῦσιν ἐκ τῶν βασιλικῶν ταμιείων πρυτανεύεσθαι παρεκελεύσατο.

6.4.1 Ἐν τούτοις ἐπιστᾶσα βουλὴ ἀνεφάνη κατὰ τοῦ αὐτοκράτορος μελετωμένη παρά τε τῶν τῆς συγκλήτου λογάδων καὶ τῶν τοῦ στρατοῦ κορυφαίων καὶ διεμηνύθη τηνικαῦτα τῷ αὐτοκράτορι. Καὶ οἱ κατήγοροι παρέστησαν καὶ τοὺς συνίστορας τῆς τοιαύτης βουλῆς ἐξήλεγχον. Ἐκδήλου δὲ τῆς μελέτης ἤδη γεγονυίας καὶ τῆς ἀπὸ τῶν νόμων ποινῆς κατ΄ αὐτῶν βαρείας ἐπερχομένης ὁ αὐτοκρά τωρ ποινὴν μὲν οὐδαμῶς αὐτοῖς ἐπενεγκεῖν προτεθύμητο͵ δήμευσιν δὲ μόνον καὶ περιορισμὸν κατὰ τῶν πρωταιτίων ἀπεφήνατο καὶ μέχρι τούτου τὴν τῆς τοιαύτης ἐπιβουλῆς ἐπεξέλευσιν ἔστησεν. Ἀλλὰ γὰρ ὁ λόγος ἀνατρεχέτω αὖθις ὅθεν ἀπερρύη.

6.4.2 Ὁπηνίκα ὁ αὐτοκράτωρ εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ Νικηφόρου τοῦ Βοτανειάτου ἀνηνέχθη͵ Τραυλόν τινα Μανιχαῖον προσλαβόμενος μετὰ τῶν γνησίων αὐτοῦ θεραπόντων συγκατέλεξε καὶ τοῦ θείου βαπτίσματος ἀξιώσας μιᾷ τῶν τῆς βασιλίδος θεραπαινίδων συνέζευξεν. Οὗτος οὖν τέσσαρας ἀδελφὰς ἔχων͵ ὡς ταύ τας ἐμφρούρους μετὰ τῶν λοιπῶν τότε συναπαχθείσας ἐθεάσατο τά τε προσόντα ἀφαιρεθείσας ἅπαντα͵ ἤχθετο καὶ φέρειν οὐκ εἶχεν͵ ἀλλὰ διεσκοπεῖτο ὅπως ἑαυτὸν τῆς τοῦ αὐτοκράτορος χειρὸς ἀπαλλάξειεν. Ἐν γνώσει δὲ τούτων ἡ αὐτοῦ ὁμευνέτις ἤδη γεγονυῖα καὶ ἀποδιδράσ κοντα τοῦτον ὁρῶσα δηλοῖ τῷ τηνικαῦτα τὴν οἰκονομίαν τῶν Μανιχαίων ἐμπεπιστευμένῳ.

6.4.3 Οὐ διέλαθε τοῦτο τὸν Τραυλὸν καὶ τηνικαῦτα ὁπόσοις φθάσας τὸ ἀπόρρητον ἀνεκάλυψε͵ πρὸς ἑαυτὸν ἑσπέρας μεταπέμπεται. Καὶ ὁπόσοι δὲ ἐκ συγγενείας ἦσαν αὐτῷ προσήκοντες͵ ἐς αὐτὸν συνεληλυθότες͵ καταλαμβάνουσι τὴν Βελιάτοβαν· πολίχνιον δὲ τοῦτο διακείμενον κατὰ τὴν ἀκρολοφίαν τοῦ κατὰ ταυ τηνὶ τὴν Βελιάτοβαν τέμπους. Ἄοικον δὲ τοῦτο ἐφευρη κότες ὥσπερ ἴδιόν τι λάχος λογισάμενοι ἐν αὐτῷ τὰς οἰκήσεις ἐποιοῦντο͵ εἶτα τὰς καθ΄ ἑκάστην ἐκεῖθεν ἐκδρομὰς ποιούμενοι καὶ μέχρι τῆς σφετέρας φθάνοντες πόλεως Φιλίππου λείαν πολλὴν ἀναλαμβανόμενοι ἐπανέστρεφον.

6.4.4 Ὁ δὲ Τραυλὸς τούτοις μὴ ἀρκούμενος σπονδὰς μετὰ τῶν τὸ Παρίστριον νεμομένων Σκυθῶν ἐποιεῖτο τοὺς περὶ τὴν Γλαβινίτζαν καὶ Δρίστραν ἡγεμόνας καὶ τὰ ταύταις παρακείμενα ὑποποιούμενος͵ μνηστευσάμενος ἅμα ἑαυτῷ καὶ τῶν λογάδων Σκυθῶν ἑνὸς θυγατέρα͵ σπεύδων ὅλῃ χειρὶ λυπῆσαι τὸν αὐτοκράτορα διὰ τῆς τῶν Σκυθῶν ἐπελεύ σεως. Ταῦτα δὲ ὁ βασιλεὺς καθ΄ ἑκάστην μανθάνων τὸ μέλλον προμηθευσόμενος ἔσπευδεν ὑποποιεῖσθαι τοῦτον διὰ γραμμάτων καὶ ὑποσχέσεων ὑφορώμενος τὸ ἐξ αὐτοῦ τεχ θησόμενον κακόν. Ἀλλὰ καὶ χρυσόβουλλον λόγον ἀπαθείας καὶ πάσης ἐλευθερίας ἐκθέμενος ἐκπέπομφε πρὸς αὐτόν. Ἀλλ΄ ὁ καρκίνος ὀρθὰ βαδίζειν οὐκ ἐμάνθανεν· ὁ αὐτὸς δὲ ἦν ὁ χθὲς καὶ πρότριτα τούς τε Σκύθας ὑποποιούμενος καὶ πλείονας ἐκ τῶν σφετέρων μεταπεμπόμενος χωρῶν καὶ λῃζόμενος τὰ παρακείμενα ἅπαντα.

6.5.1 Εἶτα ὁ μὲν αὐτοκράτωρ ὁδοῦ πάρεργον καὶ τὰ κατὰ τοὺς Μανιχαίους ποιησάμενος ὑποσπόνδους αὖθις εἶχεν. Ὁ δέ γε Βαϊμοῦντος κατὰ τὸν Αὐλῶνα ἔτι χρονοτριβῶν ἦν· ἐπαναγέσθω γὰρ πρὸς αὐτὸν αὖθις ὁ λόγος. Καὶ τὰ κατὰ τὸν Βρυέννιον μεμαθηκὼς καὶ τοὺς ἄλλους κόμητας͵ ὧν οἱ μὲν θητεῦσαι τῷ αὐτοκράτορι προείλοντο͵ ἄλλοι δὲ ἄλλοσε διεσπάρησαν͵ τὴν ἐνεγκαμένην ἀναζητήσας διαπερᾷ εἰς Λογγιβαρδίαν· καὶ καταλαμβάνει τὸν ἴδιον πατέρα Ρομ πέρτον εἰς τὸ Σαλερηνόν͵ ὡς ὁ λόγος φθάσας ἐδήλωσε͵ καὶ πολλὰ κατὰ τοῦ βασιλέως εἰπὼν ἠρέθιζε κατ΄ αὐτοῦ. Ὃν θεασάμενος ὁ Ρομπέρτος τὴν δεινὴν ἐκείνην ἀγγελίαν ἐπὶ τοῦ προσώπου φέροντα καὶ τὰς πολλὰς ἐκείνας ἃς ἐπ΄ αὐτῷ εἶχεν ἐλπίδας ὀστράκου δίκην εἰς τοὐναντίον μετα πεσούσας αὖος ἐφ΄ ἱκανὸν εἱστήκει ὥσπερ ὑπὸ κεραυνοῦ βληθείς. Περὶ πάντων δὲ πυθόμενος καὶ μαθὼν τὰ παρ΄ ἐλπίδας αὐτῷ συμπεσόντα ἀθυμίᾳ κατεσχέθη. Ἀγεννὲς μὲν οὖν οὐδ΄ οὕτω τι ἐλογίσατο οὐδὲ τῆς ἑαυτοῦ ἀνδρείας καὶ τόλμης ἀνάξιον. Μᾶλλον μὲν οὖν καὶ πρὸς μάχας ἐπὶ πλέον ἠρέθιστο καὶ φροντίδες τοῦτον καὶ μέριμναι αὖθις τῶν προτέρων μείζους συνεῖχον. ῏Ην γὰρ ὁ ἀνὴρ ἰσχυρὸς προστάτης οἰκείων βουλευμάτων τε καὶ προλήψεων καὶ μηδαμῶς ἐθέλων ἀνεῖναι ἐφ΄ οἷς καθάπαξ διεβουλεύσατο καὶ τὸ ὅλον εἰπεῖν ἀκατάπληκτος καὶ πάντα αὐτῷ ἁλώσιμα ἐκ μόνης προσβολῆς οἰόμενος γίνεσθαι.

6.5.2 Εὐθὺς οὖν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς συναγαγὼν καὶ τῆς πολλῆς ἀθυ μίας ἑαυτὸν ἀνακτησάμενος ἀποστείλας ἁπανταχόθεν διεκηρύκευε τὴν εἰς τὸ Ἰλλυρικὸν αὖθις κατὰ τοῦ βασιλέως διαπεραίωσιν μετακαλούμενος ἅπαντας. Καὶ αὐτίκα παν ταχόθεν πλῆθος συνείλεκτο στρατιωτῶν͵ ἱππέων τε καὶ πεζῶν͵ πάντων ἐξωπλισμένων λαμπρῶς καὶ πρὸς μάχην ἀποβλεπόντων. Τὸ πλῆθος εἶπεν ἂν Ὅμηρος ἠύτ΄ ἔθνεα εἶσι μελισσάων ἀδινάων. Καὶ συνέρρεον ἔκ τε τῶν παρα κειμένων πόλεων καὶ ἐξ ἀλλοδαπῶν δὲ οὐχ ἧττον. Κἀντεῦ θεν ὡπλίζετο καρτερῶς ἐφ΄ ᾧ τὴν τοῦ υἱοῦ ἀνακαλέσασθαι ἧτταν. Ἱκανὰ δὲ συλλεξάμενος στρατεύματα͵ εἶτα τοὺς αὐτοῦ μετακαλεσάμενος υἱεῖς͵ τόν τε Ρογέρην καὶ τὸν Γίδον καλούμενον (ὃν ὁ βασιλεὺς Ἀλέξιος θέλων τοῦ πατρὸς ἀποστῆσαι ἀποστείλας λάθρᾳ περὶ κήδους αὐτῷ ἐδήλωσεν ὑποσχόμενος καὶ τιμὴν διαφέρουσαν καὶ χρη μάτων δόσιν δαψιλῆ· ὁ δὲ τούτων ἀκούσας συνέθετο͵ τὸν δὲ λόγον τέως εἶχεν ἀπόρρητον) τούτοις ἅπαν τὸ ἱππικὸν παραδοὺς ἀπέστειλε παραγγείλας σπουδάσαι κατασχεῖν τὸν Αὐλῶνα· οἱ δὲ διαπεράσαντες ἐξ ἐπιδρομῆς τοῦτον εἷλον· Καὶ μετρητούς τινας εἰς φυλακὴν αὐτοῦ καταλιπόντες μετὰ τῶν λοιπῶν καταλαβόντες τὸ Βοθρεντὸν ἐξ ἐφόδου καὶ τοῦτο κατέσχον.

6.5.3 Ὁ δέ γε Ρομπέρτος͵ τὸ ναυτικὸν αὐτοῦ ἅπαν ἀναλαβόμενος καὶ τὴν ὡς πρὸς τὸ Βοθρεντὸν παραλίαν παραπλέων͵ κατέλαβε τὸ Βρεντήσιον ἐφ΄ ᾧ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶσαι. Τὸν δ΄ ἀπὸ τῆς Ὑδροῦντος πορθμὸν ἧττον διάστημα ἔχειν μεμαθηκὼς ἐκεῖθεν διεπέ ρασεν εἰς τὸν Αὐλῶνα. Καὶ οὕτω διὰ τῆς ἀναμεταξὺ τοῦ Αὐλῶνος καὶ τοῦ Βοθρεντοῦ παραλίας μετὰ τοῦ στόλου αὐτοῦ παντὸς διελθὼν ἡνώθη μετὰ τῶν υἱῶν αὐτοῦ. Ὡς δὲ ἡ Κορυφὼ προκατασχεθεῖσα παρ΄ αὐτοῦ αὖθις ἀπεστάτησε͵ τοὺς υἱοὺς αὐτοῦ εἰς τὸ Βοθρεντὸν καταλιπὼν αὐτὸς μετὰ τοῦ ναυτικοῦ παντὸς ἀπέπλευσε πρὸς τὴν Κορυφώ.

6.5.4 Ἀλλ΄ ὁ μὲν Ρομπέρτος τοιαῦτα· ἅπερ μεμαθηκὼς ὁ αὐτο κράτωρ οὐδαμῶς ἀνεπεπτώκει͵ ἀλλὰ τοὺς Βενετίκους διὰ γραμμάτων παρώτρυνε παρασκευάσας αὖθις τὸν μετὰ τοῦ Ρομπέρτου ἀναδήσασθαι πόλεμον στόλον ἱκανὸν ἐξοπλί σαντας καὶ τὰς δαπάνας πολλαπλασίους λήψεσθαι ὑποσχό μενος. Αὐτὸς δὲ διήρεις τε καὶ τριήρεις καὶ παντοῖον εἶδος λῃστρικῶν νηῶν κατασκευάσας κατὰ τοῦ Ρομπέρτου ἐξέπεμψεν ὁπλίτας εἰσαγαγὼν τῆς διὰ θαλάττης μάχης εἰδή μονας.

6.5.5 Τὴν δὲ κατ΄ αὐτοῦ τῶν στόλων ἔφοδον μεμαθηκὼς ὁ Ρομπέρτος͵ τὴν μάχην προαρπάζων ὁποῖος ἐκεῖνος͵ λύσας τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ αὐτοῦ παντὸς τὸν λιμένα Κασσόπης κατέλαβεν. Οἱ δέ γε Βενέ τικοι καταλαβόντες εἰς τὸν λιμένα Πασάρων καὶ μικρὸν κεῖθι διατρίψαντες τὴν τοῦ Ρομπέρτου ἔφοδον μεμαθη κότες θᾶττον καὶ αὐτοὶ καταλαμβάνουσι τὸν λιμένα Κασσόπης. Καὶ συμβολῆς καρτερᾶς γενομένης καὶ τῆς μάχης ἀγχεμάχου ἡττᾶται ὁ Ρομπέρτος. Ὁποῖος δ΄ ἐκεῖνος φιλοπόλεμος καὶ ἐκθύμως ἔχων πρὸς μάχας͵ οὐδὲ μετὰ τὴν ἧτταν ἐκείνην τὸ παράπαν ἐνεδίδου͵ ἀλλ΄ αὖθις πρὸς ἑτέραν ἡτοιμάζετο μάχην καὶ συμβολὴν πολέμου μείζονος. Ὅπερ οἱ ἡγεμόνες ἀμφοτέρων τῶν στόλων μεμα θηκότες κἀκ τῆς προηγησαμένης νίκης θαρρήσαντες μετὰ τρίτην ἡμέραν προσβαλόντες αὐτῷ λαμπρὰν τὴν κατ΄ αὐτοῦ νίκην ἤραντο· εἶθ΄ οὕτως ἐπανέρχονται πάλιν εἰς τὸν λιμένα Πασάρων.

6.5.6 Εἴτε δὲ ὁποῖα ἐν τοῖς τοιούτοις ὡς τὰ πολλὰ φιλεῖ γίνεσθαι ἐπαρθέντες ἐπὶ ταῖς προγεγε νημέναις νίκαις͵ εἴτε τοὺς ἡττηθέντας ἀπελπίσαντες ἀνα πεπτώκασιν ὡς ἤδη τὸ πᾶν ἠνυκότες καὶ καταφρονητικῶς πρὸς τὸν Ρομπέρτον διετίθεντο. Εἶτα διελόντες τὰ ταχύ δρομα τῶν πλοίων ἀπέστειλαν εἰς Βενετίαν διηγησομένους τὰ ξυμπεσόντα καὶ ὅπως κατὰ κράτος τὸν Ρομπέρτον ἤττησαν. Ὁ δὲ Ρομπέρτος ταῦτα μεμαθηκὼς ἀπό τινος Βενετίκου͵ Κονταρίνου Πέτρου καλουμένου͵ ἄρτι προσπε φευγότος αὐτῷ ἐπὶ πλέον ἀθυμεῖ καὶ οὐκέτ΄ ἀνεκτῶς εἶχε· λογισμοῖς δὲ κρείττοσιν ἀναρρώσας ἑαυτὸν αὖθις κατὰ τῶν Βενετίκων ἵεται. Οἱ δὲ Βενέτικοι τῷ ἀπροόπτῳ καταπλα γέντες τῆς αὐτοῦ ἐλεύσεως εὐθὺς δεσμήσαντες τὰ μείζονα τούτων πλοῖα καλῳδίοις περὶ τὸν λιμένα τῆς Κορυφὼ καὶ συναπαρτίσαντες τὸν λεγόμενον πελαγολιμένα τὰ σμικρὰ τούτων ἐς μέσον ἤλασαν· σιδηροφορήσαντες δὲ ἅπαντες ἐκαραδόκουν τὴν τούτου ἔλευσιν.

6.5.7 Ὁ δὲ καταλαβὼν συμμίγνυται τούτοις πρὸς πόλεμον. Ὁ δὲ πόλεμος δεινὸς ἦν καὶ τῶν πρῴην ἰσχυρότερος ἐκθύμως μαχομένων ἢ πρότερον. Καρτερᾶς οὖν μάχης ἀναμεταξὺ γεγονυίας καὶ μηδενὸς τῶν μερῶν νῶτα διδόντος͵ ἀλλὰ μᾶλλον κατὰ πρόσωπον ἐρχομένων͵ ἐπεὶ οἱ Βενέτικοι τὰ προσόντα τούτοις φθάσαντες προκατηναλώκεσαν καὶ οὐδὲν ἄλλο πλὴν τῶν ὁπλιτῶν ταῖς ναυσὶ παρῆν͵ αὗται δὲ τῇ κουφότητι ἐπεπόλαζον οἷον τοῖς ὕδασιν ἀνεχόμεναι͵ ὡς μηδ΄ ἄχρι δευτέρου ζωστῆρος τοῦ ὕδατος φθάνοντος͵ πανσυδὶ ἐπὶ τὴν ἑτέραν πλευρὰν τὴν ὡς πρὸς τοὺς πολεμίους συρρεύσαντες τηνι καῦτα ἐβυθίσθησαν· ἦσαν δὲ ὡσεὶ χιλιάδες τρισκαίδεκα. Αἱ δ΄ ἄλλαι τῶν νηῶν σὺν αὐτοῖς πλωτῆρσι κατεσχέθησαν.

6.5.8 Ὁ δὲ Ρομπέρτος μετὰ τὴν λαμπρὰν ἐκείνην νίκην ἀπη νῶς διατεθεὶς πολλοῖς τῶν κατασχεθέντων ὠμοτάτως ἐχρήσατο τῶν μὲν τὰς ὄψεις πηρώσας͵ τοὺς δὲ ῥινοτομή σας͵ τινῶν δὲ καὶ χεῖρας ἢ πόδας ἢ καὶ ἀμφότερα ἀφελόμε νος. Περὶ δέ γε τῶν λοιπῶν͵ ἀποστείλας πρὸς τοὺς ὁμοχώ ρους αὐτῶν͵ διεφήμισεν ἵν΄ ὁ βουλόμενος πρίασθαι τὸν ἴδιον τιμῆς ἀφόβως παραγίνοιτο. Ἅμα δὲ καὶ τὰ περὶ εἰρήνης αὐτοὺς ἠρώτα· οἱ δὲ μηνύουσι πρὸς αὐτόν· Ἴσθι͵ δοὺξ Ρομπέρτε͵ ὡς εἰ καὶ τὰς σφῶν ἡμῶν γυναῖκας καὶ τὰ τέκνα ἀποσφαττόμενα θεασαίμεθα͵ οὐκ ἂν τὰς πρὸς τὸν αὐτοκράτορα Ἀλέξιον συνθήκας ἀπαρνησώμεθα οὔτε μὴν τοῦ ἐπαρήγειν αὐτῷ καὶ ὑπὲρ αὐτοῦ ἐκθύμως μάχεσθαι ὅλως ἐνδώσομεν.

6.5.9 Καιροῦ δ΄ ὀλίγου παρερρυηκότος δρόμωνάς τε καὶ τριήρεις εὐτρεπίσαντες οἱ Βενέτικοι καὶ ἄλλα τινὰ τῶν μικρῶν καὶ ταχυδρόμων νηῶν μετὰ πλείονος δυνάμεως κατὰ τοῦ Ρομπέρτου ἔρχονται. Καὶ δὴ καταλαβόντες αὐτὸν περὶ τὸ Βοθρεντὸν αὐλιζόμενον τὸν μετ΄ αὐτοῦ συνάπτουσι πόλεμον καὶ κατὰ κράτος νικῶσι πολλοὺς μὲν ἀποκτείναντες͵ πλείονας δὲ καὶ βυθίσαντες· μικροῦ δὲ δεῖν καὶ αὐτὸν τὸν γνήσιον υἱὸν αὐτοῦ Γίδον καὶ τὴν ὁμευνέτιν κατέσχον. Καὶ νίκην κατ΄ αὐτοῦ λαμπρὰν ἀράμενοι δηλοῦσι πάντα τῷ βασιλεῖ.

6.5.10 Ὃς διὰ πολλῶν τούτους ἀμειψάμενος δωρεῶν καὶ τιμῆς καὶ αὐτὸν τὸν δοῦκα Βενετίας τῷ τῶν πρωτοσεβαστῶν ἀξιώματι μετὰ τῆς ῥόγας ἐτίμησεν͵ ὑπέρτιμον δὲ καὶ τὸν πατριάρχην ἠξίωσε μετὰ τῆς ἀναλόγου ῥόγας. Ἀλλὰ καὶ πάσαις ταῖς ἐν Βενετίᾳ ἐκκλησίαις χρυσίου ποσότητα ἱκανὴν ἐτησίως διανείμασθαι ἀπὸ τῶν βασιλικῶν ταμιείων ἐκέλευσε. Τῇ μέντοι ἐπ΄ ὀνόματι τοῦ εὐαγγελιστοῦ ἀποστόλου Μάρκου ἐκκλησίᾳ ὑποφόρους ἅπαντας τοὺς ἐκ Μέλφης ἐν Κων σταντινουπόλει ἐργαστήρια κατέχοντας πεποίηκε͵ καὶ τὰ ἀπὸ τῆς παλαιᾶς Ἑβραϊκῆς σκάλας μέχρι τῆς καλουμένης Βίγλας διήκοντα ἐργαστήρια καὶ τὰς ἐντὸς τοῦ διαστή ματος τούτου ἐμπεριεχομένας σκάλας ἐδωρήσατο͵ καὶ ἑτέρων πολλῶν ἀκινήτων δωρεὰς ἔν τε τῇ βασιλευούσῃ καὶ τῇ πόλει Δυρραχίου καὶ ὅποι ποτ΄ ἂν ἐκεῖνοι ᾐτήσαντο. Τὸ δὲ δὴ μεῖζον͵ τὴν ἐμπορίαν αὐτοῖς ἀζήμιον ἐποίησεν ἐν πάσαις ταῖς ὑπὸ τὴν ἐξουσίαν Ρωμαίων χώραις͵ ὥστε ἀνέτως ἐμπορεύεσθαι καὶ κατὰ τὸ αὐτοῖς βουλητὸν μήτε μὴν ὑπὲρ κομμερκίου ἢ ἑτέρας τινὸς εἰσπράξεως τῷ δημοσίῳ εἰσκομιζομένης παρέχειν ἄχρι καὶ ὀβολοῦ ἑνός͵ ἀλλ΄ ἔξω πάσης εἶναι ῥωμαϊκῆς ἐξουσίας.

6.6.1 Ὁ δέ γε Ρομπέρτος (ἐπαναγέσθω γὰρ αὖθις ὁ λόγος ὅθεν ἐξέπεσε καὶ καθ΄ εἱρμὸν ἐχέσθω τῆς διηγήσεως) οὐδὲ μετὰ ταύτην τὴν ἧτταν αὖθις ἠρέμει. Ἀλλ΄ ἐπεὶ προ φθάσας τινὰ τῶν πλοίων αὐτοῦ μετὰ τοῦ ἰδίου υἱοῦ κατὰ τῆς Κεφαληνίας ἀπέστειλε σπεύδων τὴν ἐν αὐτῇ πόλιν κατασχεῖν͵ τὰ μὲν ἐνόντα αὐτῷ πλοῖα τῇ Βοντίτζῃ προσ ώρμισε μετὰ τῆς παρεμβολῆς πάσης͵ αὐτὸς δὲ εἰς μονήρη γαλέαν εἰσελθὼν τὴν Κεφαληνίαν κατέλαβε. Καὶ πρὶν ἢ ταῖς λοιπαῖς δυνάμεσι καὶ τῷ υἱῷ αὐτοῦ ἑνωθῆναι͵ ἐγκαρ τερῶν ἔτι περὶ τὸν Ἀθέρα (ἀκρωτήριόν τι τοῦτο τῆς Κεφαληνίας) λάβρῳ κατέχεται πυρετῷ. Μὴ φέρων δὲ τὴν τοῦ πυρετοῦ φλόγωσιν ὕδωρ ψυχρὸν αἰτεῖ. Τῶν δὲ περὶ αὐτὸν ἁπανταχοῦ σκεδασθέντων εἰς τὴν τοῦ ὕδατος ζήτη σιν͵ τῶν ἐγχωρίων τις πρὸς αὐτούς φησιν· Ὁρᾶτε ταυτηνὶ τὴν νῆσον τὴν Ἰθάκην. Ἐν αὐτῇ πόλις μεγάλη πρῴην ᾠκοδόμηται Ἱερουσαλὴμ καλυμένη͵ κἂν τῷ χρόνῳ ἠρείπω ται· ἐν αὐτῇ πηγὴ ἦν πότιμον ἐς ἀεὶ καὶ ψυχρὸν ὕδωρ ἀναδιδοῦσα.

6.6.2 Τούτων ὁ Ρομπέρτος ἀκούσας δέει πολλῷ τηνικαῦτα συνεσχέθη· συμβαλὼν οὖν τὸν Ἀθέρα καὶ τὴν πόλιν Ἱερουσαλὴμ τὸν ἐφιστάμενον αὐτῷ θάνατον τηνικαῦτα ἐπεγίνωσκε. Καὶ γὰρ πρὸ πολλοῦ τινες αὐτῷ ἐμαντεύοντο͵ ὁποῖα εἰώθασιν οἱ κόλακες τοῖς μεγιστᾶσιν εἰσηγεῖσθαι͵ ὅτι Μέχρι καὶ αὐτοῦ τοῦ Ἀθέρος ἅπαντα μέλλεις ὑποτάξαι· ἐκεῖθεν δὲ εἰς Ἱερουσαλὴμ ἀπερχό μενος τῷ χρεὼν λειτουργήσεις. Εἴτε δὲ ὁ πυρετὸς τοῦτον ἀνάλωσεν εἴτε πλευρῖτις ἦν ἡ νόσος͵ ἀκριβῶς λέγειν οὐκ ἔχω͵ τέως δι΄ ἓξ ἡμερῶν τελευτᾷ.

6.6.3 Καταλαμβάνει δὲ τοῦτον τὰ ἔσχατα πνέοντα ἡ γυνὴ αὐτοῦ Γαΐτα καὶ τὸν υἱὸν αὐτοῦ κλαίοντα ἐπ΄ αὐτῷ. Ἀπαγγέλλεται γοῦν τὸ συμβὰν τῷ υἱῷ αὐτοῦ͵ ὅνπερ ἔτι ζῶν διάδοχον τῆς ἀρχῆς αὐτοῦ ἐποίει. Ὃς τοῦτο μαθὼν λύπῃ μὲν τηνικαῦτα ἀφο ρήτῳ συνείχετο͵ κρείττοσι δὲ λογισμοῖς ἑαυτὸν ἀνακτησά μενος καὶ συναγαγὼν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς μετακα λεσάμενος ἅπαντας πρῶτον μὲν ἀπαγγέλλει τὸ συμβὰν ἀπαράκλητα κλαίων ἐπὶ τῇ τοῦ πατρὸς τελευτῇ͵ ὁρκίζει δὲ ἅπαντας εἰς ἑαυτόν. Καὶ ἀναλαβόμενος τούτους εἰς Ἀπου ληΐαν διαπερᾷ. Ἐν τῷ διαπερᾶν δὲ μεγίστῳ κλύδωνι͵ κἂν ὥρα θέρους ἦν͵ περιπέπτωκεν ὥστε τὰ μὲν τῶν πλοίων βυθισθῆναι͵ τινὰ δὲ τῇ ψάμμῳ προσαράξαντα συνθραυσ θῆναι. Τὸ δὲ τὸν νεκρὸν κομίζον πλοῖον ἡμίθραυστον γέγονε· μόγις δὲ τὸ τοῦτον συνέχον κιβώτιον οἱ ἀμφ΄ αὐτὸν ἀναλαβόμενοι εἰς τὸ Βενούσιον διεσώσαντο. Καὶ εἰς τὴν ἐπ΄ ὀνόματι τῆς ἁγίας Τριάδος πάλαι ἀνοικοδομηθεῖσαν μονήν͵ οὗ καὶ οἱ ἀδελφοὶ αὐτοῦ προετάφησαν͵ καὶ αὐτὸς ἐνσοριάζεται. Τελευτᾷ δὲ ὁ Ρομπέρτος εἰκοστῷ πέμπτῳ χρόνῳ τῆς δουκικῆς αὐτοῦ ἀρχῆς τὸν ἅπαντα χρόνον βιώσας ἔτη ἑβδομήκοντα.

6.6.4 Μεμαθηκὼς δὲ ὁ βασιλεὺς τὸν τοῦ Ρομπέρτου αἰφνίδιον θάνατον ἀνέσφαλε μὲν ἄχθος τοιοῦτον ἀπωμισάμενος· ἐπιτίθεται δὲ παραχρῆμα τοῖς τὸ Δυρράχιον ἔτι κατέχουσιν εἰς διχόνοιαν τούτους διὰ γραμ μάτων καὶ παντοίας μεθόδου εἰσάξαι σκεψάμενος κᾆθ΄ οὕτως ῥᾷστα τὴν πόλιν Δυρραχίου ἐλπίζων λήψεσθαι. Ἀλλὰ καὶ τοὺς ἐν τῇ πόλει παρατυχόντας Βενετίκους παρασκευάζει διὰ γραμμάτων ξυμβουλεῦσαι τοῖς τε Ἀμαλ φηνοῖς καὶ Βενετίκοις καὶ ὅσοι ἄποικοι εἰς Ἐπίδαμνον ἔτυχον͵ ὑπεῖξαι τῷ αὐτοῦ θελήματι καὶ παραδοῦναί οἱ τὸ Δυρράχιον. Ἀλλὰ καὶ αὐτός͵ δι΄ ὑποσχέσεων καὶ δωρεῶν͵ οὐκ ἐνεδίδου ὅλως ὥστε τὴν πόλιν Δυρραχίου παραδοῦναι αὐτῷ. Καταπειθεῖς οὖν γεγονότες (τοιοῦτον γὰρ τὸ Λατί νων ἅπαν γένος ἐρασιχρήματόν τε καὶ ὀβολοῦ ἑνὸς πιπράσ κειν εἰωθὸς καὶ αὐτὰ δὴ τὰ φίλτατα) μεγάλα ἐλπίσαντες καὶ συνωμοσίαν τηνικαῦτα ποιησάμενοι ἀναιροῦσι μὲν τὸν πρώτως αὐτοὺς ἀναπείσαντα τὸ κάστρον τῷ Ρομπέρτῳ προδοῦναι καὶ τοὺς συνωμότας αὐτοῦ· ἐκεῖνοι δὲ προσελ θόντες παραδιδόασι τὸ κάστρον τῷ βασιλεῖ πάσης ἐλευθε ρίας ἐξ αὐτοῦ παραπολαύσαντες.

6.7.1 Τὴν δὲ τοῦ Ρομπέρτου τελευτὴν μαθηματικός τις Σὴθ καλούμενος μεγάλα ἐπ΄ ἀστρολογίᾳ αὐχῶν μετὰ τὴν εἰς τὸ Ἰλλυρικὸν αὐτοῦ διαπεραίωσιν προειρήκει διὰ χρη σμοῦ͵ ὃν ἐν χάρτῃ ἐκθέμενος καὶ σφραγίσας τισὶ τῶν τοῦ βασιλέως οἰκειοτάτων ἐνεχείρισε παραγγείλας κατέχειν αὐτὸν μέχρι τινός. Εἶτα τοῦ Ρομπέρτου τετελευτηκότος ἐξ ἐπιταγῆς αὐτοῦ λύουσι τὸν χάρτην. Εἶχε δὲ ὁ χρησμὸς οὕτως. Μέγας ἐχθρὸς ἐξ ἑσπέρας πολλὰ κυκήσας ἄφνω πεσεῖται. Ἐθαύμασαν μὲν οὖν πάντες τὴν τοῦ ἀνδρὸς ἐπιστήμην· ἦν γὰρ ἐπὶ ταύτῃ τῇ σοφίᾳ εἰς ἄκρον ἐληλακώς.

6.7.2 Καὶ ἵνα τι βραχὺ παραδράμωμεν τοῦ λόγου τῆς ἱστο ρίας μικρὸν ἀποστάντες͵ οὕτως ἔχει τὰ κατὰ τοὺς χρησμούς. Νεώτερον μὲν τὸ ἐφεύρημα καὶ οὐκ οἶδε ταύτην τὴν ἐπιστήμην ὁ πάλαι χρόνος. Οὔτε γὰρ ἐπ΄ Εὐδόξου τοῦ ἀστρονομικωτάτου ἡ τῶν χρησμῶν μέθοδος ἦν οὔτε ὁ Πλάτων τὴν σύνεσιν ταύτην ᾔδει͵ ἀλλ΄ οὐδὲ Μανέθων ὁ ἀποτε λεσματικὸς περὶ ταύτης ἠκρίβωκεν. Ἀλλὰ λῆψις ἦν ἐκεί νοις ... ὡροσκόπου͵ ἐν οἷς προὐμαντεύοντο͵ καὶ πῆξις τῶν κέντρων καὶ τοῦ ὅλου διαθέματος ἐπιτήρησις καὶ ὁπόσα ἄλλα ὁ τὴν μέθοδον ταύτην εὑρηκὼς τοῖς ἐς ὕστερον παρέ δωκεν͵ ἅπερ ξυνετὰ τοῖς περὶ τὰ τοιαῦτα ματαιάζουσιν.

6.7.3 Ἡμεῖς δὲ ἐκεῖθέν ποτε ὀλίγον τι τῆς ἐπιστήμης ταύτης ἡψάμεθα͵ οὐχ ἵνα τι τοιοῦτον διαπραξαίμεθα (μὴ γένοιτο)͵ ἀλλ΄ ἵνα τῆς ματαιολογίας ταύτης ἀκριβέστερον καταγνόν τες καὶ τῶν περὶ αὐτὴν ἠσχολημένων καταγινώσκοιμεν. Ταῦτα δὲ γράφω οὐκ ἐπιδείξεως ἕνεκα͵ ἀλλ΄ ἵνα ἐνδειξαί μην ὅτι ἐπὶ τοῦ αὐτοκράτορος τούτου πολλαὶ τῶν ἐπιστη μῶν εἰς ἐπίδοσιν ἐληλύθεισαν τιμῶντος τοὺς φιλοσόφους καὶ φιλοσοφίαν αὐτήν͵ εἰ καὶ πρὸς τὸ μάθημα τοῦτο τῆς ἀστρολογίας δυσχεραίνων πως κατεφαίνετο͵ οἶμαι͵ διότι τοὺς πολλοὺς τῶν ἀκεραιοτέρων ἀφίστασθαι ἀνέπειθε τῶν ἄνωθεν ἐλπίδων καὶ κεχηνέναι τοῖς ἀστράσιν. Αὕτη αἰτία γέγονε πόλεμον ἔχειν τὸν αὐτοκράτορα πρὸς τὸ μάθημα τῆς ἀστρολογίας.

6.7.4 Οὐ μὴν διὰ τοῦτο αὐχμός τις ἦν ἀστρολόγων τὸ τηνικάδε͵ ἀλλὰ καὶ ὁ εἰρημένος Σὴθ κατ΄ ἐκεῖνο καιροῦ ἐξήνθει καὶ ὁ Αἰγύπτιος ἐκεῖνος Ἀλεξαν δρεὺς πολὺς ἦν τὰ τῆς ἀστρολογίας ἐμφαίνων ὄργια. Ὃς καὶ παρὰ πολλῶν ἐρωτώμενος ἀκριβέστατα προεμαντεύετο ἐν ἐνίοις οὐδὲ ἀστρολάβου δεόμενος͵ ἀλλὰ διά τινος ψηφηφορίας τὰς προρρήσεις ἐπεποίητο. ῏Ην δ΄ ἄρα καὶ τοῦτο μαγικὸν μὲν οὐδαμῶς͵ ἀλλὰ τέχνη τις Ἀλεξανδρέως λογαρική. Ὁρῶν δὲ ὁ αὐτοκράτωρ τὴν νεότητα συρρέουσαν ἐπ΄ αὐτὸν καὶ ὥσπερ τινὰ προφήτην τὸν ἄνδρα λογιζομένην δὶς καὶ αὐτὸς τοῦτον ἐπηρωτήκει͵ καὶ τοσαυτάκις καὶ ὁ Ἀλεξαν δρεὺς εὐστοχήκει τῆς ἐπερωτήσεως. Δειλιάσας δὲ ἵνα μὴ πολλῶν βλάβη γένηται καὶ πρὸς τὴν ματαιότητα τῆς ἀστρολογίας ἀποκλίνωσιν ἅπαντες͵ κατὰ τὴν Ραιδεστὸν τούτῳ τὰς διατριβὰς ἀφώρισε τῆς πόλεως ἀπελάσας͵ πολλὴν τὴν περὶ αὐτὸν προμήθειαν ἐνδειξάμενος ὥστε δαψιλῶς αὐτῷ τὰ πρὸς χρῆσιν ἐκ τῶν βασιλικῶν ταμιείων ἐπιχορηγεῖσθαι.

6.7.5 Ναὶ μὴν καὶ ὁ διαλεκτικώτατος Ἐλευθέριος͵ Αἰγύπτιος καὶ οὗτος ἀνήρ͵ τὰ τῆς ἐπιστήμης ταύτης πρεσβεύων εἰς ἄκρον ἤλαυνεν εὐφυΐας μηδενὶ μηδαμῶς τῶν πρωτείων παραχωρῶν. Ἐν ὑστέροις δὲ καὶ ὁ καλούμενος Κατανάγ κης Ἀθήνηθεν εἰς τὴν μεγαλόπολιν καταλαβὼν τὰ πρωτεῖα τῶν πρὸ αὐτοῦ φιλονεικῶν φέρειν͵ ἐπερωτηθεὶς παρά τινων περὶ τοῦ αὐτοκράτορος͵ πότε τεθνήξοιτο͵ καὶ τὸν θάνατον αὐτοῦ προκαταγγείλας͵ ὡς ᾤετο͵ ἐψεύσθη τοῦ στοχασμοῦ. Συνέβη δὲ τηνικαῦτα τὸν θῆρα λέοντα ἐν τοῖς βασιλείοις διαιτώμενον ἐπὶ τέσσαρσιν ἡμέραις πυρέξαντα τὴν ψυχὴν ἐξερεύξασθαι· εἰς ὃ τοῖς πολλοῖς ἔδοξεν ἡ τοῦ Κατανάγκη πρόρρησις τελευτῆσαι. Καιροῦ δὲ παρερρυηκότος ἱκανοῦ αὖθις τὸν τοῦ αὐτοκράτορος θάνατον προὐμαντεύσατο καὶ διεψεύσθη· ἐτεθνήκει δ΄ ὅμως ἡ βασιλὶς Ἄννα καὶ μήτηρ αὐτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην ἣν ὁ Κατανάγκης προεῖ πεν. Ὁ δὲ βασιλεύς͵ ἐπεὶ περὶ αὐτοῦ πολλάκις προμαν τευσάμενος τοσαυτάκις διήμαρτε͵ τῆς πόλεως τοῦτον μεταστῆσαι οὐκ ἤθελεν αὐτέλεγκτον γενόμενον͵ ἅμα δὲ καὶ ἵνα μὴ δι΄ ἐμπάθειαν δόξῃ τοῦτον ἐκεῖθεν ἀπελαύνειν.

6.7.6 Ἀλλ΄ ἡμεῖς γε ἐντεῦθεν πάλιν ὅθεν ἐξεληλύθειμεν ἀνα στρέψωμεν͵ ἵνα μὴ δοκοίημεν μετεωρολέσχαι τινὲς καὶ τοῖς ἐξ ἀστρολογίας ὀνόμασι τὸ σῶμα τῆς ἱστορίας καταζο φοῦντες. Ὁ δέ γε Ρομπέρτος͵ ὡς ὁ λόγος ἐκράτει καί τινες ἔλεγον͵ ἡγεμὼν ἐξαίρετος γέγονεν͵ ἀγχίνους͵ εὐπρε πὴς τὴν ὄψιν͵ ἀστεῖος ἐν λόγοις͵ ὀξὺς μὲν εἰπεῖν͵ φωνὴ δ΄ αὐτοῦ μεγάλη͵ εὐπρόσιτος͵ εὐμεγέθης τὸ σῶμα͵ σύμμε τρον τὴν κόμην ἔχων ἀεὶ τῇ κεφαλῇ͵ βαθυπώγων͵ σπεύδων ἀεὶ τὰ ἤθη τοῦ οἰκείου γένους τηρεῖν͵ τὸ τοῦ προσώπου ἄνθος καὶ τοῦ ὅλου σώματος μέχρι τέλους σῴζων καὶ τού τοις ἐπιγαννύμενος͵ δι΄ ἅπερ ἄξιον τυραννίδος τὸ εἶδος αὐτοῦ ἐνομίζετο͵ πάντας τοὺς ὑπ΄ αὐτὸν τιμῆς ἀξιῶν καὶ πλείονος μᾶλλον τοὺς εὐνοϊκώτερον πρὸς αὐτὸν διατεθε μένους. Φειδωλότατος δὲ ἦν καὶ φιλοχρυσότατος͵ ἐμπο ρικώτατος καὶ φιλοκτεανώτατος καὶ ἐπὶ τούτοις φιλοδο ξότατος· ὑφ΄ ὧν πάντων ἡττώμενος πολλὴν τὴν μέμψιν πάντων ἐπεσπάσατο.

6.7.7 Κακίζουσι δέ τινες τὸν αὐτο κράτορα ὡς μικροψυχήσαντα καὶ τὸν μετ΄ αὐτοῦ πόλεμον τότε προαρπάσαντα. Εἰ μὴ γὰρ πρὸ τοῦ προσήκοντος καιροῦ τοῦτον ἀνεζήτησεν͵ ὥς φασιν͵ ἄλλως ἂν ῥᾳδίως κατίσχυσεν αὐτοῦ βαλλομένου ἁπανταχόθεν παρά τε τῶν καλουμένων Ἀρβανιτῶν παρά τε τῶν ἀπὸ Δαλματίας παρὰ τοῦ Βοδίνου πεμπομένων. Ἀλλὰ τοιαῦτα μὲν οἱ μωμοσκό ποι ἔξω βελῶν ἱστάμενοι καὶ κατὰ τῶν ἀγωνιζομένων πικροὺς ὀϊστοὺς διὰ γλώττης πέμποντες. Τὸ γὰρ τοῦ Ρομπέρτου ἀνδρεῖον καὶ περὶ τὰ πολεμικὰ περιδέξιον καὶ τὸ τοῦ φρονήματος ἑδραῖον ἅπαντες ἴσασι· καὶ γὰρ οὐ τῶν ῥᾳδίως͵ ἀλλὰ καὶ τῶν λίαν δυσκόλως καταγωνιζομένων ἦν ὁ ἀνὴρ ἐν ταῖς ἥτταις μᾶλλον θαρραλεώτερος φαινόμενος.

6.8.1 Ὁ δὲ βασιλεὺς μετὰ τῶν αὐτομολησάντων πρὸς αὐτὸν τοῦ κόμητος Βρυεννίου Λατίνων τροπαιοφόρος νικητὴς πρὸς τὴν βασιλεύουσαν ἐπαναζεύγνυσιν͵ ὡς ἄνωθεν εἴρηται͵ πρώτην ἄγοντος τοῦ Δεκεμβρίου μηνὸς ἑβδόμης ἐπινεμήσεως͵ τὴν βασιλίδα κατὰ τὸ ἀφωρισμένον πάλαι ταῖς τικτούσαις τῶν βασιλίδων οἴκημα ἐπὶ ταῖς ὠδῖσιν εὑρηκώς· πορφύραν τοῦτο οἱ ἀνέκαθεν ὀνομάζουσιν͵ ἐξ οὗ καὶ τὸ τῶν πορφυρογεννήτων ὄνομα εἰς τὴν οἰκου μένην διέδραμε. Κατὰ δὲ τὸ περίορθρον (σάββατον δὲ ἦν) τίκτεται τούτοις παιδίον θῆλυ ἐμφερές͵ ὡς ἔλεγον͵ κατὰ πάντα τῷ πατρί· ἐγὼ δὲ ἄρα ἦν τοῦτο.

6.8.2 Καὶ ὥς γε τὴν βασιλίδα καὶ μητέρα ἔν τισι καιροῖς διηγουμένην ἤκουον͵ ὅτι πρὸς τρίτης ἡμέρας τῆς τοῦ βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως (ἐπανῄει γὰρ ἤδη ἀπὸ τῆς τοῦ Ρομπέρτου μάχης καὶ τῶν πολλῶν ἐκείνων πολέμων καὶ κόπων) ταῖς ὠδῖσι συνεχομένη σταυροῦ τύπον τῇ γαστρὶ ἐνσημήνασα ἔφη· Μεῖνον ἔτι͵ παιδίον͵ τὴν τοῦ πατρὸς ἄφιξιν. Πολλὰ δὲ αὐτήν͵ ὡς ἔλεγεν͵ ἡ πρωτοβεστιαρία καὶ μήτηρ αὐτῆς καταμεμψαμένη ἔφη μετ΄ ὀργῆς· Εἰ δὲ μετὰ μῆνα ἐλεύσε ται͵ οἶδας; Καὶ πῶς αὐτὴ τοσαύταις ὀδύναις ἐγκαρτε ρήσεις; Ἀλλὰ ταῦτα μὲν ἡ ἐκείνης μήτηρ· τὸ δέ γε τῆς βασιλίδος ἐπίταγμα πέρας εἰλήφει͵ ὅπερ κἀν τῇ γαστρὶ τὴν εἰς τὸ μέλλον πρὸς τοὺς γειναμένους εὔνοιαν ἀριδήλως ὑπεσημαίνετο. Καὶ γὰρ μετὰ ταῦτα εἰς ἡλικίαν ἐπιδεδω κυῖα καὶ ἀπολαβοῦσα τὸ φρονοῦν καθαρῶς φιλομήτωρ κατὰ ταὐτὸν ἐγεγόνειν καὶ φιλοπάτωρ. Καὶ μάρτυρες τοιούτου τοῦ ἤθους εἰσί μοι πολλοὶ μὲν τῶν ἀνθρώπων͵ ἤδη δὲ καὶ πάντες ὁπόσοι τἀμὰ γινώσκουσι͵ προσεπιμαρτυρούντων αὐτοῖς καὶ τῶν πολλῶν μου ὑπὲρ τῶν γονέων ἄθλων καὶ καμάτων καὶ τῶν κινδύνων ἐκείνων͵ εἰς οὓς ἐμαυτὴν διὰ τὸ πρὸς ἐκείνους φίλτρον ἐνέβαλον͵ ἀφειδήσασα μὲν καὶ τιμῆς καὶ χρημάτων καὶ αὐτῆς τῆς ζωῆς. Οὕτω γὰρ τὸ πρὸς αὐτούς με φίλτρον ἐξέκαεν ὡς καὶ αὐτὴν τὴν ψυχὴν δι΄ αὐτοὺς προέσθαι πολλάκις. Ἀλλὰ μήπω περὶ τούτων. Ἀνατρεχέτω δ΄ αὖθις ὁ λόγος πρὸς τὰ ἐξ αὐτῆς μοι ξυμ πεσόντα γενέσεως.

6.8.3 Πάντων γὰρ τῶν συνήθων ἐπὶ τοῖς νεογνοῖς τῶν βασιλέων παισὶ δαψιλέστερον τελεσθέντων͵ ὡς λέγεται͵ εὐφημιῶν δηλαδὴ καὶ δωρεῶν καὶ φιλοτιμη μάτων παρεχομένων τοῖς λογάσι τῆς συγκλήτου καὶ τοῦ στρατοῦ͵ πλέον ἤπερ ποτὲ ἔχαιρον͵ ἐσκίρτων͵ ἐπαιάνιζον ἅπαντες καὶ μᾶλλον οἱ τῇ βασιλίδι καθ΄ αἷμα προσήκοντες οὐκ εἶχον ὑφ΄ ἡδονῆς ὅ τι καὶ γένοιντο. Μετρητῶν δέ τινων παρελθουσῶν ἡμερῶν στέφους κἀμὲ ἀξιοῦσιν οἱ γονεῖς καὶ βασιλικοῦ διαδήματος. Ἐπεὶ δὲ Κωνσταντίνου τοῦ υἱοῦ τοῦ προβεβασιλευκότος Μιχαὴλ τοῦ Δούκα͵ περὶ οὗ πολλάκις ὁ λόγος ἐμνήσθη͵ συμβασιλεύοντος ἔτι τῷ αὐτοκράτορι καὶ ἐμῷ πατρί͵ κἀν ταῖς δωρεαῖς δι΄ ἐρυθρῶν συνυπογράφον τος τούτῳ͵ κἀν ταῖς προπομπαῖς μετὰ τιάρας αὐτῷ συνε πομένου͵ κἀν ταῖς εὐφημίαις δευτέρου εὐφημουμένου κἀγὼ εὐφημεῖσθαι ἔμελλον͵ Κωνσταντῖνον καὶ Ἄνναν ἐν ταύτῳ ἐξεφώνουν ἐν τοῖς τῆς εὐφημίας καιροῖς οἱ τῆς εὐφημίας προεξάρχοντες. Καὶ τοῦτο δὴ μέχρι καιρῶν ἱκανῶν ἐτελεῖτο͵ ὥς γέ μοι τῶν συγγενῶν καὶ ἐμῶν γεννητόρων ἐν ὑστέροις πολλάκις διηγουμένων ἀκήκοα. Προμάντευμα δὲ ἴσως τοῦτο τῶν ἐμοὶ ξυμπεσόντων ἦν εἴτε εὐτυχημάτων εἴτε τοὔμπαλιν δυστυχημάτων.

6.8.4 Ἐπεὶ δὲ τοῖς βασιλεῦσι καὶ δεύτερον ἐτέχθη θῆλυ͵ ἀναφέρον μὲν κατὰ τὴν ὄψιν ἐς τοὺς προγόνους͵ ἐμφαῖνον δ΄ ἅμα καὶ τὴν ἐς ὕστερον ἐπι λάμψουσαν αὐτῷ ἀρετήν τε καὶ φρόνησιν͵ ἐπεπόθουν καὶ ἄρρεν τεκεῖν καὶ δι΄ εὐχῆς αὐτοῖς τοῦτ΄ ἦν. Ἐπινεμήσεως οὖν ἑνδεκάτης τρεχούσης τίκτεται τούτοις καὶ ἄρρεν· Εὐθὺς οὖν οἱ μὲν γονεῖς ἐγεγήθεσαν καὶ πένθους οὐκέτι ἴχνος αὐτοῖς ἐπιλέλειπτο τῆς σφῶν ἐπιθυμίας εἰς ἔργον προαχθείσης. Τὸ δὲ ὑπήκοον ἅπαν ἐσκίρτων τοὺς κρατοῦν τας οὕτω χαίροντας ὁρῶν͵ συνέχαιρον ἀλλήλοις͵ ἐγεγήθε σαν. Καὶ ἦν ἰδεῖν τὰ βασίλεια χαρμονῆς ἀνάπλεω καὶ πένθους οὐδαμοῦ οὐδ΄ ἑτέρας οἱασδηποτοῦν ἐννοίας͵ τῶν μὲν ἐκ μέσης θαλάμης καρδίας χαιρόντων ὁπόσοι εὖνοι͵ τῶν δὲ συσχηματιζομένων χαίρειν. Ἔστι μὲν γὰρ τὸ ὑπήκοον ὡς ἐπίπαν δύσνουν τοῖς κρατοῦσι͵ σχηματιζόμενον δὲ τὰ πολλὰ καὶ διὰ κολακείας ἐπισπώμενον τοὺς ὑπερέχον τας. Ὅμως δ΄ οὖν κοινὴν ἦν ἰδεῖν τότε τὴν χαρμονὴν συν ηδομένων ἁπάντων.

6.8.5 Τὸ δὲ παιδίον μέλαν ἦν τὴν χροιάν͵ μέτωπον τούτῳ εὐρύ͵ παρειαὶ ὑπόξηροι͵ ῥὶς οὔτε σιμὴ οὔτε κάμπτουσα πρὸς τὸ γρυπόν͵ ἀλλὰ μέση πως ἀμφοῖν· ὀφθαλμοὶ μελάντεροι καὶ τὸ ὑποκαθήμενον ἦθος καὶ ὀξύ͵ ὅσον ἐκ βρεφυλλίου σώματος εἰκάσαι͵ ἐμφαίνοντες. Ἐθέλοντες τοιγαροῦν τουτὶ τὸ παιδίον εἰς τὴν αὐτοκράτορος περιω πὴν ἀναβιβάσαι καὶ κλῆρον οἷον αὐτῷ τὴν βασιλείαν Ρωμαίων καταλιπεῖν͵ εἰς τὴν τοῦ Θεοῦ μεγάλην ἐκκλησίαν τοῦ θείου βαπτίσματος καὶ τοῦ στέφους αὐτὸ ἀξιοῦσι. Τοιαῦτα τοίνυν τὰ τοῖς πορφυρογεννήτοις ἡμῖν ἐξ αὐτῶν βαλβίδων τῆς ἡμῶν γενέσεως ξυμβάντα· τὰ δέ γε ἐς ὕστερον συμπεσόντα κατὰ τὸν προσήκοντα ῥηθήσεται τόπον.

6.9.1 Ὁ μέντοι αὐτοκράτωρ Ἀλέξιος τῶν παραλίων τῆς Βιθυνίας καὶ αὐτῆς Βοσπόρου καὶ τῶν ἀνωτέρω χωρῶν τοὺς Τούρκους ἀπελάσας μετὰ τοῦ Σολυμᾶ εἰς εἰρηνικὰς ἐληλύθει σπονδάς͵ καθὼς ὁ λόγος ἀνωτέρω φθάσας ἐδήλωσε͵ καὶ οὕτως πρὸς τὸ Ἰλλυρικὸν τὰς ἡνίας στρέψας τόν τε Ρομπέρτον καὶ τὸν αὐτοῦ υἱὸν Βαϊμοῦντον πολλὰ μογήσας κατὰ κράτος ἥττησε καὶ μεγίστης συμφορᾶς τὰ κατὰ τὴν ἑσπέραν ἐρρύσατο. Κἀκεῖθεν ἐπανελθὼν αὖθις τοὺς ὑπὸ τὸν Ἀπελχασὴμ Τούρκους οὐ τὴν ἕω ἁπλῶς κατατρέχοντας εὗρεν͵ ἀλλὰ μέχρις αὐτῆς Προποντίδος καὶ τῶν παραλίων ταύτῃ χωρίων κατεληλυθότας. Ὅπως μὲν οὖν ὁ Ἀμὴρ Σολυμᾶς τῆς Νικαίας ἐξελθὼν τουτονὶ τὸν Ἀπελχασὴμ φρουρὸν αὐτῆς καταλέλοιπεν͵ ὁ δὲ Πουζάνος παρὰ τοῦ Περσῶν σουλτὰν πρὸς τὴν Ἀσίαν ἐξεπέμφθη καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ σουλτὰν Τουτούση ἡττηθεὶς ἀνῃρέθη καὶ τὸν Τουτούσην μετὰ τὸ τὸν Πουζάνον ἡττῆσαι οἱ ἀνεψιαδεῖς αὐτοῦ ἀπέπνιξαν͵ ἀρκτέον ἤδη διηγεῖσθαι.

6.9.2 Ἀνήρ τις ἐξ Ἀρμενίας ὁρμώμενος Φιλάρετος τὴν ἐπωνυμίαν͵ περίβλεπτος ἐπ΄ ἀνδρείᾳ καὶ φρονήσει͵ εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ τοῦ προβεβασιλευκότος Ρωμανοῦ τοῦ Διογένους ἀνενεχθεὶς καὶ τὰ συμβάντα τῷ Διογένει θεασάμενος καὶ τὴν τῶν ὀμμάτων αὐτοῦ στέρησιν βεβαιωθεὶς διαφερόντως τοῦτον ποθῶν οὐκ ἔφερεν͵ ἀλλ΄ ἀποστασίαν μελετήσας τὴν τῆς Ἀντιόχου ἐξουσίαν ἑαυτῷ περιεποιήσατο. Καθ΄ ἑκάστην δὲ τῶν Τούρκων λῃζομένων τὰ πέριξ͵ ἐπεὶ μὴ ἄνεσις τούτῳ ἐδίδοτο͵ ἐσκέψατο προσελθεῖν τοῖς Τούρκοις καὶ περιτμηθῆναι͵ ὡς ἔθος αὐτοῖς. Ὁ δὲ υἱὸς αὐτοῦ ἐνέκειτο τοῦτον σφόδρα τῆς παραλόγου ἀνακόπτων ὁρμῆς͵ ἀλλ΄ οὐκ εἰσηκούσθη τὰ λῴονα συμβουλεύων. Περίλυπος τοίνυν γενόμενος δι΄ ἡμερῶν ὀκτὼ καταλαμβάνει τὴν Νίκαιαν καὶ προσελθὼν τῷ Ἀμὴρ Σολυμᾶ διεγείρει τοῦτον εἰς πολιορκίαν τῆς Ἀντιοχείας τὴν τοῦ σουλτανικίου τηνικαῦτα περιβεβλημένον ἀξίαν καὶ πρὸς τὸν πόλεμον τὸν κατὰ τοῦ πατρὸς παροξύνει. Πείθεται τούτοις ὁ Σολυμᾶς͵ ἐν δὲ τῷ πρὸς τὴν Ἀντιόχειαν μέλλειν ἀπέρχεσαι τὸν μὲν Ἀπελχασὴμ κατέλιπε φύλακα τῆς Νικαίας ὑπερέχοντα πάντων τῶν ἡγεμόνων ἡγεμόνα τοῦτον κατονομάσας· ἐκεῖνος δὲ συνεφεπόμενον ἔχων καὶ τὸν τοῦ Φιλαρέτου υἱὸν διὰ δώδεκα νυκτῶν διὰ τὸ ἀνύποπτον (τὰς γὰρ ἡμέρας ἠρέμει) καταλαμβάνει τὴν Ἀντιόχειαν καὶ ἐξ ἐφόδου ταύτην κατέσχεν.

6.9.3 Ἐν τούτοις δὲ καὶ ὁ Χαρατικὴς λαθραίως συλᾷ τὴν Σινώπην χρυσίον ἱκανὸν καὶ χρήματα τῶν βασιλικῶν ταμιείων κεῖθι ἐναποκείμενα μεμαθηκώς. Ὁ δὲ Τουτούσης τοῦ μεγάλου σουλτὰν ἀδελφός͵ τῶν Ἱεροσολύμων καὶ τῆς Μεσοποταμίας πάσης καὶ τοῦ Χάλεπ καὶ μέχρις αὐτοῦ Βαγδᾶ ἐξουσιάζων καὶ τῆς Ἀντιοχείας ἀντιποιούμενος͵ ἐπεὶ τὸν Ἀμὴρ Σολυμᾶν ἀφηνιάζοντα ἔβλεπε καὶ τὴν Ἀντιοχείας ἀρχὴν ἑαυτῷ ἤδη περιποιού μενον͵ σὺν ὅλαις δυνάμεσιν ἐν μεταιχμίῳ τοῦ Χάλεπ καὶ τῆς Ἀντιοχείας καταλαμβάνει. Συνηντηκότος δ΄ αὐτῷ Ἀμὴρ Σολυμᾶ πόλεμος εὐθὺς ἀναρρήγνυται μέγας͵ καὶ ἀγχεμάχου τῆς μάχης γεγονυίας νῶτα οἱ τοῦ Σολυμᾶ ὑποσχόντες προτροπάδην ἔφευγον. Πολλὰ δὲ τούτους θαρσύνων ὁ Σολυμᾶς͵ ἐπεὶ τῆς φυγῆς ἀποσχέσθαι οὐκ ἔπειθεν͵ ὑπὲρ κεφαλῆς τὸν κίνδυνον ἐφιστάμενον ὁρῶν παρεκκλίνας ἐν ἀκινδύνῳ τάχα ἐδόκει καθεστάναι καὶ κατὰ γῆς τὴν ἀσπίδα τεθεικὼς ἐπ΄ αὐτῇ προσουδίσας ἐκάθητο. Ἀλλ΄ οὐ διέλαθε τοὺς ὁμοφύλους. Προσελη λυθότες γὰρ αὐτῷ τινες τῶν σατραπῶν ἔλεγον τὸν θεῖον αὐτοῦ Τουτούσην μεταπέμπεσθαι αὐτόν. Ὁ δ΄ ἀνένευεν ὑφορώμενος τὸν ἐξ αὐτοῦ κίνδυνον. Ἐγκειμένων δὲ τῶν σατραπῶν͵ ἐπεὶ οὐ πρὸς ἰσχύος αὐτῷ ἀντικαθίστασθαι ἦν οἷα μόνῳ ὄντι͵ τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος κατὰ τῶν ἰδίων ὦσε σπλάγχνων διαμπερὲς τὸ ξίφος ἐλάσας καὶ κακὸς κακῶς ἀπώλετο. Παραχρῆμα γοῦν οἱ σωθέντες τῶν τοῦ Ἀμὴρ Σολυμᾶ δυνάμεων προσχωροῦσι τῷ Τουτούσῃ.

6.9.4 Ὁ δὲ μέγας σουλτὰν ταῦτα μεμαθηκὼς καὶ δεδιὼς τὸν Τουτούσην ἰσχυροποιούμενον ἤδη ἀπέστειλε πρὸς τὸν αὐτοκράτορα τὸν Σιαοὺς μηνύσας αὐτῷ περὶ κήδους καὶ ὑποσχόμενος͵ ἐὰν τοῦτο γένηται͵ ἀναστεῖλαι μὲν τοὺς Τούρκους τῶν τῆς παραλίας μερῶν καὶ παραδοῦναί οἱ τὰ κάστρα καὶ ὁλοψύχως βοηθεῖν. Τοῦτον θεασάμενος ὁ βασιλεὺς καὶ τὰς τοῦ σουλτὰν γραφὰς ὑπαναγνοὺς περὶ μὲν τοῦ κήδους οὐδένα λόγον ἐπεποίητο͵ τὸν δὲ Σιαοὺς νουνεχῆ ἄνδρα θεασάμενος ἐπυνθάνετο͵ πόθεν τε ὥρμη ται καὶ τίνες οἱ τούτου γονεῖς. Τοῦ δὲ μητρόθεν μὲν ἐξ Ἰβήρων εἶναι λέγοντος͵ τὸν δὲ τούτου πατέρα Τοῦρκον ἀνομολογοῦντος͵ πολλὴν ὁ αὐτοκράτωρ πραγματείαν ἐπε ποίητο ὥστε τοῦ θείου βαπτίσματος τοῦτον τυχεῖν. Συνέθετο πρὸς τοῦτο ὁ Σιαοὺς καὶ πίστεις ἐδεδώκει τῷ αὐτοκράτορι ὥστε μὴ παλινοστῆσαι τοῦ θείου φωτίσματος τυχών.

6.9.5 Καὶ ἐπεὶ ἐντεταλμένον ἦν αὐτῷ δι΄ ἐγγράφου προστάξεως σουλτανικῆς͵ ἵν΄ εἴπερ ὁ βασιλεὺς πρὸς τὸ τελέσαι τὸ μετ΄ αὐτοῦ κῆδος προθυμηθείη͵ ἅπαντας τοὺς τὰς παραλίας πόλεις κατασχόντας σατράπας ἀπελάσῃ ἐκεῖθεν τὸ περὶ τούτων διαλαμβάνον σουλτανικὸν γράμμα ὑποδεικνὺς αὐτοῖς͵ ταύτῃ τῇ γραφῇ συγχρήσασθαι ὁ βασι λεὺς τῷ Σιαοὺς ὑπέθετο͵ καὶ ἐπὰν τούτους ἐκεῖθεν ἀπελά σειε τὰς σουλτανικὰς ὑποδεικνύων γραφάς͵ αὖθις πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέψαι. Ὁ δὲ μάλα προθύμως τὴν Σινώπην πρότερον καταλαβὼν καὶ τὰς σουλτανικὰς ἐπιστολὰς ὑποδείξας τῷ Χαρατικῇ ἐκεῖθεν αὐτὸν ἀπή λασε μηδ΄ ἄχρις ἑνὸς ὀβολοῦ τῶν βασιλικῶν ὑποκρατή σαντα χρημάτων. Γίνεται δέ τι τοιοῦτον. Ἐν τῷ τῆς Σινώπης ἐξέρχεσθαι αὐτὸν κατεάξας τὸ ἐπ΄ ὀνόματι τῆς ὑπεραμώμου δεσποίνης ἡμῶν θεοτόκου τέμενος δαίμονι καθάπερ τινὶ ἀλάστορι ἐκ θείας προνοίας παραδοθεὶς ἔκειτο ἀφρίζων· καὶ οὕτως ἐκεῖθεν δαιμονιῶν ἐξεληλύθει.

6.9.6 Τὴν μέντοι κυρίαν τῆς Σινώπης ὁ Σιαοὺς Κωνσταν τίνῳ τῷ Δαλασσηνῷ ἀνέθετο ἐπ΄ αὐτῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι κᾆθ΄ οὕτως τὰς ἄλλας πόλεις περιιὼν καὶ τὰς σουλτανικὰς τοῖς σατράπαις ὑποδεικνύων γραφὰς ἐκεῖθεν ἐξήλαυνε παραδιδοὺς πρὸς τοὺς τοῦ αὐτοκράτορος σατράπας. Ταῦτα οὖν ὁ Σιαοὺς διαπραξάμενος ὑποστρέφει πρὸς αὐτὸν κἀντεῦθεν τοῦ θείου βαπτίσματος τετυχηκὼς καὶ πολλῶν δωρεῶν ἐπαπολαύσας δοὺξ Ἀγχιάλου προχειρίζεται.

6.10.1 Τῆς σφαγῆς δὲ τοῦ Ἀμὴρ Σολυμᾶ κατὰ τὴν Ἀσίαν ἅπασαν διαδραμούσης͵ ὁπόσοι τῶν σατραπῶν πόλεις καὶ πολίχνια ἔτυχον φυλάσσοντες͵ ἕκαστος ὅπερ ἔτυχε φυλάσ σων κάστρον κατέσχε καὶ ἰδιοποιήσατο. Καὶ γὰρ ὁπηνίκα πρὸς τὸν Ἀπελχασὴμ τὴν Νίκαιαν παρεδίδου φρουρεῖν ἐν τῷ πρὸς Ἀντιόχειαν αὐτὸν ἀπιέναι͵ διαφόροις σατράπαις τά τε κατὰ τὴν παραλίαν καὶ τὴν Καππαδοκίαν καὶ τὴν ἅπασαν Ἀσίαν͵ ὡς εἴρηται͵ ἀνέθετο ὥστε ἕκαστον τὸ ἴδιον λάχος φρουρεῖν τὴν αὐτοῦ ἐκεῖθεν ἐπανέλευσιν ἀπεκ δεχόμενον. Ὁ δὲ Ἀπελχασὴμ ἀρχισατράπης τῷ τότε τῆς Νικαίας ὢν ταύτην κατασχών͵ ἐν ᾖ καὶ τὸ σουλτανίκιον ἦν͵ καὶ τῷ ἰδίῳ ἀδελφῷ Πουλχάσῃ τῶν κατὰ τὴν Καππαδοκίαν παραχωρήσας ἐν ἀμεριμνίᾳ τέως ἦν τὴν τοῦ σουλτανικίου ἀξίαν περιζώσασθαι οἰόμενος καὶ ἤδη ἐν χερσὶ νομίζων κατέχειν. Δεινὸς γὰρ ὢν ὁ ἀνὴρ καὶ φιλο κίνδυνος ἀρκεῖσθαι τοῖς ἐνοῦσιν οὐκ ἤθελεν͵ ἀλλὰ προνο μεῖς ἀποστέλλων τὴν Βιθυνῶν ἐλῄζετο ἅπασαν καὶ μέχρις αὐτῆς Προποντίδος.

6.10.2 Τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησά μενος ὁ αὐτοκράτωρ τοὺς μὲν προνομεῖς ἀνέστελλε͵ τὸν δὲ Ἀπελχασὴμ πρὸς εἰρηνικὰς σπονδὰς συνήλαυνε. Βυσσο δομεύοντα δὲ τοῦτον διαγινώσκων ἀεὶ κατ΄ αὐτοῦ καὶ τὰς σπονδὰς ἀναβαλλόμενον δεῖν ἐλογίσατο κατ΄ αὐτοῦ ἀξιό μαχον ἐκπέμψαι στράτευμα. Τὸν Τατίκιον δέ͵ περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο͵ μετὰ δυνάμεως ἀποχρώσης πέπομφε κατὰ τῆς Νικαίας ἐντειλάμενος αὐτῷ μετὰ νουνε χείας τοῖς ἐχθροῖς ἀντικαταστῆναι͵ εἴ γε τέως ἔξωθέν τισιν ἐντύχοιεν. Ἀπελθόντος δὲ τοῦ Τατικίου καὶ ἀγχοῦ τῶν τειχῶν σχῆμα παρατάξεως διατυπώσαντος διὰ τὸ μηδένα τῶν Τούρκων τηνικαῦτα παρεῖναι͵ ἀναπετάσαντες οἱ Τοῦρκοι εἰς διακοσίους ποσούμενοι ἀθρόως κατ΄ αὐτοῦ ἐξιππάσαντο. Οἱ δὲ Κελτοί (ἦσαν γὰρ ἱκανοί) τούτους θεασάμενοι κατὰ πρόσωπον σφοδρᾷ τῇ ῥύμῃ δόρατα μακρὰ ἐναγκαλισάμενοι κατ΄ αὐτῶν ἵενται καὶ ἱκανοὺς τρώσαντες εἴσω τοῦ κάστρου τοὺς λοιποὺς συνήλασαν.

6.10.3 Ὁ δέ γε Τατίκιος ἵστατο αὖθις ἐπὶ ταὐτοῦ σχήματος τῆς παρα τάξεως μέχρις ἡλίου δυσμῶν. Ἐπεὶ δὲ μηδεὶς ἔξω πυλῶν τῶν Τούρκων ἑωρᾶτο͵ ἀναποδίσας κατὰ τὴν Βασίλειαν τὸν χάρακα ἐπήξατο δύο πρὸς τοῖς δέκα σταδίους τῆς Νικαίας ἀπέχουσαν. Νυκτὸς δέ τις προσεληλυθὼς αὐτῷ ἀγρότης τὸν Προσοὺχ διενίστατο μετὰ πεντήκοντα χιλιάδων ἐπι καταλαμβάνειν παρὰ τοῦ νεωστὶ γεγονότος σουλτὰν τοῦ Παργιαροὺχ ἀποσταλέντα. Ταῦτα ὁ Τατίκιος καὶ δι΄ ἑτέρων βεβαιωθείς͵ ἐπεὶ πρὸς τοσαῦτα πλήθη δυνάμεις τὰς ἀντι καθισταμένας οὐκ εἶχεν͵ ἀναλύων τὰ δόξαντα πρότερον ἀγαπητὸν ἐλογίζετο εἰ τὸ ὁπλιτικὸν ἅπαν σῶον διατη ρήσειε͵ καὶ μὴ πολλοστὸς πρὸς ὑπερπληθεῖς καὶ ἰσχυρο τέρους μαχόμενος τὸ πᾶν ἀπολέσειεν. Ἔνθεν τοι καὶ τὴν βασιλεύουσαν κατὰ νοῦν εἶχε καὶ πρὸς ταύτην ἑώρα διὰ τῆς Νικομήδους βουλόμενος ἐπαναστρέψαι.

6.10.4 Ὁ δὲ Ἀπελχασὴμ ἄνωθεν τοῦ τείχους θεασάμενος αὐτὸν πρὸς τὴν Κωνσταντίνου ἀπονενευκότα καὶ ἤδη καὶ πορευόμενον ἐξεληλυθὼς παρείπετο͵ ἵν΄ ἐπὰν ἐν ἐπικαίρῳ τόπῳ τοῦτον στρατοπεδεύσαντα θεάσοιτο͵ προσβαλεῖ. Κατα λαμβάνοντα δὲ τοῦτον τὴν Πρένετον ἐφθακὼς ξυμμίγνυσί τε αὐτῷ καὶ ἐκθύμως τὴν μάχην ἀναρρήγνυσιν. Ὁ δὲ Τατίκιος θᾶττον τὰς δυνάμεις εἰς πολέμου τύπον κατα στησάμενος τοῖς Κελτοῖς τὴν πρώτην κατὰ τῶν βαρβάρων ἱππασίαν καὶ τὴν τοῦ πολέμου συμβολὴν ἐπέτρεψεν. Οἱ δὲ δόρατα μακρὰ ἐναγκαλισάμενοι χαλάσαντες ὅλας ἡνίας ὡς πῦρ κατὰ τῶν βαρβάρων ἵενται καὶ διακόψαντες τὰς φάλαγγας τρέπουσι κατὰ κράτος. Κᾆθ΄ οὕτως διὰ τῆς Βιθυνῶν πρὸς τὴν βασιλεύουσαν ὁ Τατίκιος ἐπανέρχεται.

6.10.5 Ὁ μέντοι Ἀπελχασὴμ οὐδαμῶς ἠρεμεῖν ἤθελεν. Ἐπι θυμητικῶς γὰρ εἶχε τὰ σκῆπτρα τῆς Ρωμαίων ἀναδή σασθαι ἀρχῆς͵ εἰ δὲ μὴ τοῦτο͵ ἀλλά γε τῶν παρὰ θάλατταν πάντων καὶ αὐτῶν δὴ τῶν νήσων τὴν ἐξουσίαν ἐσχηκέναι. Τοιαῦτα γοῦν λογιζόμενος πρότερον μὲν λῃστρικὰς νῆας κατασκευάζειν διενοεῖτο τὴν Κίον καταλαβών (πόλις δὲ αὕτη Βιθυνῶν παρὰ θάλατταν διακειμένη)͵ καὶ προέβαινεν͵ ὡς ᾤετο͵ τὰ κατὰ σκοπὸν αὐτῷ ἀπαρτιζομένων τῶν νηῶν. Οὐδὲ τοῦτο τὸν αὐτοκράτορα διέλαθε. Καὶ παραχρῆμα τὰς παρατυχούσας διήρεις τε καὶ τριήρεις καὶ τὰ λοιπὰ τῶν ναυτικῶν ἐξοπλίσας Μανουὴλ τὸν Βουτουμίτην δοῦκα προβαλόμενος κατὰ τοῦ Ἀπελχασὴμ ἀπέστειλεν ἐπισκήψας σπεῦσαι τὰς ἡμιτελεῖς τοῦ Ἀπελχασὴμ νῆας ἐμπρῆσαι͵ ἐν ὁποίᾳ καταστάσει ταύτας εὑρήσει. Ἀλλὰ καὶ τὸν Τατί κιον μετὰ ἀποχρώσης δυνάμεως ἠπειρόθεν κατ΄ αὐτοῦ ἐκπέμπει.

6.10.6 Ἀμφοτέρων οὖν τῆς πόλεως ἐξεληλυθότων͵ ἐπεὶ τὸν Βουτουμίτην ὁ Ἀπελχασὴμ διαπόντιον μετὰ σφοδρᾶς τῆς ῥύμης ἤδη καταλαμβάνοντα ἐθεάσατο μεμα θήκοι δὲ καὶ περὶ τῶν ἐξ ἠπείρου ἐπικαταλαμβανόντων καὶ τὸν τόπον͵ ἐν ᾧ ἔτυχε͵ μὴ συμβαλλόμενον αὐτῷ λογί ζοιτο διὰ τὸ τραχὺ καὶ στενὸν καὶ τοῖς τοξόταις πάντη ἀκατάλληλον ὡς μὴ ἀποχρῶντα τούτοις πρὸς τὰς κατὰ τῶν Ρωμαίων ἱππασίας͵ ἀπάρας ἐκεῖθεν εἰς ἐπίκαιρον τόπον ἐβουλεύσατο τὰς δυνάμεις καταθεῖναι. Καταλαμβάνει τοίνυν τόπον παρὰ μὲν τῶν Ἁλυκὰς ὀνομαζόμενον͵ παρὰ δὲ τῶν Κυπαρίσσιον.

6.10.7 Ἐφθακὼς δὲ ὁ Βουτουμίτης διαπόντιος θᾶττον ἢ λόγος τὰς τοῦ Ἀπελχασὴμ νῆας ἐνέπρησε. Τῇ δὲ μετ΄ αὐτὴν ἐξ ἠπείρου ἐληλυθὼς καὶ ὁ Τατίκιος ἐν ἐπικαίροις τὸ στράτευμα κατέθετο τόποις καὶ ἀπὸ πρωΐας μέχρις ἑσπέρας οὐκ ἐνεδίδου πὴ μὲν ἀκροβολιζόμενος͵ πὴ δὲ μάχας συνάπτων μετὰ τοῦ Ἀπελχασὴμ ἐπὶ ὅλαις πεντεκαίδεκα ἡμέραις. Τοῦ δὲ Ἀπελχασὴμ μηδ΄ ὅλως ἐνδιδόντος͵ ἀλλ΄ ἰσχυρῶς ἀντι καθισταμένου ἐκκακήσαντες οἱ Λατῖνοι͵ κἂν μὴ τὴν ἐκ τοῦ τόπου εἶχον βοήθειαν͵ ὤχλουν ὅμως τὸν Τατίκιον ἵν΄ οὗτοι καὶ μόνοι τὴν μετὰ τῶν Τούρκων ἀναδέξωνται μάχην. Ὁ δέ͵ κἂν μὴ κατὰ γνώμην αὐτῷ τὸ πρᾶγμα ἐδόκει͵ ἀλλὰ καθ΄ ἑκάστην ὁρῶν δυνάμεις Τουρκικὰς προσχω ρούσας τῷ Ἀπελχασὴμ ὑπεῖξε τῇ βουλῇ τῶν Λατίνων. Καὶ περὶ ἀνατολὰς ἡλίου τὰς φάλαγγας καταστήσας τὸν μετὰ τοῦ Ἀπελχασὴμ συνῆψε πόλεμον. Πολλοὶ μὲν οὖν τῶν Τούρκων τηνικαῦτα κτείνονται͵ πλεῖστοι δὲ καὶ ἁλίσ κονται͵ οἱ δὲ πλείους τὰ νῶτα διδόασι μηδὲ τῶν οἰκείων σκευῶν φροντίδα ποιησάμενοι. Καὶ αὐτὸς ὁ Ἀπελχασὴμ κατευθὺ Νικαίας ἐλάσας μόγις διασῴζεται. Λείαν οὖν πολλὴν ἐντεῦθεν ἀναλαβόμενοι οἱ ὑπὸ τὸν Τατίκιον πρὸς τὴν οἰκείαν παλινοστοῦσι παρεμβολήν.

6.10.8 Ταῦτα μεμα θηκὼς ὁ αὐτοκράτωρ͵ ὁποῖος ἐκεῖνος δεινὸς θηρᾶσαι ψυχὴν ἀνθρώπου καὶ λιθίνην μαλάξαι φύσιν͵ γραφὴν τηνικαῦτα ἐκτίθεται πρὸς τὸν Ἀπελχασὴμ συμβουλεύων ἀποσχέσθαι μὲν τῶν τοιούτων κενῶν ἐπιχειρημάτων καὶ μὴ εἰς ἀέρα παίειν͵ ἀλλὰ προσεληλυθέναι τε αὐτῷ καὶ πολλῶν καμάτων ἑαυτὸν ἀπαλλάξαι δωρημάτων τε δαψιλῶν ἐπαπολαῦσαι καὶ τιμῆς. Ὁ δὲ Ἀπελχασήμ͵ ἐπεὶ τὸν Προσοὺχ ἐμάνθανε πολιορκοῦντα τὰ κατεχόμενα παρά τινων σατραπῶν κάστρα͵ ἤδη δὲ καὶ τῇ Νικαίᾳ προσπε λάζειν ἐφ΄ ᾧ πολιορκῆσαι ταύτην͵ τὴν ἀνάγκην φιλοτιμίαν͵ ὅ φασι͵ ποιησάμενος͵ ἅμα δὲ καὶ τῆς τοῦ βασιλέως γνώμης καταστοχασάμενος καὶ τεθαρρηκὼς τὴν μετ΄ αὐτοῦ εἰρήνην ἀσπάζεται. Τῶν δὲ ἀναμεταξὺ εἰρηνικῶν σπονδῶν τελεσθεισῶν μελετήσας καὶ ἕτερόν τι συνοῖσον ὁ αὐτοκράτωρ͵ ἐπεὶ οὐκ ἐνῆν ἄλλως ἀνυσθῆναι τὸ σκοπούμενον͵ μετα καλεῖται τοῦτον εἰς τὴν βασιλεύουσαν ἐφ΄ ᾧ καὶ χρήματα λαβεῖν καὶ τρυφῆς ἅλις ἐπαπολαῦσαι καὶ οὕτως οἴκαδε ἐπαναστρέψαι.

6.10.9 Πείθεται ὁ Ἀπελχασήμ͵ καὶ εἰσελθὼν εἰς τὴν βασιλεύουσαν παντοίας ἀξιοῦται φιλοφροσύνης. Ὡς δὲ τὴν Νικομήδους (πόλις δὲ αὕτη μητρόπολις Βιθυ νίας) κατεῖχον οἱ τῆς Νικαίας ἐξάρχοντες Τοῦρκοι͵ ἐκεῖθεν ὁ βασιλεὺς ἐξελάσαι τούτους βουλόμενος ἕτερον παρὰ θάλατταν οἰκοδομῆσαι πολίχνιον δεῖν ἔκρινεν͵ ἐν ὅσῳ τὰ τῆς ἀγάπης ἥδραστο. Τοιγαροῦν ἐν φορταγωγοῖς ναυσὶν ἅπαντα τὰ πρὸς κτίσιν χρειώδη σὺν αὐτοῖς οἰκο δόμοις ἐμβαλὼν ἐξαπέστειλε τὴν τούτου οἰκοδομὴν Εὐστα θίῳ τῷ τοῦ στόλου δρουγγαρίῳ ἀναθέμενος καὶ τὸ ἀπόρρητον ἐκκαλύψας͵ ἐπισκήψας͵ εἴ τινες τῶν Τούρκων διέρχοιντο͵ παντοίως φιλοφρονεῖσθαι καὶ ἐς κόρον διδόντος ἐπαπολαύειν τῶν χρειωδῶν προτιθέναι τὸ μετ΄ εἰδήσεως τοῦ Ἀπελχασὴμ τοῦτο οἰκοδομεῖν͵ εἶτα ἅπαν πλοῖον ἀπεῖρξαι τῶν τῆς Βιθυνίας παραλίων μερῶν͵ ὡς μὴ δῆλον αὐτῷ γενέσθαι τὸ γινόμενον.

6.10.10 Τῷ δὲ Ἀπελχασὴμ καθ΄ ἑκάστην χρήματα διδοὺς οὐκ ἐνεδίδου εἰς βαλανεῖά τε προτρεπόμενος καὶ ἱππηλασίας καὶ κυνηγέσια͵ πρὸς δὲ καὶ τὰς κατὰ τὰς λεωφόρους ἱσταμένας στήλας ἀνα θεωρεῖν· ἀλλὰ καὶ ἱππικὸν ἀγῶνα δι΄ αὐτὸν ἐνστήσασθαι τοῖς διφρηλάταις ἐκέλευσε κατὰ τὸ πάλαι τῷ μεγάλῳ Κωνσταντίνῳ οἰκοδομηθὲν θέατρον καὶ καθ΄ ἑκάστην ἐν τούτῳ παραγίνεσθαι καὶ τὰς τῶν ἵππων δοκιμασίας ὁρᾶν ἠρέθιζεν͵ ἵν΄ ἐντεῦθεν τριβομένου τοῦ καιροῦ ἐκεχειρία τοῖς οἰκοδόμοις δίδωται. Ὡς δὲ τὸ πολίχνιον ἤδη τετέ λεσται καὶ πέρας τὸ σκοπούμενον ἔσχηκε͵ πλείοσι δωρεαῖς τοῦτον ἀμειψάμενος τῷ σεβαστοῦ τε ἀξιώματι τιμήσας καὶ ἐπὶ πλέον τὰς συνθήκας ἐμπεδώσας διὰ τιμῆς αὐτὸν ἐξέπεμψε διαπόντιον.

6.10.11 Ἀγγελθείσης δὲ αὐτῷ τῆς τοῦ κάστρου οἰκοδομῆς͵ κἂν καὶ ἐπὶ τῇ τούτου ἀνεγέρσει κατετέτρωτο τὴν ψυχήν͵ ἀλλ΄ οὖν τὸν ἀγνοοῦντα ὑποκρι θεὶς τὸ παράπαν ἐσίγησε. Τοιοῦτόν τι καὶ περὶ Ἀλκιβιά δους ἱστόρηται. Οὕτω γὰρ κἀκεῖνος Λακεδαιμονίους ἐξη πατήκει μὴ συγχωροῦντας ἀνοικοδομηθῆναι Ἀθήνας καθαιρεθείσας ὑπὸ Περσῶν. Παραγγείλας γὰρ ἀνοικοδομεῖν Ἀθηναίους ἐκεῖνος ἀπῴχετο πρεσβεύσων εἰς Λακεδαίμονα. Εἶτα τῆς πρεσβείας τὸν χρόνον τρίβοντος καὶ διδόντος τὸ ἐνδόσιμον τοῖς οἰκοδομοῦσι μετὰ τὴν ἐξαπάτην ὅλην ἤκουσαν Λακεδαιμόνιοι τὴν οἰκοδομὴν Ἀθηνῶν. Καὶ μέμνηται τῆς καλῆς ἀπάτης ταυτησὶ καὶ ὁ Παιανιεὺς ἐνιαχοῦ τῶν λόγων αὐτοῦ. Τοιοῦτον ἄρα καὶ τοὐμοῦ πατρὸς τὸ ἐπινόημα ἦν͵ μᾶλλον δὲ καὶ Ἀλκιβιάδους στρα τηγικώτερον. Ἱπποδρομίαις γὰρ καὶ τρυφαῖς ἄλλαις τὸν βάρβαρον τοῦτον ὑποσαίνων καὶ εἰς ἡμέραν ἐξ ἡμέρας παραπεμπόμενος ἔφθασεν ἀπαρτίσας τὸ φρούριον καὶ τηνικαῦτα τοῦ σύμπαντος τελεσθέντος ἔργου τὸν ἄνδρα τῆς βασιλίδος ἀπέλυσε πόλεως.

6.11.1 Ὁ δὲ Προσοὺχ δεινὸς μετὰ δυνάμεως͵ ὡς ἠλπίζετο͵ καταλαβὼν ἐπολιόρκει τὴν Νίκαιαν͵ καθὼς ὁ τῷ Τατικίῳ νυκτὸς προσεληλυθὼς τότε ἔλεγε͵ καὶ ἐπὶ τρισὶ μησὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. Ἐν στενῷ δὲ κομιδῇ τὰ κατ΄ αὐτοὺς οἱ ἐντὸς καὶ αὐτὸς δὴ ὁ Ἀπελχασὴμ ἑωρακό τες καὶ μὴ ἐπὶ πλέον ἀντέχειν πρὸς τὸν Προσοὺχ δυνά μενοι διαπεμψάμενοι πρὸς τὸν βασιλέα ᾐτοῦντο τῆς ἐξ αὐτοῦ βοηθείας τυχεῖν κρεῖττον λέγοντες ἡγεῖσθαι δούλους αὐτοῦ ὀνομάζεσθαι ἢ τῷ Προσοὺχ δοῦναι χεῖρας. Ὁ δὲ παραχρῆμα τοὺς τῶν παρατυχόντων ἐκκρίτους διελὼν σημαίας τε καὶ σκῆπτρα ἀργυρόηλα ἐπιδοὺς εἰς ἀρωγὴν τούτους ἐκπέμπει.

6.11.2 Οὐ γὰρ ἄντικρυς βοηθῶν τῷ Ἀπελ χασὴμ στρατιὰν ἔπεμπεν͵ ἀλλὰ τὰ τῆς βοηθείας ἐντεῦθεν κατὰ τὸν νοῦν τοῦ αὐτοκράτορος εἰς κατάλυσιν τοῦ Ἀπελ χασὴμ περιΐστατο. Δύο γὰρ πρὸς ἀλλήλους μαχομένων ἐχθρῶν τῆς τῶν Ρωμαίων ἡγεμονίας ἔδει τῷ ἀσθενεστέρῳ συνθέσθαι͵ οὐχ ἵν΄ ἐπικρατέστερος γένηται͵ ἀλλ΄ ἵνα τὸν μὲν ἀποκρούσηται͵ ἀφ΄ οὗ δὲ τὴν πόλιν ἐξέληται καὶ τὴν τέως μὴ οὖσαν ὑπὸ τὸν κύκλον αὐτοῦ ἰδίαν ποιήσηται͵ καὶ κατὰ μικρὸν ἐκ ταύτης ἑτέραν καὶ μάλα ἄλλην ἑλόμενος τὴν τῶν Ρωμαίων ἀρχὴν πλατυτέραν ποιήσηται εἰς στενὸν κομιδῆ καταστᾶσαν καὶ μᾶλλον͵ ἐξ ὅτου τὸ τῶν Τούρκων δόρυ ἐπικρατέστερον γέγονεν.

6.11.3 ῏Ην μὲν γὰρ ὅτε οἱ ὅροι τῆς τῶν Ρωμαίων ἡγεμονίας αἱ ἀμφότεραι στῆλαι ἦσαν ἀνατολὴν καὶ δύσιν περιορίζουσαι͵ ἐξ ἑσπέρας μὲν αἱ τοῦ Ἡρακλέους ὀνομαζόμεναι͵ ἐξ ἕω δὲ αἱ ἀγχοῦ που ἱστάμεναι τοῦ Ἰνδικοῦ πέρατος αἱ τοῦ Διονύσου. Κατὰ γὰρ πλάτος οὐκ ἔστιν εἰπεῖν ὅσον ἦν τῆς τῶν Ρωμαίων βασι λείας τὸ κράτος Αἴγυπτος καὶ Μερόη καὶ Τρωγλοδυτικὴ πᾶσα καὶ τὰ ἐγγύθεν τῆς διακεκαυμένης καὶ τὰ ἐξ ἑτέρου μέρους ἡ περιθρύλλητος Θούλη καὶ ὅσα ἔθνη βόσκει τὸ κλίμα τὸ Βόρειον͵ οἷς κατὰ κορυφὴν ὁ Βόρειος ἵσταται πόλος. Ἀλλ΄ ἐπ΄ ἐκείνῳ γε τοῦ καιροῦ ἐκ μὲν ἀνατολῆς ὁ γείτων Βόσπορος ὅριον τῶν Ρωμαϊκῶν σκήπτρων͵ ἐκ δὲ τῆς ἑσπέρας ἡ Ἀδριανοῦ καθίστατο πόλις. Ἀλλ΄ ὅ γε βασι λεὺς Ἀλέξιος ἀμφοτέραις ὥσπερ παίων χερσὶ τοὺς ἑκατέ ρωθεν ἐπιτιθεμένους βαρβάρους καὶ καθάπερ ἀπὸ κέντρου τῆς Βυζαντίδος περιορχούμενος ηὐρύνετο τὸν κύκλον τῆς βασιλείας καὶ ἐκ μὲν ἑσπέρας τὸν Ἀδρίαντος πόντον ἔθετο ὅριον͵ ἐκ δὲ τῆς ἀνατολῆς Εὐφράτην καὶ Τίγρητα. Καὶ ἂν εἰς τὴν προτέραν εὐδαιμονίαν τὴν βασιλείαν ἀνενεώσατο͵ εἰ μή γε οἱ ἐπάλληλοι ἀγῶνες καὶ οἱ πυκνοὶ πόνοι καὶ κίν δυνοι (ἦν γὰρ καὶ ἀμφότερα ὁ αὐτοκράτωρ μεγαλοκίνδυνός τε καὶ πυκνοκίνδυνος) τοῦτον ἀπέστησαν τοῦ ὁρμήματος.

6.11.4 Ἀλλ΄ ὅπερ ἐξ ἀρχῆς ἔλεγον͵ ὅτι στρατιὰν ἀποστέλλων τῷ τῆς Νικαίας τυράννῳ Ἀπελχασὴμ γνώμης εἶχεν οὐχ ἵν΄ ἐκεῖνον ἐξέληται τοῦ κινδύνου͵ ἀλλ΄ ὅπως ἂν ἑαυτῷ τὴν νίκην περιποιήσηται· οὐ μὴν ἡ τύχη τούτῳ συνέπνευσεν. Ἔσχε γὰρ οὕτως τὰ κατ΄ αὐτούς. Οἱ γὰρ ἀποσταλέντες τὸ τοῦ κυρίου Γεωργίου ὀνομαζόμενον κατέλαβον πολίχνιον· οἱ δὲ Τοῦρκοι παραχρῆμα τὰς πύλας αὐτοῖς ἀνεπέτασαν. Οἱ δὲ ἄνωθεν τῆς ἀνατολικῆς πόρτης περὶ τὰ κρήδεμνα τοῦ τείχους ἀνελθόντες τὰς σημαίας καὶ τὰ σκῆπτρα ἰλα δὸν κατέστησαν ἀλαλάζοντες ἅμα καὶ τὸ ἐνυάλιον συνεχῶς ἐνηχοῦντες. Ὑφ΄ ὧν οἱ μὲν ἔξωθεν ἐκδειματωθέντες διὰ νυκτὸς ἐκεῖθεν ᾤχοντο αὐτὸν ἐληλυθέναι τὸν αὐτοκράτορα νομίσαντες· αἱ δὲ ῥωμαϊκαὶ δυνάμεις αὖθις πρὸς τὴν βασιλεύουσαν ὑπέστρεψαν. Οὐ γὰρ ἦσαν ἀξιόμαχον πλῆθος πρὸς ἔφοδον Περσικὴν ἐλπιζομένην ἐκ τοῦ βάθους τῆς Τουρκικῆς ἐξουσίας αὖθις ἐλεύσεσθαι.

6.12.1 Τὴν δὲ τοῦ Σιαοὺς ὑποστροφὴν ὁ σουλτὰν ἀπεκ δεχόμενος͵ ἐπεὶ ἑώρα τοῦτον ἐμβραδύνοντα͵ μεμαθήκοι δὲ καὶ τὰ κατ΄ αὐτόν͵ ὡς τὸν Χαρατικῆν μετὰ τρόπου τῆς Σινώπης ἀπήλασεν͵ ὡς τετυχήκει τοῦ θείου βαπτίσματος καὶ κατὰ τὴν ἑσπέραν παρὰ τοῦ αὐτοκράτορος ἀπεστάλη τὴν δουκικὴν ἐξουσίαν Ἀγχιάλου περιζωσάμενος͵ ἠνιᾶτο καὶ ἤσχαλλε. Δεῖν οὖν ἐλογίσατο τὸν Πουζάνον αὖθις μετὰ δυνάμεων κατὰ τοῦ Ἀπελχασὴμ ἀποστεῖλαι͵ ἅμα δὲ καὶ πρὸς τὸν αὐτοκράτορα γραφὴν περὶ τοῦ αὐτοῦ κήδους διαλαμβάνουσαν αὐτῷ ἐγχειρίσαι. Εἶχε δὲ τὰ γράμματα οὕτως· Ἠκηκόειν͵ ὦ βασιλεῦ͵ τὰ κατὰ σὲ καὶ ὅπως τὴν τῆς βασιλείας ἀναδησάμενος ἀρχὴν ἐκ προοιμίου πολλοῖς ἀγῶσιν ἐμπέπτωκας καὶ ὡς ἄρτι τὰ κατὰ τοὺς Λατίνους κατευνάσαντος οἱ Σκύθαι κατὰ σοῦ ἑτοιμάζονται καὶ αὐτὸς ὁ Ἀμὴρ Ἀπελχασὴμ τὰς μετὰ σοῦ τοῦ Σολυμᾶ σπονδὰς καταλύσας μέχρις αὐτῆς Δαμάλεως τὴν Ἀσίαν λῄζεται. Εἰ γοῦν βούλει καὶ τὸν Ἀπελχασὴμ τῶν αὐτόθι μερῶν ἀπελαθῆναι καὶ τὴν Ἀσίαν καὶ αὐτὴν δὴ τὴν Ἀντιόχειαν ὑπὸ τὴν σὴν γενέσθαι χεῖρα͵ ἀπόστειλόν μοι τὴν σὴν θυγατέρα εἰς νύμφην ἐμὴν τῷ πρωτοτόκῳ τῶν ἐμῶν υἱῶν. Καὶ τοῦ λοιποῦ οὐδέν σοι σκῶλον ἔσεται͵ ἀλλὰ πάντα ῥᾳδίως ἐξέσται σοι ἀνύειν ἐμοῦ σοι ἐπαρήγοντος οὐ κατὰ τὴν ἕω μόνον͵ ἀλλὰ καὶ μέχρις Ἰλλυρικοῦ καὶ τῆς ἑσπέρας ἁπάσης· διὰ δυνάμεων ἀποστελλομένων σοι παρ΄ ἡμῶν καὶ ὁ ἀντικαθιστάμενός σοι τοῦ λοιποῦ οὐκ ἔσεται.

6.12.2 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν τῶν Περσῶν σουλτάν· ὁ δὲ Πουζά νος μέχρι Νικαίας καταλαβὼν καὶ ἀπόπειραν ταύτης οὐχ ἅπαξ͵ ἀλλὰ καὶ πολλάκις ποιησάμενος καὶ διαμαρτὼν τοῦ σκοποῦ τοῦ Ἀπελχασὴμ γενναίως ἀνταγωνιζομένου͵ ἐξαι τησαμένου καὶ ἀπὸ τοῦ βασιλέως βοήθειαν καὶ λαβόντος͵ πρὸς τὴν τῶν λοιπῶν πόλεών τε καὶ πολιχνίων κατάσχεσιν ὥρμησεν ἐκεῖθεν ὑποχωρήσας τὴν σκηνὴν κατὰ τὴν Λάμ πην πηξάμενος· ποταμὸς οὗτος περὶ Λοπάδιον. Μετὰ δὲ τὴν τούτου ὑποχώρησιν ἑνδεκατέσσαρσιν ἡμιόνοις χρυσίον ἐπισάξας ὁ Ἀπελχασὴμ ὁπόσον φέρειν ἠδύναντο ἀπέρχε ται πρὸς τὸν Περσῶν σουλτὰν δῶρον αὐτῷ κομίζων ἐφ΄ ᾧ μὴ παραλυθῆναι τῆς ἀρχῆς. Καταλαμβάνει δὲ τοῦτον περὶ τὸ Σπαχᾶ αὐλιζόμενον.

6.12.3 Ὡς δὲ οὐδὲ θεάσασθαι τοῦτον ὁ σουλτὰν ἠξίου͵ μεσίταις ἐχρῆτο. Ὁ δὲ ὀχλούμενος ὑπ΄ αὐτῶν ἔφη· Ἐπεὶ καθάπαξ τὴν ἐξουσίαν τῷ Ἀμὴρ Που ζάνῳ ἀνεθέμην͵ οὐκέτι ταύτην ἐξ αὐτοῦ ἀφαιρήσεσθαι βούλομαι. Ἐπιδότω τοίνυν τὰ χρήματα ἀπελθὼν πρὸς αὐτὸν καὶ πᾶν ὃ βούλεται εἰπάτω. Καὶ τὸ δόξαν αὐτῷ καὶ ἐμὸν ἔσεται θέλημα. Ἐφ΄ ἱκανὸν οὖν ἐγκαρτερήσας ἐκεῖσε καὶ πολλὰ μογήσας καὶ μηδὲν ἠνυκὼς ἀπάρας ἐκεῖθεν ὡς πρὸς τὸν Πουζάνον ἀπερχόμενος συναντᾷ τοῖς ἐξ ἐκείνου κατ΄ αὐτοῦ ἀποσταλεῖσι διακοσίοις ἐκκρίτοις σατράπαις· οὐδὲ γὰρ ἡ ἐκείνου τῆς Νικαίας ἐξέλευσις τοῦτον διέλα θεν. Οἳ καὶ κατασχόντες αὐτὸν καὶ βρόχον ἐκ νευρᾶς ἐπικλώσαντες τῷ τραχήλῳ τούτου περιβαλόντες ἀπέπνι ξαν· τὸ δὲ ὅλον οὐ τοῦ Πουζάνου ἦν κατ΄ ἐμὸν λόγον͵ ἀλλὰ τοῦ σουλτὰν ἐκείνου τοιαῦτ΄ οἰκονομῆσαι κατὰ τοῦ Ἀπελ χασὴμ δηλώσαντος.

6.12.4 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Ἀπελχασήμ· ὁ δὲ βασιλεὺς τὰς τοῦ σουλτὰν ὑπαναγνοὺς γραφὰς οὐδ΄ εἰς νοῦν τὸ δηλούμενον βαλεῖν ἤθελε. Καὶ πῶς γάρ; Τὸ γὰρ βασιλικὸν θυγάτριον͵ ὅπερ τὸ γράμμα ἐζήτει κατεγγυηθῆναι τῷ πρωτοτόκῳ υἱῷ τοῦ βαρβάρου͵ ἦν ἄρα δυστυχές͵ ὡς ἔοικεν͵ εἰ ἀνεληλύθει εἰς Περσίδα βασιλείας μετεσχηκὸς ἁπάσης κακοδαιμονεστέρας πενίας. Ἀλλ΄ οὔτε ὁ Θεὸς τοῦτο ἐπέτρεπεν οὔτε ὁ βασιλεὺς εἶχε γνώμης οὕτω ταῦτα προβῆναι͵ οὐδ΄ ἂν εἰς στενὸν κατην τήκει αὐτῷ τὰ πράγματα. Εὐθὺς γὰρ καὶ κατὰ πρώτην ἀκοὴν τοῦ γράμματος τῆς τοῦ βαρβάρου κατεγέλασεν ὀρέ ξεως ὑποφθεγξάμενος ὅτι Ὁ δαίμων τοῦτο εἰς νοῦν αὐτοῦ ἀνεβίβασε. Περὶ μὲν τοῦ κήδους οὕτως ἔσχεν ὁ αὐτοκρά τωρ· ἐλπίσι δὲ κεναῖς τὸν τοῦ σουλτὰν λογισμὸν ἀπαιωρεῖν δεῖν λογισάμενος μεταπεμψάμενος τὸν Κουρτίκιον μεθ΄ ἑτέρων τριῶν ἀποστέλλει τούτους πρέσβεις καὶ γράμ ματα͵ δι΄ ὧν τὴν εἰρήνην ἐνέφαινεν ἀσπάζεσθαι καὶ πρὸς τὰ μηνυθέντα κατανεύειν͵ ἀπαιτῶν ἅμα καὶ αὐτὸς ἄλλα τινὰ χρόνου παράτασιν εἰσάγοντα. Οὔπω οἱ ἐκ τοῦ Βυζαντίου πεμφθέντες πρέσβεις τὸν Χορο σὰν κατέλαβον͵ καὶ τὴν τοῦ σουλτὰν μεμαθηκότες ἀναίρεσιν ὑπέστρεψαν.

6.12.5 Καὶ γὰρ ὁ αὐτάδελφος αὐτοῦ Τουτούσης μετὰ τὸ ἀνελεῖν τὸν Ἀμὴρ Σολυμᾶν καὶ τὸν ἴδιον γαμβρὸν ἐξ Ἀραβίας κατ΄ αὐτοῦ στρατεύσαντα τυφω θεὶς καὶ τὸν σουλτὰν μεμαθηκὼς εἰς εἰρηνικὰς σπονδὰς μετὰ τοῦ αὐτοκράτορος ἤδη ἐπείγεσθαι πρὸς τὸν τἀδελφοῦ φόνον ἀπέβλεψε. Δυοκαίδεκα τοίνυν Χασίους τῇ Περσίδι διαλέκτῳ καλουμένους φόνιον πνέοντας μετακαλεσάμενος ὡς πρέσβεις τάχα πρὸς τὸν σουλτὰν ἐξέπεμψε καὶ τὸν τρόπον αὐτοῖς ὑποθέμενος ἅμα τῆς τἀδελφοῦ σφαγῆς͵ Ἄπιτε φάμενος καὶ πρῶτα μὲν διακηρυκεύσατε ὡς ἀπόρρητά τινα μέλλειν τῷ σουλτὰν ἀπαγγεῖλαι͵ ἐπὰν δὲ παραχωρηθῆτε τῆς εἰσόδου͵ ὡς τάχα πρὸς οὖς αὐτῷ ὡμιληκέναι βούλεσθαι͵ πλησιάσαντες παραχρῆμα τὸν ἐμὸν διαμελίσατε ἀδελφόν.

6.12.6 Οἱ δὲ πρέσβεις ἢ μᾶλλον φονεῖς καθάπερ εἰς δεῖπνον ἢ εὐωχίαν πεμπόμενοι προ θυμότατα πρὸς τὴν τοῦ σουλτὰν σφαγὴν ἀπῄεσαν. Μεθύοντα τοίνυν τοῦτον καταλαβόντες͵ ἐπεὶ πᾶσα ἐκεχει ρία τούτοις ἐδίδοτο τῶν ἐμπεπιστευμένων τὴν τοῦ σουλ τὰν φυλακὴν πόρρωθεν ἑστηκότων͵ αὐτοὶ πλησιάσαντες τὰ ξίφη τῆς μάλης σπασάμενοι διαμελίζουσι παραχρῆμα τὸν ἄθλιον. Τοιοῦτον γὰρ τὸ τῶν Χασίων ἐστὶν αἵμασι χαῖρον καὶ τρυφὴν αὐτὸ τοῦτο λογιζόμενοι͵ εἰ μόνον διὰ σπλάγ χνων ἀνθρωπίνων τὸ ξίφος ἐλάσειαν. Τοῦ λοιποῦ δέ͵ κἄν τινες αὐτοὺς ἴσως ἐπ΄ αὐτῷ τούτῳ ἐπιθέμενοι καταχορδεύσειαν͵ καθάπερ τι κῦδος τὸν τοιοῦτον λογίζονται θάνα τον ὥσπερ τινὰ πάτριον κλῆρον τὰ φονικὰ ταῦτα ἔργα ἄλλος πρὸς ἄλλον διαδεχόμενοί τε καὶ παραπέμποντες. Ἐκείνων μὲν οὖν πρὸς τὸν Τουτούσην ὑπέστρεψεν οὐδεὶς ἀντίλυτρον οἷον τὰς ἰδίας ὑποσχόντων σφαγάς.

6.12.7 Ὁ μέντοι Πουζάνος ταῦτα μεμαθηκὼς σὺν ὅλαις δυνάμεσι πρὸς τὸν Χοροσὰν ἐπανέστρεψεν. Ἐπὰν δὲ τῷ Χοροσὰν προσπελάσειε͵ δέχεται τοῦτον ὁ τοῦ ἀναιρεθέντος ἀδελφὸς Τουτούσης. Καὶ εὐθὺς ἀγχεμάχου τῆς μάχης γενομένης͵ ἐπεὶ καρτερῶς ἄμφω τὰ στρατεύματα ἐμάχοντο καὶ θάτερον θατέρῳ τῆς νίκης οὐδαμῶς παρεχώρει͵ πίπτει καὶ ὁ Που ζάνος καιρίαν πληγεὶς γενναίως ἀγωνιζόμενος καὶ ὅλας συνταράσσων τὰς φάλαγγας. Ἕκαστος δὲ τῶν αὐτοῦ φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο ἄλλος ἄλλοσε σκεδασθέντες· Ὁ δὲ Τουτούσης νικητὴς πρὸς τὸν Χοροσὰν ἐπανέστρεφεν ὡς ἤδη τὴν τοῦ σουλτανικίου ἀξίαν περιζωσάμενος καὶ ταῦτα τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἔχων. Καὶ γὰρ συνην τηκὼς αὐτῷ ὁ τοῦ ἀναιρεθέντος Ταπάρη σουλτὰν υἱός͵ ὁ Παργιαρούχ͵ ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας κατὰ τὴν ποίησιν καὶ συμβαλὼν ὅλῃ χειρὶ καὶ γνώμῃ εἰς πολλὰ τὰς τοῦ Τουτούση δυνάμεις διέσπασε καὶ τρέψας ἀνὰ κράτος ἐδίωκεν. Ἀναιρεῖται δὲ καὶ αὐτὸς ὁ τὰ Ναυά του φυσῶν Τουτούσης.

6.12.8 Τοῦ δὲ Ἀπελχασὴμ μετὰ χρημάτων τότε πρὸς τὸν τοῦ Χοροσὰν σουλτὰν ἐξεληλυ θότος͵ ὡς ὁ λόγος φθάσας ἱστόρησεν͵ ὁ ἀδελφὸς αὐτοῦ Πουλχάσης τὴν Νίκαιαν καταλαβὼν κατέσχεν. Αἰσθόμε νος δὲ τούτου ὁ αὐτοκράτωρ δαψιλεῖς τὰς δωρεὰς ὑπισ χνεῖτο͵ εἰ ταύτης αὐτῷ παρακεχωρηκὼς ἐκεῖθεν ἐκσταίη. Ὁ δὲ Πουλχάσης ἤθελε μέν͵ ἀλλ΄ ἀνεβάλλετο αὖθις ἀπο βλέπων πρὸς τὸν Ἀπελχασὴμ καὶ λόγους ἐκ λόγων πρὸς τὸν αὐτοκράτορα διεπέμπετο ἀπαιωρῶν οἷον αὐτόν͵ τῇ δ΄ ἀληθείᾳ τὴν τοῦ ἀδελφοῦ ἀπεκδεχόμενος ἐπανέλευσιν. Ἐν τῷ μεταξὺ δὲ γίνεταί τι τοιοῦτον. Ὁ παρὰ τῶν Χασίων ἀναιρεθεὶς τοῦ Χοροσὰν σουλτὰν ἔφθασε κατασχεῖν τοὺς τοῦ μεγάλου Σολυμᾶ δύο υἱεῖς. Οὗτοι δὲ μετὰ τὴν ἐκείνου σφαγὴν ἀποδράσαντες τοῦ Χοροσὰν ὀξέως τὴν Νίκαιαν κατέλαβον. Τούτους οἱ ἐντὸς Νικαίας θεασάμενοι δημοκρα τοῦντες οἷον περιχαρῶς ἐδέξαντο͵ καὶ ὁ Πουλχάσης καθά περ τινὰ πατρῷον κλῆρον τὴν Νίκαιαν προθύμως αὐτοῖς παραδίδωσι. Προχειρίζεται δὲ σουλτὰν ὁ πρωτογενὴς τῶν δύο͵ Κλιτζιασθλὰν τὴν κλῆσιν. Ἐκεῖνος δὲ τὰς γυναῖκας καὶ τὰ τέκνα τῶν τηνικαῦτα ἐν Νικαίᾳ παρόντων μετα πεμψάμενος ἐν αὐτῇ καθίδρυσεν ἀποκαταστήσας τὴν πόλιν ταύτην σουλτάνων͵ ὡς ἄν τις εἴποι͵ κατοικητήριον. Οὕτω δὲ τὰ κατὰ τὴν Νίκαιαν οἰκονομήσας τὸν μὲν Πουλχάσην τῆς ἀρχῆς μεθίστησι͵ τῷ δὲ ἀρχισατράπῃ Μουχοῦμετ τὴν ἡγεμονίαν τῶν ἐν Νικαίᾳ ὄντων σατραπῶν ἀναθέμενος καὶ αὐτοῦ που καταλιπὼν κατὰ τῆς Μελιτηνῆς ἔξεισιν.

6.13.1 Ἀλλὰ τοιαῦτα μὲν τὰ περὶ τῶν σουλτάνων· ὁ δὲ Ἐλχάνης ἀρχισατράπης μετὰ τῶν ὑπ΄ αὐτὸν καταλαβὼν τὴν Ἀπολλωνιάδα καὶ Κύζικον (πόλεις δὲ αὗται καὶ ἄμφω παράλιοι) τὰ παρὰ θάλατταν ἐλῄζετο ἅπαντα. Τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ ἀπὸ τῶν παρατυχόντων ἀκατίων (οὐδέπω γὰρ στόλος ηὐτρέπιστο) ἱκανὰ παρασκευασάμενος καὶ ἑλεπόλεις ἐν αὐτοῖς μετὰ στρατιωτῶν γενναίων εἰσα γαγὼν τὸν Εὐφορβηνὸν Ἀλέξανδρον͵ ἄνδρα τῶν ἐπιφανῶν μὲν κατὰ γένος καὶ κατὰ ἀνδρείαν περίφημον͵ τὴν ἡγεμο νίαν τούτων αὐτῷ ἀναθέμενος κατὰ τοῦ Ἐλχάνη ἐξέ πεμψε. Καταλαβὼν δὲ τὴν Ἀπολλωνιάδα παραχρῆμα ἐπολιόρκει. Δι΄ ἓξ δὲ ἡμερῶν μηδ΄ ἐν νυξὶ τῆς τειχομαχίας ὅλως ἀφιστάμενος κατέσχε τὸν ἔξωθεν τοῦ κάστρου κύκλον͵ ὅνπερ ἐξώπολον ἡ συνήθεια νῦν καλεῖν εἴωθεν. Ὁ δὲ Ἐλχάνης καρτερῶς ἀντεποιεῖτο τῆς ἀκροπόλεως δυνάμεις ἐλπίζων ἔξωθεν.

6.13.2 Καὶ δὴ στρατιὰν βαρβαρικὴν ἀξιόμαχον ἐπικαταλαμβάνουσαν εἰς ἀρωγὴν τοῦ Ἐλχάνη ὡς ἐθεάσατο ὁ Ἀλέξανδρος͵ τοὺς δ΄ ὑπ΄ αὐτὸν μηδὲ τὸ πολλοστὸν τῆς ἐπικαταλαμβανούσης δυνάμεως σῴζοντας͵ βέλτιον ἔγνω͵ κἂν μὴ νικῴη͵ ἀλλά γε τοὺς ὑπ΄ αὐτὸν ἀσινεῖς διατηρῆσαι. Ἐν στενῷ δὲ κομιδῇ τὰ κατ΄ αὐτὸν ἐληλακότα συνορῶν καὶ ὅτι σωτηρίας τρόπος οὐχ ὑπολέλειπται͵ ὡς πρὸς τὴν θάλασσαν ἀπονενεύκει καὶ διὰ τοῦ ποταμοῦ εἰσελθὼν ἐν ταῖς ἰδίαις ναυσὶ πρὸς αὐτὴν διεπλῴζετο. Στοχασάμενος δὲ ὁ Ἐλχάνης τὸν τοῦ Ἀλεξάνδρου σκοπὸν προκαταλαβὼν τὸ τῆς λίμνης κατέσχε στόμιον καὶ τὴν ἐν τῷ ποταμῷ γέφυραν͵ ἐν ᾖ καὶ τέμενος πάλαι παρὰ τῆς ἁγίας ᾠκοδόμητο Ἑλένης ἐπ΄ ὀνόματι τοῦ μεγάλου Κων σταντίνου͵ ἐξ ὧν τὴν ἐπωνυμίαν ἡ γέφυρα μέχρι καὶ νῦν ἐκτήσατο. Τῷ γοῦν ἤδη ῥηθέντι στομίῳ καὶ αὐτῇ δὴ τῇ γεφύρᾳ ἄνδρας πολεμικωτάτους ἐπιστήσας ἐφ΄ ἑκάτερα παρήγγειλε τὴν τῶν πλοίων δίοδον ἐνεδρεύειν. Ὡς δὲ ἅπαντες ἐν τοῖς ἤδη ῥηθεῖσιν ἀγραρίοις εἰσελθόντες διὰ τοῦ στομίου τῆς λίμνης ταῖς πάγαις τοῦ Ἐλχάνη ἐμπεπτώκασι͵ θεασάμενοι τὸ καταλαβὸν αὐτοὺς δεινὸν καὶ μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν τῇ χέρσῳ τὰς νῆας ἐφορμίσαντες κἀκεῖθεν ἁλλόμενοι περὶ τὴν ἤπειρον ἐξεληλύ θεσαν. Καταλαβόντων δὲ αὐτοὺς τῶν Τούρκων μέγας ἀναρρήγνυται πόλεμος. Καὶ πολλοὶ μὲν τῶν λογάδων ἁλίσκονται͵ πολλοὶ δὲ καὶ ταῖς δίναις τοῦ ποταμοῦ ἐμπεπτωκότες παρεσύρησαν.

6.13.3 Ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς καὶ μὴ φέρων τὴν ἧτταν ἀξιόμαχον δύναμιν μετὰ τοῦ Ὤπου διὰ τῆς ἠπείρου κατ΄ αὐτῶν ἐξέπεμψεν. Ὃς καὶ τὴν Κύζικον καταλαβὼν ἐξ ἐπιδρομῆς ταύτην κατέσχε· διελὼν δὲ καὶ τῶν ἰδίων ταγμάτων ἄνδρας τειχεσιπλήτας καὶ φιλοκινδύνους ὡσεὶ τριακοσίους κατὰ τοῦ Ποιμανηνοῦ ἐξαπέστειλεν. Οἳ καὶ ἐξ ἐφόδου τοῦτο κατέσχον καὶ τοὺς μὲν τῶν ἐντὸς αὐτοῦ που κτείνουσι͵ τοὺς δὲ καὶ ζωγρίαν πρὸς τὸν Ὦπον πεπόμφασιν. Ὁ δὲ θᾶττον τούτους πρὸς τὸν βασιλέα ἐκπέπομφεν· αὐτὸς δὲ ἐκεῖθεν ἀπάρας τὴν Ἀπολλωνιάδα καταλαμβάνει͵ καὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου.

6.13.4 Ὁ δὲ Ἐλχάνης ἀποχρῶσαν ἀπάρτι πρὸς αὐτὸν μὴ ἔχων δύναμιν τὴν μὲν πόλιν ἐθελοντὴς παρα δίδωσιν͵ αὐτὸς δὲ μετὰ τῶν καθ΄ αἷμα προσηκόντων αὐτο μολεῖ πρὸς τὸν βασιλέα καὶ μυρίων μὲν ἐπαπολαύει δωρεῶν͵ τυγχάνει δὲ καὶ τοῦ μεγίστου͵ τοῦ ἁγίου φημὶ βαπτίσματος. Ὁπόσοι δὲ συνέψεσθαι τῷ Ὤπῳ οὐκ ἤθελον͵ ὅ τε Σκαλιάριος καὶ ὁ ἐν ὑστέροις ὑπερπερίλαμπρος τιμηθεὶς ... (ἀρχισατράπαι δὲ καὶ οὗτοι τῶν ἐπιφανῶν) μεμαθηκότες τὰς εἰς τὸν Ἐλχάνην φιλοφροσύνας καὶ δαψιλεῖς δωρεὰς τοῦ αὐτοκράτορος προσεληλυθότες καὶ αὐτοὶ τῶν ἱμειρομένων ἐπιτυγχάνουσιν. ῏Ην γὰρ ὁ βασι λεὺς οὗτος ἄντικρυς ἱερατικώτατος καὶ τὴν ἀρετὴν καὶ τὸν λόγον͵ ὡς εἰπεῖν͵ εὐσεβείας ἁπάσης ἀρχιερεύς. Διδασ καλικώτατός τε γὰρ ἦν τοῦ ἡμετέρου δόγματος καὶ ἀποστολικὸς τὴν προαίρεσιν καὶ τὸν λόγον καὶ εἴσω τῆς ἡμετέρας πίστεως ποιῆσαι βουλόμενος οὐ μόνον τοὺς νομάδας τουτουσὶ Σκύθας͵ ἀλλὰ καὶ τὴν Περσίδα πᾶσαν καὶ ὁπόσοι τὴν Αἴγυπτον καὶ τὴν Λιβύην νέμονται βάρβαροι καὶ ταῖς τοῦ Μωάμεθ τελεταῖς ὀργιάζουσιν.

6.14.1 Ἀλλὰ περὶ μὲν τούτων ἅλις· βουλομένη δὲ δεινοτέραν καὶ μείζονα τῆς προλαβούσης κατὰ τῆς τῶν Ρωμαίων ἀρχῆς ἔφοδον διηγήσασθαι εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον· ἄλλα γὰρ ἐπ΄ ἄλλοις διεκυμάνθησαν. Γένος τι Σκυθικὸν παρὰ τῶν Σαυροματῶν καθ΄ ἑκάστην σκυλευόμενοι ἀπάραντες τῶν οἴκοι κατῆλθον πρὸς τὸν Δάνουβιν. Ὡς δὲ πρὸς ἀνάγκης ἦν αὐτοῖς μετὰ τῶν κατὰ τὸν Δάνουβιν οἰκούντων σπείσασθαι͵ τούτου συνδόξαντος πᾶσιν εἰς ὁμιλίαν ἦλθον μετὰ τῶν ἐκκρίτων͵ τοῦ τε Τατοῦ τοῦ καὶ Χαλῆ ὀνομαζομένου καὶ τοῦ Σεσθλάβου καὶ τοῦ Σατζᾶ (χρὴ γὰρ καὶ τῆς ἐπωνυμίας μεμνῆσθαι τῶν κατ΄ αὐτοὺς ἀρίστων ἀνδρῶν͵ εἰ καὶ τὸ σῶμα τῆς ἱστορίας τούτοις καταμιαίνεται)͵ τοῦ μὲν τὴν Δρίστραν κατέχοντος͵ τῶν δὲ τὴν Βιτζίναν καὶ τἆλλα. Σπεισάμενοι γοῦν μετ΄ αὐτῶν ἀδεῶς τοῦ λοιποῦ διαπερῶντες τὸν Δάνουβιν ἐλῄζοντο τὴν παρακειμένην χώραν͵ ὡς καὶ πολίχνιά τινα κατασχεῖν. Κἀντεῦθεν ἐκεχειρίαν τινὰ σχόντες ἀροτριῶντες ἔσπερον κέγχρους τε καὶ πυρούς.

6.14.2 Ὁ δὲ Τραυλὸς ἐκεῖνος Μανιχαῖος μετὰ τῶν συνεφεπομένων αὐτῷ καὶ οἱ τὸ κατὰ τὴν ἀκρολοφίαν τῆς Βελιατόβης πολίχνιον κατασχόντες ὁμόφρονες͵ περὶ ὧν ὁ λόγος φθάσας πλα τύτερον ἐδίδαξε͵ τὰ κατὰ τοὺς Σκύθας μεμαθηκότες ὃ πάλαι ὤδινον εἰς φῶς ἐξήγαγον καὶ κατασχόντες τὰς τραχείας ὁδοὺς καὶ στενωποὺς μετεκαλοῦντο τοὺς Σκύθας͵ κἀντεῦθεν τὴν ἅπασαν Ρωμαίων ἐλῄζοντο χώραν. Γένος γὰρ οἱ Μανιχαῖοι φύσει μαχιμώτατον καὶ αἵμασιν ἀνθρώ πων λαφύσσειν καθαπερεὶ κύνες ἀεὶ ἱμειρόμενον.

6.14.3 Ταῦτα ὁ βασιλεὺς Ἀλέξιος μεμαθηκὼς παρακελεύεται τῷ δομεστίκῳ τῆς ἑσπέρας Πακουριανῷ γινώσκων αὐτὸν ἱκανώτατον οἰκονομῆσαι στράτευμα καὶ κατὰ φάλαγγα στῆναι καὶ παράταξιν διαμηχανήσασθαι ποικιλώτατα σὺν αὐτῷ τῷ Βρανᾷ (ἀνὴρ δὲ καὶ οὗτος μαχιμώματος) τὰς δυνάμεις ἀναλαβόμενον κατ΄ αὐτῶν ἀπελθεῖν. Καταλαβὼν δὲ τοὺς Σκύθας διελθόντας τοὺς στενωποὺς καὶ τῆς Βελιατόβης ἔνθεν τὸν χάρακα πηξαμένους͵ πλῆθος ἀναρί θμητον τούτους θεασάμενος͵ πρὸς τὸν μετ΄ αὐτῶν εὐθὺς ἀπενάρκησε πόλεμον βέλτιον νομίζων τὰς ἰδίας τὸ παρὸν ἀμαχητὶ διασῶσαι δυνάμεις ἢ τὸν μετὰ τῶν Σκυθῶν ἀναδησάμενον πόλεμον καὶ ἡττηθέντα πολλοὺς ἀπολω λεκέναι. Ἀλλὰ τῷ Βρανᾷ φιλοκινδυνοτάτῳ τε καὶ θρασεῖ ὄντι ταῦτ΄ οὐκ ἤρεσκεν. Ὁ δέ γε δομέστικος͵ ἵνα μὴ δειλίας ὑποψία τις κατ΄ αὐτοῦ ἀναβαλλομένου τὸν πόλεμον δοθῇ͵ ἐνεδίδου ταῖς ὁρμαῖς τοῦ Βρανᾶ καὶ θωρήξασθαί τε ἅπασι κελεύσας καὶ πολέμου σχῆμα διατυπώσας κατὰ τῶν Σκυθῶν ἐχώρησε τὸ μεσαίτατον αὐτὸς διέπων τῆς φάλαγ γος. Ἐπεὶ δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους τῶν ἀντι τεταγμένων τὸ ῥωμαϊκὸν ἔσῳζε στράτευμα͵ ἐκ μόνης ὄψεως περιδεεῖς ἐγεγόνεισαν ἅπαντες. Προσβαλόντες δ΄ ὅμως τοῖς Σκύθαις ἀναιροῦνται μὲν πολλοὶ ἐν τῷ μάχεσθαι͵ πίπτει δὲ καιρίαν πληγεὶς ὁ Βρανᾶς. Ὁ δέ γε δομέστικος ἐκθύμως μαχόμενος καὶ σφοδρὰς τὰς κατὰ τῶν ἐναντίων ἱππασίας ποιούμενος φηγῷ προσκεκρουκὼς ἀφῄρηται παρα χρῆμα τὴν ψυχήν. Τὸ δὲ ἐπίλοιπον τοῦ στρατοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν.

6.14.4 Ταῦτ΄ οὖν μεμαθηκὼς ὁ αὐτο κράτωρ ἐπένθει μὲν τοὺς πεπτωκότας ἅπαντας ἰδίᾳ καὶ καθ΄ ἕκαστον καὶ ὁμοῦ· ἐπὶ δὲ τῷ τοῦ δομεστίκου θανάτῳ μάλα στενάζων κρουνοὺς ἠφίει δακρύων. Ἐφίλει γὰρ ἐξόχως τὸν ἄνδρα καὶ πρὸ τῆς ἀναρρήσεως. Οὐ μέντοι διὰ ταῦτα ἀναπέπτωκεν͵ ἀλλὰ μεταπεμψάμενος τὸν Τατίκιον μετὰ χρημάτων ἱκανῶν ἐκπέμπει πρὸς Ἀδριανούπολιν͵ ἐφ΄ ᾧ τοῖς μὲν στρατιώταις τοὺς ἐπετείους διδόναι μισθούς͵ συλλέγειν δὲ καὶ ἁπανταχόθεν δυνάμεις͵ ἵνα στράτευμα ἀξιόμαχον αὖθις συστήσηται. Τὸν δὲ Οὐμπερ τόπουλον εἰς Κύζικον φρουρὰν ἀξιόμαχον καταλιπόντα μετὰ μόνων τῶν Κελτῶν εἰς τὸν Τατίκιον γοργῶς ἐφθα κέναι παρεκελεύσατο. Οὗτος δὲ τοὺς Λατίνους καὶ τὸν Οὐμπερτόπουλον θεασάμενος καὶ τεθαρρηκώς͵ ἐπεὶ καὶ ἱκανὸν προεφθάκει συλλέξασθαι στράτευμα͵ κατευθὺ Σκυθῶν ἐχώρει παραχρῆμα.

6.14.5 Καταλαβὼν δὲ τὰ περὶ τὴν Φιλιππούπολιν παρὰ τῷ χείλει τοῦ κατὰ τὸν Βλίσνον ῥέοντος ποταμοῦ χάρακα πήγνυται. Ἐπὰν δὲ τοὺς Σκύθας ἐκ προνομῆς ἐπανερχομένους ἐθεάσατο λείαν πολλὴν καὶ δορυαλώτους συνεπαγομένους͵ μήπω σχεδὸν τὰς σκευὰς εἴσω τοῦ χάρακος καταθέμενος ἱκανοὺς ἀποτεμόμενος κατ΄ αὐτῶν ἐκπέμπει. Αὐτός τε ὁπλισάμενος καὶ πάντας θωρήξασθαι κελεύσας τὰς φάλαγγας καταστησάμενος τοῖς προπεμφθεῖσι παρείπετο στρατιώταις. Θεασάμενος δὲ τοὺς Σκύθας μετὰ τῶν λαφύρων καὶ τῶν δορυαλώτων τῷ ἐπιλοίπῳ στρατεύματι τῶν Σκυθῶν ἑνωθέντας κατὰ τὸν Εὔρου ὄχθον͵ διχῆ τὸ στράτευμα διελὼν καὶ τὸ ἐνυάλιον ἑκατέρωθεν ἠχῆσαι κελεύσας σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ προσβάλλει τοῖς βαρβάροις. Καὶ καρτερᾶς τῆς μάχης γενομένης πίπτουσι τῶν Σκυθῶν οἱ πλείονες͵ πολλοὶ δὲ καὶ διασπαρέντες ἐσώθησαν. Ὁ δὲ τὴν λείαν πᾶσαν ἀνα λαβόμενος νικητὴς τὴν Φιλιππούπολιν καταλαμβάνει.

6.14.6 Κεῖθι δὲ τὸ ὁπλιτικὸν ἅπαν καταθέμενος͵ ἐσκόπει ὅθεν χρὴ καὶ ὅπως τοῖς βαρβάροις αὖθις προσβαλεῖν. Ἀπειρο πληθεῖς δὲ τὰς αὐτῶν γινώσκων δυνάμεις σκοποὺς ἁπαν ταχόσε ἐξέπεμψεν͵ ἵν΄ ἐκεῖθεν ἔχοι τὰ κατὰ τοὺς Σκύθας συχνάκις μανθάνειν. Ἐπαναδεδραμηκότες δὲ οἱ σκοποὶ πλῆθος βαρβάρων ἔλεγον πολὺ περὶ τὴν Βελιάτοβαν ἐνδια τρίβειν καὶ τὰ πέριξ λῄζεσθαι. Καὶ ὁ Τατίκιος προσδό κιμον τὴν τῶν Σκυθῶν ἔλευσιν ἔχων καὶ πρὸς τοσούτους μὴ ἀποχρώσας ἔχων δυνάμεις τὸ παράπαν ἀλύων τοῖς λογισμοῖς ἐν ἀμηχανίᾳ καθειστήκει. Ἀλλ΄ ὅμως καὶ τὸ σιδήριον ἔθηγε καὶ πρὸς μάχας ἐθάρρυνε τὸ στράτευμα. Καταλαβὼν δέ τις τὴν τῶν βαρβάρων κατ΄ αὐτοῦ ἔλευσιν διε μήνυε καὶ φθάνειν ἤδη ἰσχυρίζετο.

6.14.7 Ὁ δὲ εὐθὺς ἐν τοῖς ὅπλοις ἦν καὶ ἅπαν τὸ στράτευμα ἐξοπλίσας τὸν Εὖρον παραχρῆμα διαπεράσας τὰς φάλαγγας ἰλαδὸν καταστήσας εἱστήκει πολέμου σχῆμα διατυπώσας· αὐτὸς δὲ τὸ μέσον εἶχε παρατάξεως. Καὶ οἱ βάρβαροι Σκυθικῶς παραταξά μενοι καὶ τὰς αὐτῶν δυνάμεις πρὸς μάχην καταστησά μενοι ἐῴκεσαν μὲν πόλεμον ἀναζητεῖν καὶ τοὺς ἀντιπάλους ἐρεθίζειν οἷον πρὸς μάχην. Ἐδεδίεσαν δὲ ὅμως καὶ ἄμφω τὰ στρατεύματα καὶ τὴν συμπλοκὴν ἀνεβάλλοντο͵ τὸ μὲν Ρωμαϊκὸν τὸ ὑπερπληθὲς τῶν Σκυθῶν ὑποπτῆσσον͵ τὸ δὲ Σκυθικὸν τεθωρακισμένους ἅπαντας ὁρῶν τάς τε σημαίας καὶ τὸ λαμπρὸν τῶν ἀμφίων καὶ τὴν ἐκεῖθεν ἀποπαλλομένην αἴγλην πρὸς τὴν ἀστρῴαν βολὴν ἀντιστίλ βουσαν. Μόνοι δὲ ἁπάντων οἱ τολμητίαι Λατῖνοι καὶ θρασεῖς τὴν μάχην προαρπάζειν ἤθελον θήγοντες ὀδόντας ὁμοῦ καὶ σιδήρια. Ἀνέστελλε δ΄ αὐτοὺς ὁ Τατίκιος· ἀνὴρ γὰρ οὗτος εὐσταθὴς καὶ τοῦ μέλλοντος ῥᾷστα καταστο χάσασθαι δυνατός. Ἱσταμένων οὖν ἀμφοτέρων τῶν στρα τευμάτων καὶ οἷον ἑτέρου τὴν ἐξ ἑτέρου κίνησιν ἀπεκ δεχομένου καὶ μηδ΄ οὑτινοσοῦν τῶν στρατιωτῶν κατὰ τὸ μεσαίχμιον ἐξ οὐδετέρου τῶν στρατευμάτων ἱππάσασθαι κατατολμῶντος͵ ἐπεὶ ἐν δυσμαῖς ἤδη ὁ ἥλιος ἦν͵ ἕκαστος τῶν στρατηγῶν ἐπὶ τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισι. Τούτου ἐπὶ δυσὶν ἡμέραις γεγονότος καὶ πρὸς μάχην εὐτρεπιζομένων τῶν δημαγωγῶν καὶ πολέμου σχῆμα καθ΄ ἑκάστην διατυπούντων͵ ἐπεὶ μηδεὶς τὴν πρὸς ἕτερον ἀπεθάρρησε μάχην͵ κατὰ τὸ τῆς τρίτης περίορθρον ἀναχωροῦσιν οἱ Σκύθαι. Αἰσθόμενος δὲ ὁ Τατίκιος τούτου παραχρῆμα κατόπιν αὐτῶν ἤλαυνεν· ἀλλὰ πεζός φασι παρὰ Λύδιον ἅρμα. Προφθάσαντες γὰρ οἱ Σκύθαι διῆλθον τὴν Σιδηρᾶν· τέμπη δ΄ οὕτως εἰσὶ κατονομαζόμενα· κἀκεῖσε δὲ τούτους μὴ καταλαβὼν ἀναλαβόμενος τὰς ὅλας δυνάμεις πρὸς Ἀδριανούπολιν ἐπαναζεύγνυσι. Καὶ τοὺς μὲν Κελτοὺς αὐτοῦ που καταλιπών͵ τῶν δὲ στρατιωτῶν οἴκοι πορευθῆναι ἕκαστον κελεύσας μετά τινος μερίδος τῆς στρατιᾶς αὐτὸς ἐπαναζεύγνυσι πρὸς τὴν βασιλεύουσαν.


BIBLIOGRAFIE:


Sursa: http://foss.math.aegean.gr/~alex/Byz/Alexiad