Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (23)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (14)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (42)
   Recenzii (5)
   Repertorii arheologice (3)
   Surse contemporane (2)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (361)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Άννα Κομνηνή - Αλεχιασ (Ζ')

7.1.1 Ἔαρος δὲ ἐπιφανέντος διελθὼν ὁ Τζελγοὺ τὰ ὑπερ κείμενα τοῦ Δανούβεως τέμπη (ἡγεμὼν δὲ οὗτος ὑπερέ χων τοῦ Σκυθικοῦ στρατεύματος) σύμμικτον ἐπαγόμενος στράτευμα ὡσεὶ χιλιάδας ὀγδοήκοντα ἔκ τε Σαυροματῶν καὶ Σκυθῶν καὶ ἀπὸ τοῦ Δακικοῦ στρατεύματος οὐκ ὀλί γους͵ ὧν ὁ οὕτω καλούμενος Σολομὼν δημαγωγὸς ἦν͵ τὰς κατὰ τὴν Χαριούπολιν παρακειμένας πόλεις ἐλῄζετο. Καὶ εἰς αὐτὴν δὲ φθάσας τὴν Χαριούπολιν καὶ λείαν πολλὴν ἀναλαβόμενος κατέλαβε τόπον τινὰ Σκοτεινὸν καλούμενον. Μεμαθηκὼς τοῦτο ὁ Μαυροκατακαλὼν Νικόλαος καὶ ὁ Βεμπετζιώτης τὴν ἐπωνυμίαν ἀπὸ τῆς ἐνεγκαμένης λαχὼν μετὰ τῶν ὑπ΄ αὐτοὺς δυνάμεων καταλαμβάνουσι τὸ Πάμφυλον. Ὁρῶντες δὲ τοὺς περὶ τὰς κωμοπόλεις τῶν παρα κειμένων χωρῶν πρὸς τὰς πόλεις καὶ τὰ φρούρια συνελαυ νομένους διὰ πτοίαν πολλὴν ἀπάραντες τοῦ οὑτωσὶ καλουμένου Παμφύλου τόπου καταλαμβάνουσι τὸ τοῦ Κούλη πολίχνιον τὸ ἅπαν συνεπαγόμενοι στράτευμα. Ὄπισθεν δὲ τούτων ἐρχόμενοι καὶ τὸν οὑτωσὶ καλούμενον κοπὸν τοῦ ῥωμαϊκοῦ στρατεύματος (λέξις δὲ αὕτη συνήθης τοῖς στρατιώταις) εὑρόντες οἱ Σκύθαι παρείποντο ἰχνηλατοῦν τες οἷον τὸ ῥωμαϊκὸν στράτευμα.

7.1.2 Αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας τὰς ἰδίας ὁ Τζελγοὺ καθιστᾷ δυνάμεις καὶ τὸν κατὰ τοῦ Μαυροκατακαλὼν ἐβουλεύετο πόλεμον. Ἐκεῖ νος δὲ κατὰ τὸν ὑπερκείμενον τῆς πεδιάδος αὐχένα ἀνῆλθε μετά τινων λογάδων κατασκοπήσων τὰς βαρβαρι κὰς δυνάμεις. Ὁρῶν δὲ τὸ πλῆθος τῶν Σκυθῶν ἐσφάδᾳζε μὲν τὴν συμπλοκὴν τοῦ πολέμου͵ ἀνεβάλλετο δὲ τὴν ῥωμαϊκὴν στρατιὰν κατανοῶν μηδὲ τὸ πολλοστὸν σῴζου σαν τῆς τῶν βαρβάρων δυνάμεως. Ἐπανελθὼν δὲ μετὰ τῶν λογάδων τοῦ ὁπλιτικοῦ παντὸς καὶ αὐτοῦ τοῦ Ἰωαννάκη διεσκοπεῖτο͵ εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις. Τῶν δὲ πρὸς τοῦτο ἐποτρυνόντων͵ ἐπεὶ καὶ αὐτὸς πρὸς τοῦτο μᾶλλον κατάρροπος ἦν͵ τριχῆ διελὼν τὰς δυνάμεις καὶ τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας ξυμμίγνυται τοῖς βαρβάροις. Πολλοὶ μὲν οὖν τηνικαῦτα τρωθέντες πίπτουσι͵ κτείνονται δὲ οὐχ ἥττους· καὶ αὐτὸς ὁ Τζελγοὺ γενναίως μαχόμενος καὶ ὅλας συνταράσσων φάλαγγας καιρίαν πληγεὶς ἀφῄρηται τὴν ψυχήν. Οἱ πλείους δὲ ἐν τῷ φεύγειν πίπτοντες εἰς τὸν ἀναμεταξὺ τοῦ καλουμένου Σκοτεινοῦ καὶ τοῦ Κούλη ῥύακα ἀπεπνίγοντο ὑπ΄ ἀλλήλων συμπατούμενοι. Λαμπρὰν τοίνυν τὴν κατὰ τῶν Σκυθῶν νίκην ἀράμενοι οἱ τοῦ βασι λέως εἰσῆλθον εἰς τὴν μεγαλόπολιν. Δωρεὰς δὲ καὶ τιμὰς ἀπὸ τοῦ βασιλέως δεξάμενοι κατὰ τὸ ἀνάλογον ὑπέστρε ψαν μετὰ τοῦ τηνικαῦτα προχειρισθέντος μεγάλου δομεσ τίκου τῆς δύσεως Ἀδριανοῦ Κομνηνοῦ καὶ αὐταδέλφου τοῦ αὐτοκράτορος.

7.2.1 Οὕτως δὲ τῶν κατὰ Μακεδονίαν καὶ Φιλιππούπολιν μερῶν ἀπελαθέντες περὶ τὸν Ἴστρον αὖθις ἐπαναστρέψαν τες ηὐλίζοντο καὶ ὥσπερ ἰδίαν τὴν ἡμεδαπὴν ἀνέτως πάντη παροικοῦντες ἐλῄζοντο. Ταῦτα ὁ βασιλεὺς ἀκούων οὐκ ἠνείχετο τῶν ῥωμαϊκῶν ὁρίων εἴσω τοὺς Σκύθας παροικεῖν͵ ἅμα δὲ καὶ δεδιώς͵ μὴ διὰ τῶν στενωπῶν διελ θόντες αὖθις χείρονα τῶν προτέρων ἀπεργάσωνται. Ἔνθεν τοι καὶ παρεσκευασμένος καὶ καλῶς ἐξοπλίσας τὸ στρά τευμα καταλαμβάνει τὴν Ἀδριανούπολιν καὶ ἐκεῖθεν πρὸς τὸν Λαρδέαν ἄπεισιν ἐν μεταιχμίῳ τῆς Διαμπόλεως καὶ Γολόης διακείμενον. Κἀκεῖσε προχειρισάμενος ἡγεμόνα Γεώργιον τὸν Εὐφορβηνὸν κατὰ τῆς Δρίστρας διαπόντιον ἐξέπεμψεν.

7.2.2 Ὁ δὲ αὐτοκράτωρ ἐπὶ τεσσαράκοντα ἡμέ ραις αὐτοῦ που ἐγκαρτερῶν τὰς ἁπανταχόθεν δυνάμεις μετεπέμπετο. Ἱκανὸν δὲ συνειλοχὼς στράτευμα͵ ἐβουλεύετο εἰ χρὴ τὰς κλεισούρας διεληλυθότα τὴν μετὰ τῶν Σκυθῶν ἀναδέξασθαι μάχην͵ Οὐ χρή λέγων ἐκεχειρίαν ὅλως τοῖς Σκύθαις δίδοσθαι͵ εἰκότως τοῦτο περὶ τουτωνὶ τῶν βαρβάρων σκοπήσας. Οὐδὲ γὰρ ἀπό τινος καιροῦ τῶν τετ τάρων καταρξάμεναι αἱ τῶν Σκυθῶν προνομαὶ εἰς τὸν ἐφεξῆς κατέληγον͵ θέρους τυχὸν εἰς τὸν καιρὸν τῆς ὀπώ ρας ἢ καὶ χειμῶνος ἐν φθινοπώρῳ παυσάμεναι. Οὐδὲ κύκλος εἶς ἐνιαύσιος τουτὶ τὸ κακὸν περιέγραψεν͵ ἀλλ΄ ἐφ΄ ἱκανοῖς ἔτεσι τὰ Ρωμαίων ἐκυμαίνετο͵ κἂν ἐκ πολλῶν ὀλίγων τινῶν αὐτοὶ ἐπεμνήσθημεν. Οὐδὲ διπλοῖς ἐμερίσθη σαν λογισμοῖς· κἂν ὁ αὐτοκράτωρ πολλάκις διὰ παντοίων τούτους ἐφείλκετο͵ ἀλλ΄ οὐδέ τις λαθὼν πρὸς τὸν βασιλέα ἀπηυτομόλησεν͵ ἔτι ἀμετάθετον τέως τὴν γνώμην ἔχοντες.

7.2.3 Ὁ μὲν οὖν Νικηφόρος ὁ Βρυέννιος καὶ ὁ Μαυροκατα καλὼν Γρηγόριος͵ ὃν τιμῆς τεσσαράκοντα χιλιάδων ὁ βασι λεὺς παρὰ τῶν Σκυθῶν ἑαλωκότα ἐπρίατο͵ οὐδαμῶς τὸν μετὰ τῶν Σκυθῶν κατὰ τὸ Παρίστριον συνεχώρουν πόλε μον· ὁ δέ γε Παλαιολόγος Γεώργιος καὶ Νικόλαος ὁ Μαυ ροκατακαλὼν καὶ ὁπόσοι ἄλλοι νέοι καὶ ἀκμάζοντες τῷ τοῦ βασιλέως προσκείμενοι θελήματι ἐπέτρεπον τὰ τέμπη τοῦ Αἵμου διελθεῖν καὶ κατὰ τὸ Παρίστριον τὴν μετὰ τῶν Σκυ θῶν ἀναδέξασθαι μάχην. Σὺν οἷς καὶ οἱ δύο υἱεῖς Διογέ νους τοῦ αὐτοκράτορος͵ Νικηφόρος τε καὶ Λέων͵ οἳ μετὰ τὸ ἀνενεχθῆναι αὐτὸν εἰς τὴν τῆς βασιλείας περιωπὴν ἐν τῇ πορφύρᾳ ἐξ αὐτοῦ ἐτέχθησαν κἀντεῦθεν πορφυρογέν νητοι προσηγορεύθησαν.

7.2.4 Ἡ δὲ πορφύρα οἴκημά τί ἐστι κατὰ τὰ ἀνάκτορα ἐξ αὐτῆς τῆς βάσεως μέχρι τῆς τοῦ ὀρόφου κινήσεως διὰ τετραγώνου συμπληρούμενον σχή ματος͵ ἐκεῖθεν δὲ εἰς πυραμίδα ἀποτελευτῶν͵ ἀφορῶν μὲν ὡς πρὸς θάλατταν πρὸς τὸν λιμένα͵ οὗπερ οἱ πέτρινοι βόες καὶ οἱ λέοντες͵ διὰ μαρμάρων δὲ τό τε ἔδαφος κατέστρωτο καὶ οἱ τοῖχοι περιεστέλλοντο͵ οὐ τῶν τυχόντων οὐδὲ τῶν ἄλλων ὁπόσοι εὐποριστότεροι τῶν τιμιωτέρων λίθων εἰσίν͵ ἀλλ΄ ἐξ ὧν ἀπὸ Ρώμης οἱ ἀνέκαθεν βασιλεῖς ἐπεσύροντο. Ἔστι δὲ οὗτος ὁ λίθος τὸ ὅλον εἰπεῖν πορφυροῦς δι΄ ὅλου καὶ οἷον στίγματά τινα ψαμμοειδῆ λευκὰ αὐτῷ περιτρέ χουσιν. Ἐκ τουτωνὶ τῶν λίθων͵ οἶμαι͵ πορφύραν τὸ οἴκημα οἱ ἀνέκαθεν ὠνόμασαν.

7.2.5 Ἀλλ΄ ὅπερ ἔλεγον͵ ὡς οὖν ἡ σάλπιγξ μέγα ἠχήσασα ἅπαντας τὴν πρὸς τὸν Αἷμον ὁδὸν οἱονεὶ κατὰ τῶν Σκυθῶν προὐτρέπετο͵ ὁ Βρυέννιος πολλὰ κωλύων τὸν αὐτοκράτορα τοῦ ἐγχειρήματος͵ ὡς οὐκ ἔπει θεν͵ ἐπιφωνηματικῶς φησιν· Ἴσθι͵ ὦ βασιλεῦ͵ εἰ τὸν Αἷμον διέλθητε͵ τοὺς δρομικωτέρους τῶν ἵππων δοκιμά σεις. Ἐρωτήσαντος δέ τινος͵ τί ὁ λόγος οὑτοσὶ βούλεται͵ Ἐν τῷ φεύγειν φησὶν ἅπαντας. Οὗτος γὰρ ὁ ἀνήρ͵ εἰ καὶ τοὺς ὀφθαλμοὺς δι΄ ἀποστασίαν ἐξεκέκοπτο͵ ἀλλὰ τό γε εἰς στρατηγικωτάτην βουλὴν καὶ παράταξιν δεινό τατος τῶν πολλῶν καὶ ποικιλώτατος ἐγνωρίζετο. Ὅπως δὲ τῶν ὀμμάτων ὁ προμνημονευθεὶς Βρυέννιος ἀπεστέρητο δι΄ ἀποστασίαν ἢ ἐπανάστασιν κατὰ τοῦ αὐτοκράτορος Βοτανειάτου καὶ ὅτι παρὰ τοῦ Κομνηνοῦ Ἀλεξίου τότε μεγάλου δομεστίκου τυγχάνοντος τῶν δυτικῶν τε καὶ ἀνα τολικῶν στρατευμάτων κατασχεθεὶς τῷ Βορίλῳ παρεδόθη τὰς ὄψεις ἀβλαβεῖς ἔχων͵ τοὺς ἐθέλοντας λεπτομερέστε ρον μαθεῖν παραπέμπομεν εἰς τὸν μέγιστον Καίσαρα.

7.2.6 Ὁ γὰρ Καῖσαρ οὗτος τοῦ μὲν Ἀλεξίου ἤδη τὰ Ρωμαίων διέποντος σκῆπτρα γαμβρὸς ἐγεγόνει͵ τοῦ δὲ Βρυεννίου ἐκείνου ἀπόγονος. Ἀλλ΄ ἐνταυθοῖ γενομένη συγχέομαι τὴν ψυχὴν καὶ πάθους ἐμπίπλαμαι. Σοφὸς μὲν γὰρ τὴν γνώμην ἧν οὗτος ὁ ἀνὴρ καὶ τὸν λόγον σοφώτατος. Πάντα γὰρ καὶ ῥώμη καὶ τάχος καὶ κάλλος σώματος καὶ ἁπλῶς ἐς ταὐτὸ συνελθόντα ὅσα ψυχῆς καὶ σώματος ἀγαθά͵ τὸν ἄνδρα ἐκεῖνον ἐκόσμησεν. Ἕνα γὰρ αὐτὸν ἐν τοῖς ἅπασιν ἐξοχώτατον καὶ ἡ φύσις ἀνεβλάστησε καὶ ὁ Θεὸς ἐδημιούρ γησε. Καὶ οἷον τὸν Ἀχιλλέα ὕμνησεν Ὅμηρος ἐν τοῖς Ἀχαιοῖς͵ τοιοῦτον ἄν τις εἶπε τὸν ἐμὸν Καίσαρα ἐν τοῖς ὑπὸ τὸν ἥλιον ἅπασιν ἀναπεφηνότα. Οὗτος τοίνυν ὁ Καῖ σαρ καὶ τὰ στρατιωτικὰ γεγονὼς ἄριστος οὐκ ἀμελετήτως ἔσχε πρὸς λόγους͵ ἀλλὰ πᾶσαν βίβλον ἀναπτυξάμενος καὶ εἰς πᾶσαν ἐπιστήμην ἐγκεκυφὼς πολλὴν σοφίαν ἐκεῖθεν ἠρύσατο͵ ὅση τε ἡμετέρα καὶ ὅση ποτὲ ἡμετέρα. Ὕστερον δὲ καὶ πρὸς συγγραφὰς ἐξέδωκεν ἑαυτὸν καὶ δὴ καὶ σύγ γραμμα ἐξ ἐπιταγῆς τῆς ἐμῆς δεσπότιδος καὶ μητρός͵ τῆς βασιλίδος φημὶ Εἰρήνης͵ ἐσχεδίασεν ἄξιον λόγου καὶ ἀναγνώσεως ἱστορίαν συντεταχὼς τῶν πρὸ τοῦ ἀναδήσασ θαι τὰς τῆς βασιλείας ἡνίας πράξεων τοὐμοῦ πατρός. Ἐν ᾖ τὰ κατὰ τὸν Βρυέννιον ἀκριβέστερον ἐπεξέρχεται καὶ ὁμοῦ τάς τε τοῦ προγόνου συμφορὰς ὡς ἀληθῶς ἀφηγή σατο καὶ τὰς τοῦ πενθεροῦ ἀριστείας συνέγραψε καὶ οὐκ ἂν ἐψεύσατο καὶ περὶ ἀμφοῖν ὡς τοῦ μὲν ἀγχιστεύς͵ τῷ δὲ καθ΄ αἷμα προσήκων. Καὶ μεμνήμεθα τούτων κἀν τοῖς προτέροις λόγοις τῆσδε τῆς ἱστορίας.

7.2.7 Ἐπεὶ δὲ τὸν Εὐφορβηνὸν Γεώργιον μεθ΄ ἱκανῆς στρατιᾶς καὶ στόλου διὰ τοῦ Ἴστρου ἐρχόμενον κατ΄ αὐτῶν οἱ Σκύθαι ἐθεάσαντο (ὁ δὲ ποταμὸς οὗτος ῥεῖ μὲν ἄνωθεν ἀπὸ τῶν δυτικῶν ὀρῶν͵ ἐκδίδοται δὲ διὰ τῶν καταρρακτῶν καὶ μετὰ ταῦτα διὰ πέντε τινῶν στομάτων εἰς τὸν Πόντον τὸν Εὔξεινον͵ μέγας τε καὶ πολὺς διὰ πολλῆς πεδιάδος ἐρχόμενος καὶ ναυσίπορος ὤν͵ ὡς καὶ τῶν πλοίων τὰ μέγιστά τε καὶ φορτηγότατα τούτῳ τῷ ποταμῷ ἐπινήχεσθαι· οὐ μίαν δὲ προσηγορίαν λαμβάνει͵ ἀλλὰ τὰ ἀνωτέρω μὲν καὶ πρὸς τὰς πηγὰς Δάνουβις τούτῳ τὸ ὄνομα͵ τὰ κάτω δὲ καὶ πρὸς τὰς ἐκβολὰς Ἴστρος ἐπονομάζεται)͵ ἐπειδὴ τοίνυν διὰ τούτου τοῦ ποταμοῦ τὸν Εὐφορβηνὸν Γεώργιον ἡ τῶν Σκυθῶν μερὶς ἐθεάσατο͵ ἐξ ἠπείρου δὲ καὶ τὸν αὐτοκράτορα μετὰ στρα τεύματος πλείστου αὐτοὺς ἤδη καταλαμβάνοντα μεμαθή κεσαν͵ ὡς ἀμήχανον τὴν μεθ΄ ἑκατέρων μάχην εὑρίσκοντες τρόπον ἐπεζήτουν δι΄ οὗ γένοιτ΄ ἂν αὐτοῖς τὸ ὀξὺ τοῦ κινδύνου διεκφυγεῖν. Πέμπουσι τοίνυν πρέσβεις ἑκατὸν πρὸς τοῖς πεντήκοντα Σκύθας ἐπερωτῶντας τάχα τὰ περὶ εἰρήνης͵ ἅμα δὲ καὶ ἀπειλήν τινα μεταξὺ τῶν λόγων παρε νείροντας͵ ἔστιν οὗ καὶ ὑπισχνουμένους͵ εἰ ταῖς τούτων αἰτήσεσι κατανεῦσαι θελήσειε͵ μεθ΄ ἱππέων χιλιάδων τριά κοντα συμμαχεῖν τῷ αὐτοκράτορι͵ ὁπηνίκα βούλοιτο.

7.2.8 Ὁ δὲ αὐτοκράτωρ τὴν ἀπάτην διαγνοὺς τῶν Σκυθῶν καὶ ὅτι τὸν ὑπόγυον κίνδυνον φεύγοντες τοιαῦτα διαπρεσβεύον ται͵ καὶ εἰ ἀδείας ὅλως τύχοιεν͵ τὸν ὑποκρυπτόμενον τῆς αὐτῶν κακίας σπινθῆρα εἰς πυρσὸν ἀνάψουσι μέγαν͵ τὴν πρεσβείαν οὐκ ἐδέχετο. Τούτων δὲ τῶν λόγων συνειρο μένων Νικόλαός τις τῶν ὑπογραμματευόντων τῷ αὐτοκρά τορι προσελθὼν πρὸς τὸ οὖς καὶ ὑποψιθυρίσας φησί· Κατὰ ταυτηνὶ τὴν ὥραν͵ βασιλεῦ͵ ἔκλειψιν τοῦ ἡλιακοῦ φωτὸς προσδόκει γενήσεσθαι. Τοῦ δὲ διαπιστοῦντος ἐκεῖνος ἐπώμνυτο μὴ διαψεύσασθαι. Ὁποῖος δὲ ὁ αὐτοκράτωρ γοργὸς περὶ τὰς ἐνθυμήσεις͵ ἐπιστραφείς φησι τοῖς Σκύθαις· Θεῷ τὴν κρίσιν ἀνατίθημι· καὶ εἰ μέν τι σημεῖον ἐξ οὐρα νοῦ κατὰ ταυτηνὶ τὴν ὥραν ἔκδηλον γένηται͵ εἴσεσθε πάν τως ὡς ἐγὼ μὲν ὕποπτον οὖσαν τὴν ὑμῶν πρεσβείαν εὐλό γως οὐ δέχομαι͵ ὅτι οὐκ ἐπ΄ ἀληθείας οἱ φαλαγγάρχαι ὑμῶν τὰ περὶ εἰρήνης διαπρεσβεύονται· εἰ δ΄ οὐ͵ διαμαρ τὼν αὐτὸς τοῦ στοχασμοῦ ἐλεγχθήσομαι. Δύο οὔπω παρῆλθον ὧραι καὶ τὸ ἡλιακὸν φῶς ἐπιλέλοιπεν͵ ὡς ἀφεγγῆ τὸν ὅλον δίσκον γενέσθαι ὑποδραμούσης αὐτὸν τῆς σελήνης.

7.2.9 Καὶ οἱ μὲν Σκύθαι τηνικαῦτα ἔκθαμβοι γεγόνασιν͵ ὁ δέ γε αὐτοκράτωρ παραδίδωσιν αὐτοὺς Λέοντι τῷ Νικερίτῃ (ἐκτομίας δὲ οὗτος καὶ τοῖς στρατιωτικοῖς νηπιόθεν ἐνδιατρίψας καὶ ἀναφανεὶς δοκιμώτατος) ἐπι σκήψας μεθ΄ ἱκανῶν διασῶσαι τούτους μέχρι τῆς βασιλίδος τῶν πόλεων. Ὁ δὲ μάλα προθύμως τῆς πρὸς τὴν Κωνσταν τίνου ἥψατο. Οἱ δὲ βάρβαροι διὰ παντὸς τῆς ἑαυτῶν φροντίζοντες ἐλευθερίας͵ ἐπὰν τὴν μικρὰν Νίκαιαν ἔφθα σαν͵ νυκτὸς ἀναιροῦσι τοὺς φύλακας ἀμελῶς περὶ τὴν αὐτῶν διατεθέντας φυλακὴν καὶ διά τινων σκολιωτέρων ἀτραπῶν ἐπαναστρέφουσι πρὸς τοὺς πέμψαντας. Ὁ δὲ Νικερίτης μετὰ τριῶν μόγις σωθεὶς καταλαμβάνει τὸν αὐτοκράτορα εἰς Γολόην.

7.3.1 Ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς καὶ πτοηθεὶς μὴ οἱ πρέσβεις τὸ ἅπαν Σκυθικὸν στράτευμα κατ΄ αὐτοῦ ἐρεθί σαντες ἐπεισπέσωσιν αὐτῷ͵ οὐκ ὀνείρου δεηθεὶς πρὸς μάχην αὐτὸν ἐποτρύνοντος καθάπερ ποτὲ τὸν Ἀτρέως Ἀγαμέμνονα͵ ἀλλ΄ ἀναζέσας πρὸς μάχην τὴν Σιδηρᾶν μετὰ τῶν ταγμάτων διελθὼν τὸν χάρακα περὶ Βιτζίναν ἐπήξατο· ποταμὸς δὲ οὗτος ἀπὸ τῶν παρακειμένων ὀρῶν ῥέων. Πολλοὶ δὲ τηνικαῦτα χορταγωγίας χάριν τοῦ χάρακος πορρωτέρω γενόμενοι ἀνῃρέθησαν͵ πολλοὶ δὲ καὶ κατεσχέ θησαν. Ὁ δὲ αὐτοκράτωρ κατὰ τὸ περίορθρον ταχὺ κατα λαμβάνει τὴν Πλίσκοβαν κἀκεῖθεν εἰς ἀκρολοφίαν τινὰ τοῦ Συμεῶνος καλουμένην ἄνεισιν͵ ἣ καὶ Βουλευτήριον τῶν Σκυθῶν ἐγχωρίως ὠνομάζετο. Τὰ αὐτὰ δὲ πάλιν τοῖς τῶν χρειωδῶν συγκομιδῆς χάριν τῆς παρεμβολῆς μακρὰν γενομένοις συνέβαινε.

7.3.2 Τῇ δὲ μετ΄ αὐτὴν παρά τινα ποταμὸν ἔρχεται ἀγχοῦ τῆς Δρίστρας ῥέοντα καὶ ὡσεὶ σταδίους εἴκοσι πρὸς τοῖς τέσσαρσιν ἀπέχοντα κἀκεῖσε τὰς σκευὰς καταθέμενος τὸν χάρακα πήγνυται. Ἐπεισ πεσόντες δὲ ἀθρόον οἱ Σκύθαι τῇ τοῦ βασιλέως σκηνῇ ἐξ ἑτέρου ἀνεῖλον μὲν τῶν ψιλῶν τοῦ στρατοῦ ἱκανούς͵ κατέσχον δὲ καί τινας τῶν ἐκθυμότερον ἀγωνισαμένων Μανιχαίων. Καὶ θόρυβος ἐπὶ τούτοις τοῦ στρατεύματος ἦρτο πολὺς καὶ σύγχυσις͵ ὡς καὶ τὴν βασιλικὴν κατα πεσεῖν σκηνὴν ἐξ αἰτίας τῶν ἀτάκτως θεόντων ἵππων͵ ὅπερ τοῖς μὴ εὔνως πρὸς τὸν αὐτοκράτορα διακειμένοις κακὸς οἰωνὸς ἔδοξεν. Ἀλλ΄ ὁ μὲν βασιλεὺς τοὺς ἐπεισπεσόντας βαρβάρους διά τινος στρατιᾶς ἐξελάσας πόρρω που τῆς σκηνῆς͵ ὅπως μὴ θορυβοῖεν͵ εὐθὺς ἐποχηθεὶς ἐκεῖθεν καὶ καταστείλας τὸν θόρυβον σὺν αὐταῖς δυνάμεσι μετ΄ εὐταξίας τὴν πορείαν ποιησάμενος καταλαμβάνει τὴν Δρίστραν (πόλις δὲ αὕτη τῶν περὶ τὸν Ἴστρον διακειμένων περιφανής) πολιορκήσων ταύτην δι΄ ἑλεπόλεων. Καὶ δῆτα ἔργου ἁψάμενος καὶ πανταχόθεν ταύτην πολιορκῶν καὶ καταρράξας μίαν τῶν ταύτης πλευρῶν εἰσῄει μετὰ παντὸς τοῦ στρατεύματος.

7.3.3 Αἱ δὲ δύο ἀκροπόλεις τῆς ῥηθείσης πόλεως ἔτι παρὰ τῶν συγγενῶν κατείχοντο τοῦ καλουμένου Τατοῦ ἐκείνου προφθάσαντος ἀπελθεῖν ἐφ΄ ᾧ ἐπενδύσασθαι Κομάνους καὶ ἐπαναστρέψαι εἰς ἀρωγὴν τῶν Σκυθῶν. Ὃς ἐν τῷ ἐκεῖθεν ὑποχωρεῖν συντασσόμενος τοῖς ἰδίοις ἔφη ὡς· Ἐγὼ μὲν ἀκριβῶς οἶδα τὸν βασιλέα τουτὶ τὸ κάστρον πολιορκῆσαι μέλλοντα. Ἐπὰν οὖν αὐτοὶ τοῦτον θεάσησθε τὴν πεδίαδα ταύτην καταλαβόντα͵ σπεύσατε ὑμεῖς προκαταλαβεῖν εἰς τὸν ὑπερκείμενον αὐχένα ἐπικαιρότατον ὄντα τῶν ἄλλων κἀκεῖσε τὸν χάρακα πήξασθαι͵ ὡς μὴ ἐκεχειρίαν ἔχειν τὸν αὐτοκράτορα πολιορκεῖν τὸ φρούριον͵ ἀλλὰ καὶ ὄπισθεν ὁμῶς ἔχειν τὸν νοῦν τὴν ἐξ ὑμῶν ὑφορώμενον βλάβην. Ὑμεῖς δὲ πανήμεροι καὶ παννύχιοι κατ΄ αὐτοῦ πέμποντες ἀμοι βαδὸν στρατιώτας μὴ ἐνδιδόατε. Ὁ δὲ αὐτοκράτωρ στοχασάμενος τοῦ δέοντος καταλιπὼν τὴν τῶν ἀκροπόλεων πολιορκίαν κἀκεῖθεν ἐξελθὼν περί τινα ῥύακα ἀγχοῦ τοῦ Ἴστρου διακείμενον τὸν χάρακα ἐπήξατο βουλευόμενος εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις.

7.3.4 Ὁ μὲν οὖν Παλαιο λόγος καὶ ὁ Μαυροκατακαλὼν Γρηγόριος τὸν μετὰ τῶν Πατζινάκων ἀνεβάλλοντο πόλεμον͵ ὁπλισαμένους δὲ συνε βούλευον τὴν μεγάλην Περισθλάβαν καταλαβεῖν. Οἱ γὰρ Σκύθαι οὕτω πορευομένους ἡμᾶς καθωπλισμένους μετ΄ εὐκοσμίας θεώμενοι οὐδαμῶς τὸν καθ΄ ἡμῶν ἀποθαρρήσουσι πόλεμον ἔλεγον. Εἰ δὲ καὶ οἱ ἱππεῖς ἄτερ τῶν ἁμαξῶν τοῦ πολέμου κατατολμήσειαν͵ εὖ ἴσθι͵ ἡττηθήσονται καὶ ἡμεῖς τοῦ λοιποῦ ὀχύρωμα ἐρυμνότατον τὴν μεγάλην ἕξομεν Περισθλάβαν. Πόλις δὲ αὕτη περιφανὴς περὶ τὸν Ἴστρον διακειμένη͵ ποτὲ μὲν οὐ τοὔνομα τοῦτο ἔχουσα τὸ βαρβαρικόν͵ ἀλλ΄ ἑλληνίζουσα περὶ τὴν προσηγορίαν͵ μεγάλη πόλις καὶ οὖσα καὶ λεγομένη. Ἀφ΄ οὗ δὲ Μόκρος ὁ τῶν Βουλγάρων βασιλεὺς καὶ οἱ ἐξ ἐκείνου γενόμενοι καὶ προσέτι γε Σαμουὴλ ὁ τελευταῖος τῆς Βουλγαρικῆς δυνα στείας͵ καθάπερ ὁ Σεδεκίας τῶν Ἰουδαίων͵ τῆς ἑσπέρας κατέδραμον͵ σύνθετον ἐκτήσατο τὴν προσηγορίαν ἀπό τε τῆς ἑλληνικῆς σημασίας μεγάλη ἐπονομαζομένη καὶ τὴν ἀπὸ τῶν Σθλαβογενῶν ἐπισυρομένη λέξιν͵ μεγάλη Περι σθλάβα πανταχόθεν τούτοις φημιζομένη.

7.3.5 Ταύτην τοίνυν κρησφύγετον ἔχοντες οἱ ἀμφὶ τὸν Μαυροκατα καλὼν ἔλεγον καὶ ὁσημέραι δι΄ ἀκροβολισμῶν τοῖς Σκύ θαις προσβάλλοντες οὐ παυσόμεθα ζημιοῦντες αὐτοὺς μηδ΄ ὅλως τούτους τῆς οἰκείας παρεμβολῆς χορταγωγίας χάριν ἢ τῆς τῶν χρειωδῶν συγκομιδῆς συγχωροῦντες ἐξεληλυθέναι. Τούτων οὖν τῶν λόγων τριβομένων ἀπο βάντες οἱ τοῦ Διογένους υἱοὶ τῶν σφετέρων ἵππων͵ οἷα νέοι καὶ τῆς τῶν μόθων κακότητος ἄγευστοι͵ ὅ τε Νικη φόρος καὶ ὁ Λέων͵ τοὺς χαλινοὺς ἀφελόμενοι πλήξαντές τε αὐτοὺς κατὰ τῶν κέγχρων ἐξήλασαν ἐπειπόντες Μὴ δέδιθι͵ βασιλεῦ· αὐτοὶ γὰρ τοὺς ἀκινάκεις σπασάμενοι διαμελίσομεν αὐτούς.

7.3.6 Ὁ δὲ βασιλεὺς φιλοκινδυ νότατος ὢν καὶ προαρπάζειν πεφυκὼς τὰς μάχας οὐδ΄ εἰς νοῦν ὅλως τῶν ἀπειργόντων αὐτὸν τοὺς λόγους ἐβάλετο͵ ἀλλὰ τὴν βασιλικὴν σκηνὴν καὶ τὰς σκευὰς ἁπάσας ἀνα θέμενος τῷ Κουτζομίτῃ Γεωργίῳ πρὸς τὸ Βέτρινον ἐξέπεμψε͵ τὸ δὲ στράτευμα ἐπέταξε μὴ λύχνον μηδὲ πῦρ ἀνάψαι τὸ παράπαν κατὰ τὴν ἑσπέραν ἐκείνην͵ ἀλλὰ τοὺς ἵππους κατέχοντας ἐγρηγορέναι μέχρις ἡλίου ἀνατολῆς. Αὐτὸς δὲ κατὰ τὸ περίορθρον ἔξεισι τῆς παρεμβολῆς καὶ τὰς δυνάμεις διελὼν καὶ τὰς φάλαγγας εἰς πολέμου καταστησάμενος σχῆμα παραθέων ἐθεᾶτο τὸ στράτευμα. Εἶτα τὴν μέσην τῆς παρατάξεως χώραν εἶχεν αὐτὸς συμπληρουμένην ἀπό τε τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτῷ συγγενῶν καὶ τἀδελφοῦ Ἀδριανοῦ τῶν Λατίνων τῷ τότε ἡγεμονεύοντος καὶ ἑτέρων γενναίων ἀνδρῶν. Τοῦ δέ γε ἀριστεροῦ κέρως κατῆρχε Νικηφόρος Καῖσαρ ὁ Μελισσηνὸς ὁ ἐπ΄ ἀδελφῇ γαμβρὸς αὐτοῦ. Κατὰ δὲ τὸ δεξιὸν ἡγεμόνες ἵσταντο ὅ τε Καστα μονίτης καὶ ὁ Τατίκιος· τῶν δὲ ἐθνικῶν ὅ τε Οὐζᾶς καὶ ὁ Καρατζᾶς οἱ Σαυρομάται. Ἓξ δὲ τὸν ἀριθμὸν διελόμενος τὴν αὐτοῦ φυλακὴν ἐπέτρεψε πρὸς αὐτόν τε ὁρᾶν παραγ γείλας καὶ μηδενὶ τὸ παράπαν προσεσχηκέναι ἑτέρῳ͵ τούς τε δύο υἱούς φημι Ρωμανοῦ τοῦ Διογένους καὶ Νικόλαον τὸν Μαυροκατακαλὼν πολλὴν ἐκ μακροῦ πεῖραν τῶν πολέ μων ἐσχηκότα καὶ τὸν Ἰωαννάκην καὶ τὸν ἄρχοντα Βαραγγίας Ναμπίτην καὶ Γουλήν τινα καλούμενον πατρῷον θεράποντα.

7.3.7 Ἀλλὰ καὶ οἱ Σκύθαι σχῆμα πολέμου δια τυπώσαντες ἐκ φυσικῆς ἐπιστήμης πολεμεῖν εἰδότες καὶ κατὰ φάλαγγα ἵστασθαι καὶ λόχους καθίσαντες καὶ τὰς τάξεις τοῖς τακτικοῖς δεσμήσαντες σφίγμασι καὶ κατα πυργώσαντες οἱονεὶ ταῖς ἁρμαμάξαις τὸ στράτευμα ἰλαδὸν κατὰ τοῦ αὐτοκράτορος ᾔεσαν καὶ ἠκροβολίζοντο πόρρωθεν. Ὁ δὲ αὐτοκράτωρ συναρμόσας ταῖς ἴλαις τὸ στρατόπεδον τῶν ὁπλιτῶν οὐδενὶ προπηδᾶν ἐνετέλλετο οὐδὲ τὸν συνασ πισμὸν λύειν͵ μέχρις ἂν ἀγχέμαχοι τοῖς Σκύθαις γένων ται· εἶτ΄ ἐπειδὰν τὸ μεσαίχμιον ἀποχρῶν πρὸς χαλινὸν ἕνα ἀμφοτέρων τῶν στρατευμάτων κατ΄ ἀλλήλων ἱεμένων θεάσοιντο͵ ὁμόσε κατὰ τῶν ἐναντίων χωρῆσαι.

7.3.8 Οὕτω τοίνυν τοῦ αὐτοκράτορος ἑτοιμαζομένου πόρρωθεν ἀνε φάνησαν οἱ Σκύθαι σὺν αὐταῖς ἁρμαμάξαις καὶ γυναιξὶ καὶ παισὶν ἐρχόμενοι. Συρραγέντος δὲ τοῦ πολέμου ἀπὸ πρωΐας μέχρι δείλης ἑσπέρας ἀνδροκτασία γέγονε πολλὴ ἐξ ἑκατέρων τῶν μερῶν πιπτόντων συχνῶν. Ὁπηνίκα καὶ Λέων ὁ τοῦ Διογένους υἱὸς σφοδρότερον κατὰ τῶν Σκυθῶν ἐξιππασάμενος καὶ πλέον τοῦ δέοντος πρὸς τὰς ἁμάξας παρασυρεὶς καιρίαν πληγεὶς πέπτωκεν. Ἀδριανὸς δὲ ὁ τοῦ κρατοῦντος ἀδελφός͵ ὁ καὶ τὴν τῶν Λατίνων ἡγεμο νίαν ἐμπεπιστευμένος τότε͵ τὴν τῶν Σκυθῶν ὁρμὴν ἀνύποιστον θεασάμενος ὅλους ῥυτῆρας ἐνδοὺς καὶ μέχρι τῶν ἁμαξῶν ἑαυτὸν ἐμβαλὼν ἔπειτα γενναίως ἀγωνισά μενος μετὰ ἑπτὰ καὶ μόνων ἐπανέστρεψε τῶν ἄλλων ἁπάντων παρὰ τῶν Σκυθῶν ἀποσφαγέντων͵ τῶν δὲ κατα σχεθέντων. Τῆς δὲ μάχης ἐπὶ τρυτάνης ἱσταμένης ἔτι ἐκθύμως ἄμφω τῶν στρατευμάτων μαχομένων͵ ἐπεὶ λοχαγοί τινες τῶν Σκυθῶν μετὰ τριάκοντα πρὸς ταῖς ἓξ χιλιάδων πόρρωθεν ἐρχόμενοι ἀνεφάνησαν͵ οὐκέτι στέγειν πρὸς τοσούτους οἱ Ρωμαῖοι ἔχοντες τὰ νῶτα τηνικαῦτα διδόασιν.

7.3.9 Ὁ μέντοι βασιλεὺς προβέβλητο τῆς οἰκείας δυνάμεως καὶ ξιφηφόρος εἱστήκει͵ τῇ ἑτέρᾳ δὲ τῶν χειρῶν τῆς τοῦ Λόγου μητρὸς τὸ ὠμόφορον σημαίαν κατέχων ἵστατο μεθ΄ ἱππέων γενναίων ἀνδρῶν εἴκοσι καταλειφθείς͵ Νικηφόρου φημὶ τοῦ υἱοῦ τοῦ Διογένους καὶ Μιχαὴλ τοῦ πρωτοστράτορος τοῦ Δούκα καὶ ἀδελφοῦ τῆς Αὐγούστης͵ συμπαρόντων καὶ πατρῴων θεραπόντων. Εἰσπηδήσαντες δέ τινες πεζοὶ Σκύθαι τρεῖς οἱ μὲν αἱροῦσιν αὐτὸν ἑκατέ ρωθεν τοῦ χαλινοῦ͵ ὁ δ΄ ἀπὸ τῆς κνήμης τῆς δεξιᾶς. Ὁ δὲ τοῦ ἑνὸς τὴν χεῖρα εὐθὺς ἀποτέμνει͵ ἕτερον δὲ τὸν ἀκινάκην ἀνατείνας καὶ ἐμβριμησάμενος ὀπισθόρμητον ἐποί ησε· τὸν δὲ τῆς κνήμης τοῦτον κατέχοντα πλήττει κατὰ τῆς κόρυθος. Τὴν δὲ φορὰν τοῦ ξίφους ἐλαφροτέραν ἐπήνεγκεν͵ οὐδ΄ ὅλῃ χειρὶ τὴν πληγὴν ἐποίει πτοούμενος μὴ δυεῖν θάτερον αὐτῷ συμβαίη τῆς σφοδροτέρας φορᾶς τῶν ξιφῶν ὡς ἐπίπαν διολισθαινούσης καὶ ἢ τὸν ἑαυτοῦ πόδα πλήξῃ ἢ τὸν ἵππον ἐν ᾧ ἐπωχεῖτο καὶ οὕτως ἁλώ σιμος τοῖς ἐχθροῖς γένηται. Διὰ τοῦτο καὶ δευτέραν αὐτῷ γοργῶς ἐπάγει πληγὴν μετὰ νουνεχείας τὰς τῆς χειρὸς κινήσεις ποιούμενος. Ἐν πάσαις γὰρ ταῖς πράξεσι καὶ τοῖς λόγοις καὶ τοῖς κινήμασι τὸν λόγον εἶχεν ἐπιστα τοῦντα͵ οὔθ΄ ὑπὸ θυμοῦ ἐκφερόμενος οὔτ΄ ἐπιθυμίαις ὑπο συρόμενος. Τῆς κόρυθος δὲ προαναδραμούσης τῇ προτέρᾳ πληγῇ τῇ τοῦ Σκύθου κεφαλῇ ψιλῇ τὸ ξίφος προσέπαισεν· ὁ δ΄ εὐθὺς ἄφωνος κατὰ γῆς ἔκειτο.

7.3.10 Τὴν οὖν ἄμετρον φυγὴν τῶν ταγμάτων θεασάμενος ὁ πρωτοστράτωρ (αἱ φάλαγγες γὰρ ἤδη διεσπάσθησαν φευγόντων ἀκρατῶς)͵ Ἵνα τί͵ φησι͵ βασιλεῦ͵ τοῦ λοιποῦ ἐνταῦθα ἐγκαρ τερεῖν πειρᾷ; Ἵνα τί τὴν ζωὴν προδίδως ἀφειδήσας παντάπασι τῆς ἑαυτοῦ σωτηρίας; Ὁ δὲ βέλτιον γεν ναίως μαχομένους ἀποθανεῖν ἔφη ἢ ἀγεννές τι πεποιη κότας σωθῆναι. Ὁ δὲ πρωτοστράτωρ· Εἰ μὲν τῶν κοινῶν εἶς τις ὢν ταῦτ΄ ἔλεγες͵ ἐπαίνου ἦς ἄξιος· εἰ δὲ ὁ σὸς θάνατος κοσμικὸν ἐπάγει τὸν κίνδυνον͵ ἵνα τί μὴ τὸ βέλ τιον αἱρῇ; Εἰ γὰρ σωθείης͵ καὶ αὖθις πολεμήσων νική σεις. Τὸν οὖν κίνδυνον ὑπὲρ κεφαλῆς ἤδη ἱστάμενον ὁρῶν ὁ αὐτοκράτωρ ἀναισχύντως τῶν Σκυθῶν αὐτῷ προσ βαλόντων καὶ τὰς σῳζούσας ἀπεγνωκὼς ἐλπίδας͵ Καιρὸς ἤδη τῆς ἑαυτῶν σὺν Θεῷ πεφροντικέναι σωτηρίας͵ εἶπε πλὴν ἀλλ΄ οὐ τὴν αὐτὴν τοῖς φεύγουσι πορεύεσθαι δεῖ͵ ὅπως μὴ οἱ τοὺς ἡμετέρους διώκοντες ἐν τῷ ἐπανέρ χεσθαι συναντῶσιν ἡμῖν͵ ἀλλὰ χρή͵ ὑποδείξας τῇ χειρὶ τοὺς κατὰ τὸ ἄκρον τῆς παρατάξεως ἱσταμένους Σκύθας͵ κατ΄ αὐτῶν ἐξιππάσασθαι ὡς σήμερον γεννηθέντας καὶ τεθνηξομένους. Καὶ οὕτως ὄπισθεν Θεοῦ ἐπαρήγοντος τῆς τῶν Σκυθῶν γεγονότες παρατάξεως ἐφ΄ ἑτέραν ἄτρα πον βαδιούμεθα. Ταῦτ΄ εἰπὼν καὶ τοὺς ἄλλους ἐποτρύνας πρῶτος αὐτὸς ὡς πῦρ κατὰ τῶν Σκυθῶν ἵεται καὶ τὸν συναντήσαντα παίει· ὁ δ΄ εὐθὺς ἐξεκυλίσθη τῆς ἕδρας. Καὶ οὕτω τοῦ Σκυθικοῦ συνασπισμοῦ διασχισθέντος μετὰ τῶν ἀμφ΄ αὐτὸν τὴν ὄπισθεν τῶν Σκυθῶν κατέλαβε χώραν.

7.3.11 Ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς· τὸν δὲ πρωτοστράτορα ὀλισθήσαντος αὐτῷ τοῦ ἵππου κατενεχθῆναι συμβέβηκεν· εἶς δέ τις τῶν αὐτοῦ θεραπόντων παραχρῆμα τὸν ἴδιον αὐτῷ δίδωσιν ἵππον. Ἐφθακὼς δὲ τὸν αὐτοκράτορα οὐκέτι αὐτοῦ χωρίζεται οὐδὲ βῆμα ποδὸς ἐξόχως τοῦτον ποθῶν. Συγχύσεως δὲ πολλῆς οὔσης τῶν μὲν φευγόντων͵ τῶν δὲ διωκόντων φθάνουσιν αὖθις ἕτεροι Σκύθαι τὸν βασιλέα. Καὶ ὃς παραχρῆμα ἐπιστραφεὶς πλήττει τὸν διώκοντα͵ οὐκ αὐτὸν δὲ μόνον͵ ἀλλὰ καὶ ἄλλους͵ ὡς οἱ τότε συμπα ρόντες διενίσταντο͵ ἀνεῖλεν. Εἷς δέ τις Σκύθης Νικηφό ρον τὸν Διογένην ἐξ ὀπισθίων φθάσας πλήττειν ἔμελλεν͵ ὃν ὁ αὐτοκράτωρ θεασάμενος πρὸς τὸν Διογένην ἐφώνει Ὅρα καὶ ὄπισθεν͵ Νικηφόρε. Ὁ δὲ γοργῶς ἐπιστραφεὶς πλήττει αὐτὸν κατὰ τῆς ὄψεως. Καὶ ὡς τοῦ βασιλέως ἐν ὑστέροις χρόνοις διηγουμένου ἠκηκόειμεν͵ οὐδέποτε τάχος τοιοῦτον ἢ περιδεξιότητα ἀνδρὸς ἐθεάσατο. Καὶ ὡς͵ Εἰ μή φησιν ἐγὼ τὴν σημαίαν κατεῖχον κατ΄ ἐκείνην τὴν ἡμέραν͵ ὑπὲρ τὰς ἰδίας τρίχας πλήξας ἂν Σκύθας ἀνεῖ λον οὐ περιαυτολογῶν. Τίς γὰρ τοσοῦτον εἰς ἔσχατον ταπεινότητος ἤλασεν; Ἀλλὰ γὰρ ὁ λόγος καὶ τῶν πραγ μάτων ἡ φύσις αὐτὸν ἠνάγκαζε καὶ τὰ κατ΄ αὐτὸν πρὸς ἡμᾶς κυκλόθεν τοὺς οἰκείους αὐτῷ ἐνίοτε ἐκλαλεῖν καὶ ταῦτα παρ΄ ἡμῶν πολλὰ βιαζόμενον· πρὸς δὲ τοὺς ἔξωθεν οὐδεὶς τῶν ἁπάντων ἤκουσεν ὑπέρκομπόν τι τὸν αὐτοκρά τορα διηγούμενον.

7.3.12 Ἀνέμου δὲ σφοδροῦ πνεύσαντος καὶ τῶν Πατζινάκων προσβαλλόντων οὐκέτι εὐτόνως εἶχε τὴν σημαίαν κατέχειν. Ἐπεὶ δέ τις Σκύθης μεταχειρι σάσμενος δόρυ μακρὸν δι΄ ἀμφοτέρων τῶν χειρῶν ἔπληξεν αὐτὸν κατὰ τοῦ γλουτοῦ͵ διέτρησε μὲν τὸν χρῶτα οὐδαμῶς͵ ὀδύνην δὲ ἐνεποίησεν ἀνήκεστον͵ ἥτις καὶ ἐπὶ πολλοῖς διέμεινεν αὐτῷ ἔτεσι. Διὰ τοῦτο ἐπὶ τοσοῦτον βιασθεὶς τὴν σημαίαν περιστείλας ἔν τινι τῶν χαμαιδρύων κατατί θησιν͵ ὡς μηκέτι ὁρᾶσθαι παρά του· αὐτὸς δὲ διὰ τῆς νυκτὸς διεσώθη εἰς Γολόην. Καὶ μεθ΄ ἡμέρας καταλαβὼν τὴν Βερόην διεκαρτέρει πρίασθαι τοὺς δορυαλώτους ἐθέλων.

7.4.1 Ὁ δὲ Παλαιολόγος ἐν τῷ φεύγειν τῶν ταγμάτων ἡττηθέντων κατὰ τὴν ἡμέραν ἐκείνην κατενεχθεὶς τοῦ ἵππου ἀπώλεσε τοῦτον. Ἐν ἀμηχανίᾳ δὲ ὢν καὶ τὸν κίνδυ νον ἱστάμενον ὑπὲρ κεφαλῆς ὁρῶν περιαθρήσας εἴ που γένοιτό οἱ τοῦτον θεάσασθαι͵ ὁρᾷ τὸν τῆς Χαλκηδόνος πρόεδρον Λέοντα͵ περὶ οὗ ἄνωθεν ἐμνήσθημεν͵ τὴν ἱερα τικὴν στολὴν ἠμφιεσμένον ἵππον ἐπιδιδόντα αὐτῷ͵ ἐν ᾧ ἐπιβὰς εἴχετο τῆς φυγῆς· τὸν δὲ ἱεροπρεπῆ ἐκεῖνον ἄνδρα οὐκέτι τεθέαται. ῏Ην δ΄ ἄρα οὗτος παρρησιαστικὸς τὴν ψυχὴν καὶ ἀληθῆ χαρακτῆρα ἐμφαίνων ἀρχιερέως͵ φρονή ματος μέντοι ἁπλουστέρου καὶ τὸν ζῆλον ἔστιν οὗ οὐ κατ΄ ἐπίγνωσιν ἐνδεικνύμενος καὶ οὐδὲ τῶν ἱερῶν κανόνων ἀκριβῆ γνῶσιν εἶχε. Διὸ καὶ ἅπερ ἄνωθεν εἴρηται συνε πεπτώκει αὐτῷ λυπηρὰ καὶ τοῦ θρόνου ἐξέπεσεν. Ἐξεί χετο δὲ τοῦ ἀνδρὸς ὁ Παλαιολόγος ἀεὶ καὶ διαφερόντως ἐτίμα διὰ τὸ περιὸν αὐτῷ τῆς ἀρετῆς. Εἴτε οὖν διὰ τὴν θερμοτάτην πίστιν τὴν εἰς τὸν ἄνδρα τοῦτον ὁ Παλαιολό γος θείας ἔτυχεν ἐπιφανείας͵ εἴτ΄ ἄλλο τι ἦν τῆς προνοίας ἀπόρρητον κατὰ τουτονὶ τὸν ἀρχιερέα τὸ φαινόμενον͵ οὐκ ἔχω λέγειν.

7.4.2 Διωκόμενος δὲ ὑπὸ τῶν Πατζινάκων εἰς ἑλώδη τόπον καὶ συνηρεφῆ εἰσελθὼν περιτυγχάνει στρα τιώταις τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα. Περι κυκλούντων δὲ αὐτοὺς τῶν Σκυθῶν͵ ὡς ἐν ἀμηχανίᾳ τὰ κατ΄ αὐτοὺς ἑώρων πρὸς τοσούτους ἀντέχειν μὴ ἐξισχύον τες͵ τῆς τοῦ Παλαιολόγου ἐξήρτηντο γνώμης πάλαι τού του τὸ γενναῖον καὶ ἀκατάσειστον τῆς γνώμης γινώσκοντες. Αὐτὸς δὲ κατὰ τῶν Σκυθῶν ὁρμῆσαι συνεβούλευε τῆς κατ΄ αὐτοὺς παντάπασιν ἀφειδήσαντας σωτηρίας κἀντεῦθεν οἶμαι ταύτην ὠνήσασθαι. Χρὴ δὲ δι΄ ὅρκων ταυτηνὶ τὴν βουλὴν ἐμπεδῶσαι͵ ὡς τηνικαῦτα μιᾶς γνώμης ἁπάντων γεγονότων τῆς κατὰ τῶν Σκυθῶν ὁρμῆς μηδένα ἀπολειφ θῆναι τὴν σωτηρίαν καὶ τὸν κίνδυνον ἴδιον ἑκάστου λογισα μένου. Ὁ μὲν οὖν Παλαιολόγος σφοδρὰν τὴν ἱππασίαν ποιησάμενος παίει τὸν αὐτῷ πρώτως ὑπαντιάσαντα· ὁ δ΄ εὐθὺς σκοτοδινιάσας κατὰ γῆς ἔκειτο. Τῶν δὲ λοιπῶν μετὰ διψυχίας τὴν ἱππασίαν ποιησαμένων οἱ μὲν πεπτώκασιν͵ οἱ δὲ αὖθις ὡς εἰς φωλεὸν τῷ συνηρεφεῖ ἄλσει παλινοστή σαντες ἑαυτοὺς ἔσωσαν κρυπτόμενοι.

7.4.3 Ἐν δὲ τῷ τὸν Παλαιολόγον ἀκρολοφίαν τινὰ καταλαμβάνειν ὑπὸ τῶν Πατζινάκων αὖθις διωκόμενον συνέβη τὸν ἵππον πληγέντα καταπεσεῖν͵ αὐτὸν δὲ τηνικαῦτα εἰς τὸ παρακείμενον ὄρος εἰσδῦναι. Ἀναζητῶν δὲ τὴν σῴζουσαν ὁδόν͵ ἐπεὶ ῥᾳδίως μὴ ἐξῆν αὐτῷ ταύτην εὑρηκέναι͵ ἐπὶ ἕνδεκα ἡμέραις πλα νώμενος περιτυγχάνει γυναικί τινος στρατιώτου χήρᾳ καὶ ἐπιξενίζεται παρ΄ αὐτῆς ἡμέραις τισί· σωθέντες δὲ τοῦ κινδύνου οἱ ταύτης υἱεῖς τὴν σῴζουσαν τούτῳ ὁδὸν ὑπο δεικνύουσιν.

7.4.4 Ἀλλὰ τοιαῦτα μὲν τὰ τῷ Παλαιολόγῳ συμπεσόντα· οἱ δέ γε τῶν Σκυθῶν λογάδες οὓς κατεῖχον δορυαλώτους ἀποκτεῖναι ἐβουλεύοντο͵ τὸ δὲ πλῆθος τοῦ κοινοῦ τὸ παράπαν τοῦτο οὐ συνεχώρει βουλόμενοι ἀπεμ πολῆσαι τούτους τιμῆς. Ταύτης γοῦν τῆς βουλῆς κυρω θείσης δίδοται γνῶσις τῷ βασιλεῖ διὰ γραμμάτων τοῦ Μελισσηνοῦ͵ ὃς πολλὰ πρὸς τοῦτο͵ κἂν δορυάλωτος ἦν͵ τοὺς Σκύθας ἠρέθιζεν. Ὁ δὲ βασιλεὺς εἰς Βερόην ἔτι ἐνδιατρίβων τῆς βασιλίδος τῶν πόλεων χρήματα ἱκανὰ μετακομίσας ἐπρίατο τοὺς δορυαλώτους.

7.5.1 Καταλαμβάνει δὲ τηνικαῦτα καὶ ὁ Τατοὺ τὸν Ἴστρον μεθ΄ ὧν ὑπεποιήσατο Κομάνων͵ οἳ τὴν τοσαύτην λείαν καὶ τὸ πλῆθος τῶν δορυαλώτων θεασάμενοι τοῖς ἡγεμόσι τῶν Σκυθῶν ἔφασαν ὡς Ἡμεῖς μὲν τὰ οἴκοι καταλιπόντες εἰς ὑμετέραν ἤλθομεν βοήθειαν τὴν τοσαύτην ὁδὸν διηνυ κότες ἐφ΄ ᾧ καὶ τοῦ κινδύνου καὶ τῆς νίκης συγκοινωνοὶ γενήσεσθαι. Τὸ γοῦν ἡμέτερον ἅπαν συνεισενεγκόντας οὐ χρὴ κενοὺς αὖθις ἀποπεμφθῆναι. Οὐ γὰρ ἐκ προαιρέσεως τοῦ πολέμου κατόπιν καιροῦ ἔφθημεν ἐληλυθότες οὐδὲ αὐτοὶ τούτου αἴτιοί ἐσμεν͵ ἀλλ΄ ὁ προαρπάσας τὸν πόλεμον βασιλεύς. ῍Η γοῦν κοινῇ μεθ΄ ἡμῶν τὴν λείαν πᾶσαν δια μερίσασθε ἢ ἀντὶ συμμάχων πολεμίους ἡμᾶς ἕξετε. Πρὸς τοῦτο ἀνένευσαν οἱ Σκύθαι· τῶν δὲ Κομάνων τοῦτο μὴ φερόντων σφοδρὸς ἀνὰ μέσον αὐτῶν ἀναρρήγνυται πόλε μος καὶ κατὰ κράτος οἱ Σκύθαι ἡττηθέντες εἰς τὴν καλου μένην Ὀζολίμνην μόλις ἐσώθησαν· στενούμενοι δὲ παρὰ τῶν Κομάνων ἐφ΄ ἱκανὸν ἐκεῖσε διέτριβον τὴν μετάβασιν μὴ ἀποθαρροῦντες.

7.5.2 Ἡ δὲ νῦν παρ΄ ἡμῖν Ὀζολίμνη κατο νομαζομένη μεγίστη μέν ἐστι καὶ τὴν διάμετρόν τε καὶ περίμετρον καὶ τῶν ὅπου δήποτε φημιζομένων παρὰ τοῖς γεωγράφοις λιμνῶν μηδεμιᾶς εἰς μεγέθους λόγον ἐλλεί πουσα. Κεῖται δὲ τῶν Ἑκατὸν Βουνῶν ὕπερθεν καὶ εἰς αὐτὴν μέγιστοί τε καὶ κάλλιστοι συρρέουσι ποταμοί· καὶ κατὰ νώτου πολλάς τε καὶ μεγάλας καὶ φορτηγούς ἐστιν ἀνέχουσα νῆας͵ ὡς εἶναι κἀντεῦθεν δῆλον τὸ βάθος τῆς λίμνης ὁπόσον τί ἐστιν. Ὀζολίμνη δὲ κατωνόμασται͵ οὐχ ὅτι κακοῦ τινος καὶ βαρυόδμου ἀναδίδωσιν ἀποφοράν͵ ἀλλ΄ ὅτι Οὐννικῆς ποτε στρατιᾶς ἐπιφοιτησάσης τῇ λίμνῃ (τούτους δὲ τοὺς Οὔννους Οὔζους ἀπεκάλεσεν ἡ ἰδιῶτις γλῶσσα) καὶ περὶ τοὺς ὄχθους τῆς λίμνης αὐλισαμένης Οὐζολίμνην τὴν τοιαύτην προσηγορεύκασι λίμνην μετὰ προσ θήκης οἶμαι καὶ τοῦ υ φωνήεντος. Καὶ ἀπὸ μὲν τῶν παλαιῶν συγγραμμάτων οὐχ εὕρηταί πω συνελαθὲν ἐνταῦθα Οὐννι κὸν στράτευμα͵ ἐπὶ δὲ τοῦ αὐτοκράτορος Ἀλεξίου τότε πάντες ἁπανταχόθεν ἐκεῖσε συνερρωγότες τῷ τόπῳ δεδώ κασι τοὔνομα.

7.5.3 Τὰ μὲν οὖν περὶ τῆς λίμνης ὧδέ πη ἐχέτω͵ [ὥσπερ] παρ΄ ἡμῶν νῦν πρώτως ἱστορούμενα͵ ἵν΄ ἐνδειξαίμεθα ὅτι τοῦ αὐτοκράτορος Ἀλεξίου ταῖς πολλαῖς καὶ πανταχοῦ στρατηγίαις νῦν μὲν ἀφ΄ ἑαυτοῦ͵ νῦν δὲ ἀπὸ τῶν ἐπισυρρυέντων ἐχθρῶν πολλὰς ἐλάμβανον οἱ τόποι προσηγορίας· τοιοῦτον δέ τι καὶ ἐπὶ Ἀλεξάνδρου τοῦ τῶν Μακεδόνων βασιλέως καταμανθάνω. Καὶ γὰρ ὅπου μὲν Ἀλεξάνδρεια ἡ κατ΄ Αἴγυπτον͵ ὅπου δὲ Ἀλεξάνδρεια ἡ κατ΄ Ἰνδοὺς ἀπ΄ ἐκείνου ὠνόμασται· ἴσμεν δὲ καὶ ἀπὸ Λυσιμάχου ἑνὸς τῶν ἀμφ΄ αὐτὸν στρατιωτῶν Λυσιμαχίαν κατονομάζεσθαι. Οὐκ ἂν οὖν θαυμασαίμην εἰ καὶ ὁ βασι λεὺς Ἀλέξιος ζῆλον ἀλεξάνδρειον ἀναλαβὼν ὅπου μὲν ἐξ ἐθνῶν ἢ συρραγέντων ἢ προσκεκλημένων παρ΄ αὐτοῦ περι ῆψε τοῖς τόποις ὀνομάτων καινότητας ἢ ἀφ΄ ὧν αὐτὸς κατεπράξατο τῆς ἑαυτοῦ προσηγορίας τοῖς τόποις μετέ δωκε. Τοσαῦτα μὲν περὶ τῆς ἄνωθεν εἰρημένης Ὀζολίμνης ἐπερρίφθω ἱστορικώτερον. Οἱ δὲ Κόμανοι͵ ἐπεὶ σπάνιν τῶν χρειωδῶν εἶχον͵ παλινδρομοῦσιν εἰς τὰ ἴδια ἐφ΄ ᾧ τὰ χρειώδη συγκομισάμενοι αὖθις κατὰ τῶν Σκυθῶν ἐπανα στρέψαι.

7.6.1 Συνάγεται ἐν τῷ μεταξὺ ὁ βασιλεὺς κείμενος εἰς Βερόην͵ ἐξοπλίζει τοὺς αἰχμαλώτους καὶ τὸ λοιπὸν ἅπαν ὁπλιτικόν. Τότε καὶ ὁ Φλάντρας κόμης ἐξ Ἱεροσολύμων ἐπανερχόμενος ἐκεῖσε καταλαμβάνει τὸν αὐτοκράτορα καὶ τὸν συνήθη τοῖς Λατίνοις ἀποδίδωσιν ὅρκον ὑποσχόμενος ἅμα τῷ τὰ οἴκοι καταλαβεῖν συμμάχους ἀποστεῖλαί οἱ ἱππεῖς πεντακοσίους. Φιλοτιμησάμενος τοίνυν τὸν τοιοῦ τον ὁ βασιλεὺς πρὸς τὰ σφέτερα χαίροντα προέπεμψεν. Ἀπάρας οὖν ἐκεῖθεν ὁ αὐτοκράτωρ μεθ΄ ὧν αὖθις συνελέ ξατο δυνάμεων καταλαμβάνει τὴν Ἀδριανούπολιν.

7.6.2 Οἱ δὲ Σκύθαι διεληλυθότες τὰ μεταξὺ τέμπη μέσον Γολόης καὶ Διαμπόλεως κατὰ τὴν λεγομένην Μαρκέλλαν τὸν χάρακα ἐπήξαντο. Ὁ δέ γε αὐτοκράτωρ τὰ κατὰ τοὺς Κομάνους μεμαθηκώς͵ ἐπεὶ προσδόκιμοι ἐπαναστρέψαι ἦσαν͵ ἐδεδίει τὴν ἐκείνων ἔλευσιν ὑφορώμενος. Μεταπεμ ψάμενος τοίνυν τὸν Συνέσιον καὶ τοῖς πρὸς τοὺς Σκύθας χρυσοβούλλοις λόγοις ἐφοδιάσας ἐκπέμπει παραγγείλας ὡς εἰ μὲν πεισθεῖεν σπείσασθαι καὶ δοῖεν ὁμήρους͵ ἀνα χαιτίσαι αὐτοὺς τῆς ἐπὶ τὸ πρόσω φορᾶς καὶ παρασκευάσαι μένειν ἐν ᾧ προκατέλαβον τόπῳ καὶ οὕτω χορηγεῖν αὐτοῖς δαψιλῆ τὰ χρειώδη. Ἐσκόπει γὰρ τούτοις κατὰ τῶν Κομά νων χρήσασθαι͵ εἰ τὸν Ἴστρον αὖθις καταλαβόντες πρὸς τὰ πρόσω χωρεῖν ἐπιχειρήσαιεν. Εἰ δέ γε οἱ Σκύθαι μὴ πείθονται͵ αὐτοῦ που καταλιπεῖν αὐτοὺς καὶ ὑποστρέψαι.

7.6.3 Κατέλαβε τούτους ὁ ῥηθεὶς Συνέσιος καὶ τὰ εἰκότα προσομιλήσας ἔπεισεν ὑποσπόνδους γενέσθαι τῷ βασιλεῖ. Κἀκεῖσε προσκαρτερῶν πάντας αὐτοὺς θεραπείας ἠξίου πᾶσαν περιαιρῶν σκανδάλου πρόφασιν. Ἐπαναστρέψαντες δὲ αὖθις οἱ Κόμανοι παρεσκευασμένοι πρὸς τὸν κατὰ τῶν Σκυθῶν πόλεμον καὶ μὴ ἐντυχόντες αὐτοῖς͵ ἀλλὰ μεμαθη κότες τὴν τούτων διὰ τῶν κλεισουρῶν ἔλευσιν καὶ ὅτι τὴν Μαρκέλλαν καταλαβόντες εἰς εἰρηνικὰς ἦλθον μετὰ τοῦ βασιλέως σπονδάς͵ ἐξαιτοῦνται διελθεῖν τὰς κλεισούρας καὶ προσβαλεῖν τοῖς Σκύθαις. Ὁ δὲ πρὸς τοῦτο ἀνένευσε προεφθακὼς σπείσασθαι μετὰ τῶν Σκυθῶν εἰπὼν ὡς Οὐ χρεία τὸ παρὸν βοηθείας ἡμῖν· λαβόντες ἱκανὰ ἐπαναστρέ ψατε. Καὶ φιλοφρονησάμενος τοὺς πρέσβεις δῶρά τε ἱκανὰ ἐπιδοὺς μετ΄ εἰρήνης ἀπέστειλε. Τοῦτο θάρσος τοῖς Σκύθαις ἐνέβαλε καὶ παρασπονδήσαντες τῆς προτέρας ἀπανθρωπίας εἴχοντο λῃζόμενοι τὰς παρακειμένας πόλεις καὶ χώρας. Ἀστατεῖ γὰρ ὡς ἐπίπαν ἅπαν τὸ βάρβαρον καὶ σπονδὰς φυλάττειν οὐ πέφυκε.

7.6.4 Τοῦτο θεασάμενος ὁ Συνέσιος ἐπανέρχεται πρὸς τὸν βασιλέα αὐτεπάγγελτος μηνυτὴς γεγονὼς τῆς τῶν Σκυθῶν ἀγνωμοσύνης καὶ παρα βάσεως. Τὴν Φιλιππούπολιν δὲ τούτων καταλαβόντων τοῦτο μεμαθηκὼς ὁ βασιλεὺς ἐν ἀμηχανίᾳ καθίστατο ἀπο χρώσας πρὸς τοσαῦτα πλήθη μὴ ἔχων δυνάμεις ὥστε ὅλως τὴν μετ΄ αὐτῶν μάχην ἀναδέξασθαι. Ὁποῖος δὲ ἐκεῖνος ἐν ἀμηχάνοις πόρους εὑρίσκων καὶ μηδ΄ ὁπωσοῦν καταπίπτειν ἐν περιστάσεσιν εἰωθώς͵ δεῖν ἔγνω δι΄ ἀκροβολισμῶν καὶ λόχων τὴν τούτων μελετῆσαι καθαίρεσιν. Καὶ οὕτως στο χαζόμενος τῶν τόπων καὶ τῶν πόλεων ἔνθα καταλαμβά νειν ἐκεῖνοι πρωΐας ἔμελλον͵ αὐτὸς ἑσπέρας τὴν τούτων προκατελάμβανεν ἔλευσιν· εἰ δὲ ἑσπέρας τούτους μεμαθή κοι τόπον τινὰ καταλαμβάνειν͵ ἐκεῖνος τὸν τοιοῦτον πρωΐας προκατελάμβανε. Καὶ ὡς δύναμις δι΄ ἀκροβολισμῶν καὶ λόχων πόρρωθεν πρὸς αὐτοὺς ἀπεμάχετο͵ ὡς μὴ ἐγκρατεῖς αὐτοὺς γίνεσθαι τῶν φρουρίων. Καταλαμβάνουσι τοίνυν ἄμφω οἵ τε Σκύθαι καὶ ὁ αὐτοκράτωρ τὰ Κύψελλα.

7.6.5 Ἐπεὶ δὲ τὸ ἐλπιζόμενον μισθοφορικὸν οὔπω κατέλαβε͵ γινώσκων ὁ αὐτοκράτωρ τὸ ὀξυκίνητον τῶν Σκυθῶν καὶ ὁρῶν αὐτοὺς ἤδη καὶ αὐτὴν τὴν βασιλίδα καταλαμβάνοντας τῶν πόλεων ξὺν τάχει πολλῷ ἐν ἀμηχανίᾳ ἦν. Καὶ μὴ ἀποχρώσας δυνάμεις πρὸς τοσαῦτα πλήθη ἔχων τὸ μὴ χεῖρον͵ ὅ φασι͵ βέλτιον λογισάμενος πρὸς εἰρηνικὰς αὖθις ἀπεῖδε σπονδάς. Ἐρωτᾷ γοῦν πρέσβεις ἀποστείλας πρὸς αὐτοὺς τὰ περὶ εἰρήνης· οἱ δ΄ αὖθις τῷ τοῦ βασιλέως ὑπεῖ ξαν θελήματι. Προέφθασε δὲ πρὸ τῶν εἰρηνικῶν σπονδῶν αὐτόμολος παραγενέσθαι ὁ Νεάντζης.

7.6.6 Πέμπεται τοί νυν ὁ Μιγιδηνὸς ὥστε πανηγύρεις ἐξάγειν ἐκ τῶν παρα κειμένων χωρῶν· οὗ ὁ υἱὸς εἰς τὸν γεγονότα πόλεμον ὕστερον κατὰ τὸν ... τόπον ὀξέως κατὰ τῶν Πατζινάκων ὁρμήσας καὶ παρασυρεὶς παρὰ γυναικὸς Σκυθίδος ἑάλω διὰ σιδηρᾶς ἅρπης εἴσω τῶν ἁμαξῶν ἑλκυσθείς. Οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν ἐπρίατο ὁ βασιλεὺς ἐξ αἰτήσεως τοῦ πατρὸς αὐτοῦ· ὑπὸ δὲ τῆς ἀφορήτου θλίψεως ἐπὶ τρισὶ νυχθημέροις διὰ χερμάδος λίθου τύπτων τὸ στέρνον ὁ πατὴρ τελευτᾷ. Οὐκ ἐπὶ πολὺ δὲ τὰ τῆς εἰρήνης τῶν Σκυθῶν διήρκει͵ ἀλλ΄ αὖθις πρὸς τὸν ἴδιον ἔμετον ὡς κύνες ἐστράφησαν. Ἀπάραντες οὖν ἀπὸ τῶν Κυψέλλων καταλαμβάνουσι τὸν Ταυρόκωμον κἀκεῖ παραχειμάσαντες ἐλῄζοντο τὰς παρακειμένας κωμοπόλεις.

7.7.1 Ἔαρος δὲ ἤδη ἀναφανέντος ἐκεῖθεν εἰς Χαριού πολιν ἔρχονται. Ὁ δὲ βασιλεὺς εἰς τὸ Βουλγαρόφυγον δια τρίβων οὐκέτι ἐν ἀναβολαῖς ἦν͵ ἀλλὰ μέρος τοῦ στρατοῦ ἀποτεμόμενος ἱκανὸν λογάδας ἅπαντας καὶ αὐτοὺς δὴ τοὺς ἀρχοντοπούλους καλουμένους νέους͵ ἀρτιφυεῖς πάν τας τὸ γένειον͵ τὴν ὁρμὴν ἀνυποστάτους͵ προσέταξεν ἐξ ὀπισθίων τοῖς κατὰ τὸ ἄκρον τῶν ἁμαξῶν ἱσταμένοις προσβαλεῖν. Τὸ δὲ τῶν ἀρχοντοπούλων τάγμα παρὰ Ἀλεξίου πρώτως ἐφεύρητο. Ἀστρατίαν γὰρ ἐχούσης τῆς τῶν Ρωμαίων ἀρχῆς διὰ ῥᾳθυμίαν τῶν ἀνέκαθεν αὐτοκρατόρων συλλεξάμενος ἁπανταχόθεν τοὺς τῶν ἀποπεπτωκότων στρατιωτῶν υἱεῖς ἐγύμνασέ τε πρὸς ὅπλα καὶ πόλεμον καὶ ἀρχοντοπούλους ὠνόμασεν ὡσανεὶ ἐξ ἀρχόντων υἱοὺς γεγονότας͵ ἵνα διὰ τοῦ ὀνόματος εἰς τὴν τῶν γονέων εὐγέ νειάν τε καὶ ἀνδρείαν ἀναφερόμενοι καὶ οὗτοι θούριδος ἀλκῆς μνήσαιντό τε καὶ ἀνδρειότεροι γένοιντο τοῦ καιροῦ τούτοις τόλμαν καὶ ῥώμην ὑπαγορεύοντος. Τοιοῦτον δὴ τὸ τῶν ἀρχοντοπούλων τάγμα͵ ὡς ἐν ὀλίγῳ εἰπεῖν͵ εἰς δύο χιλιάδας συμποσούμενον͵ ὥσπερ ποτὲ καὶ τοῖς Λάκωσιν ἐφεύρητο ὁ ἱερὸς λεγόμενος λόχος.

7.7.2 Οὗτοι τοίνυν οἱ νεόλεκτοι ἀρχοντόπουλοι ἐσταλμένοι πολεμικῶς ᾔεσαν. Οἱ δὲ κάτωθεν τοῦ αὐχένος προλοχίζοντες Σκύθαι τὰς τούτων ἐφόδους ἐπετήρουν· καὶ θεασάμενοι τούτους κατὰ τῶν ἁμαξῶν ἐφωρμηκότας ἀσχέτῳ ῥύμῃ κατ΄ αὐτῶν ἵενται. Καὶ ἀγχεμάχου τῆς συμπλοκῆς καταστάσης πίπτουσι τῶν ἀρχοντοπούλων ὡσεὶ τριακόσιοι ἐκθύμως μαχόμενοι. Περὶ ὧν ἐπὶ πολὺν χρόνον βύθιον ἔστενεν ὁ βασιλεὺς δάκρυα θερμὰ ἐκχέων καὶ ὀνομαστὶ ἕκαστον καθαπερεὶ ἀπόδημον ἀνακαλούμενος.

7.7.3 Ἡττήσαντες οὖν οἱ Πατζινάκοι τοὺς ἀντιτεταγμένους διὰ τῆς Χαριουπόλεως διελθόντες ἀπονε νεύκασι πρὸς τὸν Ἄπρων ἅπαντα λῃζόμενοι. Τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος αὖθις ὁ βασιλεὺς προκατα λαμβάνει τούτους καὶ εἴσεισιν εἰς τὸν Ἄπρων· οὐ γὰρ προσ ῆσαν αὐτῷ ἀποχρῶσαι δυνάμεις͵ καθάπερ πολλάκις εἴρη ται͵ πρὸς μάχην τοῖς ἀντικαθισταμένοις. Τοιγαροῦν γινώσκων αὐτοὺς κατὰ τὰς αὐγὰς ἡλίου εἰς προνομὴν ἐξερχομένους μετακαλεσάμενος τὸν Τατίκιον͵ οὗ ὁ λόγος ἐν πολλοῖς ἐμέμνητο͵ ἐνετείλατο συμπαραλαβεῖν μεθ΄ ἑαυ τοῦ τούς τε καλουμένους ἠνδρειωμένους τῶν ἀγούρων καὶ τῶν περὶ τὴν θεραπείαν αὐτοῦ οἰκειοτέρων τοὺς λογάδας καὶ τοὺς Λατίνους ἅπαντας͵ καὶ κατὰ τὸ περίορθρον τὰς Σκυθικὰς ἐκδρομὰς διυπνισθέντας τηρεῖν ὥσθ΄ ὁπηνίκα τοὺς Σκύθας εἰς προνομὴν ἐξιόντας τῆς ἰδίας πόρρω γενέσθαι παρεμβολῆς στοχάσοιντο͵ κατ΄ αὐτῶν τηνικαῦτα ὅλους ῥυτῆρας ἐνδοῦναι. Ὁ δὲ κατὰ τὸ ἐντεταλμένον πεποιηκὼς κτείνει μὲν τριακοσίους͵ ἱκανοὺς δὲ καὶ ζω γρίαν ἄγει.

7.7.4 Τί τὸ ἐντεῦθεν; Καταλαμβάνουσιν οἱ παρὰ τοῦ Φλάντρα ἀποσταλέντες ἱππεῖς ἔκκριτοι ὡσεὶ πεντακό σιοι χάρισμα κομίζοντες τούτῳ ἵππους ἐκκρίτους τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα· ἀλλὰ καὶ ὅσους τῆς προκειμένης αὐτοῖς χρείας εἶχον ἐπέκεινα ἀποδεδώκασι τούτῳ τιμῆς. Ὁ δὲ βασιλεὺς ἀξίως δεξιωσάμενος τούτους ἱκανὰς ἀπεδίδου τὰς χάριτας. Ἀγγελίας δὲ ἐκ τῆς ἑῴας καταλαβούσης ὅσον ἤδη ὁπλίζεσθαι τὸν τὴν Νίκαιαν φρουροῦντα͵ ὃν ἡ συνήθεια μὲν τῶν Περσῶν σατράπην ἀποκαλεῖ͵ οἱ δὲ νῦν τὰ Περσῶν φρονοῦντες Τοῦρκοι ἀμη ρὰν ὀνομάζουσι͵ τὸν Ἀπελχασήμ͵ κατὰ τῆς Νικομήδους͵ ἀποστέλλει τούτους πρὸς φυλακὴν τῆς χώρας.

7.8.1 Τότε δὴ καὶ ὁ Τζαχᾶς τὴν τοῦ βασιλέως περὶ τὴν δύσιν πολυσχιδῆ ὄχλησιν καὶ τοὺς τῶν Πατζινάκων μετ΄ αὐτοῦ συχνοὺς πολέμους βεβαιωθεὶς εὐκαιρίαν εὑρὼν δέον ἐλογίσατο στόλον κτήσασθαι. Σμυρναίῳ δέ τινι ἐντυ χὼν τὴν κτίσιν αὐτῷ τῶν λῃστρικῶν ἀνέθετο πλοίων ὡς περὶ τὰ τοιαῦτα ἐμπειρίαν πολλὴν ἔχοντι. Αὐτοῦ που δὲ πολλὰς κατασκευάσας ναῦς͵ πρὸς δὲ καὶ τεσσαράκοντα ἀγράρια σκεπαστὰ καὶ ἐν αὐτοῖς ἄνδρας εἰσαγαγὼν ἐμπεί ρους λύσας τὰ πρυμνήσια προσώρμισε ταῖς Κλυζομεναῖς καὶ ἐξ ἐφόδου ταύτας κατέσχεν. Ἐκεῖθεν δὲ εἰς Φώκαιαν ἀπελθὼν εἷλε καὶ ταύτην ἐξ ἐπιδρομῆς. Κἀκεῖθεν ἀποστεί λας πρὸς τὸν τὴν διοίκησιν Μιτυλήνης ἐμπεπιστευμένον κουράτωρα τὸν Ἀλωπὸν πάνδεινα ἠπειλήσατο͵ εἰ μὴ θᾶττον ἐκεῖθεν ἀπέλθοι͵ κήδεσθαί τε αὐτοῦ λέγων καὶ διὰ τοῦτο προμηνύειν τὰ μέλλοντα τούτῳ ἔσεσθαι δεινά͵ εἰ μὴ ἐκεῖθεν ἐκσταίη. Ὁ δὲ ὑπὸ τῶν τοῦ Τζαχᾶ ἀπειλῶν ἐκδει ματωθεὶς νυκτὸς εἰς ναῦν εἰσελθὼν τὴν βασιλεύουσαν ἀνεζήτησε. Τοῦτο δὲ μεμαθηκὼς ὁ Τζαχᾶς οὐκέτ΄ ἐν ἀναβολαῖς ἦν͵ ἀλλὰ παραχρῆμα ἀπελθὼν ἐξ ἐφόδου τὴν Μιτυλήνην κατέσχεν.

7.8.2 Ἐπεὶ δ΄ ἡ Μήθυμνα περὶ τὸ ἄκρον ταυτησὶ τῆς νήσου διακειμένη οὐ προσεληλύθει τῷ Τζαχᾷ͵ ὁ βασιλεὺς περὶ τούτου πυθόμενος παραχρῆμα διὰ πλοίων ἀποστείλας ἀποχρῶσαν δύναμιν κατωχυρώσατο ταύτην. Ὁ μέντοι Τζαχᾶς οὐδένα λόγον τῆς Μηθύμνης ἐποιήσατο͵ ἀλλ΄ εὐθὺ τῆς Χίου τὸν ἀπόπλουν ποιησάμενος ἐξ ἐφόδου κατέσχε καὶ ταύτην. Ὅπερ ὁ αὐτοκράτωρ μεμα θηκὼς πέμπει κατ΄ αὐτοῦ στόλον ἀποχρῶντα μετὰ στρα τιωτῶν ἱκανῶν ἡγεμόνα τούτων καταστησάμενος Νικήταν τὸν Κασταμονίτην. Ὁ δὲ ἀπελθὼν καὶ τὸν μετὰ τοῦ Τζαχᾶ συνάρας πόλεμον ἡττᾶται παραχρῆμα͵ καὶ πολλὰς τῶν συνεπαγομένων αὐτῷ νηῶν ὁ Τζαχᾶς ἀφείλετο.

7.8.3 Τοῦ συμβάντος δὲ τῷ Κασταμονίτῃ ὁ βασιλεὺς ἐν εἰδήσει γενό μενος ἕτερον ἐξοπλίζει στόλον ἐπιστήσας δοῦκα τούτου Κωνσταντῖνον τὸν Δαλασσηνόν͵ ἄνδρα μαχιμώτατον καὶ μητρόθεν τούτῳ προσήκοντα. Ὃς κατὰ τὴν ᾐόνα τῆς Χίου γενόμενος παραχρῆμα τῆς τοῦ κάστρου πολιορκίας εἴχετο ἐκθύμως μαχόμενος καὶ σπεύδων τὴν πόλιν ἑλεῖν πρὸ τοῦ τὸν Τζαχᾶν ἀπὸ τῆς Σμύρνης καταλαβεῖν. Διὰ πολλῶν οὖν ἑλεπόλεων καὶ πετροβόλων ὀργάνων πλήξας τὰ τείχη καθαιρεῖ τὸ μεταξὺ τεῖχος τῶν δυεῖν πύργων. Οἱ δὲ ἐντὸς Τοῦρκοι θεασάμενοι τὸ γεγονὸς καὶ ἐγνωκότες͵ ὡς ἀνυπόστατοι ταῖς ὁρμαῖς οἱ Ρωμαῖοί εἰσιν͵ εἰς ἔλεον τὸν τῶν ἁπάντων ἐπεκαλοῦντο Κύριον ῥωμαΐζοντες. Οἱ δ΄ ἀμφὶ τὸν Δαλασσηνὸν καὶ τὸν Ὦπον ἀκάθεκτοι ἦσαν σπεύδοντες εἴσω τοῦ κάστρου εἰσελθεῖν͵ κἂν παρ΄ αὐτῶν διεκωλύοντο δεδιότων μή πως τὴν προαποτεθεῖσαν παρὰ τοῦ Τζαχᾶ λείαν ἅπασαν καὶ τὰ χρήματα εἰσελθόντες ἀναλάβωνται͵ καὶ λεγόντων ὡς Τῆς εὐφημίας τοῦ αὐτο κράτορος λαμπρᾶς ἤδη παρὰ τῶν Τούρκων γινομένης ἀκούετε καὶ ὡς ὑπόσπονδοι ἡμῶν γεγόνασιν· οὐ χρὴ τοίνυν εἰσελθόντας ἀπηνῶς τούτους κατασφάττειν. Ἐπεὶ δὲ τὸ πᾶν τῆς ἡμέρας ἤδη παρῳχήκει καὶ νὺξ παρῆν͵ οἱ Τοῦρκοι ἕτερον τεῖχος ἀντὶ τοῦ ἐρειπωθέντος ἀνοικοδομήσαντες ἀπῃώρησαν τούτου ἔξωθεν στιβάδας καὶ βύρσας καὶ πᾶν τὸ παρατυχὸν πέπλον͵ ὡς ἂν ἡ σφοδρότης τῶν πεμπομένων λίθων ἐντεῦθεν ὑποχαλῶσα ποσῶς ἐνδίδωσι.

7.8.4 Καὶ ὁ μὲν Τζαχᾶς τὸν προσόντα στόλον αὐτοῦ ἐξοπλίσας καὶ διὰ τῆς ἠπείρου ὡσεὶ ὀκτὼ χιλιάδας στρατεύσας Τούρκους τὴν πρὸς Χίον φέρουσαν ἐβάδιζεν· ὁ δέ γε στόλος αὐτῷ ἐπηκολούθει παραθέων τὴν ᾐόνα. Ὁ δὲ Δαλασσηνὸς τοῦτο μεμαθηκὼς λῦσαι τὰ πρυμνήσια τοὺς ναυάρχας τοῦ στόλου παρεκελεύσατο ἀποχρῶντας εἰσαγαγὼν ἐν αὐτῷ στρατιώ τας καὶ ἡγεμόνα τὸν Ὦπον͵ βουλόμενος͵ εἴ που τούτῳ συναντήσει διαπλῳζομένῳ κατ΄ αὐτοῦ͵ συμμῖξαι πρὸς πόλεμον. Ὁ δὲ Τζαχᾶς τὴν ἤπειρον καταλιπὼν κατευθὺ Χίου τὸν ἀπόπλουν ἐποιεῖτο. Καὶ συναντήσας αὐτῷ περὶ μέσας νύκτας ὁ Ὦπος͵ ὡς εἶδε καινήν τινα τὴν ναυλοχίαν ποιούμενον (καὶ γὰρ ἅλυσιν κατασκευάσας παμμεγέθη ἅπαντα τὰ αὐτοῦ ἐδέσμησε πλοῖα͵ ὡς μήτε τοὺς τρεπομένους ἀποδιδράσκειν δύνασθαι μήτ΄ αὖ πάλιν τοὺς προεκτρέχειν ἐθέλοντας τῆς ναυτικῆς συντάξεως διακόπτεσθαι)͵ ἐκδειματωθεὶς καὶ μηδὲ προσπελάσαι τούτῳ θαρρήσας ὅλως στρέψας τοὺς οἴακας τὴν Χίον αὖθις ἀνεζήτει.

7.8.5 Ὁ δέ γε Τζαχᾶς σὺν ἐπιστήμῃ ἀκολουθῶν αὐτῷ οὐκ ἐνεδίδου τῆς εἰρεσίας. Ἐπὰν δὲ τῇ Χίῳ προσ πελάζειν ἔμελλον͵ ὁ μὲν Ὦπος τῷ λιμένι πρῶτος τὰς ναῦς προσώρμισε τῆς Χίου (προεφθάκει γὰρ τοῦτον κατα σχεῖν ὁ Δαλασσηνός)͵ ὁ δὲ Τζαχᾶς παραπλεύσας τουτονὶ τὸν ἤδη ῥηθέντα τῆς Χίου ὅρμον τῷ τείχει τοῦ κάστρου τὰς ἰδίας προσεπέλασε ναῦς. Τετρὰς δὲ τῆς ἑβδομάδος ἦν. Τῇ δὲ μετ΄ αὐτὴν ἐξελάσας τῶν νηῶν ἅπαντας ἠρίθμει τε καὶ ἀπεγράφετο. Ὁ δέ γε Δαλασσηνός͵ πολίχνιόν τι ἀγχοῦ τοῦ λιμένος εὑρηκώς͵ ἠφάνισε μὲν τὸν χάρακα ὃν προφθάσας διώρυξε͵ κεῖθι δὲ κατελθὼν καὶ ἄλλην διώρυχα ποιήσας εἰς ἀποχρῶντα τάφρον αὐτοῦ που τὸ ὁπλιτικὸν κατέθετο. Τῇ δὲ μετ΄ αὐτὴν ἄμφω τὰ στρατεύματα ἐξοπλισάμενα κατ΄ ἀλλήλων παρεσκευάζοντο. Ἀλλὰ τὸ μὲν Ρωμαϊκὸν ἀτρεμοῦν ἵστατο τοῦ Δαλασσηνοῦ κελεύσαντος μηδένα τὸν συνασπισμὸν λύειν. Ὁ δέ γε Τζαχᾶς τὸ πλεῖστον τῆς βαρβαρικῆς παρατάξεως κατὰ τῶν Ρωμαίων ἰέναι παρέθηξεν͵ ὀλιγοστοὺς δὲ καὶ ἱππαζομένους συνέ πεσθαι τούτοις. Τοῦτο οἱ Λατῖνοι θεασάμενοι δόρατα μακρὰ ἐναγκαλισάμενοι κατὰ τῶν βαρβάρων ἐξιππάσαντο. Οἱ δὲ οὐ κατὰ τῶν Κελτῶν͵ ἀλλὰ κατὰ τῶν ἵππων τὰς βολὰς πέμποντες καὶ διὰ τῶν δοράτων δέ τινας πλήξαντες πλείστους ἀνεῖλον καὶ εἴσω τοῦ χάρακος τετραμμένους οὕτω συνήλασαν. Οἱ δ΄ ἐκεῖθεν ἐνέπιπτον εἰς τὰς ναῦς ἀλογίστῳ φορᾷ.

7.8.6 Τοὺς δὲ Κελτοὺς προτροπάδην φεύ γοντας οἱ Ρωμαῖοι θεασάμενοι καὶ ἐκδειματωθέντες μικρόν τι ἀναποδίσαντες παρὰ τὸ τεῖχος τοῦ ῥηθέντος ἔστησαν πολιχνίου. Κᾆθ΄ οὕτως οἱ βάρβαροι εἰς τὴν ᾐόνα κατεληλυθότες τινὰς τῶν νηῶν ἀφείλοντο. Τοῦτο οἱ ναυτικοὶ θεασάμενοι λύσαντες τὰ πρυμνήσια ἀπέρραξαν τῆς χέρσου καὶ τὰς ἀγκύρας χαλάσαντες ἵσταντο καρα δοκοῦντες τὸ μέλλον. Ὁ μέντοι Δαλασσηνὸς παραπεπλευ κέναι τὰς περὶ τὸ δυτικώτερον μέρος ἀκτὰς τῆς νήσου καὶ τὴν Βολισσὸν καταλαβεῖν παρεκελεύσατο καὶ τὴν αὐτοῦ ἀπεκδέχεσθαι ἔλευσιν· ἡ δὲ Βολισσὸς πολίχνιον κατὰ τὸ ἀκρωτήριον ταυτησὶ τῆς νήσου διακείμενον. Σκύθαι δέ τινες προσεληλυθότες τῷ Τζαχᾷ τὴν τοῦ Δαλασσηνοῦ βουλὴν προκατήγγειλαν. Ὁ δὲ ἔνθεν μὲν τηνικαῦτα πεντή κοντα σκοποὺς ἐπαφῆκε θᾶττον αὐτῷ διαμηνύσασθαι͵ ὁπηνίκα τὸ ναυτικὸν τοῦ Δαλασσηνοῦ τὰ πρυμνήσια λύειν ἐπείγεται͵ ἐκεῖθεν δὲ τὸν Δαλασσηνὸν μετεπέμπετο͵ ὡς τάχα τὰ περὶ εἰρήνης βουλόμενος ἐπερωτῆσαι͵ ἀπεγνωκὼς οἶμαι παντάπασι πρὸς τὸ τοῦ Δαλασσηνοῦ γενναῖον καὶ φιλοκίνδυνον ἀφορῶν. Ὁ δὲ ἐς νέωτα κατὰ τὸ ἄκρον τῆς παρεμβολῆς ἐξεληλυθέναι τῷ Τζαχᾷ ἐπηγγείλατο καὶ ἀκοῦσαί τε καὶ εἰπεῖν͵ ὁπόσα ἄμφω τούτοις συνδόξειεν.

7.8.7 Οὐδ΄ ὁ βάρβαρος πρὸς τοῦτο ἀνένευσεν͵ ἀλλὰ πρωΐας ἄμφω τὼ στρατηγὼ κατὰ ταὐτὸν ἐληλυθέτην. Καὶ τῆς ὁμιλίας ὁ Τζαχᾶς κατῆρχεν ὀνομαστὶ τοῦτον καλέσας· Ἴσθι ἐμὲ εἶναι τὸ μειράκιον ἐκεῖνο ὅπερ πάλαι τὴν Ἀσίαν κατατρέχον καὶ ἐκθύμως μαχόμενον ἐξ ἀπειρίας ἀπατηθὲν ἑάλων παρὰ τοῦ Καβαλίκα ἐκείνου Ἀλεξάνδρου. Κἀντεῦθεν ζωγρία παρ΄ αὐτοῦ τῷ αὐτοκράτορι Νικηφόρῳ τῷ Βοτανειάτῃ προσενεχθὲν παραχρῆμα τῇ τῶν πρωτο νωβελλισίμων ἀξίᾳ τετίμημαι καὶ δωρεῶν μεγάλων ἀξιω θεὶς ὑπεσχόμην δουλείαν αὐτῷ. Ἐξ ὅτου δὲ τὰς τῆς βασιλείας ἡνίας ὁ Κομνηνὸς Ἀλέξιος περιεζώσατο͵ ἐκκέκοπται ἅπαντα. Κἀγὼ μὲν οὖν ἤδη τὸ τῆς ἔχθρας αἴτιον ἀπαγγέλλων ἥκω. Μαθέτω δὲ ταῦτα καὶ ὁ αὐτο κράτωρ καὶ εἴπερ βουληθῇ τὴν ἀναφυεῖσαν ἔχθραν δια λυθῆναι͵ ὁπόσα λαβεῖν ὀφείλων ἐστέρημαι ἀνελλιπῶς ἀποδοθήτω μοι ἅπαντα. Εἰ δέ σοι δοκεῖ καὶ τὰ τέκνα ἡμῶν συναφθῆναι͵ προβεβλήσθω μέσον ἡμῶν ἔγγραφος ἡ περὶ τούτου συμφωνία͵ ὡς ἔθος τοῖς Ρωμαίοις καὶ ἡμῖν τοῖς βαρβάροις ἐστί. Κᾆθ΄ οὕτω τῶν ἁπάντων τῶν ἤδη ῥηθέντων πέρας ἐσχηκότων ἁπάσας τὰς νήσους͵ ἃς αὐτὸς καταδραμὼν τῆς ῥωμαϊκῆς ἐξουσίας ἀφειλόμην͵ διὰ σοῦ ἀντιτρέψω πρὸς τὸν αὐτοκράτορα καὶ τὰς μετ΄ αὐτοῦ σπονδὰς ἀποπληρώσας πρὸς τὴν ἐμὴν ἐπαναστρέψω πατρίδα.

7.8.8 Ταῦτα δὲ ὁ Δαλασσηνὸς σκῆψιν λογισά μενος ὡς ἅτε τὸ τῶν Τούρκων ἦθος δολερὸν πάλαι γινώσ κων ἀνεβάλλετο τέως τὴν τῶν αἰτουμένων ἐκπλήρωσιν παραγυμνώσας ἅμα καὶ ἣν ἔσχε περὶ αὐτοῦ ὑπόληψιν καὶ φάμενος ὡς Οὔτε σύ͵ ὡς ἔφησθα͵ τὰς νήσους πρὸς ἐμὲ παραδώσεις͵ οὔτε ἐγὼ βουλῆς ἄτερ τοῦ αὐτοκράτορος πρὸς ἅπερ αὐτὸς ἐκεῖθεν ἐξ ἐκείνου καὶ ἐμοῦ ἐπιζητεῖς κατα θέσθαι δύναμαι. Ἀλλ΄ ἐπεὶ δοὺξ μέγας ὁ Ἰωάννης καὶ γυναικάδελφος τοῦ αὐτοκράτορος ὅσον ἤδη μετὰ παντὸς καταλαμβάνει τοῦ στόλου ἐξ ἠπείρου τε καὶ θαλάττης δυνάμεις πολλὰς συνεπαγόμενος͵ ἐκεῖνος ἀκουσάτω τῶν παρὰ σοῦ λεγομένων. Καὶ οὕτως͵ εὖ ἴσθι͵ αἱ μετὰ τοῦ αὐτοκράτορος σπονδαὶ αὐτοῦ τὴν εἰρήνην μεσάζοντος πέρας λάβοιεν.

7.8.9 Καὶ γὰρ τουτονὶ τὸν Δούκαν Ἰωάννην εἰς Ἐπίδαμνον ὁ αὐτοκράτωρ μετὰ στρατιᾶς ἀξιομάχου ἐξέπεμψεν ἅμα μὲν καὶ περὶ τὴν τοῦ Δυρραχίου φρουρὰν ἐπιμελῶς διαπονεῖσθαι͵ ἅμα δὲ καὶ τὴν μετὰ τῶν Δαλμα τῶν ἀναδήσασθαι μάχην. Ὁ γὰρ οὕτω καλούμενος Βοδῖνος μαχιμώτατος ὢν καὶ ῥᾳδιουργίας πλήρης οὐ μέχρι τῶν ἰδίων ὁρίων ἑστάναι ἠβούλετο͵ ἀλλ΄ ὁσημέραι τὰς ἔγγιστα Δαλματίας κωμοπόλεις κατατρέχων τοῖς ἰδίοις προσετίθει ὁρίοις. Ὁ δὲ Δούκας Ἰωάννης ἐνιαυτοὺς πρὸς τῷ ἑνὶ δέκα εἰς τὸ Δυρράχιον ἐνδιατρίψας πολλὰ μὲν τῶν ὑπὸ τὴν ἐξουσίαν Βολκάνου ἀφῃρεῖτο φρούρια͵ πολλοὺς δὲ καὶ ζωγρίαν Δαλμάτας πρὸς τὸν αὐτοκράτορα ἐξαπέσ τειλε καὶ τέλος καρτερὰν μετὰ τοῦ Βοδίνου μάχην συναρράξας καὶ αὐτὸν κατέσχεν. Ἄνδρα δὲ τὸν Δούκαν τοῦτον Ἰωάννην μαχιμώτατον ὁ αὐτοκράτωρ ἐκ πολλῶν ἐγνωκὼς καὶ περὶ τὰ πολεμικὰ ἐπιτήδειον καὶ μηδ΄ ὁπωσοῦν τὰ παρ΄ αὐτοῦ ἐντεταλμένα ἀθετεῖν ἐθέλοντα͵ ἐπεὶ τοιού του ἀνδρὸς κατὰ τοῦ Τζαχᾶ ἐδέετο͵ μεταπεμψάμενος αὐτὸν ἐκεῖθεν ὁ αὐτοκράτωρ μετὰ πολλῶν δυνάμεων ἐξ ἠπείρου καὶ θαλάττης κατὰ τοῦ Τζαχᾶ ἐξέπεμψε δοῦκα τοῦ στόλου μέγιστον κατονομάσας. Ὁπόσας δὲ μὲτ΄ αὐτοῦ μάχας συνῆψε καὶ ἐν ὅσοις κινδύνοις ἑαυτὸν ἐπιρρίψας νικητὴς ἀνεφάνη͵ ὁ λόγος ἐν ὑστέροις δηλώσειε.

7.8.10 Τοῦτον προσδόκιμον ὁ Δαλασσηνὸς ἔχων ἐν τῇ πρὸς τὸν Τζαχᾶν ὁμιλίᾳ τὸ πᾶν εἰς τὸν ἐρχόμενον Δούκαν ἐφαίνετο ἀνατιθέμενος. Ὁ δὲ Τζαχᾶς τὸ ὁμηρικὸν ἐκεῖνο ἔπος ἐδόκει λέγειν Νὺξ ἤδη τελέθει͵ ἀγαθὸν καὶ νυκτὶ πιθέσ θαι. Αὐγαζούσης δὲ τῆς ἡμέρας πολλὰ τῶν χρειωδῶν κομίσαι ὑπέσχετο. Ἅπαντα δὲ δόλος ἦν καὶ ἀπάτη͵ καὶ ὁ Δαλασσηνὸς οὐ πόρρω σκοποῦ ἔβαλλε. Κατὰ γὰρ τὸ περίορθρον λαθὼν ὁ Τζαχᾶς καὶ περὶ τὴν ᾐόνα τῆς Χίου κατεληλυθὼς οὐρίου τυχὼν πνεύματος τὴν Σμύρνην κατέ λαβεν ἐφ΄ ᾧ πλείονας συναγηοχέναι δυνάμεις καὶ αὖθις ἐπαναστρέψας ἐν Χίῳ καταλαβεῖν. Ἀλλ΄ οὐδ΄ ὁ Δαλασσηνὸς δεύτερος πρὸς τὰς τοῦ Τζαχᾶ μηχανὰς ἐφαίνετο. Εἰσελ θὼν γὰρ ἐν τοῖς παρατυχοῦσι πλοίοις μετὰ τῶν ὑπ΄ αὐτὸν τὴν Βολισσὸν κατέλαβε· καὶ τάς τε ναῦς περιποιησάμενος καὶ ἑλεπόλεις ἑτέρας παρασκευασάμενος τούς τε στρατιώ τας διαναπαύσας καὶ πλείονας τούτων συμπαραλαβὼν αὖθις ὅθεν ἐξῄει ἐπανέστρεψε. Καὶ καρτερὸν μετὰ τῶν βαρβάρων συνήρασσε πόλεμον καὶ καθελὼν τὰ τείχη ἐχει ρώσατο τὴν πόλιν τοῦ Τζαχᾶ τὴν Σμύρνην ἔτι περινοστοῦν τος. Κἀκεῖθεν λειοκύμονα τὴν θάλασσαν εὑρηκὼς εὐθυπλοή σας μετὰ τοῦ στόλου παντὸς κατέλαβε τὴν Μιτυλήνην.

7.9.1 Οὕτω δὲ ὁ αὐτοκράτωρ τὰ κατὰ τὸν Τζαχᾶν διαθέ μενος͵ ἐπεὶ τοὺς Σκύθας αὖθις τὸ Ρούσιον καταλαμβάνειν μεμαθήκει καὶ κατὰ τὸ Πολυβοτὸν τὸν χάρακα πήξασθαι͵ ἐξεληλυθὼς ὡς εἶχε τῆς Κωνσταντίνου τὸ Ρούσιον κατέ λαβε. Συνείπετο δὲ τούτῳ καὶ ὁ αὐτόμολος Νεάντζης δει νήν τινα καὶ βύθιον μελέτην κατ΄ αὐτοῦ τεκταινόμενος· συμπαρῆν δὲ καὶ ὁ Καντζοὺς καὶ ὁ Κατράνης ἄνδρες πολέ μων μεμνημένοι καὶ ζέοντα πρὸς τὸν αὐτοκράτορα πόθον ἔχοντες. Ἀπόμοιραν δὲ ἱκανὴν τῶν Σκυθῶν πόρρω θεασά μενος τὴν μετ΄ αὐτῶν ἐναποδύεται μάχην. Πολλοὶ μὲν οὖν τῶν Ρωμαίων ἐν τῷ μάχεσθαι πίπτουσι͵ τινὲς δὲ καὶ ζωγρηθέντες παρὰ τῶν Σκυθῶν κτείνονται͵ ἱκανοὶ δὲ καὶ μέχρις αὐτοῦ Ρουσίου κομίζονται.

7.9.2 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς προνομεῖς τῶν Σκυθῶν· ὁ δὲ βασιλεὺς τῶν καλουμένων Μανιακατῶν Λατίνων καταλαβόντων θαρσήσας ἐβουλεύετο τῇ μετ΄ αὐτὴν τὸν μετὰ τῶν Σκυθῶν κατασυ στάδην ἀναδέξασθαι πόλεμον. Ἐπεὶ δ΄ οὐ πολὺ τὸ μεταίχ μιον ἀμφοῖν τοῖν στρατευμάτοιν ἔτυχεν ὄν͵ τὴν ἐνυάλιον οὐκ ἀπεθάρρησεν ἠχῆσαι σάλπιγγα θέλων προαρπάσαι τὴν μάχην. Μεταπεμψάμενος οὖν τὸν περὶ τὴν τῶν βασιλικῶν ἱεράκων θεραπείαν διαπονούμενον Κωνσταντῖνον προστάτ τει τύμπανον ἑσπέρας ἀναλαβόμενον τύπτειν δι΄ ὅλης νυκ τὸς περινοστοῦντα τὸ στράτευμα καὶ διακηρυκεύειν ἑτοι μάζεσθαι͵ ὅτιπερ αὐγαζούσης τῆς αὔριον ἀπερισαλπίγκτως τὸν μετὰ τῶν Σκυθῶν ὁ αὐτοκράτωρ βούλεται συνάψαι πόλεμον. Οἱ δὲ Σκύθαι τοῦ Πολυβοτοῦ ἀπάραντες προκα ταλαμβάνουσι τόπον καλούμενον Ἅδην κἀκεῖθι τὸν χάρακα πήγνυνται. Οὕτω μὲν οὖν ὁ αὐτοκράτωρ ἐξ ἑσπέρας αὐτῆς παρεσκευάζετο· αὐγαζούσης δὲ ἡμέρας διελὼν τὸ στρά τευμα καὶ εἰς φάλαγγας καταστήσας ἵεται κατ΄ αὐτῶν.

7.9.3 Οὔπω δὲ τῆς συμβολῆς τοῦ πολέμου γενομένης͵ ἀλλ΄ ἑκάσ του τῶν ταγμάτων ἔτι καθισταμένου ὁ Νεάντζης κατά τινα παρακειμένην ἀκρολοφίαν ἀνελθὼν ἐφ΄ ᾧ κατασκοπῆσαι μὲν τὰς Σκυθικὰς παρατάξεις͵ ὡς ἔλεγεν͵ ἀγγελίαν δὲ τῷ αὐτοκράτορι τῆς αὐτῶν καταστάσεως συγκομίσαι͵ ἅπαν τοὐναντίον ἐποίει. Καὶ τῇ ἰδίᾳ διαλέκτῳ τοῖς Σκύθαις τηνικαῦτα συνεβούλευε τὰς ἁμάξας μὲν στοιχηδὸν κατα στῆσαι͵ αὐτοὺς δὲ μὴ δεδιέναι τὸν αὐτοκράτορα τετραμ μένον τε ὄντα ἤδη ἐκ τῆς προτεραίας ἥττης καὶ πρὸς φυγὴν ἕτοιμον σπάνιν τῶν στρατευμάτων καὶ τῶν συμμά χων ἔχοντα. Ταῦτ΄ εἰπὼν κάτεισι πρὸς τὸν αὐτοκράτορα. Μιξοβάρβαρος δέ τις εἰδήμων τῆς Σκυθικῆς διαλέκτου συνεὶς τὰ πρὸς τοὺς Σκύθας παρὰ τοῦ Νεάντζη λεχθέντα ἀπαγγέλλει πάντα τῷ βασιλεῖ. Ἐν αἰσθήσει δὲ τούτου γενόμενος ὁ Νεάντζης ἀνεζήτει τὸν ἔλεγχον· ἀναισχύντως δ΄ ὁ μιξοβάρβαρος ἐς μέσον ἐλθὼν ἤλεγχεν. Ἐκεῖνος δὲ ἀθρόον τὸ ξίφος σπασάμενος ἀπέκοψε τἀνθρώπου τὴν κεφαλὴν αὐτοῦ τε τοῦ βασιλέως ὁρῶντος καὶ ἑκατέρωθεν τῶν φαλάγγων ἱσταμένων.

7.9.4 Καὶ οἶμαι τὴν ὑποψίαν τῆς συκοφαντίας ὁ Νεάντζης ἐκκλίνων ἐκ τῆς σφαγῆς τοῦ συκοφαντοῦντος ὕποπτον μᾶλλον ἑαυτὸν καθιστᾷ. Τί γὰρ μὴ τὸν ἔλεγχον περιέμενεν; Ἀλλ΄͵ ὡς ἔοικε͵ γλῶτταν ἐθέ λων προαναιρεῖν ἐξορχουμένην τὰς κατ΄ αὐτὸν δολιότητας τολμᾷ τι καὶ παραβολώτερον πρᾶγμα ποιήσας βαρβαρικῆς μὲν ψυχῆς ἄξιον͵ ὕποπτον δὲ τοσοῦτον ὅσον καὶ τόλμης ἐφίκετο. Οὐ μὴν ὁ βασιλεὺς εὐθὺς ἐπεπορεύσατο τὸν βάρ βαρον οὐδὲ ἐπεξῆλθε δέον ὄν͵ ἀλλὰ τὴν μὲν καρδίαν παλ λομένην εἰς θυμὸν καὶ ὀργὴν ἐπέσχεν αὐτίκα͵ ἵνα μὴ προσοβήσῃ τὴν θήραν καὶ ταράξῃ τὰς φάλαγγας. Ἐτα μιεύετο δὲ καὶ ὑπώρυττε τὴν ὀργὴν τῷ Νεάντζῃ τούτου προδοσίαν τοῦ ἀνδρὸς καὶ τὴν ἀποστασίαν καὶ ἀπὸ τῶν προειργασμένων καὶ ἐξ ἄλλων προμαντευόμενος. Ἐπὶ ξυροῦ γὰρ ἀκμῆς εἱστήκει τὰ τοῦ πολέμου͵ καὶ διὰ τοῦτο περιυ λακτοῦντα τὸν θυμὸν ὁ βασιλεὺς τέως ἐπεῖχεν͵ ἀπορῶν τὸ τηνικαῦτα ὅ τι καὶ δράσειεν.

7.9.5 Ὁ μέντοι Νεάντζης μετὰ μικρὸν προσελθὼν καὶ τοῦ σφετέρου ἀποβὰς ἵππου ἄλλον ᾐτεῖτο τὸν βασιλέα. Καὶ δίδωσιν αὐτῷ παραχρῆμα ἵππον τῶν ἐκκρίτων μετὰ τῆς βασιλικῆς ἐφεστρίδος. Εἰς ὃν ἀναβάς͵ ἐπεὶ τὰ τάγματα κατ΄ ἀλλήλων διὰ τοῦ μεσαιχ μίου ἤδη ᾔεσαν͵ σχῆμα κατὰ τῶν Σκυθῶν ἱππασίας ποιη σάμενος τὴν ἀκωκὴν τοῦ δόρατος ὄπισθεν στρέψας πρὸς τοὺς ὁμογενεῖς φοιτᾷ πολλὰ κατὰ τῆς βασιλικῆς παρατά ξεως αὐτοῖς παραινῶν.

7.9.6 Οἱ δὲ ταῖς ὑποθημοσύναις αὐτοῦ χρώμενοι καρτερὸν τὸν μετὰ τοῦ αὐτοκράτορος συνά ψαντες πόλεμον τρέπουσι κατὰ κράτος. Ὁ δὲ βασιλεὺς διασπασθείσας τὰς φάλαγγας ὁρῶν καὶ φεύγοντας ἅπαντας ἐν ἀμηχανίᾳ γενόμενος παρακινδυνεύειν ἀλόγως οὐκ ἤθε λεν. Ἔνθεν τοι καὶ τὰς ἡνίας στρέψας μέχρι τοῦ ῥέοντος ποταμοῦ ἐγγὺς τοῦ Ρουσίου καταλαμβάνει. Κἀκεῖθεν τὸν χαλινὸν ἀνασειράσας μετά τινων λογάδων ὡς ἐνὸν πρὸς τοὺς διώκοντας ἀπεμάχετο ἱππασίας κατ΄ αὐτῶν ποιούμε νος͵ πολλοὺς δὲ καὶ κτείνων͵ ἔστιν οὗ καὶ αὐτὸς πληττό μενος. Ἐπειδὴ δὲ ἐξ ἑτέρου μέρους καὶ Γεώργιος ὁ Πύρ ρος καλούμενος φεύγων τὸν ποταμὸν κατελάμβανεν͵ ἐμβριμησάμενος τοῦτον ὁ αὐτοκράτωρ μετεκαλέσατο πρὸς ἑαυτόν. Ὡς δὲ τὸ ἰταμὸν τῶν Σκυθῶν ἑώρα καὶ ὅτι ὅσαι ὧραι πληθύνουσι καὶ ἄλλων ἐρχομένων εἰς τὴν αὐτῶν ἀρωγήν͵ τὸν μὲν Γεώργιον αὐτοῦ που καταλέλοιπε μετὰ τῶν λοιπῶν παραγγείλας μετὰ φειδοῦς ἀντικαθίστασθαι τοῖς Σκύθαις͵ μέχρις ἂν αὐτὸς ἐπανέλθοι. Γοργῶς δὲ τοῦ ἵππου τὸ ψά λιον περιστρέψας τὴν περαίαν τοῦ ποταμοῦ καταλαβὼν εἴσεισιν εἰς τὸ Ρούσιον͵ καὶ ὅσους τῶν φευγόντων στρα τιωτῶν κεῖθι κατέλαβε͵ καὶ τοὺς αὐτόχθονας ἅπαντας Ρουσιώτας ὁπόσοι στρατεύσιμον τὴν ἡλικίαν εἶχον͵ ἀλλὰ καὶ αὐτοὺς δὴ τοὺς ἀγρότας μετὰ τῶν ἰδίων ἁμαξῶν παρε κελεύσατο θᾶττον ἐξεληλυθότας παρὰ τῷ χείλει τοῦ ποτα μοῦ καταστῆναι. Τούτου δὲ θᾶττον ἢ λόγος γεγονότος καὶ κατὰ στοίχους τινὰς καταστήσας αὐτοὺς αὖθις πρὸς τὸν Γεώργιον διαπεράσας ἀναδεδραμήκει͵ καίτοι ὑπὸ τεταρ ταϊκοῦ ῥίγους πιεζόμενος͵ ὡς καὶ τοὺς ὀδόντας ὑπὸ τῆς φρίκης προσαράσσειν.

7.9.7 Ἐπισυναχθὲν δὲ καὶ τὸ ἅπαν Σκυθικὸν στράτευμα ὡς τὴν διττὴν ἐθεάσαντο παράταξιν καὶ τὸν αὐτοκράτορα οὕτως ἀγωνιζόμενον͵ τὸ φιλοκίνδυνον αὐτοῦ ἐπεγνωκότες καὶ ὅτι ὁ αὐτὸς κἀν ταῖς νίκαις κἀν ταῖς ἥτταις ἐστί͵ τὴν ἀνύποιστον τούτου ἐπεγνωκότες ὁρμὴν ἑστήκεσαν μὴ ἀποθαρροῦντες τὴν μετ΄ αὐτοῦ συμ πλοκήν. Ὁ δὲ αὐτοκράτωρ τὸ μέν τι ὑπὸ τοῦ ῥίγους συνε χόμενος͵ τὸ δὲ πλεῖστον ὅτι οὔπω οἱ σκεδασθέντες ἅπαντες ἔφθασαν συνεληλυθέναι͵ ἵστατο καὶ αὐτὸς παραθέων καὶ μετρίως ἱππαζόμενος καὶ κατ΄ αὐτῶν θάρσος ἐνδεικνύμενος. Συνέβαινεν οὖν ἄμφω τὰ στρατεύματα ἀτρεμοῦντα μέχρις ἑσπέρας ἑστάναι. Ἐπεὶ δ΄ ἡ νὺξ ἤδη προῄει͵ ἀμαχητὶ πρὸς τὰς ἰδίας ἐπανέστρεψαν παρεμβολάς. Ἐδεδίεσαν γὰρ καὶ ἀποθαρρεῖν οὐκ εἶχον τὸν πόλεμον. Οἱ δέ γε κατὰ τὴν πρώτην μάχην ἄλλοσε ἀλλαχῇ σκεδασθέντες κατὰ μικρὸν αὖθις πρὸς τὸ Ρούσιον ἐπανήρχοντο· οἱ πλείους δὲ τού των καὶ μάχης παντελῶς ἄγευστοι. Ὁ δέ γε Μοναστρᾶς καὶ Οὐζᾶς καὶ ὁ Συνέσιος͵ ἄνδρες ἀρηΐφιλοι καὶ μαχι μώτατοι͵ διὰ τοῦ Ἄσπρου καλουμένου τῷ τότε διελθόντες χωρίου ἀπόμαχοι καὶ αὐτοὶ τὸ Ρούσιον καταλαμβάνουσιν.

7.10.1 Ὁ δὲ αὐτοκράτωρ ὑπὸ τοῦ συνέχοντος αὐτὸν͵ ὡς ἔφην͵ ῥίγους βιαζόμενος κατεκλίθη μικρὸν ἑαυτὸν ἀνακτη σόμενος. Ἀλλ΄ ὅμως οὐδ΄ οὕτως ἠρέμει σκεπτόμενος τί ἂν χρὴ τὴν αὔριον ποιῆσαι. Προσελθὼν δ΄ ὁ Τατράνης (Σκύθης δὲ οὗτος ὁ ἀνὴρ πολλάκις αὐτομολήσας πρὸς τὸν αὐτοκράτορα καὶ παλινδρομήσας αὖθις οἴκαδε καὶ τοσαυ τάκις παρ΄ αὐτοῦ συμπαθείας ἀξιωθεὶς καὶ πολὺν τὸν πόθον εἰς αὐτὸν διὰ τὴν τοσαύτην ἀνεξικακίαν ἐσχηκὼς τὰ ὑπὲρ αὐτοῦ τοῦ λοιποῦ ὅλῃ ψυχῇ καὶ φρονῶν καὶ πραγ ματευόμενος) ἔφη· Ἐλπίς ἐστί μοι͵ βασιλεῦ͵ κατὰ τὴν αὔριον τοὺς Σκύθας κυκλῶσαι ἡμᾶς καὶ οὕτω τὸν μεθ΄ ἡμῶν ἀναζητῆσαι πόλεμον. Χρὴ τοίνυν προλαβόντας ἔξω τῶν τειχῶν αὐγαζούσης ἡμέρας παρατάξασθαι. Ἐπαι νέσας δὲ τοῦτον ὁ βασιλεὺς καὶ ἀποδεξάμενος τῆς βουλῆς συνέθετο ἡλίου ἀνίσχοντος πέρας ταύτην λαβεῖν. Ὁ δὲ ταῦτ΄ εἰπὼν ἀπελθὼν τοιαῦτα πρὸς τοὺς ἡγεμόνας ἀπεστο μάτισε τῶν Σκυθῶν· Μὴ ἐπαίρεσθε διὰ τὰς προγεγενη μένας ἥττας τοῦ αὐτοκράτορος͵ μηδὲ ὀλιγοστοὺς ὁρῶντες ἡμᾶς τὴν μεθ΄ ἡμῶν ἐπ΄ ἀγαθαῖς ἐλπίσι θαρρεῖτε μάχην. Ἄμαχος τὴν ἰσχύν ἐστιν ὁ κρατῶν καὶ πολὺ μισθοφορικὸν ὅσον ἤδη ἐλπίζεται καταλαβεῖν. Καὶ εἰ μὴ τὴν μετ΄ αὐτοῦ εἰρήνην ἀσπάσεσθε͵ τὰ σώματα ὑμῶν οἰωνοὶ ἔδονται.

7.10.2 Τοιαῦτα μὲν τὰ τοῦ Τατράνη πρὸς τοὺς Σκύθας. Ὁ δέ γε αὐτοκράτωρ μελετήσας τοὺς κατὰ πεδιάδα νεμομένους ἵππους αὐτῶν ἀναλαβέσθαι (ἦσαν γὰρ παμπληθεῖς) λῃζο μένων ὁσημέραι τε καὶ νύκτες τὴν ἡμεδαπὴν χώραν μετα πεμψάμενος τόν τε Οὐζᾶν καὶ τὸν Μοναστρᾶν ἐπέσκηψε μεθ΄ ἱππέων ἐκκρίτων ἐξ ὀπισθίων τῶν Σκυθῶν διελθόντας κατὰ τὸ περίορθρον τὰς πεδιάδας καταλαβεῖν καὶ τοὺς ἵππους ἅπαντας καὶ τἆλλα κτήνη σὺν αὐτοῖς νομεῦσιν ἀναλαβέσθαι καὶ μὴ δεδιέναι παρεκελεύετο. Ἡμῶν γάρ͵ φησι͵ κατὰ πρόσωπον αὐτοῖς μαχομένων ὑμεῖς ῥᾳδίως τὸ κελευσθὲν ἐκπληρώσετε. Οὐδαμῶς δὲ τοῦ σκοποῦ διημάρ τηκεν· ὁ γὰρ λόγος ἔργον εὐθὺς ἐγεγόνει.

7.10.3 Αὐτὸς δὲ τὴν κατ΄ αὐτοῦ τῶν Σκυθῶν ἐπέλευσιν προσδόκιμον ἔχων οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς͵ οὐδ΄ ἐπινυστάζων ὅλως ἦν͵ ἀλλὰ μεταπεμπόμενος δι΄ ὅλης νυκτὸς τοὺς στρατιώ τας καὶ μᾶλλον τοὺς τῆς τοξείας εἰδήμονας πολλὰ περὶ τῶν Σκυθῶν ὡμίλει ἐπαλείφων οἷον αὐτοὺς καὶ τὰ συνοί σοντα πρὸς τὴν ἐλπιζομένην ἐς νέωτα μάχην ξυμβουλεύων͵ ὅπως δεῖ τόξον τείνειν καὶ βέλη πέμπειν͵ ἔστιν οὗ καὶ τοὺς ἵππους ἀνασειράζειν καὶ αὖθις ἐνδιδόναι τὸν χαλινὸν καὶ ἀποβαίνειν τῶν ἵππων͵ εἰ καὶ τοῦτο χρή. Ἀλλὰ ταῦτα μὲν τὰ τῆς νυκτὸς ἔργα· μικρὸν δὲ ὑπνώσας͵ ἐπεὶ τῆς ἡμέρας ἤδη ἐπιφωσκούσης οἱ λογάδες ἅπαντες τῶν Σκυθῶν διαπεραιωθέντες τὸν ποταμὸν τὸν πόλεμον ἀναζητεῖν ἐῴκεσαν καὶ ἤδη πέρας ὁ τοῦ αὐτοκράτορος ἐλάμβανε στο χασμός (δεινὸς γὰρ ἦν προϊδέσθαι τὸ μέλλον ἐμπειρίαν πολλὴν τῇ πυκνότητι τῶν ὁσημέραι κατ΄ αὐτοῦ ἐπανιστα μένων πολέμων λαβών)͵ ἐπιβὰς παραχρῆμα τοῦ ἵππου τὴν ἐνυάλιον ἠχῆσαι προσέταττε σάλπιγγα καὶ τὰς φάλαγγας καταστησάμενος αὐτὸς ἐπὶ τοῦ μετώπου εἰστήκει. Ὁρῶν δὲ τοὺς Σκύθας ἰταμώτερον ἢ πρότερον ἐπικαταλαμβάνον τας παραχρῆμα τοὺς τῆς τοξείας εἰδήμονας ἀποβῆναι τῶν ἵππων καὶ βάδην κατ΄ αὐτῶν ἰέναι ἐπέσκηψε καὶ συνεχῆ τὰ τόξα τείνειν· τὸ δέ γε λοιπὸν τῆς παρατάξεως κατόπιν τούτων ἵετο καὶ αὐτὸς ὁ αὐτοκράτωρ τὸ μέσον διέπων τοῦ στρατεύματος.

7.10.4 Οἱ δὲ τοῖς Σκύθαις μετὰ τόλμης προσέβαλον. Καρτερᾶς δὲ τῆς μάχης γεγονυίας τὸ μὲν τῇ πυκνότητι τῶν βελῶν͵ τὸ δὲ καὶ τὸν τοῦ ῥωμαϊκοῦ συντάγ ματος συνασπισμὸν ὁρῶντες καὶ αὐτὸν δὴ τὸν αὐτοκράτορα ἐκθύμως μαχόμενον ἐκδειματωθέντες παλιμπόρευτοι γεγό νασι τὸν ποταμὸν εἰς τοὐπίσω σπεύδοντες διαπερᾶν πρὸς τὰς σφῶν ἁρμαμάξας τὴν φυγὴν ποιούμενοι. Ἐδίωκον γὰρ ὅλους ῥυτῆρας ἀφέντες οἱ τῆς ῥωμαϊκῆς φάλαγγος͵ οἱ μὲν τοῖς δόρασι κατὰ τὰ μετάφρενα παίοντες͵ οἱ δὲ τοῖς βέλεσι τούτους βάλλοντες. Πολλοὶ μὲν οὖν πρὸ τοῦ παρὰ τὸ χεῖ λος ἐφθακέναι τοῦ ποταμοῦ ἀναιρεθέντες πίπτουσι͵ πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις ἐμπίπτοντες τοῦ ποταμοῦ παρασυρόμενοι ἐναπεπνίγοντο. Ἐκθυμότερον δὲ ἁπάντων κατὰ τὴν ἡμέραν ἐκείνην οἱ περὶ τὸν αὐτοκράτορα διαπονούμενοι θεράποντες ἠγωνίσαντο· ἦσαν γὰρ ἀκμῆτες ἅπαντες. Ὁ δέ γε αὐτοκράτωρ ἔκδηλος ἀριστεὺς καὶ κατὰ ταυτηνὶ τὴν ἡμέραν ἀναδειχθεὶς νικητὴς πρὸς τὴν ἰδίαν παρεμβολὴν ἐπανέστρεψεν.

7.11.1 Ἐπὶ τρισὶ γοῦν ἡμέραις αὐτοῦ που διαναπαυσάμενος ἐκεῖθεν ἀπάρας καταλαμβάνει τὴν Τζουρουλόν. Σκοπήσας δὲ ὡς χρὴ μὴ ταχέως ἐκεῖθεν μεταστῆναι͵ τάφρον ἀπο χρῶσαν πρὸς τὸ ἀνατολικώτερον μέρος τοῦ πολιχνίου ταῖς προσούσαις αὐτῷ δυνάμεσι διορύξας τήν τε βασιλικὴν σκη νὴν καὶ τὰς σκευὰς ἁπάσας εἴσω τούτου κατέθετο. Οἱ δὲ Σκύθαι ἐπιόντες καὶ οὗτοι κατὰ τῆς Τζουρουλοῦ͵ ἐπειδὴ προκαταλαβεῖν τὸν αὐτοκράτορα ταύτην ἠκηκόεισαν͵ δια βεβηκότες τὸν ἀνὰ τὴν πεδιάδα ῥέοντα ποταμὸν ἀγχοῦ που τοῦ πολιχνίου τούτου (Ξηρόγυψον τοῦτον ἐγχωρίως κατο νομάζουσι) τὸν χάρακα ἐπήξαντο μεταξὺ ὄντες τοῦ τε ποταμοῦ καὶ τοῦ πολιχνίου. Καὶ οἱ μὲν ἦσαν ἔξωθεν τὴν πόλιν ταύτην κυκλώσαντες· ὁ δὲ βασιλεὺς ἔνδον ἐναπεί ληπτο καθάπερ πολιορκούμενος. Ἀλλ΄ ἐπεὶ νὺξ κατέλαβεν͵ ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταί͵ τοῦτο δὴ τὸ τῆς Καλλιόπης Ὁμήρου͵ εὗδον· τὸν δὲ αὐτοκράτορα Ἀλέ ξιον οὐκ ἔχε νήδυμος ὕπνος͵ ἀλλὰ διηγρύπνει τε καὶ ἀνεί λιττε λογισμοὺς ὅπως τὸ θράσος τῶν βαρβάρων τέχνῃ καταγωνίσηται.

7.11.2 Ἰδὼν τοίνυν ὡς τὸ πολίχνιον τοῦτο ἡ Τζουρουλὸς ἐπὶ λόφου ἀνεστηκότος τετείχιστο͵ τὸ δὲ βάρ βαρον ἅπαν κάτω που περὶ τὴν πεδιάδα ηὐλίσατο͵ ἐπεὶ μὴ ἀποχρῶσαν πρὸς τοσαῦτα πλήθη δύναμιν εἶχεν ὥστε τὴν μετ΄ αὐτῶν ἀποθαρρῆσαι κατασυστάδην μάχην͵ ἐπινοεῖταί τι καὶ μάλα εὐμήχανον. Ἀναλαβόμενος τὰς τῶν οἰκητόρων ἁμάξας καὶ ταύτας ἀφελὼν ἀπὸ τῶν ἐπικραββάτων τούς τε τροχοὺς καὶ τοὺς ἄξονας ἄνω κατέσχε κᾆθ΄ οὕτως ἔξω τοῦ τείχους ἐπὶ τῶν κρηδέμνων ἐφεξῆς ἀπαιωρεῖ διά τινων καλῳδίων ἐναποδεσμουμένων ταῖς ἐπάλξεσι τῶν τειχῶν. Καὶ ἅμα τε τοῦτο ἐνενόησε καὶ εἰργάσατο. Καὶ μιᾶς ὥρας ἐναπεκρέμαντο κύκλῳ οἱ τροχοὶ μετὰ τῶν ἀξόνων ὥσπερ τινὲς ἐφεξῆς κύκλοι κείμενοι καὶ ἀλλήλοις ἐγγίζοντες καὶ τοῖς ἄξοσιν αὐτῶν ξυνδεσμούμενοι.

7.11.3 Πρωΐθεν δὲ ἀνα στὰς καὶ αὐτός τε ὁπλισάμενος καὶ τοὺς ἄλλους ὁπλίσας ἐξάγει τοῦ τείχους ἀντιμετώπους στήσας τοὺς στρατιώτας τοῖς βαρβάροις. Συνέβαινε δέ͵ ἐφ΄ ἃ μέρη τὰ κύκλα τῶν τροχῶν ἀπῃώρηντο͵ ἐπ΄ ἐκεῖνα καὶ τοὺς ἡμετέρους στρα τιώτας ἵστασθαι καὶ ἀντικρὺ κεῖσθαι κατὰ μίαν γραμμὴν τὸ ἀντίθετον. Καὶ τὸ ἐντεῦθεν αὐτὸς μέσον τῆς ἀμφ΄ αὐτὸν παρατάξεως ἑστηκὼς συνεβούλευεν͵ ἐπὰν ἡ σάλπιγξ τὸ ἐνυάλιον ἐμβοήσειεν͵ ἀποβάντας τῶν ἵππων τοὺς στρα τιώτας σχολῇ καὶ βάδην κατὰ τῶν ἐναντίων χωρεῖν τόξοις τὰ πολλὰ χρωμένους καὶ ἀκροβολισμοῖς καὶ τὴν φάλαγγα τῶν Σκυθῶν εἰς ἑαυτοὺς προκαλεῖσθαι. Ἐπὰν δὲ τούτους παρασυρέντας καὶ ἐπ΄ αὐτοὺς ἐγκεκραγότας τοὺς ἵππους θεάσαιντο͵ προτροπάδην ὀπισθορμήτους γενομένους ὀλίγον διαιρεθῆναι τηνικαῦτα διχῆ εἰς δεξιόν τε καὶ εὐώνυμον μέρος͵ καὶ χώραν δοῦναι τοῖς ἐναντίοις ἐς τοσοῦτον ἕως ἂν τοῦ τείχους πλησίον γένοιντο. Τούτου δὲ γεγονότος παρήγ γελτο τοῖς ἄνωθεν ἑστηκόσιν ἀπὸ τοῦ τείχους͵ ὁπηνίκα τὴν σχίζαν τῶν φαλάγγων θεάσαιντο͵ ξίφεσι τὰ καλῴδια διακόπτειν καὶ ἀφεῖναι τοὺς τροχοὺς μετὰ τῶν ἀξόνων ἄνωθεν κάτω κατακρημνίζεσθαι.

7.11.4 Ἐγένετο ταῦτα κατὰ τὸ τοῦ βασιλέως παράγγελμα. Καὶ ἀθρόοι μὲν ἐπαρράξαν τες ἦσαν οἱ Σκύθαι σὺν ἀλαλαγμῷ βαρβαρικῷ ἱππόται κατὰ τῆς ἡμεδαπῆς παρατάξεως πεζῇ καὶ βάδην ἱεμένων πάντων κατ΄ αὐτῶν͵ μόνου δὲ τοῦ αὐτοκράτορος ἐπόχου συγκα τιόντος αὐτοῖς. Οἱ δὲ κατὰ τὴν τοῦ αὐτοκράτορος Ἀλεξίου τέχνην ὀλίγον γόνυ γουνὸς ἀμείψαντες καὶ οἶον ἀναπο δίσαντες διεσχίσθησαν ἀπ΄ ἀλλήλων͵ ὡς οὐκ ἄν τις ἤλπισεν͵ ὥσπερ θύραν τοῖς βαρβάροις πλατυτάτην εἰς τὴν εἴσοδον ἀνοίξαντες. Καὶ ἅμα οἱ μὲν Σκύθαι εἴσω τοῦ στομίου τῶν ἑκατέρωθεν φαλάγγων ἐγεγόνεισαν͵ οἱ δὲ τροχοὶ μετά τινος ῥοίζου καὶ καταφορᾶς ἐνεχθέντες ὑπὲρ πῆχυν ἀπὸ τοῦ τείχους ἕκαστος ἐφαλλόμενοι ἅτε τῶν κυρτοτήτων ἑκάστου τροχοῦ ἀποκρουσθεισῶν ἐκ τοῦ τείχους καὶ οἷον ἀποσφεν δονηθεισῶν εἰς μέσους τοὺς τῶν βαρβάρων ἱππότας ἐξεκυλίσθησαν ῥύμην λαβόντες σφοδροτέραν. Τὸ μὲν καὶ ἀπὸ τῆς ἀθρόας καταφορᾶς τῷ φυσικῷ πειθόμενοι βάρει͵ τὸ δὲ καὶ ῥοπὴν λαβόντες ἀκάθεκτον ἀπὸ τοῦ κατάντους τοῦ τόπου σφοδρῶς τε τοῖς βαρβάροις ἐνέπιπτον καὶ πανταχόθεν αὐτοὺς περιέθλιβον τὰ σκέλη τῶν ἵππων ὥσπερ θερίζοντες καὶ ἀμφότερα ἑκατέρωθεν ἀπό τε τῶν ἐμπροσθίων καὶ ὀπισ θίων μερῶν διατεμόμενοι ὀκλάσαι τοὺς ἵππους͵ ἐφ΄ ἃ μέρη τὴν πληγὴν ἐδέξαντο͵ κατηνάγκασαν καὶ τοὺς ἱππό τας συγκαταβαλεῖν. Ὧν ἐπαλλήλων καὶ συχνῶν πιπτόν των͵ ἐξ ἑκατέρου δὲ καὶ τῶν στρατιωτῶν κατ΄ αὐτῶν ἱεμένων καὶ δεινῆς τῆς μάχης τοῖς Σκύθαις πανταχόθεν ἐφισταμένης οἱ μὲν τοῖς πεμπομένοις ἀνῃροῦντο βέλεσιν͵ οἱ δὲ διὰ τῶν δοράτων ἐπλήττοντο͵ τῶν δὲ λοιπῶν οἱ πλείους ὑπὸ τῶν τροχῶν σφοδρῶς καταφερομένων συνω θούμενοι πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ ἀπεπνίγησαν.

7.11.5 Τῇ δὲ μετ΄ αὐτήν͵ ἐπεὶ πάλιν τοὺς καταλειφθέντας Σκύ θας πρὸς πόλεμον ὁρμῶντας ἑώρα͵ τοὺς ὑπ΄ αὐτὸν ἅπαν τας τεθαρρηκότας κατανοήσας ὁπλίσασθαι παρεκελεύσατο. Σιδηροφορήσας δὲ καὶ αὐτὸς καὶ πολέμου σχῆμα διατυ πώσας πρὸς τὸ πρανὲς κάτεισιν. Εἶτα δὴ τὰς φάλαγγας ἐπιστρέψας κατὰ πρόσωπον τοῖς Σκύθαις ἵστατο ἐφ΄ ᾧ τὸν μετ΄ αὐτῶν ὡς ἐνὸν συνάψαι πόλεμον. Αὐτὸς μὲν οὖν τὴν μέσην τῶν ταγμάτων εἶχε χώραν· μάχης δὲ καρτερᾶς γενομένης τὴν νικῶσαν τηνικαῦτα παρ΄ ἐλπίδας αἱ ῥωμαϊ καὶ εἶχον φάλαγγες καὶ ἐδίωκον τούτους ἀκρατῶς. Ἐπεὶ δ΄ ἱκανὸν διάστημα τούτους ἑώρα διώκοντας ὁ αὐτοκράτωρ͵ δεδιὼς μὴ λοχῶντές τινες αἰφνιδίως ἐπεισπεσόντες τοῖς Ρωμαίοις παλίντροπον τὴν τῶν Σκυθῶν φυγὴν ἀπεργά σωνται καὶ προστεθέντες τούτοις καὶ οἱ φεύγοντες μέγα τὸ δεινὸν τῇ ῥωμαϊκῇ στρατιᾷ ἐπάξωσιν͵ ἱππασίας πυκ νὰς ποιούμενος ἀνασειράζειν τοὺς χαλινοὺς καὶ τοὺς ἵππους ἀναψύχειν τοῖς στρατιώταις ἐκέλευεν.

7.11.6 Οὕτω γοῦν κατὰ τὴν ἡμέραν ἐκείνην ἄμφω διαστήτην τὰ στρα τεύματα. Οἱ μὲν γὰρ φυγάδες͵ ὁ δὲ λαμπρὸς νικητὴς χαί ρων πρὸς τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισιν. Οἱ δὲ Σκύθαι κατὰ κράτος ἡττηθέντες μεταξὺ τοῦ Βουλγαροφύγου καὶ τῆς μικρᾶς Νικαίας τὰς σκηνὰς ἐπήγνυντο. Χειμῶνος δὲ ἤδη ἐπικαταλαβόντος δεῖν ἔγνω ὁ αὐτοκράτωρ εἰς τὴν βασι λεύουσαν ἐπανελθεῖν ἐφ΄ ᾧ ἑαυτόν τε καὶ τὸ πλέον τοῦ στρατοπέδου τῶν πολλῶν ἀγώνων ἐπανακτήσασθαι. Διελό μενος οὖν τὰς δυνάμεις καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκρί νας ὁπόσοι εὐψυχότεροι τοῦ παντὸς ἧσαν στρατεύματος͵ ἡγεμόνας τούτων τόν τε Ἰωαννάκην καὶ τὸν Μαυροκατα καλὼν Νικόλαον προὐβάλετο͵ περὶ ὧν πολλάκις φθάσας ὁ λόγος ἐδήλωσεν͵ ἐντειλάμενος αὐτοῖς ἐν ἑκάστῳ μὲν τῶν πολιχνίων ἀποχρῶντας εἰσαγαγεῖν στρατιώτας εἰς τὴν αὐτῶν φρουράν͵ πεζοὺς δὲ ἐξ ἁπάσης τῆς χώρας μετὰ ἁμαξῶν καὶ τῶν ταύτας ἑλκόντων βοῶν ἐξελάσαι. Βουλό μενος γὰρ ἔαρος ἐφισταμένου τῆς κατὰ τῶν Σκυθῶν καρ τερώτερον ἀνθέξεσθαι μάχης προεμελέτα τε καὶ ηὐτρέπιζε τὰ συνοίσοντα. Οὕτω γοῦν ἅπαντα διαθέμενος ἐπανέρ χεται πρὸς τὸ Βυζάντιον.


BIBLIOGRAFIE:


Sursa: http://foss.math.aegean.gr/~alex/Byz/Alexiad