Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (23)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (14)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (42)
   Recenzii (5)
   Repertorii arheologice (3)
   Surse contemporane (2)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (361)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Άννα Κομνηνή - Αλεχιασ (Ι')

10.1.1 Ἐπεὶ δὲ τὴν ἐκκλησίαν ὥσπερ τι ῥεῦμα κακίας ὁ Νεῖλος ἐκεῖνος ἐπικλύζων πολὺν τὸν σάλον ταῖς τῶν ἁπάν των ἐνεποίει ψυχαῖς μετ΄ οὐ πολὺ τῆς τῶν τοῦ Ἰταλοῦ δογμάτων καθαιρέσεως ἀναφανείς͵ καὶ πολλοὺς ταῖς δίναις τῆς αὐτοῦ κακοδοξίας ἐβύθισεν. Ἀνὴρ δὲ οὗτος δεξιὸς μὲν τὴν ἀρετὴν ὑποκρίνασθαι οὐκ οἶδα μὲν ὅθεν͵ τέως δ΄ οὖν τῇ μεγαλοπόλει ἐφοίτησε καὶ ἐγγωνιάζων Θεῷ μόνῳ δῆθεν καὶ ἑαυτῷ προσανεῖχε διὰ παντὸς ταῖς ἱεραῖς βίβλοις ἐνασχολούμενος. Ἀμύητος δὲ πάσης ἑλληνικῆς παιδείας ὢν καὶ μηδὲ καθηγητήν τινα ἐσχηκὼς ἀρχῆθεν τὸν ὑφαπλοῦντα τούτῳ τὸ τῆς θείας γραφῆς βάθος ἐνεκε κύφει μὲν τοῖς τῶν ἁγίων συγγράμμασιν͵ ἄγευστος δὲ πάσης λογικῆς παιδείας ὢν ἐπεπλάνητο περὶ τὸν νοῦν τῶν γραφῶν.

10.1.2 Οὐκ ἀγεννῆ δέ τινα χορὸν ὑποσυρόμενος ἐν μεγάλαις οἰκίαις εἰσέδυ διδάσκαλος αὐτοχειροτόνητος͵ τὸ μέν τι διὰ τὴν ἐπιφαινομένην αὐτῷ ἀρετὴν καὶ τὸ κατε σκληκὸς ἐκεῖνο ἦθος͵ τὸ δὲ καὶ διὰ τὴν ὑποκεκρυμμένως ἐμφαινομένην αὐτῷ τάχα γνῶσιν· ἔνθεν τοι καὶ τὴν καθ΄ ὑπόστασιν ἕνωσιν τοῦ καθ΄ ἡμᾶς ἀγνοήσας μυστηρίου καὶ μήθ΄ ὅ τι ἐστὶν ἕνωσις ἁπλῶς συνιέναι δυνάμενος μήθ΄ ὅ τι ἐστὶν ὅλως ὑπόστασις εἰδὼς οὔτε διακεκριμένως ὑπόστα σιν ἢ ἕνωσιν νοεῖν δυνάμενος μήτ΄ αὖθις ἡνωμένως καθ΄ ὑπόστασιν ἕνωσιν μήθ΄ ὅπως ἐθεώθη τὸ πρόσλημμα παρὰ τῶν ἁγίων διδασκόμενος͵ πόρρω τοῦ ὄντος ἐξενεχθεὶς φύσει τοῦτο θεωθῆναι ἐδόξαζεν ἀπατώμενος.

10.1.3 Οὐδὲ τοῦτο διέλαθε τὸν αὐτοκράτορα· ἀλλ΄ ὡς ᾔσθετο τὰ περὶ τούτου ὀξύρροπον ἐπινοεῖ τὴν βοήθειαν καὶ τὸν ἄνδρα μετακαλεσάμενος πολλὰ τοῦ θράσους καὶ τῆς ἀμαθίας ἐμέμφετο καὶ πολλὰ τοῦτον ἐλέγξας τήν τε καθ΄ ὑπόστασιν ἕνωσιν τοῦ θεανθρώπου λόγου τρανῶς ἐδίδασκε καὶ τὸν τῆς ἀντιδόσεως τρόπον παρίστα καὶ ὅπως ἐθεώθη τὸ πρόσλημμα μετὰ τῆς ἄνωθεν ἐδίδασκε χάριτος. Ὁ δὲ τῆς ἰδίας ψευδο δοξίας ἀπρὶξ εἴχετο καὶ πρὸς πᾶσαν κάκωσιν͵ στρέβλας τε καὶ δεσμὰ καὶ ξεσμοὺς σαρκὸς ἑτοιμότατος ἦν ἢ ἀποστῆ ναι τοῦ μὴ θεωθῆναι φύσει διδάσκειν τὸ πρόσλημμα.

10.1.4 Εἶχε δὲ τότε καὶ πολλοὺς τῶν Ἀρμενίων ἡ μεγαλόπολις͵ οἷς τῆς ἀσεβείας ὑπέκκαυμα ὁ Νεῖλος ἐκεῖνος ἐγίνετο· ἐντεῦθεν διαλέξεις τε συχναὶ πρὸς τὸν Τικράνην ἐκεῖνον καὶ τὸν Ἀρσάκην͵ οὓς ἐπὶ πλέον τὰ τοῦ Νείλου δόγματα πρὸς ἀσέβειαν ἠρέθιζε. Τί τὸ ἐντεῦθεν; Τὴν ἀσέβειαν πολλῶν ἐπινεμομένην ψυχὰς ὁρῶν ὁ αὐτοκράτωρ καὶ ἀλλή λοις τὰ τοῦ Νείλου καὶ τῶν Ἀρμενίων ἐπιπλεκόμενα καὶ ἁπανταχῇ τὸ φύσει θεωθῆναι τὸ πρόσλημμα λαμπρᾷ φωνῇ κηρυττόμενον ἀθετουμένας τε τὰς τῶν ἁγίων πατέρων περὶ τούτου γραφὰς καὶ τὴν καθ΄ ὑπόστασιν ἕνωσιν ἀγνοου μένην σχεδόν͵ στῆσαι τὴν σφοδρὰν τοῦ κακοῦ ῥύμην βου ληθεὶς τοὺς τῆς ἐκκλησίας λογάδας συναγαγὼν σύνοδον περὶ τούτου γενέσθαι κοινῇ συνεσκέψατο.

10.1.5 Καὶ παρῆν τηνικαῦτα ἅπαν τὸ τῶν ἀρχιερέων πλήρωμα καὶ αὐτὸς ὁ πατριάρχης Νικόλαος. Καὶ ὁ Νεῖλος εἰς τὸ μέσον μετὰ τῶν Ἀρμενίων ἵστατο͵ καὶ τὰ τούτου ἀνεκαλύπτοντο δόγ ματα͵ καὶ ὃς λαμπρᾷ τῇ φωνῇ ταῦτα ἐδίδασκε καὶ ἰσχυρῶς αὐτῶν διὰ πλειόνων ἀντείχετο. Τί τὸ ἐντεῦθεν; Ἡ σύνο δος͵ ἵνα πολλῶν ἀπαλλάξῃ ψυχὰς τῆς διεφθαρμένης αὐτοῦ διδαχῆς͵ αἰωνίῳ τούτου καθυπέβαλεν ἀναθέματι καὶ τὴν καθ΄ ὑπόστασιν ἕνωσιν κατὰ τὰς τῶν ἁγίων παραδόσεις ἐμφανέστερον ἀνεκήρυξε.

10.1.6 Μετὰ τοῦτον ἢ μᾶλλον εἰπεῖν σὺν τούτῳ καὶ ὁ Βλαχερνίτης δεδημοσίευτο ἀσεβῆ καὶ ἔκφυλα τῆς ἐκκλησίας φρονῶν͵ κἂν ἱερωμένος ἦν. Ἐνθουσιασταῖς γὰρ ὁμιλήσας καὶ τῆς τούτων λύμης μετασχὼν πολλούς τε ἐξαπατῶν καὶ μεγάλας τῶν ἐν τῇ μεγαλοπόλει οἰκίας ὑπορύττων καὶ παραδιδοὺς τὰ τῆς ἀσεβείας δόγματα͵ ἐπεὶ πολλὰ πολλάκις μεταπεμπόμενος καὶ διδασκόμενος παρὰ τοῦ αὐτοκράτορος οὐδ΄ ὅλως τῆς οἰκείας κακοδοξίας ἀφίστατο͵ τῇ ἐκκλησίᾳ καὶ τοῦτον ὁ αὐτοκράτωρ παρέπεμψεν. Οἱ δὲ ἐπὶ πλέον τοῦτον ἐξετά σαντες͵ ὡς ἀμετάθετον καὶ αὐτοὶ ἐγνώκεσαν͵ αὐτόν τε αἰωνίῳ ἀναθέματι καὶ τὰ τούτου δόγματα καθυπέβαλον.

10.2.1 Οὕτω μὲν οὖν ὥσπερ τις ἀγαθὸς κυβερνήτης ὁ αὐτο κράτωρ τὰς ἀλλεπαλλήλους τῶν κυμάτων ἐπιδρομὰς ὥσπερ διανηξάμενος καὶ πολλὴν ἀποκλυσάμενος ἅλμην τῆς οἰκου μένης καὶ τὰ κατὰ τὴν ἐκκλησίαν εὖ διαθέμενος ἐπ΄ ἄλλα τινὰ πάλιν πελάγη πολέμων καὶ θορύβων ἐπάγεται. Ἀεὶ γὰρ ἕτερον ἐφ΄ ἑτέρῳ προσίστατο καὶ θάλασσά φασιν ἐπὶ θαλάσσῃ καὶ ποταμὸς κακῶν ἐπὶ ποταμῷ͵ ὡς μηδ΄ ἀναπνεῖν ἐᾶν τὸ τοῦ λόγου τὸν βασιλέα μηδ΄ ἐπιμῦσαι τὰ βλέφαρα. Κἂν ἡμεῖς σταγόνα μικράν͵ εἶπεν ἄν τις εἰκότως͵ ἐκ τοῦ Ἀδριαντικοῦ πελάγους ἀνιμησάμεθα ὀλίγα τῶν κατ΄ ἐκεί νου καιροῦ πεπραγμένων τῷ βασιλεῖ περιγράψαντες μᾶλ λον ἢ γράψαντες͵ ἀλλ΄ ἐκεῖνος ἀντέσχε πρὸς ἅπαντα κύματά τε καὶ κλύδωνας͵ ἕως τὴν τῆς βασιλείας οὐριοδρο μοῦσαν ναῦν εἰς λιμένας ἀκλύστους ὁρμίσειε. Καὶ τίς ἂν ἢ Δημοσθένους ἠχὼ ἢ ῥοῖζος Πολέμωνος ἢ Ὁμηρικαὶ πᾶσαι Μοῦσαι τὰ ἐκείνῳ κατωρθωμένα πρὸς ἀξίαν ὑμνήσειαν; Ἐγὼ δ΄ ἂν φαίην͵ οὐδ΄ ἂν αὐτὸς Πλάτων οὐδ΄ ἂν ξύμπασα στοὰ καὶ ἀκαδημία εἰς ταὐτὸ ξυνεληλυθυῖαι προσῆκον τῆς ἐκείνου ψυχῆς ἐφιλοσόφησαν. Μήπω γὰρ παυσαμένων τῶν χειμώνων ἐκείνων καὶ τῶν πολυπλόκων πολέμων μηδὲ τοῦ κλύδωνος ἀφυβρίσαντος ἕτερος χειμὼν οὐδενὸς τῶν εἰρη μένων ἐλάττων αὐτῷ ἐπεγείρεται.

10.2.2 Καὶ γὰρ ἄνθρωπός τις οὐ τῶν ἐπιφανῶν͵ ἀλλὰ τῆς κάτω τύχης ἐκ τοῦ χάρα κος ὁρμώμενος τὸν τοῦ Διογένους υἱὸν ἑαυτὸν εἶναι ἔλεγε͵ κἂν ἐκεῖνος φθάσας ἀνῃρέθη͵ ὁπηνίκα τὸν μετὰ τῶν Τούρ κων κατὰ τὴν Ἀντιόχειαν πόλεμον ὁ Κομνηνὸς Ἰσαάκιος καὶ αὐτάδελφος τοῦ αὐτοκράτορος συνεκρότησεν· ὅπως δὲ τῷ λεπτομερέστερον ἐθέλοντι μανθάνειν ἐξέσται ἀπὸ τῶν τοῦ κλεινοῦ Καίσαρος συγγραμμάτων διεντυχεῖν. Παρὰ πολλῶν μὲν οὖν ἐπιστομιζόμενος ὁ τοιοῦτος ἐπαύετο οὐδα μῶς. Καὶ γὰρ ἦλθε μὲν οὗτος ἐξ ἀνατολῆς πένης τε καὶ σισυροφορῶν͵ πανουργότατος δὲ ὢν καὶ τὸ ἦθος πολύτρο πος περιενόστει τὴν πόλιν κατ΄ οἴκους τε καὶ ῥυμοτομίας περὶ ἑαυτοῦ ὑψηλά τινα διαγγέλλων καὶ ὡς εἴη τοῦ προβε βασιλευκότος Διογένους υἱὸς Λέων ἐκεῖνος͵ ὃς κατὰ τὴν Ἀντιόχειαν ὑπὸ βέλους͵ ὡς εἴρηται͵ πληγεὶς ἐτετελευτή κει. Ἀναβιώσκων τοίνυν τὸν τεθνηκότα οὗτος ὁ ἀλαζὼν τοὔνομά τε ἐκείνου ἑαυτῷ περιετίθει καὶ φανερῶς ἐβασι λεία καὶ τοὺς κουφοτέρους ὑπήγετο. Καὶ ἦν ἄρα καὶ τοῦτο τὸ δεινὸν ἐπιθήκη τῶν τοῦ βασιλέως συμφορῶν͵ ὥσπερ τι δρᾶμα ἐπιτραγῳδούσης αὐτῷ τῆς Τύχης τοῦτον τὸν κακο δαίμονα. Καὶ ὥσπερ͵ οἶμαι͵ οἱ τρυφῶντες μετὰ τὸν κόρον ἐπιτραγηματίζονται τῶν μελιπήκτων τινὰ προσφερόμενοι͵ οὕτω δῆτα καὶ ἡ τῶν Ρωμαίων Τύχη πολλοῖς ἐπορχησα μένη κακοῖς καὶ διακορὴς γεγονυῖα τοῖς τοιούτοις ψευδο βασιλεῦσι τὸν βασιλέα προσέπαιζεν.

10.2.3 Ὁ μέντοι αὐτο κράτωρ κατεφρόνει τῶν λεγομένων παντάπασιν. Ἐπεὶ δ΄ ὁ χαρακηνὸς κἀν ταῖς ἀγυιαῖς κἀν ταῖς ἀμφόδοις ἐν παντὶ καιρῷ τοιαῦτα ληρῶν οὐκ ἐπαύετο͵ ἦλθε ταῦτα εἰς ἀκοὰς τῆς Ἀλεξίου τοῦ κρατοῦντος ἀδελφῆς Θεοδώρας καὶ ὁμεύ νου τοῦ ἀναιρεθέντος ἐκείνου υἱοῦ τοῦ Διογένους. Ἡ δὲ τοὺς λήρους ἐκείνους μὴ φέρουσα ἤχθετο. Ἐπὶ τῇ σφαγῇ γὰρ τἀνδρὸς τὸν μονήρη βίον ἠλλάξατο τὸν ἀσκητικὸν ἀκριβέστατα μετεληλυθυῖα βίον καὶ Θεῷ μόνῳ προσανέ χουσα. Ὁ δὲ αὐτοκράτωρ͵ ἐπεὶ μετὰ δευτέραν καὶ τρίτην παραίνεσιν ὁ λῆρος ἐκεῖνος οὐχ ἡσύχαζεν͵ ἐς Χερσῶνα τοῦτον ἀποστείλας ἔμφρουρον εἶναι παρεκελεύσατο. Ἐκεῖσε δὲ παραγενόμενος͵ νυκτὸς ἀνερχόμενος διὰ τοῦ τείχους καὶ προκύπτων͵ τοῖς συνήθως φοιτῶσι Κομάνοις ἐμπορίας χάριν καὶ τοῦ τὰ πρὸς χρείαν ἐκεῖθεν κομίζεσθαι ἅπαξ καὶ δὶς ὁμιλήσας καὶ πίστεις δοὺς καὶ λαβὼν διὰ καλῳδίων νυκτὸς ἑαυτὸν δεσμήσας ἐχαλάσθη τοῦ τείχους.

10.2.4 Συμ παραλαβόντες δὲ τοῦτον οἱ Κόμανοι πρὸς τὴν ἰδίαν ἀπῄ εσαν χώραν. Συναυλιζόμενος δὲ τούτοις ἐφ΄ ἱκανόν͵ ἐς τοσοῦτον συνήλασεν ὡς καὶ βασιλέα αὐτὸν κατονομάζειν ἤδη. Οἱ δὲ αἵμασιν ἀνθρώπων λαφύξαι ἱμειρόμενοι καὶ κρεῶν ἀνθρωπείων ἐμφορηθῆναι καὶ λείαν πολλὴν ἐκ τῆς ἡμεδαπῆς ἐπισυνάξαι͵ Πάτροκλον εὑρηκότες τοῦτον πρό φασιν κατὰ τῆς Ρωμαίων πανστρατιᾷ χωρῆσαι ἐβου λεύοντο ὡς δῆθεν τῷ πατρῴῳ τοῦτον ἐγκαθιδρῦσαι θρόνῳ. Καὶ ἀπαιωρουμένην εἶχον τέως ταυτηνὶ τὴν βουλήν· οὐκ ἔλαθε ταῦτα τὸν αὐτοκράτορα. Ἔνθεν τοι καὶ τὰς δυνάμεις ὡς δυνατὸν ἐξώπλιζέ τε καὶ πρὸς τὴν τῶν βαρβάρων μάχην ἡτοιμάζετο. Τὰ γὰρ τέμπη͵ ἅπερ κλεισούρας ἡ ἰδιῶτις οἶδε γλῶττα καλεῖν͵ ὡς ἔφαμεν͵ φθάσας ἤδη κατω χυρώσατο. Καιροῦ δὲ παρεληλυθότος ἐπεὶ τὸ Παρίστριον τοὺς Κομάνους μετὰ τοῦ ψευδωνύμου καταλαβεῖν μεμα θήκοι͵ τοὺς τὰ πρῶτα τοῦ στρατιωτικοῦ συντάγματος φέροντας καὶ αὐτοὺς δὴ τοὺς καθ΄ αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντας συναγαγών͵ εἰ χρὴ κατ΄ αὐτῶν ἐξιέναι ἐβουλεύετο. Πάντες δὲ πρὸς τοῦτο αὐτὸν ἀπεῖργον.

10.2.5 Τοίνυν αὐτὸς ἑαυτῷ πιστεύειν οὐκ εἶχεν οὔτε μὴν τοῖς οἰκείοις ἤθελε λογισμοῖς χρήσασθαι͵ ἀλλὰ τὸ πᾶν τῷ Θεῷ ἀναθέμενος ἐξ ἐκείνου τὴν κρίσιν ᾐτεῖτο. Τοιγαροῦν ἅπαντας μετακαλεσάμενος τοῦ ἱερατικοῦ καὶ στρατιωτικοῦ καταλόγου εἰς τὴν τοῦ Θεοῦ μεγάλην ἐκκλησίαν ἑσπέρας φοιτᾷ καὶ αὐτοῦ δὴ τοῦ πατριάρχου Νικολάου παρόντος. Ἔφθασε γὰρ εἰς τὸν πατριαρχικὸν ἀναβεβηκέναι θρόνον ἐπινεμήσεως παριππευούσης ἑβδόμης ἔτους 22φβ μετὰ τὴν Εὐστρατίου τοῦ Γαριδᾶ παραίτησιν. Ἐν δυσὶ δὲ πυκ τίοις τὴν ἐπερώτησιν περὶ τοῦ εἰ δεῖ ἐξεληλυθότα τοῖς Κομάνοις ἐπιθέσθαι ἢ μή͵ ἐνσημηνάμενος τῷ κορυφαίῳ πάντων παρεκελεύσατο καταθέσθαι εἰς τὴν ἱερὰν τράπε ζαν. Παννύχου δὲ τῆς ὑμνῳδίας τελουμένης κατὰ τὸ περίορθρον εἴσεισιν ὁ τεθεικὼς καὶ ἀναλαμβάνεται τὸν χάρ την καὶ ἐξαγαγὼν καὶ λύσας ἐνώπιον πάντων ὑπανεγίνωσκε. Τὸ ἐνδόσιμον οὖν ἐκεῖθεν ὥσπερ ἐκ θείας ὀμφῆς ὁ αὐτο κράτωρ λαβὼν ὅλος ἐγεγόνει τῆς ἐκστρατείας καὶ διὰ γρα φῶν ἁπανταχόθεν ἀνεκαλεῖτο τὸ στράτευμα.

10.2.6 Καλῶς τοίνυν παρασκευασάμενος τῆς κατὰ τῶν Κομάνων ὁδοῦ εἴχετο. Ἅπαν οὖν τὸ στράτευμα μετακαλεσάμενος καὶ καταλαβὼν τὴν Ἀγχίαλον τὸν μὲν ἴδιον γαμβρὸν Καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν καὶ τὸν Παλαιολόγον Γεώργιον καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ Ἰωάννην τὸν Ταρωνίτην μετα πεμψάμενος͵ εἰς Βερόην ἐκπέμπει ἐφ΄ ᾧ ἐπαγρυπνεῖν καὶ ἀσφάλειαν αὐτῆς τε καὶ τῶν παρακειμένων αὐτῇ ποιεῖσθαι. Τοὺς δέ γε λοιποὺς τῶν ἐκκρίτων διελὼν τὰ στρατεύματα καὶ ἡγεμόνας τούτων αὐτοὺς καταστήσας τὸν Δαβατηνόν͵ τὸν Εὐφορβηνὸν Γεώργιον καὶ Κωνσταντῖνον τὸν Οὐμπερ τόπουλον εἰς φυλακὴν τῶν περὶ τὸν Ζυγὸν διακειμένων κλεισουρῶν ἐκπέπομφεν. Ἐκεῖθεν δὲ τὴν Χορταρέαν κατα λαβών (κλείσουρα δὲ τοῦ Ζυγοῦ οὑτωσί πως ὀνομαζομένη) τὸν ὅλον περιῄει Ζυγὸν κατασκεπτόμενος͵ εἰ πάντα τὰ πρῴην παρ΄ αὐτοῦ ἐντεταλμένα οἱ τὴν τούτων οἰκονομίαν ἀναδεξάμενοι τετελέκασι καὶ εἴ τι ἡμιτελὲς ἢ ἐνδέον ἐστί͵ καὶ τοῦτο ἐπανορθώσασθαι͵ ὡς μὴ ῥᾳδίως διὰ τούτων ἐξεῖ ναι τοῖς Κομάνοις διελθεῖν. Πάντα γοῦν οἰκονομήσας κᾆθ΄ οὕτως ἐκεῖθεν ὑποστρέψας περὶ τὴν Ἱερὰν καλουμένην Λίμνην τὸν χάρακα ἐπήξατο τῆς Ἀγχιάλου ἀγχοῦ διακει μένην. Νυκτὸς δὲ καταλαβόντος Πουδίλου τινὸς ἐκκρίτου τῶν Βλάχων καὶ τὴν τῶν Κομάνων διὰ τοῦ Δανούβεως δια περαίωσιν ἀπαγγείλαντος͵ δέον ἔκρινεν αὐγαζούσης τῆς ἡμέρας μετακαλεσάμενος τοὺς ἐκκρίτους τῶν συγγενῶν τε καὶ ἡγεμόνων βουλεύσασθαι ὅ τι δεῖ ποιεῖν. Ἐπεὶ δὲ εἰς τὴν Ἀγχίαλον πάντες παραγενέσθαι δεῖν ἔλεγον͵ παρα χρῆμα τὸν μὲν Καντακουζηνὸν καὶ τὸν Τατίκιον εἰς τὰ καλούμενα Θερμὰ ἐξαπέστειλε μετὰ καί τινων ἐθνικῶν͵ τοῦ τε Σκαλιαρίου τοῦ Ἐλχὰν καὶ ἑτέρων τῶν ἐκκρίτων͵ ἐφ΄ ᾧ τὴν φυλακὴν τῶν ἐκεῖσε ποιεῖσθαι μερῶν. Αὐτὸς δὲ ἀπέρχεται εἰς Ἀγχίαλον.

10.2.7 Ἐπεὶ δὲ πρὸς Ἀδριανού πολιν τὸ ὅρμημα τῶν Κομάνων μεμαθήκοι͵ μεταπεμψάμε νος τοὺς ἐκκρίτους τῶν Ἀδριανουπολιτῶν ἅπαντας͵ ὧν ὑπερέχοντες ὅ τε Κατακαλὼν ὁ Ταρχανειώτης λεγόμενος καὶ Νικηφόρος ὁ υἱὸς τοῦ πάλαι τυραννήσαντος Βρυεννίου͵ καὶ αὐτὸς τυραννήσας καὶ τῶν ὀφθαλμῶν στερηθείς͵ τού τοις πολλὴν τὴν τοῦ κάστρου φυλακὴν ἐνετείλατο ποιεῖσθαι καὶ τῶν Κομάνων καταλαβόντων μὴ μετὰ μικροψυχίας τὸν μετ΄ αὐτῶν συναίρειν πόλεμον͵ ἀλλὰ μετὰ σκοποῦ καὶ ἐκ δια στήματος τὰς κατ΄ ἐκείνων βολὰς ποιεῖσθαι͵ τὰ δὲ πλεῖστα κεκλεισμένας τὰς πύλας ἔχειν͵ πολλὰς ὑποσχόμενος εὐερ γεσίας εἰ τὰ προστεταγμένα τηρήσαιεν. Ταῦτα μὲν οὖν πρὸς τὸν Βρυέννιον καὶ τοὺς ἄλλους ὁ αὐτοκράτωρ παρεγ γυησάμενος οἷον μετὰ χρηστῶν τῶν ἐλπίδων πρὸς Ἀδρια νούπολιν ἐκπέπομφε. Τῷ δέ γε Κατακαλὼν τῷ Εὐφορβηνῷ Κωνσταντίνῳ διὰ γραμμάτων προσέταξεν ἀναλαβέσθαι τὸν καλούμενον Μοναστρᾶν (μιξοβάρβαρος δὲ οὗτος ἀνὴρ πολ λὴν τὴν περὶ τὰ στρατιωτικὰ ἐμπειρίαν κεκτημένος) καὶ Μιχαὴλ τὸν Ἀνεμᾶν μετὰ τῶν ὑπ΄ αὐτοὺς τεταγμένων στρατιωτῶν͵ καὶ ἐπὰν τοὺς Κομάνους τὰς κλεισούρας διελ θόντας μάθοιεν͵ παρέσπεσθαι ὄπισθεν αὐτῶν καὶ ἀξυμφα νῶς αὐτῶν ἀποπειρᾶσθαι.

10.3.1 Τῶν γοῦν Κομάνων παρὰ τῶν Βλάχων τὰς διὰ τῶν κλεισουρῶν ἀτραποὺς μεμαθηκότων καὶ οὕτω τὸν Ζυγὸν ῥᾳδίως διεληλυθότων ἅμα τῷ τῇ Γολόῃ προσπελάσαι εὐθὺς οἱ ἔποικοι ταύτης δεσμήσαντες τὸν τὴν φυλακὴν τοῦ κάστρου πεπιστευμένον παραδεδώκασι τοῖς Κομάνοις͵ αὐτοὶ δὲ εὐφημήσαντες ἄσμενοι τούτους ὑπεδέξαντο. Ὁ δὲ Κατακαλὼν Κωνσταντῖνος ἐναύλους τὰς τοῦ βασιλέως ὑποθημοσύνας ἔχων Κομάνοις ἐντυχὼν εἰς προνομὴν ἐξερ χομένοις καὶ προσβαλὼν θαρσαλέως ζωγρίαν εὐθὺς ἐκ τού των ἄγει εἰς ἑκατὸν ποσουμένους. Τοῦτον ὁ βασιλεὺς ὑπο δεξάμενος εὐθὺς τῷ τοῦ νωβελλισίμου τιμᾷ ἀξιώματι. Κατασχόντας δὲ τὴν Γολόην τοὺς Κομάνους θεασάμενοι οἱ τῶν παρακειμένων πόλεων ἔποικοι͵ Δαμπόλεώς τε καὶ τῶν λοιπῶν͵ προσεληλυθότες αὐτοὺς ἄσμενοι ὑπεδέχοντο καὶ παρεδίδουν τὰς πόλεις ἐπευφήμουν τε τὸν ψευδώνυμον Διογένην. Ὃς μετὰ τὸ πάντων ἐγκρατὴς γενέσθαι ἀναλα βόμενος ἅπαν τὸ Κομανικὸν στράτευμα καταλαμβάνει τὴν Ἀγχίαλον ἀποπειρᾶσθαι τάχα βουλόμενος τῶν ταύτης τειχῶν.

10.3.2 Ὁ δὲ βασιλεὺς ἐντὸς ὢν καὶ πολλὴν ἐμπει ρίαν περὶ τὰ στρατιωτικὰ ἐκ νηπίου κεκτημένος͵ ἐπεὶ τὴν τοῦ τόπου θέσιν διέγνω τοὺς μὲν Κομάνους ἀπείργουσαν τῆς ὁρμῆς͵ ὀχύρωμα δὲ τοῦ τείχους οὖσαν͵ διελὼν τὰς δυνάμεις καὶ τὰς πύλας ἀναπετάσας τοῦ κάστρου ἔξωθεν τούτους συνησπικότας ἰλαδὸν κατέστησε͵ περὶ δὲ τὸ ἄκρον τῆς Κομανικῆς παρατάξεως ... ἐγκεκραγότος μέρους τῆς ῥωμαϊκῆς φάλαγγος ... ἐτρέψαντο μέχρις αὐτῆς θαλάττης διώξαντες. Τοῦτο ὁ αὐτοκράτωρ θεασάμενος καὶ πρὸς τοσαῦτα πλήθη μὴ ἐξαρκούσας ἔχων δυνάμεις μήτε ἀντι καταστῆναι δυνάμενος ἐκέλευσε τοῦ λοιποῦ συνησπικότας ἅπαντας ἵστασθαι καὶ μηδένα προθέειν τῆς παρατάξεως. Οἱ δὲ Κόμανοι παραταξάμενοι ἵσταντο καὶ αὐτοὶ προμε τώπιοι τῆς ῥωμαϊκῆς φάλαγγος͵ μὴ προσβάλλοντες δὲ ὅμως μηδὲ αὐτοί. Τοῦτο δὲ ἐτελεῖτο ἐπὶ τρισὶν ἡμέραις ἐκ πρωΐας μέχρις ἑσπέρας͵ τῆς τε τοῦ τόπου θέσεως ἀπειρ γούσης τούτους ἐθέλοντας μάχεσθαι καὶ τοῦ μηδένα τῆς ῥωμαϊκῆς φάλαγγος προεκτρέχειν κατ΄ αὐτῶν.

10.3.3 Τὸ δὲ κάστρον ἡ Ἀγχίαλος τοιαύτης ἔτυχε θέσεως. Δεξιόθεν μὲν τὴν Ποντηρὰν εἶχε θάλασσαν͵ ἐξ εὐωνύμου δὲ τραχύν τινα τόπον καὶ δύσβατον καὶ ὑπάμπελον καὶ τοῖς ἱππόταις εὔοδον τὸν δρόμον μὴ παρέχοντα. Τί τὸ ἐπὶ τούτοις; Τὴν τοῦ βασιλέως θεασάμενοι καρτερίαν οἱ βάρβαροι καὶ τὰ βεβουλευμένα ἀπηλπικότες ἐφ΄ ἑτέραν ἀτραπὸν τὴν πρὸς Ἀδριανούπολιν ἐτράποντο͵ ἐξαπατῶντος αὐτοὺς τοῦ ψευ δωνύμου καὶ λέγοντος ὡς Ὁπηνίκα με τὴν Ἀδριανούπολιν καταλαβόντα ὁ Βρυέννιος Νικηφόρος ἀκούσει͵ ἀνοίξας τὰς πύλας μετὰ περιχαρείας ὑποδέξεται χρήματά τε παρέξει καὶ παντοίας φιλοφροσύνης ἀξιώσει. Κἂν γὰρ μὴ ἐκ φύσεως͵ ἀλλά γε ἐκ προαιρέσεως τὴν πρὸς τὸν ἐμὸν πατέρα ἀδελφικὴν ἔσχε διάθεσιν. Ἐπὰν δὲ τὸ κάστρον ἡμῖν παραδοθῇ͵ οὕτω τῆς ἐπὶ τὰ ἔμπροσθεν καὶ πρὸς τὴν βασιλεύουσαν φερούσης ἁψόμεθα. Θεῖον δὲ τὸν Βρυέννιον ὠνόμαζε παράκουσμά τι ἔχων ἀληθοῦς ὑποθέσεως. Καὶ γὰρ ὁ πάλαι βεβασιλευκὼς Ρωμανὸς ὁ Διογένης ἄνδρα τουτονὶ τὸν Βρυέννιον γινώσκων φρονήσει τε ὑπερέχοντα ἁπάντων τῶν τότε εὐθῆ τε τὴν γνώμην καὶ ἐπαληθεύοντα ὡς ἐπίπαν ἐν λόγοις καὶ πράξεσι τοῦτον ἀκριβῶς ἐπιστά μενος ἀδελφὸν εἰσποιήσασθαι ἠβουλήθη· καὶ δὴ καὶ τὸ ἔργον τετέλεστο ἀμφοῖν τούτου συνδόξαντος. Ἀλλὰ ταῦτα μὲν ἀληθῆ καὶ παρὰ πάντων οὕτω γινώσκεται͵ ὁ δέ γε ψευδώνυμος τοσοῦτον ἀπηναισχύντησεν͵ ὡς καὶ θεῖον ἐπ΄ ἀληθείας τοῦτον κατονομάζειν.

10.3.4 Οὕτω μὲν οὖν τὰ τοῦ ψευδωνύμου τεχνάσματα· οἱ δὲ Κόμανοι ὡς βάρβαροι τὸ κοῦφον καὶ εὐμετάβλητον ὡς φυσικόν τι παρακολούθημα κεκτημένοι πείθονται τοῖς αὐτοῦ λόγοις καὶ καταλαβόντες τὴν Ἀδριανούπολιν ἔξωθεν τῆς πόλεως ταύτης ηὐλίσαντο. Ἐπὶ δὲ τεσσαράκοντα καὶ ὀκτὼ ἡμέραις καθ΄ ἑκάστην πολέμων συγκροτουμένων (καὶ γὰρ οἱ νεώτεροι καὶ πρὸς πόλεμον σφαδᾴζοντες καθ΄ ἡμέραν ἐξερχόμενοι πολέμους συχνοὺς μετὰ τῶν βαρβάρων συνεκρότουν) Νικηφόρος ὁ Βρυέννιος͵ ἐπεὶ κάτωθεν παρὰ τοῦ ψευδωνύμου ἐζητεῖτο͵ πυργόθεν προκύψας͵ ὅσα γε ἀπὸ τῆς φωνῆς τοῦ ἀνδρὸς τεκμαιρόμενος ἔλεγε μήτε υἱὸν αὐτὸν ἐπιγινώσκειν Ρωμα νοῦ τοῦ Διογένους͵ τοῦ ἐκ προαιρέσεως ἀδελφοῦ αὐτοῦ χρηματίσαντος͵ ὡς εἴρηται͵ ὁποῖα φιλεῖ πολλάκις γίνεσθαι͵ καὶ ὅτι ὁ ἐπ΄ ἀληθείᾳ υἱὸς αὐτοῦ εἰς Ἀντιόχειαν ἀνῃρέθη. Ταῦτα εἰπὼν μετ΄ αἰσχύνης τὸν ὑποκριτὴν ἀπεπέμψατο.

10.3.5 Ἐπεὶ δὲ οἱ ἐντὸς παρεκτεινομένου τοῦ καιροῦ ἐστε νοῦντο ἤδη͵ διὰ γραφῆς ᾐτήσαντο βοήθειαν παρὰ τοῦ αὐτο κράτορος. Ὁ δὲ παρευθὺ παρακελεύεται Κωνσταντίνῳ τῷ Εὐφορβηνῷ ἀποχρῶσαν ἀποδιελέσθαι δύναμιν τῶν ὑπ΄ αὐτὸν κομήτων καὶ διὰ νυκτὸς μετ΄ αὐτῶν εἰς Ἀδριανού πολιν διὰ τοῦ μέρους τῶν Καλαθάδων εἰσελθεῖν. Καὶ ὁ Κατακαλὼν παραχρῆμα τῆς πρὸς τὴν Ὀρεστιάδα φερούσης εἴχετο μετ΄ ἀγαθῶν τῶν ἐλπίδων λήσεσθαι τοὺς Κομάνους οἰόμενος. Ἀλλὰ διημάρτανε τοῦ σκοποῦ. Αἰσθόμενοι γὰρ τούτου πολλαπλάσιοι τηνικαῦτα ἐξιππασάμενοι καὶ προσβα λόντες ἀπώσαντό τε εἰς τοὐπίσω καὶ ὀξέως ἐδίωκον. Ὁπη νίκα καὶ ὁ τούτου υἱὸς Νικηφόρος καὶ ἐμὸς ἐν ὑστέροις χρηματίσας γαμβρὸς ἐπὶ τῇ μετ΄ ἐμὲ ἀδελφῇ τῇ πορφυρο γεννήτῳ Μαρίᾳ δόρυ μακρὸν ἐναγκαλισάμενος καὶ συναν τήσας ἐξ ὑποστροφῆς τὸν διώκοντα αὐτὸν Σκύθην πλήττει κατὰ τὸ στέρνον͵ ὁ δ΄ εὐθὺς νεκρὸς ἔκειτο. Οἶδε γὰρ ἐπ΄ ἀληθείᾳ δόρυ κραδαίνειν καὶ ἀσπίδι περιφράττεσθαι· καὶ ἱππαζόμενον ἄν τις αὐτὸν ἐθεάσατο͵ οὐ Ρωμαῖον εἴκασεν εἶναι͵ ἀλλὰ Νορμανόθεν ἥκειν. Θαῦμα γὰρ ἦν ὁ νεανίσκος ἐκεῖνος ἐξιππαζόμενος καὶ ὄντως φιλοτίμημα φύσεως· τὴν πρὸς Θεὸν εὐσέβειαν πολύς͵ τὰ πρὸς ἀνθρώπους ἡδὺς καὶ μειλίχιος.

10.3.6 Οὔπω τεσσαράκοντα πρὸς ταῖς ὀκτὼ διῆλ θον ἡμέραι͵ καὶ παρακελευσαμένου Νικηφόρου τοῦ Βρυεν νίου (ἐν ἐκείνῳ γὰρ ἡ πᾶσα ἐξουσία τῆς Ἀδριανουπόλεως ἦν) τὰς πύλας ἀθρόον ἀναπετάσαντες ἐξῆλθον κατὰ τῶν Κομάνων γενναῖοι στρατιῶται. Καὶ πολέμου καρτεροῦ συρ ραγέντος πίπτουσι μὲν ἱκανοὶ τῶν Ρωμαίων γενναίως ἀγωνιζόμενοι καὶ τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες͵ πλείους δὲ κτείνουσιν. Ὁπηνίκα καὶ Μαριανὸς ὁ Μαυροκατακαλὼν τοῦ Τογορτὰκ καταστοχασάμενος (ἡγεμὼν δὲ οὗτος ὑπερέ χων τῆς τῶν Κομάνων στρατιᾶς)͵ δόρυ μακρὸν ἐναγκαλισά μενος ὅλας τε τῷ ἵππῳ δοὺς τὰς ἡνίας εὐθὺ κατ΄ αὐτοῦ ἤλαυνε καὶ μικροῦ ἂν τοῦτον ἀνεῖλεν͵ εἰ μὴ προφθάσαντες οἱ περὶ αὐτὸν τυχόντες Κόμανοι τοῦτον ἐξείλοντο͵ μικροῦ καὶ τὸν Μαριανὸν ἀποκτείναντες. Οὗτος δὲ ὁ Μαριανός͵ κἂν νέος τὴν ἡλικίαν ἦν καὶ ἐς μείρακας ἄρτι παραγγέλλων͵ ἀλλὰ πολλάκις τῶν τῆς Ὀρεστιάδος πυλῶν ἐξερχόμενος μετὰ τῶν Κομάνων ἐμάχετο καὶ τοσαυτάκις πλήττων ἢ καὶ κτείνων νικητὴς ἀνθυπέστρεφεν. ῏Ην γὰρ ὡς ἀληθῶς μαχητὴς γενναιότατος͵ καθάπερ τινὰ κλῆρον πατρῷον τὴν ἀνδρείαν κληρωσάμενος ἐκ γενναιοτάτων ἀνδρῶν γενναιό τερος παῖς γεννηθείς. Ἐξ ὑπογύου δὲ τοῦ θανάτου ῥυσθείς͵ ἀναζέσας τῷ θυμῷ κατὰ τοῦ Ψευδοδιογένους ἐχώρησε πέραθεν παρὰ τῷ χείλει τοῦ ποταμοῦ καὶ αὐτοῦ ἱσταμένου͵ ὅπου ὁ Μαριανὸς μετὰ τῶν βαρβάρων ἐμάχετο· καὶ θεασά μενος ἐρυθροφοροῦντα καὶ βασιλικῶς ἐσταλμένον καὶ τοὺς περὶ αὐτὸν σκεδασθέντας͵ ἀνατείνας τηνικαῦτα τὴν μάστιγα ἔπαιε τοῦτον κατὰ κεφαλῆς ἀφειδῶς ψευδώνυμον ἀποκαλῶν βασιλέα.

10.4.1 Ὁ δὲ βασιλεὺς τὴν περὶ τὴν Ἀδριανούπολιν καρτε ρίαν τῶν Κομάνων μανθάνων καὶ τοὺς συχνοὺς ἐκεῖσε πολέμους δέον ἔκρινε καὶ αὐτὸς ἐξ Ἀγχιάλου κεῖθι παρα γενέσθαι. Μεταπεμψάμενος οὖν τοὺς ἐκκρίτους τῶν ἡγε μόνων καὶ προέχοντας τοῦ λαοῦ ἐβουλεύετο τί ἂν ποιήσειεν. Εἰσελθὼν δέ τις ἀνὴρ Ἀλακασεὺς ὀνομαζόμε νος ἔφη· Ὁ ἐμὸς πατὴρ συνήθης πάλαι τῷ τοῦ ψευδωνύ μου πατρὶ ἔτυχεν ὤν. Ἔγωγε τοίνυν ἀπελθὼν καὶ εἰς ἓν τῶν πολιχνίων εἰσαγαγὼν αὐτὸν κατασχήσω. Ἐζητεῖτο οὖν τηνικαῦτα ὁ τρόπος τῆς τοῦ τοιούτου ἔργου μεταχει ρίσεως. Ὁ δὲ τὸν ἐπὶ Κύρου Ζώπυρον μιμησάμενος τὸν ἐκείνου τρόπον ὑπέθετο πρὸς τὸν αὐτοκράτορα· αἰκίσασθαι γὰρ ἑαυτὸν ἐπηγγείλατο καὶ τὸν πώγωνα καὶ τὰς τρίχας ἀποκερεῖν καὶ εἰς ἐκεῖνον φοιτῆσαι ὡς δῆθεν ταῦτα παρὰ τοῦ αὐτοκράτορος πεπονθώς.
10.4.2 Ταῦτ΄ οὐκ εἶπε μέν͵ οὐκ εἰργάσατο δέ͵ οὐδ΄ ἐπηγγείλατο μέν͵ εἰς ἔργον δὲ τὴν ἐπαγγελίαν οὐκ ἤγαγεν͵ ἀλλ΄ ἅμα τε ὁ βασιλεὺς ἐπῄνει τὴν συμβουλὴν καὶ ὁ Ἀλακασεὺς ἐν χρῷ τε κουρίας ἐγίνετο καὶ τὰς σάρκας κατῄκιστο καὶ πρὸς τὸν ἐπίπλαστον Διογένην ἐκεῖνον ἐφοίτησε. Καὶ τά τε ἄλλα καὶ τὴν παλαιὰν ὑπέμ νησε φιλίαν καὶ ὡς Πολλὰ δεινὰ παρὰ τοῦ αὐτοκράτορος πεπονθὼς Ἀλεξίου ἥκω πρὸς σὲ θαρρήσας ἔλεγεν ἐπὶ τῇ πάλαι τοὐμοῦ πατρὸς πρὸς τὴν σὴν βασιλείαν γνησιό τητι ἐφ΄ ᾧ συνάρασθαί σοι πρὸς τὸ προκείμενον. Ἐχρῆτο γὰρ καὶ τοιούτοις ὀνόμασι κολακευτικοῖς͵ ἵνα πλέον αὐτὸν ἐφελκύσηται. Καὶ ἵνα πλατύτερον τὰ κατ΄ αὐτὸν διηγήσω μαι͵ λαβὼν τὸ ἐνδόσιμον παρὰ τοῦ αὐτοκράτορος Ἀλεξίου καὶ γραφὰς ὡσαύτως παραδηλούσας πρὸς τὸν τὴν φυλακὴν πολιχνίου τινὸς Πούτζης ὠνομασμένου πεπιστευμένον ὡς Πᾶν ὅπερ ἂν ὁ παρών σοι ὑπόθηται͵ ποίησον ἀδιστάκτως ὑπακούσας αὐτοῦ (ἐκεῖσε γὰρ ὁ βασιλεὺς καλῶς ἐστοχά σατο τοὺς Κομάνους καταλαβεῖν ἀπὸ Ἀδριανουπόλεως ἀπάραντας)͵ τούτων οὕτως οἰκονομηθέντων προσηκάμενος ὁ Ἀλακασεύς͵ καθάπερ εἴπομεν͵ τὴν ἐν χρῷ κουρείαν πρόσεισι τῷ ψευδωνύμῳ λέγων· Διὰ σὲ πολλὰ δεινὰ πέπονθα͵ διὰ σὲ ὑβρίσθην καὶ σιδηρόδετος γέγονα͵ διὰ σὲ καθείρχθην ἐπὶ πολλαῖς ἤδη ἡμέραις͵ ἐξ ὅτου τῶν ῥωμαϊκῶν ὁρίων ἐπέβης͵ αὐτὸς ὕποπτος διὰ τὴν τοῦ ἐμοῦ πατρὸς πρὸς σὲ φιλίαν δόξας τῷ αὐτοκράτορι. Λαθὼν οὖν αὐτὸς σοὶ τῷ ἐμῷ δεσπότῃ προσπέφευγα ἐμαυτόν τε τῶν δεσμῶν ἐλευθερώσας καὶ σοὶ τὰ συνοίσοντα ὑποθέμενος.
10.4.3 Ὁ δὲ καλῶς τοῦτον ἀποδεξάμενος ἐπυνθάνετο ὅ τι δεῖ ποιεῖν ἐφ΄ ᾧ τὰ κατὰ σκοπὸν πληρῶσαι. Καὶ ὅς· Ὁρᾶς τουτὶ τὸ πολίχνιον καὶ τὴν εὐρεῖαν ταύτην πεδιάδα ἀπο χρῶσαν πρὸς νομὰς τῶν ἵππων ἐφ΄ ἡμέραις ἐφ΄ ὅσαις βούλει διαναπαῦσαι σαυτόν τε καὶ τὸ σὸν στράτευμα; Χρὴ οὖν μὴ περαιτέρω τέως ἡμᾶς προβαίνειν͵ ἀλλ΄ ἐνταῦθα προσκαρτερῆσαι μικρὸν ἐφ΄ ᾧ καὶ σὲ ἀνακτήσασθαι τὸ πολί χνιον τοῦτο κατασχόντα καὶ τοὺς Κομάνους ἐξελθόντας τὰ πρὸς χρείαν κομίσασθαι καὶ οὕτω τῆς πρὸς τὴν βασι λεύουσαν ἅψασθαι. Καὶ εἰ ἀρεστὸν δοκεῖ σοι͵ τὸν τοῦ πολι χνίου φύλακα πάλαι ὅλον ἐμὸν ὄντα θεάσομαί τε καὶ ἀμαχητὶ παρασκευάσω παραδοῦναί σοι τοῦτο.

10.4.4 ῎Ηρε σκεν ὁ σκοπὸς οὑτοσὶ τῷ Διογένει. Διὰ τῆς νυκτὸς δὲ τὴν βασιλικὴν δεσμήσας γραφὴν ὁ Ἀλακασεὺς πέμπει διὰ βέλους ἐντὸς τοῦ κάστρου· ἣν ὑπαναγνοὺς ὁ τοῦτο φυλάσ σων παρεσκευάσθη πρὸς τὸ δοῦναι τὸ εἰρημένον πολίχνιον. Πρωΐας δὲ ὁ μὲν Ἀλακασεὺς πρῶτος ταῖς πύλαις προσπε λάσας ὁμιλεῖν ὑπεκρίνατο τῷ φύλακι͵ πρότερον σημεῖον δοὺς τῷ Διογένει͵ ἵν΄ ὁπηνίκα τοῦτο θεάσοιτο͵ εὐθὺ τοῦ κάστρου χωρήσειεν. Ἐφ΄ ἱκανὸν δὲ προσποιουμένου τὴν μετὰ τοῦ φύλακος ὁμιλίαν καὶ ὅπερ φθάσας δεδώκει τῷ ψευδωνύμῳ ποιήσαντος σημεῖον͵ καθὼς ὁ Διογένης τοῦτ΄ ἐθεάσατο͵ τινὰς ἀναλαβόμενος στρατιώτας οὐ πάνυ πολ λοὺς θαρσαλέως εἴσεισι. Περιχαρῶς δὲ τῶν ἐντὸς ὑποδε ξαμένων αὐτὸν καὶ τοῦ φρουροῦντος τὴν Ποῦτζαν ἐπὶ τὸ βαλανεῖον αὐτὸν προκαλουμένου συνωθούμενός τε ἐπὶ τοῦτο καὶ παρὰ τοῦ Ἀλακασέως πείθεται τούτοις εὐθύς. Εἶτα δαψιλῆ τράπεζαν αὐτῷ τε καὶ τοῖς μετ΄ αὐτοῦ Κομά νοις παρέθεντο. Οἱ δὲ πάντες ὁμοῦ ἱκανῶς εὐωχηθέντες πλησθέντες τε οἴνου͵ ὃν ἐξ ἐμπεπλησμένων ἀσκῶν ἀπερ ρόφησαν͵ ἔκειντο ῥέγχοντες. Περιελθόντες δὲ εὐθὺς αὐτός τε ὁ Ἀλακασεὺς καὶ ὁ φύλαξ μετά τινων ἑτέρων τούς τε ἵππους ἀφελόμενοι καὶ τὰ ὅπλα αὐτὸν μὲν αὐτοῦ που κατα λιμπάνουσι ῥέγχοντα͵ τοὺς δ΄ ὑπ΄ αὐτὸν ἀναιρήσαντες ἐν διώρυξί τισιν εὐθέως ἀπέρριψαν ὥσπερ εἴς τινας τάφους αὐτοφυεῖς.
10.4.5 Ὁ δὲ Κατακαλὼν παρεπόμενος τῷ Κομα νικῷ στρατεύματι κατὰ τὰς τοῦ βασιλέως ὑποθημοσύνας͵ ἐπεὶ ἐκεῖνον μὲν ἐντὸς εἰσελθόντα τοῦ κάστρου ἐθεάσατο͵ τοὺς δέ γε Κομάνους εἰς προνομὴν διασκεδασθέντας͵ ἀπελ θὼν τὸν χάρακα ἐπήξατο ἀγχοῦ που τῆς πόλεως ἣν φθάσαντες ὠνομάσαμεν. Ὁ δὲ Ἀλακασεὺς τῶν Κομάνων ἁπανταχοῦ διασπαρέντων οὐκ ἐθάρρησε δηλῶσαι περὶ τού του τῷ αὐτοκράτορι͵ ἀλλὰ ἀναλαβόμενος τοῦτον τὴν κατευθὺ Τζουρουλοῦ ἤλαυνεν ὡς πρὸς τὴν βασιλεύουσαν ἀπερχόμενος. Μεμαθηκυῖα δὲ τοῦτο ἡ τοῦ βασιλέως μήτηρ καὶ δέσποινα περὶ τὰ βασίλεια ἐνδιατρίβουσα εὐθὺς τὸν δρουγγάριον τοῦ στόλου Κυμινειανὸν τὸν ἐκτομίαν Εὐστά θιον διὰ τάχους ἀπέστειλεν ἐφ΄ ᾧ τὸν τοιοῦτον παραλαβεῖν καὶ εἰσαγαγεῖν εἰς τὴν μεγαλόπολιν. Ὁ δὲ ἔχων μεθ΄ ἑαυ τοῦ Τοῦρκόν τινα Καμύρην ὀνομαζόμενον εἰς τὴν τούτου ἐκτύφλωσιν τῷ τοιούτῳ ἐχρήσατο.

10.4.6 Ὁ δὲ αὐτοκράτωρ ἔτι εἰς Ἀγχίαλον ἐγκαρτερῶν͵ μεμαθηκὼς τὸν ἐπὶ τῇ προ νομῇ τῶν παρακειμένων χωρῶν σκεδασμὸν τῶν Κομάνων͵ ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὴν μικρὰν Νίκαιαν. Ὡς δὲ μεμαθήκοι ὅτι ὁ Κιτζῆς͵ ἡγεμὼν δὲ οὗτος εἷς τῶν τοῦ Κομανικοῦ στρατεύματος͵ ἀναλαβόμενος Κομάνους ποσου μένους εἰς δώδεκα χιλιάδας καὶ εἰς προνομὴν τούτους διασπείρας λείαν τε πολλὴν συναγαγὼν τὸν αὐχένα τοῦ Ταυροκώμου κατείληφε͵ τὰς ὑπ΄ αὐτὸν ἀναλαβόμενος δυνά μεις κατελθὼν παρὰ τῷ χείλει εἱστήκει τοῦ ποταμοῦ τοῦ κατὰ τὴν πεδιάδα τὴν κάτωθεν τοῦ τοιούτου αὐχένος δια κειμένην ῥέοντος. Τόπος δὲ οὗτος πλήρης χαμαιδρύων καὶ ἀρτιφυῶν δένδρων. Ἐκεῖσε γοῦν τὰς δυνάμεις καταστη σάμενος ἀπόμοιραν Τούρκων ἱκανὴν ἀποτεμόμενος τῆς τοξείας ἐκκρίτους εἰδήμονας κατὰ τῶν Κομάνων ἐπαφ ίησιν͵ ὥστε τὸν μετ΄ αὐτῶν συναραμένους πόλεμον καὶ ἱππασίας τινὰς ποιησαμένους ἐπισπάσασθαι τούτους πρὸς τὸ πρανές. Οἱ δὲ Κόμανοι προσβαλόντες τούτοις ἐδίωκον ἀκρατῶς μέχρι τῆς ῥωμαϊκῆς φάλαγγος· εἶτα μικρὸν τοὺς ἵππους ἀνασειράσαντες καὶ κατὰ τῆς ῥωμαϊκῆς ἐξορ μῆσαι φάλαγγος ἡτοιμάζοντο καθιστῶντες τὰς παρατάξεις.

10.4.7 Ἐπεὶ δὲ Κόμανόν τινα ἀγέρωχον ἱππότην τῆς φάλαγ γος προπηδήσαντα ὁ αὐτοκράτωρ ἐθεάσατο καὶ τὰς παρα τάξεις παραθέοντα καὶ μονονοὺ τὸν μετ΄ αὐτοῦ μαχεσό μενον ἀναζητεῖν ἐοικότα͵ οὐκ ἔφερεν οὔτε τὸ δεξιὸν καρτερεῖν οὔτε τὸ εὐώνυμον κέρας͵ ἀλλ΄ αὐτὸς πρὸ πάντων ὅλας τὰς ἡνίας χαλάσας τὸν ἀναζητοῦντα τὸν πόλεμον βάρβαρον πρώτως παίει διὰ τοῦ δόρατος καὶ ἀμφὶ στήθεσι διαμπερὲς ἐλάσας τὸ ξίφος τοῦ ἵππου κατέβαλε κατὰ ταυ τηνὶ τὴν ἡμέραν στρατιώτην μᾶλλον ἢ στρατηγὸν ἑαυτὸν ἀποδείξας. Μέγα τοίνυν ταῖς ῥωμαϊκαῖς παραυτίκα θάρσος ἐμβαλὼν παρατάξεσιν͵ οὐχ ἥσσονα δὲ τοῖς Σκύθαις φόβον͵ ὡς πύργος τούτοις προσβαλὼν διεῖλε τὸ στράτευμα. Οὕτω γοῦν τῆς ὁμαιχμίας τῶν βαρβάρων διασπασθείσης διασπαρέντες ἁπανταχῇ ἔφευγον ἀκρατῶς. Κόμανοι μὲν οὖν τηνικαῦτα πίπτουσιν ὡσεὶ χιλιάδες ἑπτά͵ ἄγονται δὲ καὶ ζωγρία τρισχίλιοι.

10.4.8 Τὴν μέντοι λείαν ἅπασαν ἀφελόμενοι οἱ τοῦ ῥωμαϊκοῦ στρατεύματος οὐ συνεχωρή θησαν παρὰ τοῦ αὐτοκράτορος κατὰ τὸ εἰωθὸς ταύτην ἐπιμοιράσασθαι͵ καθὸ ἐξ ὑπογύου τῶν παρακειμένων χωρῶν ἐσκυλεύθη͵ ἀλλὰ δοθῆναι τοῖς ἐποίκοις. Τοῦ γοῦν βασι λικοῦ προστάγματος πτηνοῦ δίκην εἰς ἅπασαν τὴν περίχωρον διαδεδραμηκότος ἕκαστος τῶν σκυλευθέντων παραγενόμενος ἐπιγινώσκων τὸ ἴδιον ἀνελαμβάνετο. Στερ νοτυποῦντες οὖν καὶ χεῖρας ἱκετίδας εἰς οὐρανὸν αἴροντες τῷ αὐτοκράτορι τὰ λῴονα ἐπηύχοντο. Καὶ ἦν ἀκούειν φωνὴν σύμμικτον ἀνδρῶν τε καὶ γυναικῶν μέχρις αὐτῆς σεληνιακῆς σφαίρας φθάνουσαν.

10.4.9 Ἀλλὰ ταῦτα μὲν οὕτω· ὁ δέ γε αὐτοκράτωρ χαίρων τὰς δυνάμεις ἀνακτησά μενος εἰς τὴν εἰρημένην μικρὰν Νίκαιαν αὖθις ἐπανα ζεύγνυσιν. Ἐκεῖσε γοῦν ἐπὶ δυσὶν ἡμέραις ἐγκαρτερήσας τριταῖος ἐκεῖθεν ἐξελθὼν καταλαμβάνει τὴν Ἀδριανούπολιν περὶ τὴν οἰκίαν τοῦ Σιλβέστρου ἱκανὰς ἐνδιατρίψας ἡμέ ρας. Τῶν γοῦν Κομάνων οἱ λογάδες ἅπαντες ἀποκριθέντες τοῦ λοιποῦ στρατεύματος βουληθέντες τοῦτον ἀπατῆσαι προσέρχονται τούτῳ ὡς αὐτόμολοι σπείσασθαι τάχα μετ΄ αὐτοῦ προσποιούμενοι͵ ἵνα τριβομένου τοῦ μετ΄ εἰρήνης καιροῦ προχωροίη τὸ Κομανικὸν στράτευμα τοῖς ἔμπροσθεν. Ἐπὶ τρισὶν οὖν ἡμέραις ἐγκαρτερήσαντες μετὰ τὴν τρίτην ἡμέραν νυκτὸς τῆς πρὸς τὰ οἴκοι φερούσης ἥψαντο.

10.4.10 Αἰσθόμενος δὲ τῆς τῶν Κομάνων ἀπάτης ὁ αὐτοκράτωρ ὑποπτέρους ἀποστείλας δηλοῖ τοῦτο τοῖς πεπιστευμένοις τὴν φυλακὴν τῶν τοῦ Ζυγοῦ ἀτραπῶν ἐφ΄ ᾧ μὴ ἀναπίπ τειν͵ ἀλλ΄ ἐγρηγορέναι διὰ παντός͵ εἴ που τούτους κατά σχοιεν. Αὐτὸς δὲ τὸ ὅλον στράτευμα τῶν Κομάνων μεμα θηκὼς ἐπὶ τὰ πρόσω τὴν πορείαν ποιούμενον εὐθὺς ἀναλαβόμενος τοὺς παρατυχόντας τῶν στρατιωτῶν κατα λαμβάνει τόπον τινὰ Σκουτάριον καλούμενον σταδίους τῆς Ἀδριανουπόλεως ἀπέχοντα ὀκτωκαίδεκα͵ τὴν δὲ μετ΄ αὐτὴν εἰς Ἀγαθονίκην. Ἐπεὶ δὲ μεμαθήκοι τὸ Κομανικὸν φοσσά τον ἔτι κατὰ τὸν Ἀβριλεβὼ διακείμενον (τόπος δὲ οὗτος οὐ πορρωτέρω τῶν εἰρημένων πόλεων κείμενος)͵ ἐνταῦθα γενόμενος καὶ τὰ ἄπειρα ἅπερ ἀνῆψαν πυρὰ πόρρωθεν ἐξιδὼν καὶ κατασκεψάμενος ἀποστείλας μετεπέμψατο Νικόλαον τὸν Μαυροκατακαλὼν καὶ ἑτέρους τῶν ἐκκρίτων ἡγεμόνων τοῦ ὁπλιτικοῦ καὶ τί χρὴ ποιεῖν διεσκοπεῖτο. Δέον οὖν τηνικαῦτα ἐκρίθη μεταπέμψασθαι τοὺς τῶν ἐθνι κῶν ἀρχηγούς͵ τόν τε Οὐζᾶν (ἐκ Σαυροματῶν δὲ οὗτος) καὶ Καρατζᾶν τὸν Σκύθην καὶ τὸν μιξοβάρβαρον Μονα στρᾶν͵ καὶ παρασκευάσασθαι ἵνα ἀπελθόντες παρασκευά σωσιν ἐφ΄ ἑκάστῃ σκηνῇ πεντεκαίδεκα καὶ πλείους ἀνάψαι πυρσούς͵ ὥστε τοὺς Κομάνους τοὺς τοσούτους πυρσοὺς θεασαμένους ἀπειροπληθὲς τὸ ῥωμαϊκὸν νομίσαι στρά τευμα κἀντεῦθεν ἐκδειματωθέντες τοῦ λοιποῦ μὴ θαρσα λέως τούτοις προσβαλεῖν. Τοῦτο δὲ γεγονὸς ταῖς τῶν Κομάνων ψυχαῖς φόβον μέγαν ἐνίησιν. Ὁ δέ γε αὐτοκράτωρ πρωΐας ὁπλισάμενος καὶ τὰς ὑπ΄ αὐτὸν δυνάμεις ἀναλαβό μενος ἵεται κατ΄ αὐτῶν· πολέμου δὲ ἐξ ἑκατέρων συρρα γέντος οἱ Κόμανοι τὰ νῶτα διδόασιν. Ὁ δὲ βασιλεὺς διε λὼν τὸ στράτευμα τοὺς μὲν ψιλοὺς ἔμπροσθεν διώκειν ἐκπέπομφεν͵ αὐτὸς δὲ φευγόντων ἀκρατῶς ἐλαύνων ἐδίωκε. Τούτους δὲ περὶ τὴν Σιδηρᾶν Κλείσουραν καταλαβὼν πολ λοὺς μὲν ἀναιρεῖ͵ πλείστους δὲ καὶ ζωγρίαν ἄγει.

10.4.11 Οἱ δέ γε προπεμφθέντες τῶν Κομάνων τὴν λείαν πᾶσαν ἀνα λαβόμενοι ὑπεχώρησαν. Ὁ δὲ βασιλεὺς περὶ τὴν ἀκρολο φίαν τῆς Σιδηρᾶς Κλεισούρας παννύχιος διατελέσας χειμῶνος ὄντος σφοδροῦ͵ αὐγαζούσης ἤδη ἡμέρας τὴν Γολόην κατείληφεν. Ἐκεῖσε δὲ ἡμερονύχθιον ἓν διακαρ τερήσας ἐφ΄ ᾧ τιμῆσαι πάντας τοὺς ἀνδρικῶς ἀγωνισαμέ νους καὶ δωρεῶν μεγίστων ἀξιῶσαι καὶ τὸ βουλευθὲν εἰς ἔργον ἀγαγὼν καὶ μετ΄ εὐφροσύνης πάντας ἐκπέμψας οἴκαδε ἐν δυσὶ νυχθημέροις κατείληφε τὰ βασίλεια.

10.5.1 Καὶ μικρὸν ἑαυτὸν ἀνακτησάμενος τῶν πολλῶν μόχθων͵ ἐπεὶ τοὺς Τούρκους τὰ ἐντὸς Βιθυνίας κατατρέ χοντας εὗρε καὶ λῃζομένους ἅπαντα͵ τῶν δυτικῶν πραγ μάτων ἐκ θατέρου μέρους πρὸς ἑαυτὰ ἐπισπωμένων τὸν αὐτοκράτορα͵ πλέον ἐν τούτοις ἢ ἐν ἐκείνοις κάμνων (πρὸς γὰρ τὸ κατεπεῖγον μᾶλλον ὁ πόνος ἦν) ἐπίνοιαν ἐπινοεῖται μάλα μεγαλουργὸν καὶ ἀξίαν τῆς ἐκείνου ψυχῆς καὶ πρὸς ἀσφάλειαν Βιθυνίας ἀποταφρεύει τὰς ἐκείνων καταδρομὰς διὰ τοιαύτης κατασκευῆς· ἄξιον δὲ καὶ τὴν κατασκευὴν ἐκείνην διηγήσασθαι.

10.5.2 Ὁ γὰρ Σάγγαρις ποταμὸς καὶ ἡ παραλία ἡ μέχρι τοῦ χωρίου Χηλῆς ἰθυτενῶς καταφερο μένη καὶ ἡ πρὸς βορρᾶν ἀνακάμπτουσα πολλὴν ἔνδον περι κλείουσι χώραν. Ταύτην τοίνυν τὴν χώραν πονηροὶ γείτο νες γεγονότες ἡμῖν ἀνέκαθεν οἱ τοῦ Ἰσμαὴλ κατὰ πολλὴν ἐρημίαν τῶν κωλυόντων διά τε Μαρυανδηνῶν καὶ τῶν πέραν Σαγγάρεως ῥᾳδίως κατελῄζοντο καὶ μᾶλλον τὴν Νικομήδους ἐπέθλιβον τὸν ποταμὸν διαπεραιούμενοι. Τὴν τοιαύτην τοίνυν ὁρμὴν ἀνακόπτων τῶν βαρβάρων ὁ βασιλεὺς καὶ τὴν τῆς χώρας καταδρομὴν καὶ μάλιστα τὴν Νικομή δους ἀσφαλιζόμενος κατωτέρω τῆς Βαάνης λίμνης μακρό τατον ὄρυγμα κατιδὼν καὶ παρακολουθήσας αὐτῷ μέχρι πέρατος κατενόει ἀπό τε τῆς θέσεως καὶ τοῦ σχήματος͵ ὡς ἄρα ὁ τόπος οὐκ ἐκ ταὐτομάτου διαβεβόθρωται οὐδὲ συσσεσηράγγωται φυσικῶς͵ ἀλλὰ χειρός τινος ὑπῆρχε μηχάνημα. Πολυπραγμονήσας οὖν τὸ τοῦ τόπου μανθάνει παρά τινων͵ ὡς ἄρα τῆς τοιαύτης διώρυχος Ἀναστάσιος ὁ Δίκουρος ἐπεστάτησε. Τί μὲν βουλόμενος͵ οὐκ εἶχον λέγειν· ἐφαίνετο δ΄ οὖν τῷ βασιλεῖ Ἀλεξίῳ͵ ὡς δὴ ὁ αὐτο κράτωρ ἐκεῖνος ἐβούλετο ἀπὸ τῆς λίμνης ὕδωρ μετοχετεύειν ἐς ταυτηνὶ τὴν χειροποίητον χαράδραν. Πρὸς τοιαύτην τοίνυν ἐνθύμησιν ἀναχθεὶς ὁ αὐτοκράτωρ Ἀλέξιος τήν τε τάφρον εἰς βάθος ἱκανώτατον διορύσσειν ἐκέλευε.

10.5.3 Δεδοικὼς δὲ μή ποτε καὶ πορεύσιμα γένοιτο τὰ τῶν ποτα μῶν κατὰ τὰς συναφὰς τῶν ῥευμάτων͵ ἀνιστᾷ φρούριον ἐρυμνότατον͵ πανταχόθεν τὸ ἀσφαλὲς καὶ τὸ ἀνεπιχείρη τον ἔχον ἀπό τε τοῦ ποταμοῦ καὶ τῆς εἰς ὕψος καὶ πάχος τειχοποιίας· ὅθεν καὶ τὴν σιδηρᾶν ἀπηνέγκατο κλῆσιν. Καὶ ἔστι νῦν τὸ σιδηροῦν τουτὶ πυργίον πόλις πρὸ πόλεως καὶ τείχους προτείχισμα. Αὐτὸς δὲ ὁ αὐτοκράτωρ ἐφίστατο τῇ τοῦ πολιχνίου οἰκοδομῇ ἀπὸ πρωΐας μέχρις ἑσπέρας͵ καίτοι πολλῆς τῆς ἀλέας οὔσης τὸν θερινὸν τροπικὸν τοῦ ἡλίου διαπορευομένου͵ καὶ καύσωνος ἠνείχετο καὶ κονίας. Καὶ πολλὴν τὴν δαπάνην κατεβάλλετο ὡς ἐντεῦθεν ἐρυμνότα τον γεγονέναι τὸ τεῖχος καὶ ἀπρόσμαχον͵ τοὺς σύροντας ἕκαστον τῶν λίθων͵ εἰ ἔτυχεν εἶναι πεντήκοντα ἢ ἑκατὸν ἄνδρας͵ δαψιλῶς ἐπιφιλοτιμούμενος. Ἐντεῦθεν δὲ οὐ τῶν τυχόντων͵ ἀλλὰ καὶ στρατιώτης ἅπας καὶ ὑπηρέτης αὐτόχ θων τε καὶ ἐξ ἀλλοδαπῆς ὁρμώμενος πρὸς τὴν τῶν τοιού των λίθων ὁλκὴν ἐκεκίνητο δαψιλεῖς ὁρῶντες τοὺς μισθοὺς καὶ αὐτὸν τὸν αὐτοκράτορα καθάπερ ἀθλοθέτην τινὰ ἐφιστά μενον. Τέχνη γὰρ ἦν καὶ τοῦτο ἵνα πολλῶν συρρεόντων ῥᾷον ἡ ὁλκὴ τῶν παμμεγέθων ἐκείνων λίθων γίνοιτο. Οὕτως ἦν ἐκεῖνος καὶ ἐπινοῆσαι βαθύτατος καὶ καταπρᾶξαι μεγα λουργότατος.

10.5.4 Τὰ μὲν οὖν κατὰ τὸν αὐτοκράτορα μέχρι τῆς ... ἐπινεμήσεως τοῦ ... ἔτους κατὰ τὸν εἰρημένον τρόπον προβέβηκεν· οὔπω δὲ μικρὸν ἑαυτὸν ἀναπαύσας λογοποιου μένην ἠκηκόει ἀπείρων Φραγγικῶν στρατευμάτων ἐπέλευ σιν. Ἐδεδίει μὲν οὖν τὴν τούτων ἔφοδον γνωρίσας αὐτῶν τὸ ἀκατάσχετον τῆς ὁρμῆς͵ τὸ τῆς γνώμης ἄστατον καὶ εὐάγωγον καὶ τἆλλα ὁπόσα ἡ τῶν Κελτῶν φύσις ὡς ἴδια ἢ παρακολουθήματά τινα ἔχει διὰ παντὸς καὶ ὅπως ἐπὶ χρή μασι κεχηνότες ἀεὶ διὰ τὴν τυχοῦσαν αἰτίαν τὰς σφῶν συνθήκας εὐκόλως ἀνατρέποντες φαίνονται. Εἶχε γὰρ ἀεὶ τοῦτο ᾀδόμενον καὶ πάνυ ἐπαληθεῦον. Καὶ οὐκ ἀναπεπ τώκει͵ ἀλλὰ παντοίως παρεσκευάζετο͵ ὥστε καιροῦ καλοῦντος ἕτοιμον πρὸς τὰς μάχας εἶναι. Καὶ γὰρ καὶ πλέω καὶ φοβερώτερα τῶν φημιζομένων λόγων ἦσαν τὰ πράγματα. Πᾶσα γὰρ ἡ ἑσπέρα καὶ ὁπόσον γένος βαρβάρων τὴν πέραθεν Ἀδρίου μέχρις Ἡρακλείων στηλῶν κατῴκει γῆν͵ ἅπαν ἀθρόον μεταναστεῦσαν ἐπὶ τὴν Ἀσίαν διὰ τῆς ἑξῆς Εὐρώπης ἐβάδιζε πανοικὶ τὴν πορείαν ποιούμενον. Ἔσχε δὲ τὰ κατὰ τὴν τοιαύτην συγκίνησιν τὴν αἰτίαν ἐνθένδε ποθέν.

10.5.5 Κελτός τις Πέτρος τοὔνομα͵ τὴν ἐπωνυμίαν Κουκούπετρος͵ εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἀπελθὼν καὶ πολλὰ δεινὰ πεπονθὼς παρὰ τῶν τὴν Ἀσίαν πᾶσαν λῃζομένων Τούρκων τε καὶ Σαρακηνῶν μόγις ἐπανῆλθεν εἰς τὰ ἴδια. Καὶ διαμαρτὼν τοῦ σκοποῦ οὐκ ἔφερεν͵ ἀλλ΄ αὖθις ἠβούλετο τῆς αὐτῆς ἅψασθαι ὁδοῦ. Συνιδὼν δὲ ὡς οὐ χρὴ μόνον αὖθις τῆς πρὸς τὸν ἅγιον τάφον ὁδοιπορίας ἅψασθαι͵ ἵνα μὴ χεῖρόν τι γένηταί οἱ͵ βουλὴν βουλεύεται συνετήν. Ἡ δὲ ἦν διακηρυκεῦσαι εἰς ἁπάσας τὰς τῶν Λατίνων χώρας ὡς Ὀμφὴ θεία παρακε λεύεταί με πᾶσι τοῖς ἐν Φραγγίᾳ κόμησι κηρῦξαι͵ ἅπαντας τῶν ἰδίων ἀπᾶραι καὶ εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἀπελθεῖν καὶ σπεῦσαι ὅλῃ χειρὶ καὶ γνώμῃ τῆς τῶν Ἀγαρη νῶν τὰ Ἱεροσόλυμα λυτρώσασθαι χειρός.

10.5.6 Καὶ μέντοι καὶ κατώρθωκεν. Ὥσπερ γάρ τινα θείαν ὀμφὴν ἐνθέμενος εἰς τὰς ἁπάντων ψυχὰς τοὺς ὁπουδήποτε Κελτοὺς ἄλλον ἀλλαχόθεν σὺν ὅπλοις καὶ ἵπποις καὶ τῇ λοιπῇ τοῦ πολέμου παρασκευῇ συναθροίζεσθαι παρεσκεύαζε. Κἀκεῖνοι μὲν οὕτως εἶχον προθυμίας τε καὶ ὁρμῆς καὶ πᾶσα λεωφόρος τούτους εἶχε· συνεπῄει δὲ τοῖς στρατιώταις ἐκείνοις Κελ τοῖς καὶ ψιλὸν ὑπὲρ τὴν ἄμμον καὶ τὰ ἄστρα πλῆθος φοί νικας φέρον καὶ σταυροὺς ἐπ΄ ὤμων͵ γύναιά τε καὶ τέκνα τῶν σφῶν ἐξεληλυθότα χωρῶν. Καὶ ἦν ὁρᾶν αὐτοὺς καθά περ τινὰς ποταμοὺς ἁπανταχόθεν συρρέοντας καὶ διὰ τῶν Δακῶν ὡς ἐπίπαν [πρὸς τὰς] πρὸς ἡμᾶς ἐπερχομένους πανστρατιᾷ.

10.5.7 Προηγήσατο δὲ τῆς τῶν τοσούτων λαῶν ἐλεύσεως ἀκρὶς τῶν μὲν πυρῶν ἀπεχομένη͵ τοὺς δὲ ἀμπε λῶνας δεινῶς κατεσθίουσα. ῏Ην δ΄ ἄρα τοῦτο τὸ σύμβο λον͵ ὡς οἱ τότε συμβολομάντεις ἀπεμαντεύοντο͵ ὡς ἡ ἔφοδος τοῦ τοσούτου Κελτικοῦ στρατεύματος τῶν μὲν Χριστιανικῶν πραγμάτων ἀπόσχηται͵ δεινῶς δ΄ ἐπιβρίσειε κατὰ τῶν βαρβάρων Ἰσμαηλιτῶν μέθῃ καὶ οἴνῳ καὶ τῷ Διονύσῳ δεδουλευκότων. Τοῦτο γὰρ τὸ γένος Διονύσῳ τε ὑπείκει καὶ Ἔρωτι καὶ πρὸς παντοίας μίξεις καταφορώ τατον καὶ μὴ συμπεριτεμνόμενον τῇ σαρκὶ καὶ τὰ πάθη͵ καὶ ἔστιν οὐδὲν ἄλλο ἢ δοῦλον καὶ τρίδουλον τῶν τῆς Ἀφροδίτης κακῶν. Ἔνθεν τοι καὶ τὴν Ἀστάρτην αὐτοὶ καὶ τὴν Ἀσταρὼθ προσκυνοῦσι καὶ σέβονται καὶ τοῦ ἄστρου τὸν τύπον περὶ πλείονος τίθενται καὶ τὴν χρυσῆν παρ΄ ἐκείνοις Χοβάρ. Ὁ μέντοι σῖτος εἰς τὸν χριστιανισμὸν τοῖς συμβολικοῖς τούτοις ἐξελαμβάνετο διὰ τὸ νηφάλιόν τε καὶ τροφιμώτατον. Οὕτω μὲν οὖν οἱ μάντεις τὰς ἀμπέλους καὶ τὸν πυρὸν ἐξεδέξαντο.

10.5.8 Ἀλλὰ τὰ μὲν περὶ τῶν μάν τεων οὕτως ἐχέτω· τὰ δὲ κατὰ τὴν ἔφοδον τῶν βαρβάρων οὕτω παρηκολουθήκει καὶ καινόν τι κατανοεῖν τοῖς γε νοῦν ἔχουσιν ἐνῆν. Τῆς γὰρ τῶν τοσούτων ἐλεύσεως οὐχ ὁμοῦ οὐδὲ κατὰ ταὐτὸν γινομένης (καὶ πῶς γὰρ τοσαῦτα πλήθη ἐκ διαφόρων τόπων ἐξορμήσαντα ὁμαδὸν τὸν τῆς Λογγι βαρδίας πορθμὸν διανήξασθαι ἐνῆν;) οἱ μὲν πρῶτοι͵ οἱ δὲ δεύτεροι͵ οἱ δὲ τούτων ὄπισθεν καὶ καθεξῆς οἱ ἅπαντες τὸν ἀπόπλουν οὕτω ποιούμενοι διὰ τῆς ἠπείρου διήρχοντο. Προηγεῖτο δὲ ἑκάστου στρατεύματος τούτων ἀκρὶς ἀμύθη τος͵ ὡς ἔφαμεν. Ἅπαντες γοῦν ἅπαξ καὶ δὶς τοῦτο θεασά μενοι προδρόμους ταύτας τῶν Φραγγικῶν ταγμάτων ἐγνώ ρισαν.

10.5.9 Ὡς δὲ σποράδην τινὲς τὸν τῆς Λογγιβαρδίας διεπέρων ἤδη πορθμόν͵ ὁ αὐτοκράτωρ μετακαλεσάμενός τινας τῶν ῥωμαϊκῶν δυνάμεων ἀρχηγοὺς ἐκπέμπει τού τους πρὸς τὰ μέρη Δυρραχίου καὶ Αὐλῶνος ἐντειλάμενος δέχεσθαι μὲν προσηνῶς τοὺς διαπερῶντας πανηγύρεις τε δαψιλεῖς ἐξ ἁπασῶν τῶν χωρῶν κατὰ τὴν ὁδὸν ἐξάγειν͵ εἶτα ἐνεδρεύειν παρακολουθοῦντας διόλου καὶ ἐπὰν ἐκδρο μάς τινας τούτους θεάσοιντο ποιουμένους εἰς προνομὴν τῶν παρακειμένων χωρῶν ἐκτρέχοντας͵ ἀναστέλλειν διὰ μετρίων ἀκροβολισμῶν. Συμπαρῆσαν δὲ τούτοις καί τινες τῆς λατινικῆς διαλέκτου εἰδήμονες͵ ἵνα τὰς ἀναφυομένας μεταξὺ μάχας καταστέλλωσιν.

10.5.10 Ἀλλ΄ ὅπως σαφέστερον ἀφηγησαίμην τὸ πρᾶγμα καὶ κατὰ μέρος͵ ταύτης τῆς φήμης διαδραμούσης ἁπανταχοῦ πρῶτος ὁ Γοντοφρὲ τὴν ἰδίαν ἀπεμπολήσας χώραν τῆς προκειμένης ὁδοῦ εἴχετο. Ἀνὴρ δὲ οὗτος πολυχρήματος καὶ ἐπὶ γενναιότητι καὶ ἀνδρείᾳ καὶ γένους περιφανείᾳ μεγάλως αὐχῶν· ἕκαστος γὰρ τῶν Κελτῶν ἔσπευδε προτρέχειν τῶν ἄλλων. Καὶ γέγονε συγκίνησις οἵαν οὐδέπω τις μέμνηται ἀνδρῶν τε καὶ γυναικῶν͵ τῶν μὲν ἁπλουστέρων ὡς τὸν τοῦ Κυρίου προσκυνῆσαι τάφον καὶ τὰ κατὰ τοὺς ἱεροὺς ἱστορῆσαι τόπους ἐπειγομένων ἐπ΄ ἀληθείᾳ͵ τῶν δέ γε πονηροτέρων καὶ μᾶλ λον ὁποῖος ὁ Βαϊμοῦντος καὶ οἱ τούτου ὁμόφρονες ἄλλον ἐνδομυχοῦντα λογισμὸν ἐχόντων͵ εἴ που ἐν τῷ διέρχεσθαι δυνηθεῖεν καὶ αὐτὴν τὴν βασιλεύουσαν κατασχεῖν καθάπερ πόρισμά τι ταύτην εὑρηκότες. Ἐτάρασσε δὲ τὰς τῶν πλειόνων καὶ γενναιοτέρων ψυχὰς ὁ Βαϊμοῦντος ὡς παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέφων. Ὁ μὲν οὖν Πέτρος μετὰ τὸ ταῦτα διακηρυκεῦσαι πάντων προη γησάμενος τὸν τῆς Λογγιβαρδίας διεπέρασε πορθμὸν μετὰ πεζῶν μὲν χιλιάδων ὀγδοήκοντα͵ ἱππέων δὲ χιλιάδων ἀνδρῶν ἑκατὸν καὶ διὰ τῶν μερῶν τῆς Οὐγγρίας τὴν βασι λεύουσαν κατέλαβεν. Ἔστι μὲν γὰρ τὸ τῶν Κελτῶν γένος͵ ὡς εἰκάσαι τινά͵ καὶ ἄλλως λίαν θερμότατον καὶ ὀξύ͵ ἐπὰν δὲ καὶ ἀφορμῆς δράξοιτο͵ ἀκάθεκτον.

10.6.1 Τοῦ δὲ βασιλέως ἅπερ ὁ Πέτρος προεπεπόνθει παρὰ τῶν Τούρκων γινώσκοντος καὶ συμβουλεύοντος αὐτῷ καὶ τὴν τῶν λοιπῶν κομήτων καρτερῆσαι ἔλευσιν͵ οὐκ ἐπείθετο θαρρῶν εἰς τὸ πλῆθος τῶν συνεπομένων αὐτῷ καὶ διαπεράσας ἐπήξατο τὸν χάρακα εἴς τι πολίχνιον Ἑλενούπολιν ὀνομαζόμενον. Ἐπεὶ δὲ καὶ Νορμάνοι τούτῳ συνεί ποντο εἰς δέκα χιλιάδας ποσούμενοι͵ ἀποκριθέντες τοῦ λοιποῦ στρατεύματος τὰ κατὰ τὴν Νίκαιαν ἐλῄζοντο πᾶσιν ὠμοτάτως χρησάμενοι. Τῶν τε γὰρ βρεφῶν τὰ μὲν ἐμέλι ζον͵ τὰ δὲ ξύλοις περιπείροντες ὤπτιζον ἐν πυρί͵ πρὸς δὲ ζον͵ τὰ δὲ ξύλοις περιπείροντες ὤπτιζον ἐν πυρί͵ πρὸς δὲ τοὺς τῷ χρόνῳ προήκοντας· πᾶν εἶδος ποινῆς ἐπεδεί κνυντο.

10.6.2 Οἱ δὲ ἐντὸς τῶν γινομένων ἐν αἰσθήσει γεγο νότες ἀναπετάσαντες τὰς πύλας κατ΄ αὐτῶν ἐξῄεσαν. Καρτεροῦ δὲ τηνικαῦτα συρραγέντος πολέμου παλίνορσοι εἴσω τοῦ κάστρου γεγόνασιν ἐκθύμως τῶν Νορμάνων ἀγω νισαμένων. Καὶ ὣς τὴν λείαν ἅπασαν ἀναλαβόμενοι κατέ λαβον αὖθις τὴν Ἑλενούπολιν. Λόγου δὲ ἀναμεταξὺ αὐτῶν τε καὶ τῶν μὴ σὺν αὐτοῖς ἀπελθόντων κινηθέντος͵ ὁποῖα φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαι͵ τοῦ φθόνου τὸν θυμὸν ἀναφλέγοντος τῶν ἀπολειφθέντων κἀντεῦθεν ἁψιμαχίας ἀμφοῖν γενομένης οἱ τολμητίαι Νορμάνοι ἀποκριθέντες αὖθις τὴν Ξερίγορδον καταλαβόντες ἐξ ἐφόδου κατέσχον.

10.6.3 Μαθὼν δὲ τὸ γεγονὸς ὁ σουλτὰν κατ΄ αὐτῶν μετὰ ἀπο χρώσης δυνάμεως ἐκπέμπει τὸν Ἐλχάνην. Ὁ δὲ καταλα βὼν αἱρεῖ μὲν τὴν Ξερίγορδον͵ τῶν δέ γε Νορμάνων τοὺς μὲν ξιφῶν παρανάλωμα ἐποιήσατο͵ τοὺς δὲ καὶ ζωγρίαν ἦγε μελετήσας ἅμα καὶ κατὰ τῶν συναπολειφθέντων τῷ Κουκουπέτρῳ. Καὶ λόχους μὲν ἐν ἐπικαίροις καταστήσας τόποις͵ ὡς ἂν ἐν τῷ κατὰ τῆς Νικαίας ἀπιέναι τούτοις ἀπροόπτως ἐμπίπτοντες ἀναιρῶνται͵ γινώσκων δὲ καὶ τὸ τῶν Κελτῶν ἐρασιχρήματον δύο τινὰς δραστηρίους τὴν γνώμην μεταπεμψάμενος ἐνετείλατο ἀπελθεῖν πρὸς τὸ στράτευμα τοῦ Κουκουπέτρου διακηρυκεύοντας ὡς οἱ Νορ μάνοι͵ κατασχόντες τὴν Νίκαιαν͵ δασμὸν τῶν ἐνόντων ἐν αὐτῇ ποιοῦνται.

10.6.4 Αὕτη ἡ φήμη τοὺς μετὰ τοῦ Πέτρου συνόντας καταλαβοῦσα δεινῶς συνετάραξε. Δασμὸν γὰρ καὶ χρήματα ἀκηκοότες παραχρῆμα τῆς πρὸς τὴν Νίκαιαν φερούσης ὁδοῦ ἀσυντάκτως ἥψαντο ἐπιλαθόμενοι μονονοὺ καὶ στρατιωτικῆς ἐμπειρίας καὶ τῆς τοῖς πρὸς μάχην ἀπιοῦσιν ... εὐταξίας. Ἔστι μὲν γὰρ καὶ ἄλλως τὸ τῶν Λατί νων γένος φιλοχρηματώτατον͵ ὥσπερ ἄνωθεν εἴρηται͵ ἐπὰν δὲ καὶ πρὸς καταδρομὴν χώρας ἀπονεύσειε͵ καὶ λόγῳ μὴ χρώμενον ἀχαλιναγώγητον. Μὴ κατὰ στοίχους δὲ μήτε ἰλαδὸν πορευόμενοι τοῖς περὶ τὸν Δράκοντα λοχῶσι Τούρ κοις περιπίπτοντες οἰκτρῶς ἀνῃροῦντο. Καὶ τοσοῦτον πλῆ θος Κελτῶν τε καὶ Νορμάνων ἔργον μαχαίρας Ἰσμαηλιτι κῆς ἐγεγόνει ὥστε͵ τὰ ἑκασταχοῦ κείμενα λείψανα τῶν ἀποσφαγέντων ἀνδρῶν συγκομίσαντες͵ μέγιστον οὐ λόφον φημὶ οὐδὲ βουνὸν οὐδὲ σκοπιὰν ἐποιήσαντο͵ ἀλλ΄ οἷον ὄρος ὑψηλὸν καὶ βάθος καὶ πλάτος ἀξιολογώτατον ἀπολαμβάνον· τοσοῦτος ἔκειτο ὁ τῶν ὀστῶν κολωνός. Καί τινες ὕστερον τῶν ἐκ τοῦ αὐτοῦ γένους τῶν ἀποσφαγέντων βαρβάρων ἐν σχήματι πόλεως οἰκοδομήσαντες τεῖχος μεσέμβολά τινα καθάπερ κάχληκας τὰ ὀστᾶ τῶν ἀπολωλότων ἐνέθεντο τρό πον τινὰ τάφον αὐτοῖς τὴν πόλιν ποιούμενοι. ῞Ητις καὶ εἰς τὴν τήμερον ἵσταται τετειχισμένη ὁμοῦ τε λίθοις καὶ ὀστοῖς ἀναμὶξ ἔχουσα τὸν περίβολον.

10.6.5 Πάντων οὖν ξιφῶν παρανάλωμα γεγονότων μόνος ὁ Πέτρος μετ΄ ὀλίγων τινῶν εἰς Ἑλενούπολιν αὖθις ὑποστρέψας εἰσῄει. Οἱ δὲ Τοῦρκοι αὖθις τοῦτον ἐνήδρευον ἑλεῖν ἐθέλοντες. Ὁ δὲ αὐτοκράτωρ͵ ἅπαντα ἀκηκοὼς καὶ τὴν τοσαύτην ἀνδροκ τασίαν βεβαιωθείς͵ ἐν δεινῷ ἐποιεῖτο εἰ καὶ ὁ Πέτρος ἁλῴη. Παραχρῆμα τοίνυν μεταπεμψάμενος τὸν Κατακαλὼν Κωνσταντῖνον τὸν Εὐφορβηνόν͵ οὗ ὁ λόγος ἐν πολλοῖς ἤδη ἐμνήσθη͵ ἀποχρώσας δυνάμεις ἐν ναυσὶ πολεμικαῖς ἐμβα λὼν διαπόντιον εἰς ἀρωγὴν αὐτοῦ πέπομφε. Θεασάμενοι δὲ τοῦτον οἱ Τοῦρκοι καταλαβόντα φυγαδείᾳ ἐχρήσαντο. Ὁ δὲ μηδὲ μικρὸν ἀναμείνας ἀναλαβόμενος τὸν Πέτρον μετὰ τῶν σὺν αὐτῷ͵ ῥητοὶ γὰρ ἦσαν͵ διασῴζει πρὸς τὸν βασιλέα.

10.6.6 Τοῦ δὲ βασιλέως ἀναμιμνήσκοντος αὐτὸν τῆς ἀρχῆθεν ἀβουλίας αὐτοῦ καὶ ὅπως ταῖς αὐτοῦ ὑποθημοσύναις μὴ πειθόμενος τοσούτοις ἐνεπεπτώκει δεινοῖς͵ ὁποῖα Λατῖνος ὑψαύχην οὐχὶ ἑαυτὸν αἴτιον τοῦ τοσούτου κακοῦ ἔλεγεν͵ ἀλλ΄ ἐκείνους τοὺς μὴ αὐτῷ πειθομένους͵ ἀλλὰ τοῖς ἰδίοις θελήμασι χρωμένους͵ λῃστὰς ἀποκαλῶν τούτους καὶ ἅρπα γας καὶ μηδὲ παρὰ τοῦ Σωτῆρος εἰς προσκύνησιν τοῦ ἁγίου τάφου διὰ ταῦτα δεκτούς.
10.6.7 Οἱ μὲν οὖν τῶν Λατίνων͵ ὁποῖος ὁ Βαϊμοῦντος καὶ οἱ τούτου ὁμόφρονες͵ ἔρωτα τῆς τῶν Ρωμαίων ἀρχῆς ἐκ μακροῦ ἔχοντες καὶ ταύτην ἑαυ τοῖς περιποιήσασθαι βουλόμενοι͵ πρόφασιν τὴν τοῦ Πέτρου διακηρύκευσιν εὑρηκότες͵ ὡς εἴρηται͵ τὴν τοιαύτην συγκί νησιν ἐποιήσαντο ἀπατήσαντες τοὺς ἀκεραιοτέρους καὶ σχηματιζόμενοι κατὰ τῶν Τούρκων ἀπέρχεσθαι εἰς ἐκδί κησιν τοῦ ἁγίου τάφου τὰς ἰδίας ἐπίπρασκον χώρας.

10.7.1 Οὖβος δέ τις ὁ τοῦ ῥηγὸς Φραγγίας ἀδελφὸς φυσῶν τὰ Ναυάτου ἐπ΄ εὐγενείᾳ καὶ πλούτῳ καὶ δυνάμει τῆς ἐνεγκαμένης μέλλων ἐξελθεῖν τάχα ὡς πρὸς τὸν ἅγιον τάφον ἀποστείλας ἀπονοίας ῥήματα ἐμήνυσε πρὸς τὸν αὐτοκράτορα προμηθευόμενος λαμπρὰν τὴν ὑπαντὴν αὐτῷ γενέσθαι· Ἴσθι λέγων ὦ βασιλεῦ͵ ὡς ἐγὼ ὁ βασιλεὺς τῶν βασιλέων καὶ ὁ μείζων τῶν ὑπ΄ οὐρανόν. Καὶ καταλαμβά νοντά με ἤδη ἐνδέχεται ὑπαντῆσαί τε καὶ δέξασθαι μεγα λοπρεπῶς καὶ ἀξίως τῆς ἐμῆς εὐγενείας.

10.7.2 Ταῦτα ὁ βασιλεὺς ἀκούσας͵ ἐπεὶ δοὺξ μὲν ἔτυχε Δυρραχίου Ἰωάν νης ὁ υἱὸς Ἰσαακίου τοῦ σεβαστοκράτορος͵ περὶ οὗ ἄνωθεν εἴρηται͵ τοῦ δὲ στόλου Νικόλαος ὁ Μαυροκατακαλὼν περὶ τὸν λιμένα τοῦ Δυρραχίου ἐκ διαστημάτων ἐνορμίσας τὰς ναῦς κἀκεῖθεν αὖθις τὰς ἐκδρομὰς ποιούμενος καὶ τὰ πελάγη περισκοπῶν͵ ὡς μὴ λάθοιεν αὐτὸν λῃστρικαὶ νῆες παραπλεύσασαι͵ ὁ αὐτοκράτωρ εὐθὺς γράμματα πρὸς ἀμφο τέρους ἐκπέμπει ἐντειλάμενος τὸν μὲν δοῦκα Δυρραχίου διὰ τῆς ἠπείρου καὶ τῆς παραλίας ἐφεδρεύειν τὴν τούτου ἔλευσιν καὶ παραυτίκα τῷ αὐτοκράτορι ταχεῖαν τῆς τούτου ἐλεύσεως δοῦναι γνῶσιν͵ αὐτὸν δὲ τὸν Οὖβον ὑποδέξασθαι μεγαλοπρεπῶς͵ τὸν δὲ δοῦκα τοῦ στόλου παρακελεύσασθαι μηδαμῶς ἀναπεπτωκέναι μηδὲ καταρρᾳθυμεῖν͵ ἀλλ΄ ἐγρηγο ρέναι διὰ παντός.

10.7.3 Κατὰ τὴν παραλίαν δὲ τῆς Λογγι βαρδίας ὁ Οὖβος διασωθεὶς πρέσβεις τηνικαῦτα ἐκπέμπει πρὸς τὸν δοῦκα Δυρραχίου εἴκοσι πρὸς τοῖς τέσσαρσι τὸν ἀριθμόν͵ θώραξι χρυσέοις σὺν αὐταῖς κνημῖσι περιπεφραγ μένους͵ μετὰ τοῦ κόμητος Τζερπεντηρίου καὶ Ἠλία τοῦ ἐκ Θεσσαλονίκης ἀποδράσαντος ἀπὸ τοῦ αὐτοκράτορος. Οἱ δὲ πρὸς τὸν δοῦκα τοιαῦτα ἔλεγον· Γνωστὸν ἔστω σοι͵ δούξ͵ ὅτι ὁ κύριος ἡμῶν Οὖβος ὅσον ἤδη καταλαμβάνει ἀναλαβόμενος ἀπὸ Ρώμης τὴν χρυσῆν τοῦ ἁγίου Πέτρου σημαίαν. Ἀρχηγὸν δὲ τοῦτον ἐπίστασο τοῦ Φραγγικοῦ στρατεύματος ἅπαντος. Ἡτοιμάσθητι γοῦν πρὸς τὴν τού του καὶ τῶν ὑπ΄ αὐτὸν δυνάμεων δοχὴν ἀξίαν τῆς αὐτοῦ ἐξουσίας καὶ τὴν πρὸς αὐτὸν ὑπαντὴν ποιησόμενος.

10.7.4 Τούτων τοιαῦτα πρὸς τὸν δοῦκα λεγόντων ὁ Οὖβος διὰ τῆς Ρώμης εἰς Λογγιβαρδίαν͵ ὡς εἴρηται͵ κατελθὼν καὶ διὰ τῆς Βάρεως ὡς πρὸς τὸ Ἰλλυρικὸν τὸν ἀπόπλουν ποιού μενος κλύδωνι μεγίστῳ περιπεσὼν ἀπώλεσε τὰ πλείω τῶν αὐτοῦ πλοίων σὺν αὐτοῖς ἐρέταις καὶ ἐπιβάταις͵ ἑνὸς μόνου σκάφους͵ ἐν ᾧ αὐτὸς ἔτυχε͵ κατὰ τὴν μεσαίχμιον παραλίαν τοῦ τε Δυρραχίου καὶ τόπου τινὸς καλουμένου Πάλους ἀποπτυσθέντος οἷον παρὰ τῶν κυμάτων καὶ αὐτοῦ ἡμιθραύστου. Παραδόξως δὲ τούτῳ σωθέντι περιτυχόντες δύο τινὲς τῶν περισκοπούντων τὴν τούτου ἔλευσιν μετεκα λοῦντο αὐτὸν λέγοντες ὡς Ὁ δοὺξ ἀπεκδέχεταί σου τὴν ἄφιξιν ἐπιποθῶν σε θεάσασθαι. Ὁ δ΄ εὐθὺς ἵππον ἐζήτει. Ἅτερος δὲ τούτων ἀποβὰς τοῦ ἵππου τοῦτον αὐτῷ μάλα προθύμως δίδωσιν.

10.7.5 Οὕτω γοῦν τοῦτον ὁ δοὺξ σωθέντα θεασάμενος καὶ προσηγορίας ἀξιώσας͵ ὅπη τε καὶ ὅθεν ἐπερωτήσας καὶ ὅπως αὐτῷ διαπλωζομένῳ τὰ δεινὰ ξυμ βέβηκε μαθὼν καὶ ἐπανακτησάμενος χρησταῖς ὑποσχέσεσι τράπεζαν αὐτῷ δαψιλῆ τοῦ λοιποῦ παρατίθησιν. Μετὰ δὲ τὴν εὐωχίαν ἄνετον μέν͵ οὐκ ἐλεύθερον δὲ παντελῶς εἶχε. Ταχὺ δὲ τῷ αὐτοκράτορι τὰ κατ΄ αὐτὸν δηλώσας ἐκαρτέρει τὸ ποιητέον ἐκεῖθεν δέξασθαι. Ἅπαντα δὲ μεμαθηκὼς ὁ αὐτοκράτωρ ὀξέως τὸν Βουτουμίτην πέμπει πρὸς τὴν Ἐπί δαμνον͵ ἣν πολλάκις Δυρράχιον κατωνομάσαμεν͵ ἐφ΄ ᾧ τὸν Οὖβον ἀναλαβέσθαι καὶ μὴ τὴν εὐθεῖαν βαδίσαι͵ ἀλλὰ παρεκκλῖναι καὶ διὰ τῆς Φιλιππουπόλεως αὐτὸν ἀγαγεῖν εἰς τὴν μεγαλόπολιν. Ἐδεδίει γὰρ τὰ ὄπισθεν ἐρχόμενα Κελτικὰ πλήθη καὶ στρατεύματα. Δεξάμενος δὲ τοῦτον ὁ βασιλεὺς ἐντίμως καὶ παντοίας φιλοφροσύνης ἀξιώσας χρήματά τε ἱκανὰ ἐπιδοὺς πείθει παραχρῆμα ἄνθρωπον αὐτοῦ γενέσθαι τὸν τοῖς Λατίνοις συνήθη ὅρκον ἐπομοσά μενον.

10.8.1 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Οὖβον ἐκ προοιμίων· ὁ δέ γε Βαϊμοῦντος͵ οὗ ἄνωθεν ὁ λόγος πολλάκις ἐμνήσθη͵ πεντεκαίδεκα ἡμερῶν οὔπω διελθουσῶν διεπέρασεν εἰς τὴν ἀκτὴν τοῦ Καβαλίωνος μετὰ κομήτων διαφόρων καὶ στρα τεύματος ἀριθμὸν ὑπερβαίνοντος ἅπαντα. Τόπος δὲ οὗτος ἐγγὺς τῆς Βοούσης· ὀνόματα δὲ ταῦτα τῶν ἐν τοῖς μέρεσιν ἐκείνοις τόπων. Καὶ μεμφέσθω μηδεὶς ἡμῖν τοιούτοις χρω μένοις ὀνόμασι βαρβαρικοῖς καὶ ἀφ΄ ὧν ἔστι τὸ ὕφος τῆς ἱστορίας καταμιαίνεσθαι· οὐδὲ γὰρ οὐδ΄ Ὅμηρος ἀπηξίωσε Βοιωτοὺς ὀνομάζειν καί τινας βαρβαρώδεις νήσους διὰ τὴν τῆς ἱστορίας ἀκρίβειαν.

10.8.2 Κατὰ πόδας δὲ τούτου καὶ ὁ κόμης Πρεβέντζας ταῖς ἀκταῖς τοῦ πορθμοῦ Λογγιβαρδίας προσπελάσας͵ ἐπεὶ διαπερᾶν καὶ αὐτὸς ἐβούλετο͵ μυριοφό ρον ναῦν λῃστρικὴν μισθωσάμενος τριάρμενον ἑξακισχιλίων χρυσίνων στατήρων͵ ἐν ᾗ ἐρέται μὲν διακόσιοι͵ ἐφόλκια δὲ τὰ συνεφεπόμενα ταύτῃ τρία. Τὸν ἀπόπλουν οὐ πρὸς τὰ μέρη τοῦ Αὐλῶνος ἐπεποίητο καθὼς τὰ λοιπὰ τῶν Λατίνων στρατεύματα͵ ἀλλὰ τὸν ῥωμαϊκὸν ὑφορώμενος στόλον λύσας τὰ πρυμνήσια μικρὸν παρεκκλίνας κατευθὺ Χιμάρας τὸν ἀπόπλουν ἐποιεῖτο οὐρίου τυχὼν πνεύματος.

10.8.3 Φεύγων δὲ τὸν καπνὸν εἰς πῦρ ἐπεπτώκει. Καὶ γὰρ οὐχὶ τοῖς σπο ράδην ἐνεδρεύουσι τὸν τῆς Λογγιβαρδίας πορθμὸν ναυτικοῖς περιέτυχεν͵ ἀλλ΄ αὐτῷ τῷ δουκὶ τοῦ ὅλου ῥωμαϊκοῦ στόλου Νικολάῳ τῷ Μαυροκατακαλών. Ὃς πόρρω περὶ τῆς λῃστρι κῆς ἐκείνης νηὸς μεμαθηκώς͵ τὰς τοῦ ὅλου στόλου διήρεις καὶ τριήρεις καί τινας δρομάδας ἀναλαβόμενος ναῦς ἀπελ θὼν ἵστατο εἰς Καβαλίωνα ἀντικρὺ τοῦ Ἄσωνος͵ ἐξ οὗπερ ἐξεληλύθει τὸν μέγαν ἐκεῖσε στόλον καταλιπών. Καὶ ἀπέσ τειλε τὸν καλούμενον δεύτερον κόμητα μετὰ τοῦ ἰδίου κατέργου ἐξκουσσάτου παρὰ τοῖς ναυτικοῖς καλουμένου ἐπισκήψας αὐτῷ͵ ἵν΄ ὁπηνίκα τὰ πρυμνήσια τῆς ἤδη ῥηθείσης νηὸς οἱ ἐρέται λύσαντες εἰς κῦμα θαλάσσης ἐμβά λωσι͵ πυρσὸν ἀνάψῃ. Ὁ δὲ ἀπελθὼν παραχρῆμα τὸ κελευσ θὲν ἐποίει.

10.8.4 Ὁ δὲ δοὺξ Νικόλαος τοῦτο θεασάμενος τὰς μὲν τῶν νηῶν τοῖς ἱστίοις παραχρῆμα ἐπτέρου͵ τὰς δὲ καὶ οἷον πολύποδας ταῖς κώπαις ἀπεργασάμενος κατὰ τοῦ διαπερῶντος χωρεῖ κόμητος. Οὔπω δὲ τρεῖς σταδίους ἀπὸ τῆς χέρσου διαπλῳσάμενον καταλαμβάνει τοῦτον πρὸς τὴν περαίαν Ἐπιδάμνου σπεύδοντα͵ ἐνόπλους μὲν στρα τιώτας ἔχοντα χιλίους πρὸς τοῖς πεντακοσίοις͵ ἵππους δὲ τῶν ἐκκρίτων ὀγδοήκοντα. Ὃν θεασάμενος ὁ πηδαλιοῦχος τῆς νεώς φησι πρὸς τὸν κόμητα Πρεβέντζας· Ἐκ Συρίας ὁ ἤδη καταλαμβάνων ἡμᾶς στόλος ἐστὶ καὶ κίνδυνος μαχαί ρας καὶ ξιφῶν παρανάλωμα γενέσθαι. Παραχρῆμα γοῦν ὁ κόμης θωρήξασθαί τε ἐκέλευεν ἅπαντας καὶ καρτερῶς μάχεσθαι.

10.8.5 Κἂν δὲ μέσος χειμὼν ἦν͵ ὁπότε ἡ μνήμη τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου τελεῖται͵ ἀλλ΄ ὅμως νηνεμία ἔτυχε παντελὴς καὶ ἡ νὺξ πανσέληνος φαίνουσα τότε μᾶλλον ἢ ἐν ἔαρι. Πεπαυμένων δὲ παντάπασι τῶν ἀνέμων οὐκέτι ἡ λῃστρικὴ ναῦς κινεῖσθαι πρὸς ἰσχύος εἶχε καὶ συνέβαινε ταύτην ἀτρεμεῖν ἐν τοῖς ὕδασιν. Ἀλλ΄ ἐνταυθοῖ τοῦ λόγου γενομένη βουλοίμην ἂν τὴν γλῶτταν ἐπαφεῖναι τοῖς τοῦ Μαριανοῦ κατορθώμασιν. Ὃς παρα χρῆμα παρὰ τοῦ δουκὸς τοῦ στόλου καὶ ἰδίου πατρὸς τὰ κουφότερα τῶν πλοίων αἰτήσας κατευθὺ τῆς νεὼς ἐκείνης ἵεται καὶ τῇ πρώρᾳ συνεισπεσὼν ταύτης ἀπεπειρᾶτο. Συνέρρεον δὲ παραχρῆμα ἐκεῖσε οἱ ἔνοπλοι καρτερῶς τοῦ τον ἐξωπλισμένον πρὸς μάχην θεασάμενοι. Ὁ δὲ Μαρια νὸς τοῖς Λατίνοις τῇ ἐκείνων ἀποχρώμενος διαλέκτῳ παρε κελεύετο μὴ δεδιέναι μηδὲ μάχεσθαι πρὸς ὁμοπίστους. Βάλλει δέ τις τοῦτον τῶν Λατίνων διὰ τῆς τζάγγρας κατὰ τῆς κόρυθος.

10.8.6 Ἡ δὲ τζάγγρα τόξον μέν ἐστι βαρβα ρικὸν καὶ Ἕλλησι παντελῶς ἀγνοούμενον. Τείνεται δὲ οὐχὶ τῆς μὲν δεξιᾶς ἑλκούσης τὴν νευράν͵ τῆς δὲ λαιᾶς ἀνθελκούσης τὸ τόξον͵ ἀλλὰ δεῖ τὸν διατείνοντα τὸ ὄργανον τουτὶ τὸ πολεμικὸν καὶ ἑκηβολώτατον͵ ὡς ἄν τις εἴποι͵ ὕπτιον κείμενον ἑκάτερον μὲν τῶν ποδῶν ἐνερεῖσαι τοῖς ἡμικυκλίοις τοῦ τόξου͵ ἀμφοτέραις δὲ ταῖς χερσὶ τὴν νευ ρὰν μάλα γενναίως ἀνθελκύσαι. ῟Ης κατὰ τὸ μέσον σωλήν ἐστι κυλινδρικὸν ἡμίτομον ἐξημμένον αὐτῆς τῆς νευρᾶς καὶ ὥσπερ τι βέλος ἀξιόλογον μέγεθος ἀπολαμβάνον διήκει ἀπ΄ αὐτῆς τῆς νευρᾶς ἐς τὸ τοῦ τόξου μεσαίτατον· ἀφ΄ οὗ βέλη παντοδαπὰ διεκπίπτουσιν. Ἐν τούτῳ τοίνυν τὰ βέλη τιθέμενα βραχύτατα μὲν τῷ μήκει͵ παχύτατα δὲ καὶ πρόσ θεν ἀξιόμαχον βάρος σιδήρου λαμβάνοντα. Καὶ τῇ ἀφέσει τῆς νευρᾶς μετὰ σφοδρότητος καὶ ῥύμης ἁπάσης ἀφιείσης τὰ βέλεμνα οὗ ἂν τύχῃ ἐπεισπεσόντα οὐκ εἰς τοὔμπαλιν ἀποπίπτει͵ ἀλλὰ καὶ ἀσπίδα διέτρησε καὶ θώρακα βαρυσί δηρον διατεμόντα ἐκεῖθεν διὰ θατέρου μέρους ἐξεπετάσθη. Οὕτως ἐστὶ σφοδρὰ καὶ ἀκατάσχετος ἡ ἄφεσις τῶν τοιού των βελῶν. ῎Ηδη τοῦτο τὸ βέλος καὶ ἀνδριάντα διεπερό νησε χαλκοῦν καὶ τείχει ἐμπεπτωκὸς μεγίστης πόλεως ἢ ἐπὶ τἄνδον προὔκυψε τοῦ βέλους ἡ ἀκμὴ ἢ ἐνδεδυκὸς κατὰ τὸ μέσον τοῦ τείχους ἀφανὲς γέγονε. Τὸ μὲν οὖν τῆς τζάγ γρας πρᾶγμα τοιοῦτόν ἐστιν ὡς ὄντως δαιμόνιον· ὁ δὲ πει ρασθεὶς τῆς ἐκ τούτου πληγῆς ἀθλιώτατος ἀναισθήτως ἀποθνήσκων καὶ μηδὲ τῆς πληγῆς͵ ὁπόση τίς ἐστιν͵ αἰσθα νόμενος.

10.8.7 Τὸ μὲν οὖν ἀπὸ τῆς τζάγγρας βέλος ἐμπεσὸν τῷ ἄκρῳ τῆς κόρυθος διήλασεν αὐτὴν ἀποπτὰν οὐδ΄ ἄχρι τριχὸς τοῦ Μαριανοῦ ἐφαψάμενον· πρόνοια γὰρ ἀπεῖρξεν. Ὁ δὲ γοργῶς ἄλλον κατὰ τοῦ κόμητος ἐπαφεὶς ὀϊστὸν πλήττει τοῦτον κατὰ τοῦ βραχίονος· ὃς τὴν ἀσπίδα δια τρήσας τόν τε φολιδωτὸν διεληλυθὼς θώρακα καὶ αὐτῆς ἥψατο τῆς πλευρᾶς. Ἱερεὺς δέ τις Λατῖνος τρισκαιδέκα τος τυγχάνων τῶν σὺν αὐτῷ μαχομένων τοῦτο θεασάμενος πρυμνόθεν ἱστάμενος πολλὰς βολίδας κατὰ τοῦ Μαριανοῦ ἐξέπεμψεν. Ἀλλ΄ οὐδ΄ ὁ Μαριανὸς ἐνεδίδου αὐτός τε ἐκθύ μως μαχόμενος καὶ τοῖς ὑπ΄ αὐτὸν τοῦτο παρακελευόμενος͵ ὡς τρισσάκις τοὺς μετὰ τοῦ Λατίνου ἱερέως ὑπαλλαχθῆναι τιτρωσκομένους τε καὶ κοπιῶντας. Καὶ αὐτὸς δὲ ὁ ἱερεύς͵ κἂν πολλὰς τὰς πληγὰς δεδεγμένος ἦν καὶ τῷ ἰδίῳ αἵματι περιρρεόμενος͵ ἀλλ΄ ὅμως ἄτρεστος ἦν.

10.8.8 Οὐ γὰρ κατὰ τὰ αὐτὰ ἡμῖν τε καὶ τοῖς Λατίνοις περὶ τῶν ἱερωμένων δέδοκται· ἀλλ΄ ἡμεῖς μὲν ἐντετάλμεθα παρά τε τῶν κανό νων καὶ νόμων καὶ τοῦ εὐαγγελικοῦ δόγματος· Μὴ θίξῃς͵ μὴ γρύξῃς͵ μὴ ἅψῃ· ἱερωμένος γὰρ εἶ. Ὁ δέ τοι βάρβα ρος Λατῖνος ἅμα τε τὰ θεῖα μεταχειριεῖται καὶ τὴν ἀσπίδα ἐπὶ τοῦ λαιοῦ θέμενος καὶ τὸ δόρυ τῇ δεξιᾷ ἐναγκαλισά μενος ὁμοῦ τε μεταδίδωσι τοῦ θείου σώματός τε καὶ αἵμα τος καὶ φόνιον ὁρᾷ καὶ αἱμάτων ἀνὴρ κατὰ τὸν Δαυιτικὸν ψαλμὸν γίνεται. Οὕτως ἐστὶ τὸ βάρβαρον τοῦτο γένος οὐχ ἧττον ἱερατικὸν ἢ φιλοπόλεμον. Οὗτος τοίνυν ὁ ῥέκτης μᾶλλον ἢ ἱερεὺς ὁμοῦ τε καὶ τὴν ἱερατικὴν στολὴν ἐνεδι δύσκετο καὶ τὴν κώπην μετεχειρίζετο καὶ πρὸς ναυτικὸν πόλεμον καὶ μάχην ἀφώρα κατὰ ταὐτὸν καὶ θαλάττῃ καὶ ἀνδράσι μαχόμενος. Τὰ γὰρ ἡμέτερα͵ καθάπερ ἔφθην εἰρηκυῖα͵ τῆς ... Ἀαρὼν καὶ Μωσέως καὶ τοῦ καθ΄ ἡμᾶς πρώτου ἀρχιερέως ἐξήρτηται.

10.8.9 Ἀλλὰ τῆς μάχης ἐξ ἑσπέρας αὐτῆς μέχρι μέσης τῆς ἐπιφαινούσης ἡμέρας καρτερᾶς γεγονυίας ὑπείκουσι κἂν μὴ ἐβούλοντο οἱ Λατῖνοι τῷ Μαριανῷ λόγον ἀπαθείας ἐξ αὐτοῦ αἰτησάμενοι καὶ τυχόντες. Ὁ δέ γε μαχιμώτατος ἱερεὺς ἐκεῖνος οὐδὲ τῶν εἰρηνικῶν σπονδῶν τελουμένων τῆς μάχης ἐπέπαυτο͵ ἀλλὰ τὸν γωρυτὸν βελῶν ἐκκενώσας χερμάδα ἀναλαβόμενος λίθον πέμπει κατὰ τοῦ Μαριανοῦ͵ τοῦ δὲ τὴν κεφαλὴν διὰ τῆς ἀσπίδος περιφράττοντος πλήξας τὴν ἀσπίδα διεῖλε τετραχῇ καὶ τὴν κόρυθα κατέθραυσεν. Ὁ δὲ Μαριανὸς τῇ τοῦ λίθου βολῇ συγχυθεὶς ἀπολωλεκὼς τὸ φρονοῦν τῆς ψυχῆς ἄναυ δος παραχρῆμα ἐφ΄ ἱκανὸν ἔκειτο͵ ὥσπερ ὁ Ἕκτωρ ἐκεῖ νος ὑπὸ τῆς τοῦ λίθου βολῆς τοῦ Αἴαντος μικροῦ δεῖν ἐψυχορράγει. Μόλις δ΄ ἀνενεγκὼν καὶ ἑαυτὸν συναγαγὼν τρισσάκις τὸν παίσαντα ἔπληξε βέλεμνα κατ΄ αὐτοῦ ἐπα φείς. Ὁ δὲ πολέμαρχος ἐκεῖνος μᾶλλον ἢ ἱερεὺς μηδέποτε μάχης κορεννύμενος͵ ἐπεὶ καὶ τοὺς λίθους ἅπαντας ἀπε πέμψατο τῶν χειρῶν καὶ ἁπλῶς ἦν καὶ λίθων κενὸς καὶ βελῶν͵ οὐκ ἔχων ὅ τι καὶ δράσειεν οὐδὲ δι΄ ὧν ἀμυνεῖται τὸν ἀντίπαλον͵ ἐσφάδᾳζε μὲν ἐνταῦθα καὶ ἐξεφλέγετο καὶ ἐμεμήνει καθάπερ θηρίον εἰς ἑαυτὸν συστρεφόμενος. Τοῖς γοῦν παρατυχοῦσιν αὐτίκα καὶ ἀποχρώμενος ἦν. Σάκκον οὖν μάζης μεστὸν ἐφευράμενος ἐκεῖθεν ἀπὸ τοῦ σάκκου καθάπερ χερμάδας τὰς μάζας ἔβαλλεν͵ ὥσπερ ἱερατεύων καὶ τελετήν τινα ποιούμενος καὶ ἱεροτελεστίαν τὸν πόλε μον. Μᾶζαν γοῦν τινα μίαν ἀναλαβόμενος καὶ ὅλῃ χειρὶ πιθήσας ἐπαφίησι ταύτην κατὰ τῆς τοῦ Μαριανοῦ ὄψεως καὶ πλήττει τοῦτον κατὰ τῆς παρειᾶς.

10.8.10 Ταῦτα μὲν οὖν τὰ κατὰ τὸν ἱερέα ἐκεῖνον καὶ τὴν ναῦν καὶ τοὺς ἐπιβάτας· ὁ δὲ κόμης Πρεβέντζας πιστεύσας ἑαυτὸν σὺν αὐτῇ τῇ νηῒ καὶ τοῖς ὑπ΄ αὐτὸν προθύμως τῷ Μαριανῷ εἵπετο τοῦ λοιποῦ. Ἐπεὶ δὲ κατὰ τὴν χέρσον γενόμενοι ἀπέβαινον τῆς νηός͵ πολλὰ καὶ πολλάκις ὁ ἱερεὺς ἐκεῖνος ἐζήτει τὸν Μαριανὸν τὴν κλῆσιν μὲν αὐτοῦ μὴ γινώσκων͵ ἀπὸ δὲ τοῦ χρώματος τῶν ἀμφίων τοῦτον ἀνακαλούμενος. Προσελθὼν δὲ τούτῳ περιχυθεὶς κατησπάζετο ἐγκαυχώ μενος ἅμα ὡς Εἴ μοι κατὰ τὴν χέρσον ἐντετυχήκατε͵ πολλοὶ ἂν ταῖς ἐμαῖς χερσὶν ἀνῃρέθητε. Ἐκβαλὼν δ΄ ἐπι δίδωσι τούτῳ ἀργυροῦν θηρίκλειον τιμῆς στατήρων ἑκατὸν πρὸς τοῖς τριάκοντα. Ταῦτα δὲ ὁμιλῶν καὶ διδοὺς ἐξεπεπ νεύκει.

10.9.1 Ἀλλὰ καὶ ὁ κόμης Γοντοφρὲ τῷ τότε καιροῦ διαπε ράσας μεθ΄ ἑτέρων κομήτων καὶ στρατεύματος ἱππέων μὲν χιλιάδων δέκα͵ πεζῶν δὲ χιλιάδων ἑβδομήκοντα͵ καὶ κατα λαβὼν τὴν μεγαλόπολιν περὶ τὰ μέρη τῆς Προποντίδος κατατίθησιν αὐτοῦ τὸ στράτευμα͵ διῆκον ἀπὸ τῆς ἔγγιστα τοῦ Κοσμιδίου διακειμένης γεφύρας μέχρι καὶ αὐτοῦ τοῦ ἁγίου Φωκᾶ. Παρακελευομένου δὲ αὐτῷ τοῦ βασιλέως τὸν τῆς Προποντίδος διαπερᾶσαι πορθμὸν ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος καὶ αἰτίαν αἰτίᾳ συνείρων ἀνεβάλλετο. Τὸ δὲ πᾶν͵ τὴν τοῦ Βαϊμούντου καὶ τῶν λοιπῶν κομήτων ἀνέ μενεν ἄφιξιν. Καὶ γὰρ ὁ μὲν Πέτρος ἐξ αὐτῆς ἀρχῆς εἰς προσκύνησιν τοῦ ἁγίου τάφου τὴν τοσαύτην ὁδοιπορίαν ἀνεδέξατο͵ οἱ δέ γε λοιποὶ κόμητες καὶ τούτων μᾶλλον ὁ Βαϊμοῦντος παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέ φοντες καὶ εὐκαιρίαν ζητοῦντες ἀντίποινα τούτῳ παρα σχεῖν τῆς λαμπρᾶς ἐκείνης νίκης͵ ἣν ἤρατο κατ΄ αὐτοῦ͵ ὁπότε κατὰ τὴν Λάρισσαν τὸν μετ΄ αὐτοῦ συνῆψε πόλεμον͵ ὁμογνωμονήσαντες καὶ αὐτὴν τὴν μεγαλόπολιν κατασχεῖν ὀνειρώττοντες εἰς τὴν αὐτὴν ἐληλύθεισαν γνώμην (καὶ τού του πολλάκις ἐμνημονεύσαμεν ἄνωθεν)͵ τῷ μὲν φαινομένῳ τὴν πρὸς τὰ Ἱεροσόλυμα ὁδοιπορίαν ποιούμενοι͵ τῇ δ΄ ἀλη θείᾳ τὸν αὐτοκράτορα τῆς ἀρχῆς παραλῦσαι καὶ τὴν μεγα λόπολιν κατασχεῖν ἐθέλοντες.

10.9.2 Ἀλλ΄ ὁ βασιλεὺς τὸ πανοῦργον αὐτῶν πάλαι γινώσκων τὰς τῶν ἐθνικῶν δυνά μεις σὺν αὐτοῖς ἡγεμόσι διὰ γραφῶν παρεκελεύσατο ἀπὸ τοῦ Ἀθύρα μέχρις αὐτοῦ Φιλέα ἰλαδὸν καταστῆναι (τόπος δὲ παράλιος οὗτος τοῦ Πόντου) καὶ ἐφεδρεύειν͵ εἴ πού τις τοῦ Γοντοφρὲ πρὸς τὸν Βαϊμοῦντον καὶ τοὺς ὄπισθεν ἐρχο μένους κόμητας ἀποστέλλοιτο ἢ ἐξ ἐκείνων αὖθις πρὸς αὐτόν͵ καὶ ἀπείργειν αὐτῶν τὴν δίοδον.

10.9.3 Ἐν τῷ μεταξὺ δὲ γίνεταί τι τοιοῦτον. Μεταπεμψαμένου γὰρ τοῦ βασιλέως τινὰς τῶν μετὰ τοῦ Γοντοφρὲ κομήτων ἐφ΄ ᾧ τούτοις συμ βουλεύσασθαι ὑποθέσθαι αὐτῷ πληρῶσαι τὸν ὅρκον͵ τρι βομένου τε τοῦ καιροῦ διὰ τὸ φύσει λάλον τε καὶ μακρηγο ρώτατον τῶν Λατίνων ψευδὴς διέδραμεν εἰς αὐτοὺς φήμη κατασχεθῆναι τοὺς κόμητας παρὰ τοῦ βασιλέως. Εὐθὺς οὖν πυκιναὶ κατὰ τῆς Βυζαντίδος κεκίνηντο φάλαγγες καὶ παραχρῆμα τὰ κατὰ τὴν Ἀργυρᾶν καλουμένην Λίμνην δια κείμενα παλάτια παντελῶς ἐξηρίπωσαν͵ ἅμα δὲ καὶ τῶν τειχῶν τῆς Βυζαντίδος ἀπεπειρῶντο κἂν μὴ δι΄ ἑλεπόλεων͵ οὐ γὰρ παρῆσαν͵ ἀλλὰ τῷ ἑαυτῶν πλήθει θαρροῦντες τοσοῦτον κατηναιδεύσαντο ὡς καὶ πῦρ τολμῆσαι ἐπαφεῖ ναι κατὰ τῆς κάτωθεν τῶν ἀνακτόρων πύλης͵ ἀγχοῦ τοῦ ἐπ΄ ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου πάλαι παρά του τῶν βασιλέων ἀνοικοδομηθέντος τεμένους.

10.9.4 Οὐ μόνον δὲ ὁπόσοι τοῦ συρφετώδους ὄχλου τῶν Βυζαν τίων καὶ ἀνάλκιδες πάντη καὶ ἀπειροπόλεμοι τὰς τῶν Λατί νων φάλαγγας θεασάμενοι ἔστενον ᾤμωζον ἐστερνοτύπουν μὴ ἔχοντες ὑπὸ φόβου ὅ τι καὶ δράσαιεν͵ ἀλλὰ καὶ μᾶλλον ὁπόσοι εὖνοι περὶ τὸν αὐτοκράτορα͵ τὴν πέμπτην ἐκείνην φανταζόμενοι καθ΄ ἣν ἡ τῆς πόλεως γέγονεν ἅλωσις͵ καὶ δεδιότες διὰ τοῦτο τὴν ἐνισταμένην ἡμέραν͵ μή τις ἔκτισις τῶν τότε γεγενημένων συμβαίη. Πάντες δὲ ὅσοι στρατιω τικῆς εἰδήμονες ἦσαν ἀσυντάκτως πρὸς τὰ βασίλεια συνέρρεον. Ὁ δὲ βασιλεὺς ὡπλίσατο μὲν οὐδαμῶς οὐδὲ φολιδωτὸν περιεβάλετο θώρακα οὐδὲ σάκος οὐδ΄ ἔγχος ἐνηγκαλίσατο οὐδὲ ξίφος περιεζώσατο͵ ἀλλ΄ ἑδραίως ἐπὶ τοῦ βασιλικοῦ ἐσταλμένος καθῆστο θρόνου καὶ μεθ΄ ἱλαροῦ βλέμματος πάντας θαρρύνων καὶ θάρσος ἐνιεὶς ταῖς σφῶν ψυχαῖς καὶ τοῖς συγγενέσι δὲ καὶ ἡγεμόσι τοῦ στρατοῦ περὶ τῶν μελλόντων συμβουλευόμενος.

10.9.5 Τὰ μὲν οὖν πρῶτα οὐδ΄ ὁντιναοῦν κατὰ τῶν Λατίνων τοῦ τείχους ἐξενεγκεῖν προτεθύμητο͵ τὸ μὲν διὰ τὴν ἐνισταμένην ἐκείνην σεβασ μίαν τῶν ἡμερῶν (πέμπτην γὰρ ἦν τῆς μεγίστης καὶ ἁγίας τῶν ἑβδομάδων͵ ἐν ᾗ ὁ Σωτὴρ τὸν ἐπονείδιστον ὑπὲρ ἁπάν των ὑπέστη θάνατον)͵ τὸ δὲ καὶ τὸν ἐμφύλιον παρεκκλίνων φόνον. Πολλάκις οὖν μεταπεμψάμενος συνεβούλευε τοῦ τοιούτου ἀπέχεσθαι ἔργου· Αἰδέσθητε λέγων τὸν ὑπὲρ πάντων ἡμῶν τὴν σήμερον σφαγέντα Θεὸν μηδὲ σταυρὸν καὶ ἥλους καὶ λόγχην τὰ κακούργοις προσήκοντα τῆς ἡμῶν ἕνεκα παραιτησάμενον σωτηρίας. Εἰ δὲ μάχης ὑμῖν ἔφεσίς ἐστι͵ μετὰ τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν καὶ ἡμεῖς ἕτοιμοι παρεσόμεθα.

10.9.6 Οἱ δὲ οὐ μόνον οὐχ ὑπείκοντο͵ ἀλλὰ καὶ κατεπύκνουν μᾶλλον τὰς φάλαγγας συχνὰς τὰς βολὰς πέμποντες͵ ὡς καί τινα τῶν ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἱσταμένων κατὰ τὸ στέρνον πλῆξαι. Ὅπερ οἱ πλείο νες τῶν ἐφ΄ ἑκάτερα παρισταμένων τοῦ βασιλέως θεασά μενοι ἀνεχώρουν· ὁ δὲ ἀτρέμας ἐκάθητο ἀνακτώμενος τού τους καὶ πρᾴως πως νεμεσῶν· ὃ καὶ θάμβος πᾶσι παρεῖχεν. Ἐπεὶ δ΄ ἀναισχύντως τοὺς Λατίνους τοῖς τείχεσι πελά ζοντας ἑώρα καὶ τὸ συμφέρον βουλευομένῳ μὴ ὑπείκοντας͵ τὰ μὲν πρῶτα μεταπεμψάμενος τὸν γαμβρὸν αὐτοῦ Νικη φόρον τὸν ἐμὸν Καίσαρα παρεκελεύσατο ἄνδρας πολεμικω τάτους ἀναλαβόμενον καὶ τοξείας εἰδήμονας τοῦ τείχους ἄνωθεν καταστῆσαι παρεγγυησάμενος συχνοὺς μὲν ὀϊστοὺς κατὰ τῶν Λατίνων πέμπειν͵ μὴ κατὰ σκοποῦ δέ͵ ἀλλὰ δια μαρτάνειν τὰ πλείω͵ ὡς μόνον ἐκφοβεῖν τῇ πυκνότητι τῶν βελῶν͵ ἀναιρεῖν δὲ μηδαμῶς. Ἐδεδίει γάρ͵ ὡς ἄνωθεν εἴρηται͵ τὸ τῆς ἡμέρας σεβάσμιον καὶ τὸν ἐμφύλιον φόνον οὐκ ἤθελεν.

10.9.7 Ἑτέρους δὲ τῶν ἐκκρίτων [ἡγεμόνων] τοὺς πλείους μὲν τόξα φέροντας͵ τοὺς δὲ ἔγχεα μακρὰ ἐναγκαλισαμένους τὴν κατὰ τὸν ἅγιον Ρωμανὸν πύλην ἀναπετάσαντας σφοδρὰν ἐνδείξασθαι κατ΄ αὐτῶν τὴν ὁρμὴν ἐκέλευε τοιαύτην καταστησαμένους τὴν παράταξιν͵ ... ἕκα στον τῶν τὰ δόρατα φερόντων ἐξ ἑκατέρου μέρους ὑπὸ δύο φυλάττεσθαι πελταστῶν. Οὕτω δὲ ἑαυτοὺς καταστήσαντας αὐτοὺς μὲν βραδεῖ ποδὶ στείχειν͵ ὀλίγους δέ τινας τῆς τοξείας εἰδήμονας κατὰ τῶν Κελτῶν προεκπέμπειν πόρ ρωθεν μὲν τοὺς ὀϊστοὺς βάλλοντας καὶ ἐφ΄ ἑκάτερα πυκνὰ περιστρεφομένους͵ ἐπὰν δὲ τὸ μεσαίχμιον ἀποστενωθὲν θεάσοιντο͵ τηνικαῦτα τοῖς συνεφεπομένοις αὐτοῖς τοξόταις παρακελευσαμένους πυκνοὺς ἐκπέμψαι τοὺς ὀϊστοὺς κατὰ τῶν ἵππων͵ οὐ τῶν ἐποχουμένων͵ ὅλας ἡνίας κατὰ τῶν Λατίνων λῦσαι͵ τὸ μὲν ἵνα τῶν ἵππων πληττομένων ἀπο παύηται τὸ πολὺ τῆς ὁρμῆς τῶν Κελτῶν καὶ μὴ ῥᾳδίως κατὰ τῶν Ρωμαίων ἱππάζωνται͵ τὸ δέ τι͵ ὃ καὶ μᾶλλον͵ ἵνα μὴ χριστιανοὶ κτείνωνται. Ἐκθύμως τοίνυν τὸ βασιλι κὸν ἀπεπλήρουν πρόσταγμα καὶ τὰς πύλας ἀναπετάσαντες καὶ ποτὲ μὲν τοὺς ῥυτῆρας κατ΄ αὐτῶν ἐνδιδόντες͵ ποτὲ δὲ τοὺς ἵππους ἀνασειράζοντες κτείνουσι μὲν πολλούς͵ ὀλίγοι δ΄ ἐξ αὐτῶν κατὰ ταυτηνὶ τὴν ἡμέραν ἐτρώθησαν.

10.9.8 Οὗτοι μὲν οὖν ἐρρέσθων· ὁ δ΄ ἐμὸς δεσπότης ὁ Καῖσαρ ἀναλαβόμενος͵ ὡς εἴρηται͵ τοὺς τῆς τοξείας εἰδήμονας ἐπὶ τῶν πύργων ἵστατο τοῖς βαρβάροις ἐπιτοξαζόμενος. Καὶ πάντες μὲν εἶχον τόξα καὶ εὔστοχα καὶ εὐθύβολα· νεανίαι γὰρ ἧσαν σύμπαντες οὐχ ἥττους τοῦ ὁμηρικοῦ Τεύκρου εἰς τοξικὴν ἐμπειρίαν. Τὸ δὲ τόξον τοῦ Καίσα ρος Ἀπόλλωνος ἦν ἄρα τόξον αὐτόχρημα· οὐδὲ γὰρ κατ΄ ἐκείνους τοὺς ὁμηρικοὺς Ἕλληνας νευρὴν μὲν μαζῷ͵ τόξῳ δὲ σίδηρον ἦγέ τε καὶ ἐφήρμοττε κυνηγετῶν ἀρετὴν ἐνδεικνύμενος κατ΄ ἐκείνους͵ ἀλλ΄ ὥσπερ τις Ἡρακλῆς ἐξ ἀθανάτων τόξων θανασίμους ἀπέπεμπεν ὀϊστοὺς καὶ οὗπερ ἂν στοχάσαιτο κατευστοχῶν ἦν͵ εἰ μόνον θελήσειε. Καὶ γὰρ καὶ ἐν ἄλλοις καιροῖς͵ ὁπηνίκα καιρὸς ἀγῶνος καὶ μάχης παρῆν͵ ὅντινα καὶ σκοπὸν ἔθετο͵ εὐθὺς οὐκ ἄστο χον ἔβαλλε͵ καὶ ᾧ ἂν μέρει ἐπετοξάσατο͵ κατ΄ ἐκείνου τοῦ μέρους εὐθὺς ἐτίτρωσκεν ἀεί. Οὕτως ἰσχυρὸν ἔτεινε τόξον ἐκεῖνος καὶ βέλος ἠφίει ὀξύτατον͵ κἀν τῇ τοξείᾳ δὲ καὶ ὑπὲρ τὸν Τεῦκρον αὐτὸν καὶ τοὺς Αἴαντας φαινόμενος. Ἀλλὰ καίπερ τοιοῦτος ὢν δεδιὼς τὸ τῆς αὐτῆς ἡμέρας αἰδέσιμον καὶ τὴν τοῦ αὐτοκράτορος παραγγελίαν ἐγκάρ διον ἔχων ἔτεινε μὲν τόξον ἰταμῶς τούτους καὶ ἀλόγως τοῖς τείχεσι πελάζοντας ὁρῶν καὶ ἀσπίσι καὶ κυνέῃ ἑαυ τοὺς περιφράττοντας καὶ τὸ βέλος ἐτίθετο τῇ νευρᾷ͵ ἀλλ΄ ὅμως ἄστοχα θέλων ἔβαλλεν͵ ὅπου μὲν εἴσω πέμπων͵ ὅπου δὲ καὶ ὑπερπέμπων.

10.9.9 Κἂν δὲ διὰ τὴν ἐνεστῶσαν ἡμέραν ὑπεστέλλετο εὐστόχως κατὰ τῶν Λατίνων βαλεῖν͵ ἀλλ΄ ἐπεὶ Λατῖνός τις ἰταμὸς καὶ ἀναίσχυντος οὐ μόνον κατὰ τῶν ἄνωθεν ἱσταμένων πυκνοὺς ἐξέπεμπεν ὀϊστούς͵ ἀλλὰ καὶ τῇ ἰδίᾳ διαλέκτῳ πολλὰ φωνῶν ὑβρίζειν ἐδόκει͵ τείνει μὲν κατ΄ αὐτοῦ ὁ Καῖσαρ τὸ τόξον· τοῦ δ΄ οὐχ ἅλιον βέλος ἔκθορε χειρός͵ ἀλλὰ διέτρησε μὲν τὸν θυρεόν͵ τὸν δὲ φολι δωτὸν θώρακα σὺν αὐτῷ διελὼν τῷ βραχίονι τῇ πλευρᾷ τὸ βέλος περιέπειρεν. Ὁ δ΄ εὐθὺς ἄφωνος ἔκειτο χαμᾶζε κατὰ τὸν ποιητήν͵ φωνὴ δ΄ οὐρανὸν ἧκε τῶν μὲν ἐπαγαλ λομένων τῷ Καίσαρι͵ τῶν δὲ ἐπὶ τῷ πεπτωκότι ἀπολοφυ ρομένων. Καρτερῶς οὖν αὖθις τῶν τε ἱππέων ἐκεῖθεν μαχο μένων τῶν τε ἐν τοῖς τείχεσιν ἱσταμένων βαρὺς καὶ δεινὸς ἐξ ἀμφοτέρων ἀνερριπίζετο πόλεμος. Ἐπιβαλὼν δ΄ αὖθις ὁ αὐτοκράτωρ τὰς ἰδίας δυνάμεις εἰς φυγὴν τὰς τῶν Λατί νων προὐτρέψατο φάλαγγας.

10.9.10 Τῇ δὲ μετ΄ αὐτὴν ἀπελ θὼν ὁ Οὖβος συνεβούλευε τῷ Γοντοφρὲ τῷ τοῦ βασιλέως ὑπεῖξαι θελήματι͵ εἰ μὴ καὶ δευτέραν βούλοιτο τῆς τούτου περὶ τὰ πολεμικὰ ἐμπειρίας πεῖραν λαβεῖν͵ καὶ ὀμωμοκέναι καθαρὰν πίστιν φυλάττειν αὐτῷ. Ὁ δὲ πολλὰ τοῦτον κατε μέμφετο λέγων· Σὺ ὡς βασιλεὺς τῆς ἰδίας ἐξεληλυθὼς χώρας μετὰ τοσούτου πλούτου καὶ στρατεύματος νῦν ἐξ ὕψους τοσούτου εἰς δούλου τάξιν ἑαυτὸν συνήλασας· εἶτα ὡς μέγα τι κατωρθωκὼς κἀμοὶ τοιαῦτα συμβουλεύων ἥκεις; Ὁ δέ· Ἐχρῆν ἡμᾶς ἔφη ἐν ταῖς ἰδίαις προσμέ νειν χώραις καὶ τῶν ἀλλοτρίων ἀπέχεσθαι· ἐπεὶ δὲ μέχρις ὧδε κατήλθομεν τῆς τοῦ βασιλέως κηδεμονίας δεόμενοι͵ εἰ μὴ τοῖς αὐτοῦ πειθόμεθα λόγοις͵ οὐκ ἀγαθὰ ἡμῖν συμ βήσεται. Ὡς δὲ κενὸν τὸν Οὖβον ἐκεῖθεν ἐξέπεμψε͵ πληροφορηθεὶς ὁ βασιλεὺς καὶ τοὺς ὄπισθεν ἐρχομένους ἐγγίζειν ἤδη κόμητας͵ ἀποστείλας τῶν ἡγεμόνων ἐκκρίτους τινὰς μετὰ τῶν ὑπ΄ αὐτοὺς δυνάμεων ἐπέσκηψεν αὖθις συμβουλεύσασθαι αὐτῷ καὶ καταναγκάσαι διαπερᾶσαι. Τούτους οἱ Λατῖνοι θεασάμενοι καὶ μηδὲ μικρὸν ἀναμεί ναντες μήτε μὴν τὸ τί ἂν βούλοιντο ἐπερωτήσαντες πρὸς πολέμους καὶ μάχας ἐχώρουν. Πολέμου δὲ ἀναμεταξὺ συρ ραγέντος ἰσχυροῦ πίπτουσιν ἐξ ἑκατέρου μέρους ἱκανοί͵ τιτρώσκονται δὲ οἱ τοῦ αὐτοκράτορος͵ ὁπόσοι ἀναισ χυντότερον αὐτῷ προσέβαλον. Ἐκθυμότερον δὲ τούτων μαχομένων τὰ νῶτα οἱ Λατῖνοι ὑπεῖχον.

10.9.11 Καὶ οὕτως ὁ Γοντοφρὲ μετ΄ οὐ πολὺ τῷ τοῦ βασιλέως ἐστοίχει θελή ματι. Προσελθὼν οὖν τῷ βασιλεῖ ἐπωμόσατο ὅνπερ ἀπῃ τεῖτο ὅρκον͵ ὥστε ὁπόσας πόλεις καὶ χώρας ἢ φρούρια φθάσει κατασχεῖν ὑπὸ τὴν βασιλείαν Ρωμαίων τὸ πρῶτον τελοῦντα͵ πρὸς τὸν ἐπ΄ αὐτῷ τούτῳ παρὰ τοῦ βασιλέως ἀποστελλόμενον ἀρχηγὸν παραδιδόναι. Ταῦτ΄ οὖν ἐπομοσά μενος χρήματά τε ἱκανὰ λαβὼν ὁμέστιός τε καὶ ὁμοτράπε ζος αὐτῷ γεγονὼς καὶ δαψιλῶς εὐωχηθεὶς διαπεράσας κατὰ τὸν Πελεκάνον ηὐλίσατο. Ὁ δὲ βασιλεὺς τηνικαῦτα ἐπέσκηψε δαψιλεῖς πανηγύρεις ἐξάγειν αὐτοῖς.

10.10.1 Κατόπιν δὲ τούτου ἐφθακὼς καὶ ὁ Ραοὺλ καλού μενος κόμης μετὰ πεντεκαίδεκα χιλιάδων ἱππέων τε καὶ πεζῶν καὶ κατὰ τὴν Προποντίδα περὶ τὴν καλουμένην μονὴν τοῦ Πατριάρχου σκηνώσας μετὰ τῶν ὑπ΄ αὐτὸν κομήτων τοὺς λοιποὺς μέχρις αὐτοῦ Σωσθενίου κατέθετο. Ὡς δὲ καὶ αὐτὸς τὰ αὐτὰ τῷ Γοντοφρὲ φρονῶν ἀνεβάλλετο τέως τὴν τῶν ὄπισθεν ἐρχομένων ἀπεκδεχόμενος ἔλευσιν͵ ὁ βασιλεὺς στοχαζόμενος τοῦ μέλλοντος ἐδεδίει τὴν τού των ἄφιξιν καὶ αὐτῶν ὅλῃ χειρὶ καὶ γνώμῃ τὴν διαπε ραίωσιν ἐπέσπευδεν. Ἀποστείλας τοίνυν τὸν Ὦπον μετε καλεῖτο (εὐγενὴς δὲ οὗτος φρονήσει καὶ τῇ περὶ τὰ στρατιωτικὰ ἐμπειρίᾳ μηδενὸς ἀποδέων) καὶ ἐπειδὴ παρῆν͵ μεθ΄ ἑτέρων γενναίων ἀνδρῶν διὰ τῆς ἠπείρου πρὸς αὐτὸν ἐξέπεμψε παρακελευσάμενος καταναγκάσαι τούτου τὴν διαπεραίωσιν. Ἐπεὶ δὲ τοῦτον ἑώρα τῷ βασιλικῷ μηδαμῶς ὑπείκοντα προστάγματι͵ ἀλλ΄ ἀναισχυντοῦντα καὶ πολλὰ κατὰ τοῦ βασιλέως φρυαττόμενον͵ ὁπλισάμενος παρετά ξατο μορμολυττόμενος τάχα τὸν βάρβαρον καὶ διὰ τοῦτο οἰόμενος πείσειν αὐτὸν πρὸς τὴν περαίαν διαπλώσασθαι. Ὁ δὲ θᾶττον ἢ λόγος μετὰ τῶν συνόντων αὐτῷ Κελτῶν παραταξάμενος ὡς λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας καὶ τηνικαῦτα μετὰ τοῦ Ὤπου μέγαν συνίστησι πόλεμον.

10.10.2 Καταλαβὼν δὲ καὶ ὁ Πηγάσιος διαπόντιος ἐφ΄ ᾧ τού τους διαπερᾶν καὶ θεασάμενος τὴν κατὰ τὴν ἤπειρον μάχην καὶ τοὺς Κελτοὺς ἰταμώτερον τῷ ῥωμαϊκῷ στρατεύματι προσβάλλοντας τῶν νηῶν ἐξεληλυθὼς ἐξ ὀπισθίων προσβάλ λει καὶ αὐτὸς τοῖς Κελτοῖς. Ἀναιροῦνται τοίνυν τηνικαῦτα πολλοί· πλεῖστοι δὲ καὶ τιτρώσκονται. Καὶ οὕτως οἱ σωθέντες ἀνακαλοῦνται τὴν διαπεραίωσιν. Ὁ δὲ βασιλεύς͵ μηχανικώτατος ὢν ἀνήρ͵ σκεψάμενος μὴ τῷ Γοντοφρὲ ἑνωθέντες καὶ τὰ συμβάντα τούτοις ἀφηγησάμενοι τοῦτον κατ΄ αὐτοῦ ἐρεθίσωσι͵ τὴν αἴτησιν τούτων ἀσμένως δεξά μενος ἐν πλοίοις τούτους ἐνίησι καὶ διαποντίους πρὸς τὸν τοῦ Σωτῆρος τάφον ἐκπέμπει͵ τοῦτο καὶ αὐτῶν ἐξαιτησα μένων. Ἀποστέλλει δὲ καὶ πρὸς τοὺς ἐλπιζομένους κόμη τας καὶ φιλοφροσύνης μηνύει ῥήματα χρηστὰς αὐτοῖς ἐλπίδας διδούς. Οἱ καὶ καταλαβόντες πᾶν τὸ προσταττό μενον προθύμως ἐπλήρουν.

10.10.3 Τοιαῦτα μὲν οὖν καὶ τὰ τοῦ κόμητος Ραούλ· ἀναριθμήτου δὲ καὶ ἑτέρου πλήθους ὄπισθεν ἐρχομένου συμμίγδην ἐξ ἁπασῶν μικροῦ τῶν Κελ τικῶν χωρῶν συνειλεγμένου μετὰ τῶν ἀγόντων αὐτοὺς ἡγε μόνων͵ ῥηγῶν τε καὶ δουκῶν καὶ κομήτων καὶ αὐτῶν ἐπι σκόπων͵ ἀποστέλλων ὁ αὐτοκράτωρ φιλοφρόνως αὐτοὺς ὑπεδέχετο καὶ ἐπιεικείας ἐξέπεμπε λόγους͵ ὁποῖος ἐκεῖνος δεινὸς τὸ μέλλον προμηθεύσασθαι καὶ προαρπάσαι τὸ συμ φέρον. Ἐπισκήπτει δὲ καὶ τὰ ζωαρκῆ τούτοις ἐρχομένοις ἐπιχορηγεῖν τοῖς ἐπ΄ αὐτῷ τούτῳ τεταγμένοις͵ ὡς μὴ λαβὴν αὐτοὺς τὸ παράπαν ἐσχηκέναι μηδ΄ ἐξ οἵας οὖν αἰτίας. Οἱ δὲ πρὸς τὴν μεγαλόπολιν ἠπείγοντο. Τάχα δὲ εἶπέ τις οὐρανοῦ ἀστέρας εἶναι τούτους ἢ ψάμμον παρὰ τῷ χείλει τῆς θαλάττης ἐκκεχυμένην. ῏Ησαν γὰρ ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ καθ΄ Ὅμηρον τῇ Κωνσταντίνου πελά ζειν ἤδη κατεπειγόμενοι.

10.10.4 Τὰς δὲ τῶν ἡγεμόνων κλή σεις καὶ προθυμουμένη περ ἐξειπεῖν οὐ βούλομαι. Ναρκᾷ γάρ μοι ὁ λόγος τὸ μέν τι βαρβαρικὰς φωνὰς ἀπαγγέλλειν ἀδυνατούσῃ διὰ τὸ ἄναρθρον͵ τὸ δέ τι καὶ πρὸς τὸ πλῆθος ἐκείνων ἀποβλεπούσῃ. Καὶ ἵνα τί τοσούτου πλήθους κλήσεις ἀπαριθμεῖσθαι πειρώμεθα͵ οὓς καὶ οἱ τότε παρόν τες ἀκηδίας ἐπληροῦντο ὁρῶντες; Ὡς οὖν τὴν μεγαλόπο λιν ἤδη κατέλαβον͵ κατατίθενται τὰ τούτων στρατεύματα ἐπισκήψει τοῦ αὐτοκράτορος ἀγχοῦ τῆς μονῆς Κοσμιδίου καὶ μέχρις αὐτοῦ διήκοντα Ἱεροῦ.

10.10.5 Οὐκ ἐννέα δὲ κήρυκες͵ καθάπερ ποτὲ τὸ Ἑλληνικόν͵ τούτους βοόωντες ἐρήτυον͵ ἀλλ΄ ἱκανοὶ καὶ γενναῖοι ὁπλῖται οἱ τούτοις ἐφε πόμενοι τοῖς τοῦ αὐτοκράτορος κελεύσμασιν ὑπείκειν ἀνέ πειθον. Τούτους δὲ ὁ βασιλεὺς βουλόμενος ὑπὸ τὸν τοῦ Γοντοφρὲ συνελάσαι ὅρκον διῃρημένως προσεκαλεῖτο ἰδίᾳ προσομιλῶν͵ ἅττα καὶ βούλοιτο͵ καὶ τοῖς εὐγνωμονεστέροις χρώμενος μεσασταῖς τῶν ἀπειθεστέρων. Ἐπεὶ δ΄ οὐκ ἐπεί θοντο τὴν τοῦ Βαϊμούντου καραδοκοῦντες ἔλευσιν͵ ἀλλὰ ποικίλους τρόπους εὑρίσκοντες ἐξαιτήσεων ἄλλα τινὰ προσαπαιτοῦντες ἦσαν͵ ὁ βασιλεὺς τὸ παρ΄ αὐτῶν προτι θέμενον ῥᾷστα διαλύων καὶ παντοίως τούτους μετελθὼν συνήλασεν εἰς τὸν τοῦ Γοντοφρὲ ὅρκον μεταπεμψάμενος καὶ αὐτὸν ἀπὸ τοῦ Πελεκάνου ἐπὶ τῷ παρεῖναι τοῦ ὅρκου τελουμένου διαπόντιον.

10.10.6 Πάντων οὖν συνεληλυθότων καὶ αὐτοῦ δὴ τοῦ Γοντοφρέ͵ ἐπεὶ καὶ ὁ ὅρκος ἤδη τετέ λεστο ὑπὸ πάντων τῶν κομήτων͵ τολμήσας τις εὐγενὴς εἰς τὸν σκίμποδα τοῦ βασιλέως ἐκάθισεν. Ὁ δὲ βασιλεὺς ἠνεί χετο τούτου μηδέν τι φθεγξάμενος͵ πάλαι τὴν ἀγέρωχον τῶν Λατίνων φύσιν εἰδώς. Προσελθὼν δὲ ὁ κόμης Βαλ δουῖνος καὶ ἁψάμενος αὐτοῦ τῆς χειρὸς ἤγειρεν ἐκεῖθεν καὶ πολλὰ καταμεμψάμενος ἔφη· Οὐκ ἐξῆν σοι τοιοῦτον ἐνταῦθα ποιῆσαι δουλείαν τῷ βασιλεῖ καὶ ταῦτα ὑποσχο μένῳ. Οὐδὲ γὰρ ἔθιμον τοῖς βασιλεῦσι Ρωμαίων συνέδρους ἔχειν τοὺς ὑπ΄ αὐτούς· δούλους δὲ ὀμότας τῆς αὐτοῦ βασι λείας γεγονότας χρὴ καὶ τὰ ἔθη τῆς χώρας τηρεῖν. Ὁ δὲ πρὸς μὲν τὸν Βαλδουῖνον ἐφθέγξατο οὐδέν͵ δριμύτερον δὲ ἐνατενίσας τῷ βασιλεῖ πρὸς ἑαυτὸν τῇ οἰκείᾳ διαλέκτῳ λόγους τινὰς ἀπεφθέγξατο λέγων· Ἴδε͵ ποῖος χωρίτης κάθηται μόνος παρισταμένων αὐτῷ τοιούτων ἡγεμόνων.

10.10.7 Οὐδ΄ ἡ κίνησις τῶν χειλέων τοῦ Λατίνου τὸν βασιλέα διέλαθε· καλέσας δ΄ ἕνα τῶν τὴν λατινικὴν διάλεκτον μεθερμηνευόντων ἠρώτα περὶ τῶν λεχθέντων. Ἀκούσας δὲ τὰ παρ΄ αὐτοῦ ῥηθέντα οὐδὲν μὲν τέως πρὸς τὸν Λατῖνον εἰρήκει͵ ἐτήρει δ΄ ὅμως τὸν λόγον παρ΄ ἑαυτῷ. Συντασσο μένων δὲ τῷ βασιλεῖ πάντων μετεκαλεῖτο τὸν ὑψηλόφρονα Λατῖνον ἐκεῖνον καὶ ἀναιδῆ καὶ ἐπυνθάνετο τίς τέ ἐστι καὶ ὅθεν ὥρμηται καὶ ἐκ ποίου γένους. Ὁ δὲ· Φράγγος μέν εἰμι καθαρός ἔφη τῶν εὐγενῶν· ἓν δὲ ἐπίσταμαι͵ ὅτι ἐν τριόδῳ τῆς χώρας ὅθεν αὐτὸς ὥρμημαι͵ τέμενός ἐστι πάλαι οἰκοδομηθέν͵ ἐν ᾧ πᾶς ὁ προθυμούμενος μόνος πρὸς μόνον μάχην ἀναδήσασθαι εἰς μονομάχου τάξιν ἑαυτὸν καταστήσας προσερχόμενος βοήθειαν μὲν τὴν τοῦ θείου ἐκεῖθεν αἰτεῖται͵ βραδύνει δὲ τὸν κατ΄ αὐτοῦ τολμήσαντα ἀπεκδεχόμενος. Καθ΄ ἣν τρίοδον ἐχρόνισα καὶ αὐτὸς σχο λάζων καὶ ζητῶν τὸν μετ΄ ἐμοῦ μαχεσόμενον· ὁ δὲ τοῦτο τολμήσων οὐδαμοῦ. Ταῦτα ὁ βασιλεὺς ἀκηκοὼς ἔφη· Εἰ πόλεμον τότε ζητῶν οὐχ εὗρες͵ πάρεστί σοι καιρὸς ὁ πολ λῶν σε πολέμων ἐμπλήσων· παρεγγυῶμαι δέ σοι͵ μήτε πρὸς οὐραγίαν μήτε πρὸς λοχαγίαν ἵστασθαι φάλαγγος͵ ἀλλὰ τὸ μέσον ἔχειν τῶν ἡμιλοχιτῶν· ἐπιστήμην γὰρ τῆς μεθόδου τῶν πολέμων τῶν Τούρκων ἐκ μακροῦ ἔσχηκα. Οὐκ αὐτῷ δὲ μόνῳ ταῦτα συνεβούλευεν͵ ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν ὁπόσα τούτοις συναντήσειν ἔμελλεν ἀπερχομένοις κατὰ τὴν ὁδὸν προλέγων παρηγγυᾶτο μὴ ἀκρατῶς διώκειν͵ ὁπη νίκα τὴν νίκην αὐτοῖς κατὰ τῶν βαρβάρων δοίη Θεός͵ ἵνα μὴ τοῖς ἐνεδρεύουσι λοχαγοῖς περιπίπτοντες ἀναιρῶνται.

10.11.1 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Γοντοφρὲ καὶ Ραοὺλ καὶ τοὺς ἄλλους τοὺς συνεπομένους αὐτοῖς· ὁ δέ γε Βαϊ μοῦντος μετὰ τῶν ἄλλων κομήτων καταλαβὼν τὸν Ἄπρων καὶ μήτ΄ ἐξ εὐγενῶν φύντα ἑαυτὸν ἐπιγινώσκων μήτε δυνά μεις πολλὰς συνεπαγόμενος δι΄ ἣν εἶχε σπάνιν τῶν χρη μάτων͵ τὴν τοῦ αὐτοκράτορος βουλόμενος ἐπισπάσασθαι εὔνοιαν͵ ἅμα δὲ καὶ συγκαλύψαι τὰ κατ΄ αὐτὸν ἐθέλων͵ μετὰ δέκα καὶ μόνων Κελτῶν προεξελθὼν τῶν ἄλλων κομή των ἔσπευσε καταλαβεῖν τὴν βασιλεύουσαν. Ὁ δὲ βασιλεὺς τὰς αὐτοῦ μηχανὰς γινώσκων καὶ τὸ ὕπουλον καὶ ἐνεδρευ τικὸν αὐτοῦ ἦθος ἐκ μακροῦ ἐπιστάμενος ἔσπευσε πρὸ τοῦ καὶ τοὺς ἄλλους καταλαβεῖν κόμητας ὁμιλῆσαί τε καὶ ἀκοῦσαι τῶν παρ΄ αὐτοῦ λεγομένων καὶ πεῖσαι πρὸ τῆς ἐκείνων ἀφίξεως διαπερᾶσαι͵ ἵνα μὴ ἑνωθεὶς μετ΄ αὐτῶν καταλαμβανόντων ἤδη καὶ τὰς ἐκείνων διαστρέψειε γνώμας. Εἰσελθόντι δὲ ἱλαρὸν εὐθὺς ἐνατενίσας τὰ κατὰ τὴν ὁδοι πορίαν ἐπυνθάνετο καὶ ὅπου τοὺς κόμητας κατέλιπε.

10.11.2 Τοῦ δὲ ἅπαντα διασαφήσαντος αὐτῷ͵ ὡς εἶχε γνώμης͵ ἀστεϊζόμενος ὁ βασιλεὺς καὶ τῶν κατὰ τὸ Δυρράχιον καὶ τὴν Λάρισσαν τετολμημένων παρ΄ αὐτοῦ ἀναμιμνήσκει τηνικαῦτα καὶ τῆς ἔχθρας ἐκείνης. Ὁ δὲ πρὸς αὐτὸν ἔλε γεν ὡς Ἔγωγε κἂν ἐχθρὸς κἂν πολέμιος τότ΄ ἦν͵ ἀλλὰ νῦν αὐτόμολος ἥκω φίλος τῆς σῆς βασιλείας. Ὁ δὲ αὐτοκρά τωρ διὰ πολλῶν μετελθὼν αὐτὸν καὶ ἀκροθιγῶς πως ἀπο πειράσας τὸν αὐτοῦ λογισμόν͵ ἐπεὶ διέγνω κατανεύσοντα τοῦτον ὅρκια πιστὰ δοῦναι πρὸς αὐτὸν ἔφη· Τὰ νῦν μὲν κεκοπιακότα σε ἀπὸ τῆς ὁδοιπορίας χρὴ ἀπελθόντα διανα παύσασθαι͵ ἐς νέωτα δὲ περὶ ὧν βουλόμεθα ὁμιλήσομεν.

10.11.3 Ἀπελθόντι οὖν εἰς τὸ Κοσμίδιον͵ οὗπερ τὰ τῆς οἰκίας αὐτῷ προηυτρέπιστο͵ τράπεζα τούτῳ παρατίθεται δαψιλὴς παντοίων ὄψων καὶ ἐδεσμάτων μεστή. Εἶτα καὶ ὠμὰ κρέα χερσαίων τε καὶ πτηνῶν ζῴων προσενεγκόντες οἱ ὀψο ποιοὶ ἔφασαν· Ἡμῖν μὲν τὰ ὄψα͵ ὡς ὁρᾷς͵ ηὐτρέπισται κατὰ τὸ σύνηθες· εἰ δὲ μὴ ἀρεστά σοι ταῦτα͵ ἰδοὺ καὶ ὠμὰ καὶ κατασκευασθήτωσαν καθά γε βούλει. Οὕτω γὰρ παρὰ τοῦ αὐτοκράτορος κατασκευάσαι τε καὶ εἰπεῖν ἐντεταλ μένον αὐτοῖς ἦν. Καὶ γὰρ ὁποῖος ἐκεῖνος δεινὸς ἤθους καταστοχάσασθαι ἀνδρός͵ δεινὸς εἰς καρδίαν βάψαι καὶ λογισμοὺς θηρᾶσαι ἀνθρώπου͵ τὸ τοῦ ἀνδρὸς ἐπιστάμενος δύσνουν καὶ κακόηθες ἐστοχάσατο τοῦ ὄντος. Ἵν΄ οὖν μὴ ὑποψίαν τινὰ κατ΄ αὐτοῦ σχοίη͵ καὶ τὰ ὠμὰ κρέα ἐν ταὐτῷ προσενεχθῆναι αὐτῷ προσέταξε διαλύων τάχα τὴν ὑπο ψίαν. Οὐκ ἠστόχει δὲ τοῦ σκοποῦ.

10.11.4 Ὁ γὰρ δεινὸς Βαϊ μοῦντος τῶν μὲν ὄψων οὐ μόνον ἀπογεύσασθαι ὅλως͵ ἀλλ΄ οὐδ΄ ἄκροις δακτύλοις προσψαῦσαι ἠνέσχετο͵ ἀλλ΄ ἀπώσατό τ΄ εὐθὺς καὶ μηδενί τι τῆς ὑποδραμούσης αὐτῷ ὑπονοίας ἐμφήνας τοῖς παρεστῶσι πάντα διένειμε͵ τῷ μὲν φαινο μένῳ φιλοφρονεῖσθαι τούτους ὑποκρινόμενος͵ τῇ δ΄ ἀλη θείᾳ͵ εἴ τις καλῶς σκοποίη͵ θανάτου κρατῆρα κεράσας αὐτοῖς. Οὐδὲ τὸν δόλον ἐπέκρυπτε͵ τοσοῦτον καταφρονη τικῶς περὶ τοὺς ὑπ΄ αὐτὸν διέκειτο. Τὰ μέντοι ὠμὰ κρέατα κατὰ τὸ ἔθος τῆς ἐνεγκαμένης τοῖς ἰδίοις ὀψοποιοῖς κατα σκευάσαι ἐπέταττε. Τῇ μετ΄ αὐτὴν δὲ τοὺς τὰ ὄψα ἐκεῖνα ἐδηδοκότας ἐπυνθάνετο ὅπως αὐτοὺς διέθεντο. Τῶν δὲ Καὶ λίαν καλῶς εἰρηκότων καὶ ὡς μηδὲ τῆς τυχούσης αἰσθέσθαι βλάβης͵ ἀποκαλύψας αὐτοῖς τὸ ἀπόρρητον ἔφη ὡς Ἔγωγε͵ μεμνημένος τῶν μετ΄ αὐτοῦ πολέμων καὶ τῆς μάχης ἐκείνης͵ ἐδεδίειν μὴ τὸν ἐμὸν ἴσως ἐξαρτύσῃ θάνα τον͵ θανάσιμόν τι φάρμακον τοῖς ὄψοις ἐπεμβαλών. Τοιαῦτα μὲν τὰ τοῦ Βαϊμούντου· ἐγὼ δ΄ οὔποτε πονηρὸν ἐθεασάμην μὴ τοῦ ὀρθῶς τι ποιεῖν πόρρω που ἐν πᾶσι λόγοις καὶ πρακτέοις θέοντα· ὁπηνίκα γάρ τις τῆς μεσό τητος ἐκσταίη͵ πρὸς ὁπότερον ἂν τῶν ἄκρων νεύσειε͵ πόρ ρωθεν τῆς ἀρετῆς ἕστηκε.

10.11.5 Μεταπεμψάμενος οὖν τὸν Βαϊμοῦντον ὁ βασιλεὺς τὸν συνήθη τοῖς Λατίνοις καὶ ἐξ αὐτοῦ ἐζήτει ὅρκον. Ὁ δὲ τὰ ἑαυτοῦ ἐπιστάμενος καὶ ὅτι οὔτε ἐκ προγόνων περιφανῶν ἐγεγόνει οὔτε χρημάτων εὐπορίαν εἶχε καὶ διὰ τοῦτο οὐδὲ δυνάμεις πολλάς͵ ἀλλὰ μετρίους πάνυ τοὺς συνεπομένους αὐτῷ Κελτούς͵ καὶ ἄλλως δὲ φύσει ἐπίορκος ὤν͵ μάλα προθύμως τῷ τοῦ αὐτο κράτορος ὑπεῖξε θελήματι. Κᾆθ΄ οὕτως ὁ βασιλεὺς περὶ τὰ βασίλεια οἰκίσκον τινὰ ἀφορίσας εἰς τοὔδαφος κατέστρωσε παντοῖον εἶδος χρημάτων͵ ... καὶ ἀμφίων χαράγματός τε χρυσίου καὶ ἀργύρου καὶ τῆς κατωτέρω ὕλης τοσοῦτον πλη ρώσας τὸ οἴκημα͵ ὡς μηδὲ βαδίζειν δύνασθαί τινα τῷ πλή θει τούτων συμποδιζόμενον. Τῷ δὲ μέλλοντι ὑποδεῖξαι ταῦτα τῷ Βαϊμούντῳ ἐπέταττεν ἀθρόον τὰς πύλας ἀναπε τάσαι. Ὁ δὲ ἐπὶ τῇ τούτων θέᾳ ἐκπλαγείς φησιν· Εἰ τοσαῦτά μοι προσῆν χρήματα͵ πολλῶν ἂν χωρῶν κύριος πάλαι ἐγεγόνειν αὐτός. Καὶ ὅς· Ταῦτά σοι τὴν σήμερον ἀποχαρίζεται ἅπαντα ὁ βασιλεύς.

10.11.6 Ὁ δὲ περιχαρῶς ταῦτα δεξάμενος καὶ εὐχαριστήσας ἀπῄει ἀναπαυθησό μενος οὗ κατέλυσεν. Ἀποκομισθέντων δὲ τούτων αὐτῷ͵ μεταβαλὼν ὁ πρὶν τεθαυμακὼς ἔφη· Οὐδέποτε τοιαύτην ἀτιμίαν ἔσεσθαί μοι ἀπὸ τοῦ βασιλέως ἤλπισα· λαβόντες οὖν ταῦτα ἀπαγάγετε τῷ πέμψαντι. Ὁ δὲ βασιλεὺς τὸ φύσει παλίμβουλον τῶν Λατίνων γινώσκων τὸν δημώδη λόγον ἀντέφησε· Κακὸν πρᾶγμα πρὸς τὸν ἴδιον ἐπανερ χέσθω αὐθέντην. Τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας καὶ τοὺς ἀποκομίσαντας ἐπιμελῶς ἀναζητοῦντας αὖθις αὐτὰ ὁρῶν μεταβαλὼν ὁ πρὶν ἀποπεμπόμενος ταῦτα καὶ ἀχθόμενος ἐπὶ τούτοις ἱλαρὸν βλέμμα τοῖς ἀποκομισταῖς ἐδείκνυ καθάπερ τις πολύπους μετασχηματιζόμενος ἐν βραχεῖ. Φύσει μὲν γὰρ ἦν ὁ ἀνὴρ πονηρὸς καὶ ὀξὺς πρὸς τὰ συμ πίπτοντα͵ πονηρίᾳ καὶ ἀνδρείᾳ τοσοῦτον ὑπερέχων ἁπάν των τῶν τότε διερχομένων Λατίνων͵ ὁπόσον δυνάμεσί τε καὶ χρήμασιν ἥττητο· ἀλλὰ καὶ ὣς πάντων ἐκράτει κακεν τρεχείας περιουσίᾳ͵ τὸ δὲ παλίμβουλον ὡς φυσικόν τι τῶν Λατίνων παρακολούθημα παρείπετο καὶ αὐτῷ. Τὰ γοῦν χρήματα ὁ ἀπωθούμενος περιχαρῶς τηνικαῦτα ἐλάμβανε.

10.11.7 Δύσνους γὰρ ὢν τὴν γνώμην͵ ἐπεὶ μηδὲ χώραν ὅλως κεκτημένος τῆς ἐνεγκαμένης ἐξῄει τῷ μὲν φαινομένῳ χάριν τῆς τοῦ ἁγίου τάφου προσκυνήσεως͵ τῇ δ΄ ἀληθείᾳ ἀρχὴν ἑαυτῷ περιποιήσασθαι προμηθευόμενος καὶ μᾶλλον͵ εἰ γένοιτό οἱ͵ καὶ αὐτῆς τῆς βασιλείας Ρωμαίων ἐπιδρά ξασθαι χρωμένῳ ταῖς τοῦ πατρὸς ὑποθημοσύναις· καὶ πάντα κάλων τὸ τοῦ λόγου κινοῦντι͵ πολλῶν ἐδεῖτο χρημά των. Ὁ δὲ αὐτοκράτωρ τὸ δύσνουν καὶ κακόηθες αὐτοῦ ἐπιστάμενος ἔσπευδε τὰ συναιρόμενα πρὸς τοὺς ὑποτυφο μένους αὐτῷ λογισμοὺς εὐφυῶς περιαιρεῖν. Διὸ καὶ τὸ δομεστικάτον αἰτούμενος τῆς ἀνατολῆς οὐκ ἔτυχε τῆς αἰτήσεως πρὸς Κρῆτα κρητίζων. Δεδιὼς γὰρ ὁ βασιλεύς͵ μὴ ἐξουσίας δραξάμενος καὶ δι΄ αὐτῆς δουλαγωγήσας τοὺς κόμητας ἅπαντας ῥᾳδίως περιάγοι τοῦ λοιποῦ͵ ὅπη βουλη τὸν αὐτῷ ἐστι͵ μὴ θέλων τε τὸν Βαϊμοῦντον ὑπονοῆσαι ὅλως ὅτι ἤδη πεφώραται͵ ἐλπίσι χρησταῖς αὐτὸν ὑποσαί νων ἔφη· Τούτου μὲν καιρὸς οὔπω πάρεστι͵ διὰ δὲ τῆς σῆς ἐνεργείας καὶ πίστεως μετ΄ οὐ πολὺ καὶ τοῦτο γενήσεται.

10.11.8 Ὁμιλήσας τοίνυν αὐτοῖς καὶ παντοίαις δωρεαῖς καὶ τιμαῖς φιλοφρονησάμενος τῇ μετ΄ αὐτὴν αὐτὸς ἐπὶ τοῦ βασιλικοῦ καθῆστο θρόνου· μεταπεμψάμενος δὲ αὐτόν τε τὸν Βαϊμοῦντον καὶ τοὺς κόμητας ἅπαντας περὶ τῶν κατὰ τὴν ὁδὸν αὐτοῖς συμβησομένων ὡμίλει βουλευόμενος τὰ συμφέροντα͵ ἀναδιδάσκων ἅμα καὶ αἷς εἰώθασιν οἱ Τοῦρκοι χρῆσθαι μεθοδείαις ἐν ταῖς μάχαις καὶ ὑποτιθέμενος ὅπως τε παρατάττεσθαι χρὴ καὶ λόχους καθιστᾶν καὶ μὴ ἐπὶ πολὺ διώκειν͵ ὁπηνίκα τούτοις οἱ Τοῦρκοι τὰ νῶτα διδόασι. Καὶ οὕτως διά τε χρημάτων διά τε λόγων καταμαλάξας αὐτῶν τὸ ἄγριον καὶ τὰ συνοίσοντα ὑποθέμενος τὴν διαπεραίωσιν προὐτρέψατο.

10.11.9 Τὸν δέ γε Ἰσαγγέλην ἠγάπα διαφερόντως διά τε τὸ περιὸν αὐτῷ τοῦ φρονήματος καὶ τῆς ὑπολήψεως τὸ ἀνόθευτον καὶ τὸ τοῦ βίου καθαρόν͵ γινώσκων ἅμα καὶ ὁπόσον αὐτῷ τῆς ἀληθείας μέλει μηδὲν ταύτης μηδέποτε προτιμωμένῳ· τοσοῦτον γὰρ ἁπάντων τῶν Λατίνων ἐν πᾶσι διέφερεν ὅσον ἀστέρων ἥλιος. Διά τοι τοῦτο παρακατέσχεν αὐτὸν τέως μεθ΄ ἑαυτοῦ. Ἁπάντων οὖν συνταξαμένων τῷ αὐτοκράτορι καὶ διὰ τοῦ τῆς Προποντίδος πορθμοῦ τὸ Δαμάλιον καταλαβόντων ἀναθεὶς τῆς ἐξ αὐτῶν ὀχλήσεως συχνάκις τὸν Ἰσαγγέλην μετεπέμπετο͵ ἀναδιδάσκων ἅμα καθαρώτερον τὰ κατὰ τὴν ὁδὸν συμ βήσεσθαι μέλλοντα τοῖς Λατίνοις͵ παρεγύμνου δὲ καὶ ἣν περὶ τῆς τῶν Φράγγων γνώμης εἶχεν ὑπόληψιν. Ταῦτα πολλάκις ἀποστοματίσας τῷ Ἰσαγγέλῃ καὶ τὰς τῆς ψυχῆς οἷον ὑπανοίξας αὐτῷ πύλας καὶ πάντα διατρανώσας ἐπέσ κηψεν ἀεὶ πρὸς τὴν τοῦ Βαϊμούντου ἐγρηγορέναι κακίαν͵ ἵνα βουλόμενον παρασπονδῆσαι ἀπείργῃ τοῦτον τοῦ ἐγχει ρήματος καὶ διὰ πάσης μεθόδου διαλύῃ τὰς ἐκείνου μηχα νάς. Ὁ δὲ πρὸς τὸν αὐτοκράτορά φησιν· Ἐκ προγόνων καθάπερ τινὰ κλῆρον τὴν ἐπιορκίαν καὶ τὸν δόλον ὁ Βαϊ μοῦντος κεκτημένος͵ θαῦμα μέγιστον εἰ τὰ ὀμωμοσμένα διατηρήσειεν· ἔγωγε δ΄ ὅμως ὡς ἐνὸν σπεύσω τὸ προσταχ θὲν ἀεὶ ἀποπληροῦν. Καὶ συνταξάμενος τῷ αὐτοκράτορι ἄπεισιν ἑνωθησόμενος τῷ παντὶ στρατεύματι τῶν Κελτῶν.

10.11.10 Ὁ μέντοι αὐτοκράτωρ ἤθελε μὲν μετὰ τῶν Κελτῶν κατὰ τῶν βαρβάρων ἀπιέναι͵ ἐδεδίει δὲ τὸ αὐτῶν ἀναρίθμητον πλῆθος. Δεῖν οὖν ἐλογίσατο τὸν Πελεκάνον κατα λαβεῖν͵ ἵν΄ ἐγγύθεν Νικαίας ἐνδιατρίβων μανθάνοι μὲν τὰ τοῖς Κελτοῖς συμβαίνοντα͵ ἅμα δὲ καὶ τὰς τῶν Τούρκων ἔξωθεν ἐφόδους καὶ τὴν τῶν ἐντὸς Νικαίας κατάστασιν. Ἐν δεινῷ γὰρ ἐποιεῖτο εἰ μή τι στρατηγικὸν ἐν τῷ μεταξὺ καὶ αὐτὸς κατορθώσοι͵ καὶ διεσκοπεῖτο͵ ἵνα εἰ ἐπιτήδεια τὰ πράγματα εὑρήσει͵ αὐτὸς τὴν Νίκαιαν ἀνέλῃ καὶ μὴ παρὰ τῶν Κελτῶν αὐτὴν σχοίη κατὰ τὰ παρ΄ ἐκείνων ὀμω μοσμένα. Εἶχε δὲ τὴν βουλὴν ταύτην ὑποβρύχιον καὶ πᾶν ὅπερ ἂν ᾠκονόμει καὶ τὴν αἰτίαν δι΄ ἣν γίνεται αὐτὸς καὶ μόνος ἠπίστατο μόνῳ τῷ Βουτουμίτῃ τοῦτο ἐμπεπιστευ κὼς καὶ τοῦτον ἀποστείλας ἐφ΄ ᾧ ὑποποιεῖσθαι τοὺς ἐντὸς Νικαίας βαρβάρους διὰ παντοίων ὑποσχέσεων καὶ ἀπαθείας τελείας͵ ἐν μέρει δὲ καὶ ἀπειλούμενος τόσα καὶ τόσα πεί σεσθαι καὶ παρανάλωμα ξίφους γενέσθαι͵ εἰ παρὰ τῶν Κελτῶν ἁλῷεν͵ καὶ πάλαι τὸν Βουτουμίτην γινώσκων εὐνούστατον καὶ περὶ τὰ τοιαῦτα δραστήριον. Ταῦτα μὲν οὖν ἐξ ἀρχῆς τοῦτον παρηκολουθήκει τὸν τρόπον.


BIBLIOGRAFIE:


Sursa: http://foss.math.aegean.gr/~alex/Byz/Alexiad