Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (23)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (14)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (43)
   Recenzii (5)
   Repertorii arheologice (3)
   Surse contemporane (2)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (361)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Αύγουστος Ιούλιος Καίσαρ Οκταβιανός Γάιος Θουρίνος - Μεθηρμηνευμέναι ὑπεγράφησαν πράξεις τε καὶ δωρεαὶ Σεβαστοῦ θεοῦ

I

1 Μεθηρμηνευμέναι ὑπεγράφησαν πράξεις τε καὶ δωρεαὶ Σεβαστοῦ θεοῦ, ἃς ἀπέλιπεν ἐπὶ Ῥώμης ἐνκεχαραγμένας χαλκαῖς στήλαις δυσί.

Ἐτῶν δεκαεννέα ὢν τὸ στράτευμα ἐμῆι γνώμηι καὶ ἐμοῖς ἀναλώμασιν ἡτοίμασα, δι᾽ οὗ τὰ κοινὰ πρά γματα ἐκ τῆς τῶν συνομοσαμένων δουλήας ἠλευθέρωσα. Ἐφ᾽ οἷς ἡ σύνκλητος ἐπαινέσασά με ψηφίσμασι προκατέλεξε τῆι βουλῆι Γαϊωι Πάνσᾳ Αὔλωι Ἱρτίωι ὑπάτοις, ἐν τῆι τάξει τῶν ὑπατικῶν ἅμα τὸ συμβουλεύειν δοῦσα, ῥάβδους τ᾽ ἐμοὶ ἔδωκεν. Περὶ τὰ δημόσια πράγματα μή τι βλαβῆι, ἐμοὶ με τὰ τῶν ὑπάτων προνοεῖν ἐπέτρεψεν ἀντὶ στρατηγοῦ ὄντι. Ὀδὲ δῆμος τῶι αὐτῶι ἐνιαυτῶι, ἀμφοτέρων τῶν ὑπάτων πολέωι πεπτωκότων, ἐμὲ ὕπα τον ἀπέδειξεν καὶ τὴν τῶν τριῶν ἀνδρῶν ἔχον τα ἀρχὴν ἐπὶ τῆι καταστάσει τῶν δημοσίων πρα γμάτων εἵλατο.

2 Τοὺς τὸν πατέρα τὸν ἐμὸν φονεύσαντας ἐξώρισα κρί σεσιν ἐνδίκοις τειμωρησάμενος αὐτῶν τὸ ἀσέβημα καὶ μετὰ ταῦτα αὐτοὺς πόλεμον ἐ πιφέροντας τῆι πατρίδι δὶς ἐνείκησα παρατάξει.

3 Πολέμους καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἐμφυ λίους καὶ ἐξωτικοὺς ἐν ὅληι τῆι οἰκουμένηι πολ λοὺς ἀνεδεξάμην, νεικήσας τε πάντων ἐφεισάμην τῶν περιόντων πολειτῶν. Τὰ ἔθνη, οἷς ἀσφαλὲς ἦν συν γνώμην ἔχειν, ἔσωσα μᾶλλον ἢ ἐξέκοψα. Μυριάδες Ῥωμαίων στρατεύσασαι ὑπὸ τὸν ὅρκον τὸν ἐμον ἐγένοντο ἐνγὺς πεντήκοντα· ἐξ ὧν κατήγαγον εἰς τὰς ἀποικίας ἢ ἀπέπεμψα εἰς τὰς ἰδίας πόλεις ἐκ λυομένας μυριάδας πολλῶι πλείους ἢ τριάκοντα, καὶ πάσαις αὐταῖς ἢ ἀγροὺς ἐμέρισα ἢ χρήματα τῆς στρατείας δωρεὰν ἔδωκα. Ναῦς δὲ . . . εἷλον ἑξα κοσίας πλὴν τούτων, εἴ τινες ἥσσονες ἐγένοντο ἢ τριήρεις.

4 Δὶς ἐπὶ κέλητος ἐθριάμβευσα, τρὶς ἐφ᾽ ἅρματος. Εἰκο σάκις καὶ ἅπαξ προσηγορεύθην αὐτοκράτωρ. Τῆς δὲ συνκλήτου ἐμοὶ πλείους θριάμβους ψηφισσαμέ νης, αὐτῶν ἀπηλλάγην (?) καὶ ἀπὸ τῶν ῥάβδων τὴν δάφνην κατεθέμην ἐν τῶι Καπιτωλίωι, τὰς εὐχάς, ἅς ἐν ἑκάσ τωι τῶι πολέμωι ἐποιησάμην, ἀποδούς. Διὰ τὰ πράγμα τα, ἃ ἢ αὺτὸς ἢ διὰ τῶν πρεσβευτῶν τῶν ἐμῶν αἰσίοις οἰωνοῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κατώρθω σα, πεντηκοντάκις καὶ πεντάκις ἐψηφίσατο ἡ σύνκλητος θεοῖς δεῖν θύεσθαι. Ἡμέραι οὖν α ὗται ἐκ συνκλήτου δόγματος ἐγένοντο ὀκτακόσιαι ἐνενή κοντα. Ἐν τοῖς ἐμοῖς θριάμβοις πρὸ τοῦ ἐμοῦ ἅρ ματος βασιλεῖς ἢ βασιλέων παῖδες παρήχθησαν ἐννέα. Ὑπάτευον τρὶς καὶ δέκατον, ὅτε ταῦτα ἔγραφον, καὶ ἤμην τριακοστὸν καὶ ἕβδομον δημαρχικῆς ἐξουσίας.

5 Αὐτεξούσιόν μοι ἀρχὴν καὶ ἀπόντι καὶ παρόντι διδομένην ὑπό τε τοῦ δήμου καὶ τῆς συνκλήτου Mάρκωι Μαρκέλλωι καὶ Λευκίωι Ἀρρουντίωι ὑπάτοις οὐκ ἐδεξάμην. Οὐ παρῃτησάμην ἐν τῆι μεγίστηι τοῦ σείτου σπάνει τὴν ἐπιμέλειαν τῆς ἀγορᾶς, ἣν οὑ τως ἐπετήδευσα, ὥστ᾽ ἐν ὀλίγαις ἡμέραις τοῦ παρόντος φόβου καὶ κινδύνου ταῖς ἐμαῖς δαπάναις τὸν δῆμον ἐλευθερῶσαι. Ὑπατείαν τέ μοι τότε διδομένην κὶ ἐ νιαύσιον καὶ διὰ βίου οὐκ ἐδεξάμην

6 Ὑπάτοις Μάρκωι Οὐινουκίωι καὶ Κοίντωι Λουκρητίωι καὶ μετὰ ταῦτα Ποπλίωι καὶ Ναίωι Λέντλοις καὶ τρίτον Παύλλωι Φαβίωι Μαξίμωι καὶ Κοίντωι Του βέρωνι τῆς τε συνκλήτου καὶ τοῦ δήμου τοῦ Ῥωμαίων ὁμολογούντων, ἵνα ἐπιμελητὴς τῶν τε νόμων καὶ τῶν τρόπων ἐπὶ τῆι μεγίστηι ἐξουσίαι μόνος χειροτονηθῶι, ἀρχὴν οὐδε μίαν παρὰ τὰ πάτρια ἔθη διδομένην ἀνεδε ξάμην· ἃ δὲ τότε δι᾽ ἐμοῦ ἡ σύνκλητος οἰ κονομεῖσθαι ἐβούλετο, τῆς δημαρχικῆς ἐξου σίας ὢν ἐτέλεσα. Καὶ ταύτης αὐτῆς τῆς ἀρχῆς συνάρχοντα αὐτὸς ἀπὸ τῆς συνκλήτου πεντάκις αἰτήσας ἔλαβον.

7 Τριῶν ἀνδρῶν ἐγενόμην δημοσίων πραγμάτων κατορθωτὴς συνεχέσιν ἔτεσιν δέκα. Πρῶτον ἀξιώματος τόπον ἔσχον τῆς συνκλήτου ἄχρι ταύτης τῆς ἡμέρας, ἧς ταῦτα ἔγραφον, ἐπὶ ἔτη τεσ σαράκοντα. Ἀρχιερεύς, αὔγουρ, τῶν δεκαπέντε ἀν δρῶν τῶν ἱεροποιῶν, τῶν ἑπτὰ ἀνδρῶν ἱεροποιῶν, ἀδελφὸς ἀρουᾶλις, ἑταῖρος Τίτιος, φητιᾶλις.


II

8 Τῶν πατρικίων τὸν ἀριθμὸν εὔξησα πέμπτον ὑπατος ἐπιταγῆι τοῦ τε δήμου καὶ τῆς συνκλή του. Τὴν σύνκλητον τρὶς ἐπέλεξα. Ἕκτον ὑπα τος τὴν ἀποτείμησιν τοῦ δήμου συνάρχον τα ἔχων Μᾶρκον Ἀγρίππαν ἔλαβον, ἥτις ἀπο τείμησις μετὰ δύο καὶ τεσσαρακοστὸν ἐνιαυ τὸν συνεκλείσθη. Ἐν ἧι ἀποτειμήσει Ῥωμαίων ἐτειμήσαντο κεφαλαὶ τετρακόσιαι ἑξήκον τα μυριάδες καὶ τρισχίλιαι. Δεύτερον ὑπατι κῆι ἐξουσίαι μόνος Γαϊωι Κηνσωρίνωι καὶ Γαϊωι Ἀσινίωι ὑπάτοις τὴν ἀποτείμησιν ἔλαβον· ἐν ἧι ἀποτειμήσει ἐτειμήσαντο Ῥωμαί ων τετρακόσιαι εἴκοσι τρεῖς μυριάδες καὶ τρισ χίλιοι. Καὶ τρίτον ὑπατικῆι ἐξουσίαι τὰς ἀποτειμή σεις ἔλαβον, ἔχων συνάρχοντα Τιβέριον Καίσαρα τὸν υἱόν μου Σέξτωι Πομπηίωι καὶ Σέξτωι Ἀππουληίωι ὑπατοις· ἐν ἧι ἀποτειμήσει ἐτειμήσαντο Ῥωμαίων τετρακόσιαι ἐνενήκοντα τρεῖς μυριάδες καὶ ἑπτακισχείλιοι. Εἰσαγαγὼν και νοὺς νόμους πολλὰ ἤδη τῶν ἀρχαίων ἐθῶν κα ταλυόμενα διωρθωσάμην καὶ αὺτὸς πολλῶν πραγμάτων μείμημα ἐμαυτὸν τοῖς μετέρει τα παρέδωκα.

9 Εὐχὰς ὑπὲρ τῆς ἐμῆς σωτηρίας ἀναλαμβάνειν διὰ τῶν ὑπάτων καὶ ἱερέων καθ᾽ ἑκάστην πεν τετηρίδα ἐψηφίσατο ἡ σύνκλητος. Ἐκ τού των τῶν εὐχῶν πλειστάκις ἐγένοντο θέαι, τοτὲ μὲν ἐκ τῆς συναρχίας τῶν τεσσάρων ἱερέ ων, τοτὲ δὲ ὑπὸ τῶν ὑπάτων. Καὶ κατ᾽ ἰδίαν δὲ καὶ κατὰ πόλεις σύνπαντες οἱ πολεῖται ὁμοθυμα δὸν συνεχῶς ἔθυσαν ὑπὲρ τῆς ἐμῆς σωτηρίας.

10 Τὸ ὄνομά μου συνκλήτου δόγματι ἐνπεριελή φθη εἰς τοὺς σαλίων ὑμνους. Καὶ ἴνα ἱερὸς ὣι διὰ βίου τε τὴν δημαρχικὴν ἔχωι ἐξουσίαν, νόμωι ἐκυρώθη. Ἀρχιερωσύνην, ἣν ὁ πατήρ μου ἐσχήκει, τοῦ δήμου μοι καταφέροντος εἰς τὸν τοῦ ζῶντος τόπον, οὐ προσεδεξά μην. Ἣν ἀρχιερατείαν μετά τινας ἐνιαυτοὺς ἀποθανόντος τοῦ προκατειληφότος αὐ τὴν ἐν πολειτικαῖς ταραχαῖς, ἀνείληφα, εἰς τὰ ἐμὰ ἀρχαιρέσια ἐξ ὅλης τῆς Ἰταλίας τοσού του πλήθους συνεληλυθότος, ὅσον οὐδεις ἔνπροσθεν ἱστόρησεν ἐπὶ Ῥώμης γεγονέναι Πο πλίωι Σουλπικίωι καὶ Γαϊωι Οὐαλγίωι ὑπάτοις.

11 Βωμὸν Τύχης Σωτηρίου ὑπὲρ τῆς ἐμῆς ἐπανόδου πρὸς τῆι Καπῆνηι πύληι ἡ σύνκλητος ἀφιέρωσεν· πρὸς ὧι τοὺς ἱερεῖς καὶ τὰς ἱερείας ἐνιαύσιον θυ σίαν ποιεῖν ἐκέλευσεν ἐν ἐκείνηι τῆι ἡμέραι, ἐν ἧι ὑπάτοις Κοίντωι Λουκρητίωι καὶ Μάρκωι Οὐινουκίωι ἐκ Συρίας εἰς Ῥώμην ἐπανεληλύ θειν, τήν τε ἡμέραν ἐκ τῆς ἡμετέρας ἐπωνυ μίας προσηγόρευσεν Αὐγουστάλια.

12 Δόγματι συνκλήτου οἱ τὰς μεγίστας ἀρχὰς ἄρ χαντες σὺν μέρει στρατηγῶν καὶ δημάρχων μετὰ ὑπάτου Κοίντου Λουκρητίου ἐπέμφθη σάν μοι ὑπαντήσοντες μέχρι Καμπανίας, ἥτις τειμὴ μέχρι τούτου οὐδὲ ἑνὶ εἰ μὴ ἐμοὶ ἐψηφίσ θη. Ὅτε ἐξ Ἱσπανίας καὶ Γαλατίας, τῶν ἐν ταύ ταις ταῖς ἐπαρχείαις πραγμάτων κατὰ τὰς εὐ χὰς τελεσθέντων, εἰς Ῥώμην ἐπανῆλθον Τιβερίωι Νέρωνι καὶ Ποπλίωι Κοιντιλίωι ὑπάτοις, βωμὸν Εἰρήνης Σεβαστῆς ὑπὲρ τῆς ἐμῆς ἐπ ανόδου ἀφιερωθῆναι ἐψηφίσατο ἡ σύνκλητος ἐν πε δίωι Ἄρεως, πρὸς ὧι τούς τε ἐν ταῖς ἀρχαῖς καὶ τοὺς ἱερεῖς τάς τε ἱερείας ἐνιαυσίους θυσίας ἐκέλευσε ποιεῖν.

13 Πύλην Ἐνυάλιον, ἣν κεκλῖσθαι οἱ πατέρες ἡμῶν ἠθέ λησαν εἰρηνευομένης τῆς ὑπὸ Ῥωμαίοις πάσης γῆς τε καὶ θαλάσσης, πρὸ μὲν ἐμοῦ, ἐξ οὗ ἡ πόλις ἐκτίσθη, τῶι παντὶ αἰῶνι δὶς μόνον κεκλεῖσθαι ὁμολογεῖ ται, ἐπὶ δὲ ἐμοῦ ἡγεμόνος τρὶς ἡ σύνκλητος ἐψη φίσατο κλεισθῆναι.


III

14 Υἱους μου Γάιον καὶ Λεύκιον Καίσὰρας, οὓς νεανίας ἀ νήρπασεν ἡ τύχη, εἰς τὴν ἐμὴν τειμὴν ἥ τε σύνκλη τος καὶ ὁ δῆμος τῶν Ῥωμαίων πεντεκαιδεκαέτεις ὄντας ὑπάτους ἀπέδειξεν, ἵνα μετὰ πέντε ἔτη εἰς τὴν ὑπάτων ἀρχὴν εἰσέλθωσιν· καὶ ἀφ᾽ ἧς ἂν ἡμέρας εἰς τὴν ἀγορὰν καταχθῶσιν, ἵνα μετέχω σιν τῆς συνκλήτου ἐψηφίσατο. Ἱππεῖς δὲ Ῥω μαίων σύνπαντες ἡγεμόνα νεότητος ἑκάτε ρον αὐτῶν προσηγόρευσαν, ἀσπίσιν ἀργυρέαις καὶ δόρασιν ἐτείμησαν.

15 Δήμωι Ῥωμαίων κατ᾽ ἄνδρα ἑβδομήκοντα πέντε δηνάρια ἑκάστωι ἠρίθμησα κατὰ δια θήκην τοῦ πατρός μου, καὶ τῶι ἐμῶι ὀνόματι ἐκ λαφύρων πολέμου ἀνὰ ἑκατὸν δηνάρια πέμπτον ὑπατος ἔδωκα, πάλιν τε δέκατον ὑπατεύων ἐκ τῆς ἐμῆς ὑπάρξεως ἀνὰ δηνά ρια ἑκατὸν ἠρίθμησα, καὶ ἑνδέκατον ὑπατος δώδεκα σειτομετρήσεις ἐκ τοῦ ἐμοῦ βίου ἀπε μέτρησα, καὶ δημαρχικῆς ἐξουσίας τὸ δωδέ κατον ἑκατὸν δηνάρια κατ᾽ ἄνδρα ἔδωκα· αἵτι νες ἐμαὶ ἐπιδόσεις οὐδέποτε ἧσσον ἣλθον εἰς ἄνδρας μυριάδων εἴκοσι πέντε. Δημαρχικῆς ἐ χουσίας ὀκτωκαιδέκατον, ὑπατος δωδέκατον τριάκοντα τρισὶ μυριάσιν ὄχλου πολειτικοῦ ἑξή κοντα δηνάρια κατ᾽ ἄνδρα ἔδωκα, καὶ ἀποίκοις στρα τιωτῶν ἐμῶν πέμπτον ὑπατος ἐκ λαφύρων κατὰ ἄνδρα ἀνὰ διακόσια πεντήκοντα δηνάρια ἔδωκα· ἔλαβον ταύτην τὴν δωρεὰν ἐν ταῖς ἀποικίαις ἀν θρώπων μυριάδες πλεῖον δώδεκα. Ὕπατος τρισ καιδέκατον ἀνὰ ἑξηκοντα δηνάρια τῶι σειτομετρου μένωι δήμωι ἔδωκα· οὗτος ἀριθμὸς πλείων εἴκο σι μυριάδων ὑπῆρχεν.

16 Χρῆματα ἐν ὑπατείαι τετάρτηι ἐμῆι καὶ μετὰ ταῦτα ὑ πάτοις Μάρκωι Κράσσωι καὶ Ναίωι Λέντλωι αὔγου ρι ταῖς πόλεσιν ἠριθμησα ὑπὲρ ἀγρῶν, οὓς ἐμέρισα τοῖς στρατιώταις. Κεφαλαίου ἐγένοντο ἐν Ἰταλίαι μὲν μύριαι πεντακισχείλιαι μυριάδες, τῶν δὲ ἐπαρ χειτικῶν ἀγρῶν μυριάδες ἑξακισχίλιαι πεντηκόσιαι. Τοῦτο πρῶτος καὶ μόνος ἁπάντων ἐπόησα τῶν καταγαγόντων ἀποικίας στρατιωτῶν ἐν Ἰτα λίαι ἢ ἐν ἐπαρχείαις μέχρι τῆς ἐμῆς ἡλικίας. Καὶ μετέπειτα Τιβερίωι Νέρωνι καὶ Ναίωι Πείσωνι ὑπά τοις καὶ πάλιν Γαϊωι Ἀνθεστίωι καὶ Δέκμωι Λαι λίωι ὑπάτοις καὶ Γαϊωι Καλουισίωι καὶ Λευκίωι Πασσιήνωι ὑπάτοις καὶ Λευκίωι Λέντλωι καὶ Μάρ κωι Μεσσάλαι ὑπάτοις κὰὶ Λευκίωι Κανινίωι καὶ Κοίντωι Φαβρικίωι ὑπάτοις, στρατιώταις ἀπολυ ομένοις, οὓς κατήγαγον εἰς τὰς ἰδίας πόλεις, φιλαν θρώπου ὀνόματι ἔδωκα μυριάδας ἐγγὺς μυρίας.

17 Τετράκις χρήμὰσιν ἐμοῖς ἀνέλαβον τὸ αἰράριον, εἰς ὃ κατήνενκα χειλίας ἑπτακοσίας πεντήκοντα μυριάδας. Καὶ Μάρκωι Λεπίδωι καὶ Λευκίωι Ἀρρουν τίωι ὑπάτοις εἰς τὸ στρατιωτικὸν αἰράριον, ὃ τῆι ἐμῆι γνώμηι κατέστη, ἵνα ἐξ αὐτοῦ αἱ δωρεαὶ εἰς έπειτα τοῖς ἐμοῖς στρατιώταις δίδωνται, οἳ εἴκο σιν ἐνιαυτοὺς ἢ πλείονας ἐστρατεύσαντο, μυρι άδας τετράκις χειλίας διακοσίας πεντήκοντα ἐκ τῆς ἐμῆς ὑπάρχεως κατήνενκα.

18 Ἀπ᾽ ἐκείνου τοῦ ἐνιαυτοῦ, ἐφ᾽ οὗ Ναῖος καὶ Πόπλιος Λέντλοι ὑπατοι ἐγένοντο, ὅτε ὑπέλειπον αἱ δη μόσιαι πρόσοδοι, ἄλλοτε μὲν δέκα μυριάσιν, ἄλ λοτε δὲ πλείοσιν σειτικὰς καὶ ἀργυρικὰς συντάξεις ἐκ τῆς ἐμῆς ὑπάρχεως ἔδωκα.


IV

19 Βουλευτήριον καὶ το πλησίον αὐτῶι χαλκιδικόν, ναόν τε Ἀπόλλωνος ἐν Παλατίωι σὺν στοαῖς, ναὸν θεοῦ Ἰουλίου, Πανὸς ἱερόν, στοὰν πρὸς ἱπ ποδρόμωι τῶι προσαγορευομένωι Φλαμινίωι, ἣν εἴασα προσαγορεύεσθαι ἐξ ὀνόματος ἐκείνου Ὀκτα ουϊα, ὃς πρῶτος αὐτὴν ἀνέστησεν, ναὸν πρὸς τῶι μεγάλωι ἱπποδρόμωι, ναοὺς ἐν Καπιτωλίωι Διὸς Τροπαιοφόρου καὶ Διὸς Βροντησίου, ναὸν Κυρείνου, ναοὺς Ἀθηνᾶς καὶ Ἥρας Βασιλίδος καὶ Διὸς Ἐλευθερίου ἐν Ἀουεντίνωι, ἡρώων πρὸς τῆι ἱερᾶι ὁδῶι, θεῶν κατοικιδίων ἐν Οὐελίαι, ναὸν Νεό τητος, ναὸν Μητρὸς θεῶν ἐν Παλατίωι ἐπόησα.

20 Καπιτώλιον καὶ τὸ Πομπηίου θέατρον ἑκάτερον τὸ ἔργον ἀναλώμασιν μεγίστοις ἐπεσκεύασα ἄ νευ ἐπιγραφῆς τοῦ ἐμοῦ ὀνόματος. Ἀγωγοὺς ὑ δάτων ἐν πλείστοις τόποις τῆι παλαιότητι ὀλισ θάνοντας ἐπεσκεύασα καὶ ὑδωρ τὸ καλούμενον Μάρκιον ἐδίπλωσα πηγὴν νέαν εἰς τὸ ῥεῖθρον αὐτοῦ ἐποχετεύσας. Ἀγορὰν Ἰουλίαν καὶ βασι λικὴν τὴν μεταξὺ τοῦ τε ναοῦ τῶν Διοσκό ρων καὶ τοῦ Κρόνου καταβεβλημένα ἔργα ὑπὸ τοῦ πατρός μου ἐτελείωσα καὶ τὴν αὐτὴν βασιλικὴν καυθεῖσαν ἐπὶ αὐξηθέντι ἐδάφει αὐτῆς ἐξ ἐπιγ ραφῆς ὀνόματος τῶν ἐμῶν υἱῶν ὑπηρξάμην καὶ εἰ μὴ αὺτὸς τετελειώκοιμι, τελειωθῆναι ὑπὸ τῶν ἐμῶν κληρονόμων ἐπέταξα. Δύo καὶ ὸγδο ήκοντα ναοὺς ἐν τῆι πόλει ἕκτον ὑπατος δόγμα τι συνκλήτου ἐπεσκεύασὰ οὐδένα περιλιπών, ὃς ἐκείνωι τῶι χρόνωι ἐπισκευῆς ἐδεῖτο. Ὕπατος ἕ βδομον ὁδὸν Φλαμινίαν ἀπὸ Ῥώμης Ἀρίμινον γεφύρας τε τὰς ἐν αὐτῆι πάσας ἔξω δυεῖν τῶν μὴ ἐπιδεομένων ἐπισκευῆς ἐπόησα.

21 Ἐν ἰδιωτικῶι ἐδάφει Ἄρεως Ἀμύντορος ἀγοράν τε Σε βαστὴν ἐκ λαφύρων ἐπόησα. Θέατρον πρὸς τῶι Ἀπόλλωνος ναῶι ἐπὶ ἐδάφους ἐκ πλείστου μέρους ἀγο ρασθέντος ἀνήγειρα ἐπὶ ὀνόματος Μαρκέλλου τοῦ γαμβροῦ μου. Ἀναθέματα ἐκ λαφύρων ἐν Καπι τωλίωι καὶ ναῶι Ἰουλίωι καὶ ναῶι Ἀπόλλωνος καὶ Ἑστίας καὶ Ἄρεως ἀφιέρωσα, ἃ ἐμοὶ κατέστη ἐνγὺς μυριάδων δισχειλίων πεντακοσίων. Εἰς χρυσοὺν στέφανον λειτρῶν τρισμυρίων πεντακισχειλίων καταφερούσαις ταῖς ἐν Ἰταλί αι πολειτείαις καὶ ἀποικίαις συνεχώρησα τὸ πέμ πτον ὑπατεύων, καὶ ὑστερον ὁσάκις αὐτοκράτωρ προσηγορεύθην, τὰς εἰς τὸν στέφανον ἐπαγγε λίας οὐκ ἔλαβον ψηφιζομένων τῶν πολειτειῶν καὶ ἀποικιῶν μετὰ τῆς αὐτῆς προθυμίας, καθ άπερ καὶ ἐψήφιστο πρότερον.

22 Τρὶς μονομαχίαν ἔδωκα τῶι ἐμῶι ὀνόματι καὶ πεντάκις τῶν υἱῶν μου ἢ υἱωνῶν· ἐν αἴς μονο μαχίαις ἐμαχέσαντο ἐγγὺς μύριοι. Δὶς ἀθλητῶν παν ταχόθεν μεταπεμφθέντων γυμνικοῦ ἀγῶνος θέαν τῶι δήμωι παρέσχον τῶι ἐμῶι ὀνόματι και τρίτον τοῦ υἱωνοῦ μου. Θέας ἐπόησα δι᾽ ἐμοῦ τετράκις, διὰ δὲ τῶν ἄλλων ἀρχῶν ἐν μέρει τρὶς καὶ εἰκοσάκις. Ὑπὲρ τῶν δεκαπέντε ἀνδρῶν, ἔχων συνάρχοντα Μᾶρκον Ἀγρίππαν, τὰς θέας διὰ ἑκατὸν ἐτῶν γεινο μένας ὀνομαζομένας σαικλάρεις ἐπόησα Γαϊωι Φουρνίωι καὶ Γαϊωι Σειλανῶι ὑπάτοις. Ὕπατος τρισ καιδέκατον θέας Ἄρεως πρῶτος ἐπόησα, ἃς μετ᾽ ἐ κεῖνον χρόνον ἑξῆς τοῖς μετέπειτα ἐνιαυτοῖς δόγματι συνκλήτου σὺν ἐμοὶ ἐπόησαν οἱ ὑπα
τοι . . . . . . . . . . . . ν . . . . . . . . . . . . . . . ης θηρίων
. . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . .

23 Ναυμαχίας θέαν τῶι δήμωι ἔδωκα πέραν τοῦ Τι βέριδος, ἐν ὧι τόπωι ἐστὶ νῦν ἄλσος Καισάρων, ἐκκεχωκὼς τὸ ἔδαφος εἰς μῆκος χειλίων ὀκτακο σίων ποδῶν, εἰς πλάτος χιλίων διακοσίων. Ἐν ἧι τριάκοντα ναῦς ἔμβολα ἔχουσαι τριήρεις ἣ δί κροτοι, αἱ δὲ ἥσσονες πλείους ἐναυμάχησαν. Ἐν τούτωι στόλωι ἠγωνίσαντο ἔξω τῶν ἐρετῶν πρόσπου ἄνδρες τρισχείλιο

24 Ἐν ναοῖς πασῶν πόλεων τῆς Ἀσίὰς νεικήσας τὰ ἀναθέ ματα ἀποκατέστησα, ἃ εἶχεν ἰδίαι ἱεροσυλήσας ὁ ὑπ᾽ ἐμοῦ διαγωνισθεὶς πολέμιος. Ἀνδριάντες πε ζοὶ καὶ ἔφιπποί μου καὶ ἐφ᾽ ἅρμασιν ἀργυροῖ εἱστήκει σαν ἐν τῆι πόλει ἐνγὺς ὀγδοήκοντα, οὓς αὺτὸς ἣρα, ἐκ τούτου τε τοῦ χρῆματος ἀναθέματα χρυσᾶ ἐν τῶι ναῶι τοῦ Ἀπόλλωνος τῶι τε ἐμῶι ὀνόματι καὶ ἐκείνων, οἵτινές με τούτοις τοῖς ἀνδριᾶσιν ἐτείμη σαν, ἀνέθηκα.


V

25 Θάλασσαν πειρατευομένην ὑπὸ ἀποστατῶν δού λων εἰρήνευσα· ἐξ ὧν τρεῖς που μυριάδας τοῖς δεσπόταις εἰς κόλασιν παρέδωκα. Ὤμοσεν εἰς τοὺς ἐμοὺς λόγους ἅπασα ἡ Ἰταλία ἑκοῦσα κἀ μὲ πολέμου, ὧι ἐπ᾽ Ἀκτίωι ἐνείκησα, ἡγεμόνα ἐξῃ τήσατο. Ὤμοσαν εἰς τοὺς αὐτοὺς λόγους ἐπαρ χεῖαι Γαλατία Ἱσπανία Λιβύη Σικελία Σαρδῶ. Οἱ ὑπ᾽ ἐ μαῖς σημέαις τότε στρατευσάμενοι ἦσαν συνκλητι κοὶ πλείους ἑπτακοσίων· ἐν αὐτοῖς οἳ ἢ πρότερον ἢ μετέπειτα ἐγένοντο ὑπατοι εἰς ἐκείνην τὴν ἡμέ ραν, ἐν ἧι ταῦτα γέγραπται, ὀγδοήκοντα τρεἲς, ἱερεἲς πρόσπου ἑκατὸν ἑβδομήκοντα.

26 Πασῶν ἐπαρχειῶν δήμου Ῥωμαίων, αἴς ὅμορα ἦν ἔθνη τὰ μὴ ὑποτασσόμενα τῆι ἡμετέραι ἡ γεμονίᾳ, τοὺς ὅρους ἐπεύξσησα. Γαλατίαν καὶ Ἱσ πανίας, ὁμοίως δὲ καὶ Γερμανίαν καθὼς Ὠκεα νὸς περικλείει ἀπὸ Γαδείρων μέχρι στόματος Ἄλβιος ποταμοῦ ἐν εἰρήνῃ κατέστησα. Ἄλπης ἀπὸ κλίματος τοῦ πλησίον Εἰονίου κόλπου μέχρι Τυρ ρηνικῆς θαλάσσης εἰρηνεύεσθαι πεπόηκα, οὐδενὶ ἔθνει ἀδίκως ἐπενεχθέντος πολέμου. Στόλος ἐμὸς διὰ Ὠκεανοῦ ἀπὸ στόματος Ῥήνου ὡς πρὸς ἀνατολὰς μέχρι ἔθνους Κίμβρων διέπλευσεν, οὗ οὔ τε κατὰ γῆν οὔτε κατὰ θάλασσαν Ῥωμαίων τις πρὸ τούτου τοῦ χρόνου προσῆλθεν· καὶ Κίμβροι καὶ Χάλυ βες καὶ Σέμνονες ἄλλα τε πολλὰ ἔθνη Γερμανῶν διὰ πρεσβειῶν τὴν ἐμὴν φιλίαν καὶ τὴν δήμου Ῥω μαίων ᾐτήσαντο. Ἐμῆι ἐπιταγῆι καὶ οἰωνοῖς αἰσί οις δύο στρατεύματα ἐπέβη Αἰθιοπίαι καὶ Ἀραβίαι τῆι εὐδαίμονι καλουμένηι, μεγάλας τε τῶν πο λεμίων δυνάμεις κατέκοψεν ἐν παρατάξει καὶ πλείστας πόλεις δοριαλώτους ἔλαβεν καὶ προ έβη ἐν Αἰθιοπίαι μέχρι πόλεως Ναβάτης, ἥτις ἐστὶν ἔνγιστα Μερόῃ, ἐν Ἀραβίαι δὲ μέχρι πόλε ως Μαρίβας.

27 Αἴγυπτον δήμου Ῥωμαίων ἡγεμονίαι προσέθηκα. Ἀρμενίαν τὴν μείζονα ἀναιρεθέντος τοῦ βασιλέ ως δυνάμενος ἐπαρχείαν ποῆσαι μᾶλλον ἐβου λήθην κατὰ τὰ πάτρια ἡμῶν ἔθη βασιλείαν Τιγρά νηι Ἀρταουάσδου υἱῶι, υἱωνῶι δὲ Τιγράνου βασι λέως δοῦνὰι διὰ Τιβερίου Νέρωνος, ὃς τότ᾽ ἐμοῦ πρόγονος ἦν· καὶ τὸ αὐτὸ ἔθνος ἀφιστάμενον καὶ ἀναπολεμοῦν δαμασθὲν ὑπὸ Γαϊου τοῦ υἱοῦ μου βασιλεῖ Ἀριοβαρζάνει, βασιλέως Μήδων Ἀρτα βάζου υἱῶι, παρέδωκα καὶ μετὰ τὸν ἐκείνου θάνα τον τῶι υἱῶι αὐτοῦ Ἀρταουάσδῃ· οὗ ἀναιρεθέντος Τιγράνην, ὃς ἦν ἐκ γένους Ἀρμενίου βασιλικοῦ, εἰς τὴν βασιλείαν ἔπεμυα. Ἐπαρχείας ἁπάσας, ὅσαι πέραν τοῦ Εἰονίου κόλπου διατείνουσι πρὸς ἀνα τολάς, καὶ Κυρήνην ἐκ μείζονος μέρους ὑπὸ βασι λέων κατεσχημένας καὶ ἔμπροσθεν Σικελίαν καὶ Σαρ δὼι προκατειλημένας πολέμωι δουλικῶι ἀνέλαβον.

28 Ἀποικίας ἐν Λιβύηι Σικελίαι Μακεδονίαι ἐν ἑκατέ ρα (sic) τε Ἱσπανίαι Ἀχαίαι Ἀσίαι Συρία (sic) Γαλατίαι τῆι πε ρὶ Νάρβωνα Πισιδίαι στρατιωτῶν κατήγαγον. Ἰτα λία δὲ εἴκοσι ὀκτὼ ἀποικίας ἔχει ὑπ᾽ ἐμοῦ καταχθεί σας, αἳ ἐμοῦ περιόντος πληθύουσαι ἐτυγχανον.

29 Σημέας στρατιωτικὰς πλείστας ὑπὸ ἄλλων ἡγεμό νων ἀποβεβλημένας νικῶν τοὺς πολεμίους ἀπέλαβον ἐξ Ἱσπανίας καὶ Γαλατίας καὶ παρὰ Δαλματῶν. Πάρθους τριῶν στρατευμάτῶν Ῥωμαί ων σκῦλα καὶ σημέας ἀποδοῦναι ἐμοὶ ἱκέτας τε φι λίαν δήμου Ῥωμαίων ἀξιῶσαι ἡνάγκασα. Ταύτας δὲ τὰς σημείας ἐν τῶι Ἄρεως τοῦ Ἀμύντορος ναοῦ ἀ δύτωι ἀπεθέμην.

30 Παννονίων ἔθνη, οἴς πρὸ ἐμοῦ ἡγεμόνος στράτευ μα Ῥωμαίων οὐκ ἤνγισεν, ἡσσηθέντα ὑπὸ Τιβερίου Νέρωνος ὃς τότ᾽ ἐμοῦ ἦν πρόγονος καὶ πρεσβευτής, ἡγεμονίαι δήμου Ῥωμαίων ὑπέταξα τά τε Ἰλλυρι κοῦ ὅρια μέχρι Ἴστρου ποταμοῦ προήγαγον· οὗ ἐπεί ταδε Δάκων διαβᾶσα πολλὴ δύναμις ἐμοῖς αἰσίοις οἰω νοῖς κατεκόπη. Καὶ ὑστερον μεταχθὲν τὸ ἐμὸν στρά τευμα πέραν Ἴστρου τὰ Δάκων ἔθνη προστάγματα δήμου Ῥωμαίων ὑπομένειν ἠνάγκασεν.

31 Πρὸς ἐμὲ ἐξ Ἰνδίας βασιλέων πρεσβεῖαι πολλάκις ἀπε στάλησαν, οὐδέποτε πρὸ τούτου χρόνου ὀφθεῖσαι παρὰ Ῥωμαίων ἡγεμόνι. Τὴν ἡμετέραν φιλίαν ἠξίωσαν διὰ πρέσβεων Βαστάρναι καὶ Σκύθαι καὶ Σαρμα τῶν οἱ ἐπιτάδε ὄντες τοῦ Τανάιδος ποταμοῦ καὶ οἱ πέραν δὲ βασιλεῖς, καὶ Ἀλβανῶν δὲ καὶ Ἰβήρων καὶ Μήδων βασιλεῖς.


VI

32 Πρὸς ἐμὲ ἱκέται κατέφυγον βασιλεῖς Πάρθων μὲν Τειριδάτης καὶ μετέπειτα Φραάτης, βασιλέως Φράτου υἱός, Μήδων δὲ Ἀρταουάσδης, Ἀδιαβη νῶν Ἀρταξάρης, Βριταννῶν Δομνοελλαῦνος καὶ Τιμ . . . . . . . . . , Σουγάμβρων Μαίλων, Μαρκο μάνων Σουήβων . . . . . . . .ρος. Πρὸς ἐμὲ βασιλεὺς Πάρυων Φραάτης Ὠρώδου υἱὸς υἱοὺς αὑτοῦ υἱω νούς τε πάντας ἔπεμψεν εἰς Ἰταλίαν, οὐ πολέμωι λειφθείς, ἀλλὰ τὴν ἡμετέραν φιλίαν ἀξιῶν ἐπὶ τέ κνων ἐνεχύροις, πλεῖστά τε ἄλλα ἔθνη πεῖραν ἔλὰβεν δήμου Ῥωμαίων πίστεως ἐπ᾽ ἐμοῦ ἡγεμόνος, οἴς τὸ πρὶν οὐδεμία ἦν πρὸς δῆμον Ῥωμαίων πρεσ βειῶν καὶ φιλίας κοινωνία.

33 Παρ᾽ ἐμοῦ ἔθνη Πάρθων καὶ Μήδων διὰ πρέσβεων τῶν παρ᾽ αὐτοῖς πρώτων βασιλεῖς αἰτησάμενοι ἔλαβον· Πάρθοι Οὐονώνην, βασιλέως Φράτου υἱόν, βασιλέως Ὠρώδου υἱωνόν, Μῆδοι Ἀριοβαρζάνην, βασιλέως Ἀρταβάζου υἱόν, βασιλέως Ἀριοβαρζάνου υἱωνόν.

34 Ἑν ὑπατείαι ἔκτηι καὶ ἑβδόμηι μετὰ τὸ τοὺς ἐνφυ λίους ζβέσαι με πολέμους κατὰ τὰς εὐχὰς τῶν ἐ μῶν πολειτῶν ἐνκρατὴς γενόμενος πάντων τῶν πραγμάτων, ἐκ τῆς ἐμῆς ἐξουσίας εἰς τὴν τῆς συν κλήτου καὶ τοῦ δήμου τῶν Ῥωμαίων μετήνεγκα κυριήαν. Ἐξ ἧς αἰτίας δόγματι συνκλήτου Σεβαστὸς προσηγορεύθην καὶ δάφναις δημοσίαι τὰ πρόπυ λά μου ἐστέφθη, ὅ τε δρύινος στέφανος ὁ διδόμενος ἐπὶ σωτηρίᾳ τῶν πολειτῶν ὑπεράνω τοῦ πυλῶ νος τῆς ἐμῆς οἰκίας ἀνετέθη, ὅπλον τε χρυ σοῦν ἐν τῶι βουλευτηρίωι ἀνατεθὲν ὑπό τε τῆς συνκλήτου καὶ τοῦ δήμου τῶν Ῥωμαίων διὰ τῆς ἐπιγραφῆς ἀρετὴν καὶ ἐπείκειαν καὶ δικαιοσύνην καὶ εὐσέβειαν ἐμοὶ μαρτυρεῖ. Ἀξιώμὰτι πάντων διήνεγκα, ἐξουσίας δὲ οὐδέν τι πλεῖον ἔσχον τῶν συναρξάντων μοι.

35 Τρισκαιδεκάτην ὑπατείαν ἄοντός μου ἥ τε σύν κλητος καὶ τὸ αγωγικὸν τάγμα ὅ τε σύνπας δῆμος τῶν Ῥωμαίων προσηγόρευσέ με πατέρα πατρίδος καὶ τοῦτο ἐπὶ τοῦ προπύλου τῆς οἰκίας μου καὶ ἐν τῶι βουλευτη ρίωι καὶ ἐν τῆι ἀγορᾶι τῆι Σεβαστῆι ὑπὸ τῶι ἅρματι, ὅ μοι δόγματι συνκλήτου ἀνετέθη, ἐπιγραφῆναι ἐψηφίσα το. Ὅτε ἔγραφον ταῦτα, ἣγον ἔτος ἑβδομηκοστὸν ἕκτον.


BIBLIOGRAFIE:


Sursa: http://penelope.uchicago.edu/Thayer/E/Roman/Texts/Augustus/Res_Gestae/home.html