Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (3)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (28)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (16)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (45)
   Recenzii (7)
   Repertorii arheologice (3)
   Surse contemporane (2)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Dacia 3D (1)
   Ziarul personal (6)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (363)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Δίων Κάσσιος Κοκκηϊανός - Ρωμαϊκή Ιστορία (ΟΑ')

“ 1. Μάρκος δὲ Ἀντωνῖνος ὁ φιλόσοφος ἐπειδὴ τοῦ ποιησαμένου αὐτὸν τελευτήσαντος Ἀντωνίνου τὴν ἀρχὴν ἔσχε, προσειλήφει ἐς κοινωνίαν τοῦ κράτους εὐθὺς τὸν τοῦ Λουκίου Κομόδου υἱὸν Λούκιον Βῆρον. αὐτὸς μὲν γὰρ ἀσθενὴς ᾖν τῷ σώματι καὶ τὰ πολλὰ λόγοις ἐσχόλαζε ῾λέγεται γὰρ καὶ αὐτοκράτωρ ὢν μὴ αἰδεῖσθαι μηδὲ ὀκνεῖν ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ προσιέναι τῷ ἐκ Βοιωτῶν φιλοσόφῳ, καὶ ἐς ἀκρόασιν τῶν ῥητορικῶν Ἑρμογένους λόγων μὴ ὀκνῆσαι παραγενέσθαι: προσέκειτο δὲ τοῖς ἐκ τῆς στοᾶς μάλιστα δόγμασιν᾽, ὁ δὲ Λούκιος ἔρρωτό τε καὶ νεώτερος ἦν, τοῖς στρατιωτικοῖς τε ἔργοις καταλληλότερος. ὅθεν καὶ γαμβρὸν αὐτὸν ἐπὶ τῇ θυγατρὶ Λουκίλλᾳ ὁ Μάρκος ποιήσας εἰς τὸν πρὸς Πάρθους ἔπεμψε πόλεμον. 2. ὁ γὰρ Οὐολόγαισος πολέμου ἦρξε, καὶ στρατόπεδόν τε ὅλον Ῥωμαϊκὸν τὸ ὑπὸ Σεβηριανῷ τεταγμένον ἐν τῇ Ἐλεγείᾳ, χωρίῳ τινὶ τῆς Ἀρμενίας, περισχὼν πάντοθεν αὐτοῖς ἡγεμόσι κατετόξευσε καὶ διέφθειρε, καὶ τῆς Συρίας ταῖς πόλεσι πολὺς ἐπῄει καὶ φοβερός. ὁ οὖν Λούκιος ἐλθὼν ἐς Ἀντιόχειαν καὶ πλείστους στρατιώτας συλλέξας, καὶ τοὺς ἀρίστους τῶν [p. 4] ἡγεμόνων ὑφ᾽ ἑαυτὸν ἔχων, αὐτὸς μὲν ἐν τῇ πόλει ἐκάθητο διατάττων ἕκαστα καὶ τὰς τοῦ πολέμου χορηγίας ἀθροίζων, Κασσίῳ δὲ τὰ στρατεύματα 3. ἐπέτρεψεν. καὶ ὃς ἐπιόντα τε τὸν Οὐολόγαισον γενναίως ὑπέμεινε, καὶ τέλος ἐγκαταλειφθέντα ὑπὸ τῶν συμμάχων καὶ ὀπίσω ἀναχωρήσαντα ἐπεδίωξε, μέχρι τε Σελευκείας καὶ Κτησιφῶντος ἤλασε, καὶ τήν τε Σελεύκειαν διέφθειρεν ἐμπρήσας, καὶ τὰ τοῦ Οὐολογαίσου βασίλεια τὰ ἐν τῇ 4. Κτησιφῶντι κατέσκαψεν. ἔν γε μὴν τῇ ὑποστροφῇ πλείστους τῶν στρατιωτῶν ὑπὸ λιμοῦ καὶ νόσου ἀπέβαλεν, ἀπενόστησε δ᾽ ὅμως ἐς τὴν Συρίαν μετὰ τῶν λοιπῶν στρατιωτῶν. καὶ ὁ μὲν Λούκιος τούτοις ἐπεκυδαίνετο καὶ μέγα ἐφρόνει, οὐ μὴν αὐτῷ καὶ τὰ τῆς ἄκρας εὐτυχίας 3. ἐς ἀγαθόν τι ἀπέβη: λέγεται γὰρ μετὰ ταῦτα καὶ τῷ πενθερῷ Μάρκῳ ἐπιβεβουλευκώς, πρίν τι καὶ δρᾶσαι, φαρμάκῳ διαφθαρῆναι.” Xiph. 258, 9-259, 10 R. St. “ ὅτι Μάρτιος Βῆρος τὸν Θουκυδίδην ἐκπέμπει καταγαγεῖν Σόαιμον εἰς Ἀρμενίαν: ὃς δέει τῶν ὅπλων καὶ τῇ οἰκείᾳ περὶ πάντα τὰ προσπίπτοντα εὐβουλίᾳ τοῦ πρόσω εἴχετο ἐρρωμένως. ἦν δὲ ἱκανὸς ὁ Μάρτιος οὐ μόνον ὅπλοις βιάσασθαι τοὺς ἀντιπολέμους ἢ ὀξύτητι προλαβεῖν ἢ ἀπάτῃ κατασοφίσασθαι, ἥπερ ἐστὶ στρατηγῶν ἀλκή, ἀλλὰ καὶ λόγῳ πιθανῷ πεῖσαι καὶ δωρεαῖς μεγαλόφροσιν οἰκειώσασθαι καὶ ἐλπίδι ἀγαθῇ δελεάσαι. χάρις τε ἦν ἐπὶ πᾶσι τοῖς πρασσομένοις ὑπ᾽ αὐτοῦ καὶ λεγομένοις, τὸ μὲν ἀγανακτοῦν ἑκάστου καὶ τὸ θυμούμενον παραμυθουμένη, τὸ δὲ ἔλπιζον ἔτι μᾶλλον αὔξουσα. κολακείας τε καὶ [p. 6] δώρων καὶ τῆς παρὰ τραπέζαις δεξιώσεως καιρὸν ᾔδει. οἷς προσὸν τὸ πρὸς τὰς πράξεις σύντονον καὶ τὸ πρὸς τοὺς ἐχθροὺς σὺν ὀξύτητι δραστήριον, αἱρετώτερον ἐδείκνυε τοῖς βαρβάροις εἶναι τῆς φιλίας αὐτοῦ μᾶλλον ἢ τῆς ἔχθρας ἀντιποιεῖσθαι. ἀφικόμενος οὖν εἰς τὴν Καινὴν πόλιν, ἣν φρουρὰ Ῥωμαίων κατεῖχεν ἐκ Πρίσκου καταστᾶσα, νεωτερίζειν πειρωμένους λόγῳ τε καὶ ἔργῳ σωφρονίσας, ἀπέφηνε πρώτην εἶναι τῆς Ἀρμενίας.” Suidas s. v. *ma/rtios. “ ζεύγνυται δὲ Ῥωμαίοις ἀπονώτατα τῶν ποταμῶν τὰ ῥεύματα, ἅτε καὶ τοῦτο διὰ μελέτης ἀεὶ τοῖς στρατιώταις ὥσπερ ἄλλο τι τῶν πολεμικῶν ὂν καὶ ἀσκούμενον ἐπί τε Ἴστρῳ καὶ Ῥήνῳ καὶ Εὐφράτῃ. ἔστι δὲ ὁ τρόπος ῾οὐ γὰρ δὴ πάντας εἰκὸς εἰδέναἰ τοιόσδε. πλατεῖαι μέν εἰσιν αἱ νῆες δι᾽ ὧν ὁ ποταμὸς ζεύγνυται, ἀνορμίζονται δὲ ὀλίγον ἄνω τοῦ ῥεύματος ὑπὲρ τὸν μέλλοντα ζεύγνυσθαι τόπον. ἐπὰν δὲ τὸ σημεῖον δοθῇ, ἀφιᾶσι πρώτην μίαν ναῦν κατὰ ῥοῦν φέρεσθαι πλησίον τῆς οἰκείας ὄχθης. ἐπὰν δὲ κατὰ τὸν ζευγνύμενον ἥκῃ τόπον, ἐμβάλλουσιν εἰς τὸ ῥεῦμα φορμὸν λίθων ἐμπεπλησμένον, καλωδίῳ δήσαντες, ὥσπερ ἄγκυραν: ἀφ᾽ οὗ δεθεῖσα ἡ ναῦς πρὸς τῇ ὄχθῃ ἵσταται, καὶ σανίσι καὶ ζεύγμασιν, ἅπερ ἄφθονα αὐτοῖς ἡ ναῦς φέρει, παραχρῆμα μέχρι τῆς ἀποβάσεως καταστρώννυται. εἶτα ἄλλην ἀφιᾶσιν ὀλίγον ἀπ᾽ ἐκείνης, καὶ ἄλλην ἀπ᾽ ἐκείνης, ἔστ᾽ ἂν ἐπὶ τὴν ἀντιπέραν ὄχθην ἐλάσωσι τὸ [p. 8] ζεῦγμα. ἡ δὲ πρὸς τῇ πολεμίᾳ ναῦς καὶ πύργους ἐπ᾽ αὐτῇ καὶ πυλίδα καὶ τοξότας καὶ καταπέλτας φέρει. βαλλομένων δὲ τῶν βελῶν πολλῶν ἐπὶ τοὺς ζευγνύντας, ὁ Κάσσιος ἀφιέναι βέλη καὶ καταπέλτας κελεύει. πεσόντων δὲ τῶν βαρβάρων τῶν πρώτων ἐφεστηκότων οἱ ἕτεροι εἶκον.” Suidas s. v. zeu=gma. “ [p. 10] ”


BIBLIOGRAFIE:


Sursa: http://www.perseus.tufts.edu