Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (23)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (14)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (43)
   Recenzii (5)
   Repertorii arheologice (3)
   Surse contemporane (2)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (361)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Δίων Κάσσιος Κοκκηϊανός - Ρωμαϊκή Ιστορία (ΟΗ')

“ 1. μετὰ δὲ ταῦτα ὁ Ἀντωνῖνος πᾶσαν τὴν ἡγεμονίαν ἔλαβε: λόγῳ μὲν γὰρ μετὰ τοῦ ἀδελφοῦ, τῷ δὲ δὴ ἔργῳ μόνος εὐθὺς ἦρξε. καὶ πρὸς μὲν τοὺς πολεμίους κατελύσατο καὶ τῆς χώρας αὐτοῖς ἐξέστη καὶ τὰ φρούρια ἐξέλιπε, τοὺς δὲ δὴ οἰκείους τοὺς μὲν ἀπήλλαξεν, ὧν καὶ Παπινιανὸς ὁ ἔπαρχος ἦν, τοὺς δὲ καὶ ἀπέκτεινεν, ὧν ἦν καὶ Εὔοδος ὁ τροφεὺς αὐτοῦ καὶ ὁ Κάστωρ, ἥ τε γυνὴ αὐτοῦ ἡ Πλαυτίλλα καὶ ὁ ταύτης ἀδελφὸς Πλαύτιος. καὶ ἐν τῇ Ῥώμῃ δὲ αὐτῇ ἄνδρα ἄλλως μὲν οὐκ ἐλλόγιμον διὰ δὲ τὴν ἐπιτήδευσιν ἐπιφανέστατον ἐξειργάσατο: τὸν γὰρ Εὐπρεπῆ τὸν ἁρματηλάτην, ἐπειδὴ τἀναντία αὐτῷ ἐσπούδαζεν, ἀπέκτεινε. καὶ ὁ μὲν οὕτως ἐν γήρᾳ ἀπέθανε, πλείστοις ἀγῶσιν ἵππων στεφανωθείς: δύο γὰρ καὶ ὀγδοήκοντα καὶ ἑπτακοσίους ἀνείλετο, ὅσους οὐδεὶς ἄλλος. τὸν δὲ ἀδελφὸν ἠθέλησε μὲν καὶ ζῶντος ἔτι τοῦ πατρὸς φονεῦσαι, οὐκ ἠδυνήθη δὲ οὔτε τότε δι᾽ ἐκεῖνον οὔθ᾽ ὕστερον ἐν τῇ ὁδῷ διὰ τὰ στρατεύματα: πάνυ γὰρ εὔνοιαν αὐτοῦ εἶχον, ἄλλως τε ὅτι καὶ τὸ εἶδος ὁμοιότατος τῷ πατρὶ ἦν. ἐπεὶ δὲ ἐν τῇ Ῥώμῃ ἀνῆλθε, καὶ τοῦτον κατειργάσατο. προσεποιοῦντο μὲν γὰρ καὶ φιλεῖν ἀλλήλους καὶ ἐπαινεῖν, πάντα δὲ [p. 280] τὰ ἐναντιώτατα ἔδρων, καὶ ἦν οὐκ ἄδηλον ὅτι δεινόν τι παρ᾽ αὐτῶν γενήσοιτο. ὅπερ που καὶ πρὶν πρὸς τὴν Ῥώμην αὐτοὺς ἐλθεῖν προεγνώσθη: θύειν τε γὰρ ὑπὲρ τῆς ὁμονοίας αὐτῶν τοῖς τε ἄλλοις θεοῖς καὶ αὐτῇ τῇ Ὁμονοίᾳ ψηφισθὲν ὑπὸ τῆς βουλῆς, οἱ μὲν ὑπηρέται τὸ τῇ Ὁμονοίᾳ τυθησόμενον ἱερεῖον ἡτοίμασαν, καὶ ὁ ὕπατος ὡς καὶ βουθυτήσων ἀφίκετο, οὔτε δὲ οὗτος ἐκείνους οὔθ᾽ οἱ ὑπηρέται τὸν ὕπατον εὑρεῖν ἠδυνήθησαν, ἀλλὰ διετέλεσαν πᾶσαν ὡς εἰπεῖν τὴν νύκτα ζητοῦντες ἀλλήλους, ὥστε μὴ δυνηθῆναι τότε τὴν θυσίαν γενέσθαι. καὶ τῇ ὑστεραίᾳ δύο λύκοι ἐς τὸ Καπιτώλιον ἀναβάντες ἐκεῖθεν ἐξεδιώχθησαν, καὶ ὁ μὲν ἐν τῇ ἀγορᾷ που καταληφθεὶς ὁ δὲ μετὰ ταῦτα ἔξω τοῦ πωμηρίου ἐσφάγη. καὶ τοῦτο καὶ περὶ ἐκείνους ἐγένετο. 2. ἐβουλήθη μὲν οὖν ἐν τοῖς Κρονίοις τὸν ἀδελφὸν ὁ Ἀντωνῖνος φονεῦσαι, οὐκ ἠδυνήθη δέ: καὶ γὰρ ἐκφανέστερον ἤδη τὸ κακὸν ἢ ὥστε συγκρυβῆναι ἐγεγόνει, καὶ ἐκ τούτου πολλαὶ μὲν μάχαι αὐτῶν ὡς καὶ ἐπιβουλευόντων ἀλλήλοις, πολλαὶ δὲ καὶ ἀντιφυλακαὶ συνέβαινον. ἐπεὶ οὖν καὶ στρατιῶται καὶ γυμνασταί, καὶ ἔξω καὶ οἴκοι, καὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ, συχνοὶ τὸν Γέταν ἐφρούρουν, ἔπεισε τὴν μητέρα μόνους σφᾶς ἐς τὸ δωμάτιον, ὡς καὶ συναλλάξουσαν, μεταπέμψασθαι: καὶ οὕτω πιστεύσαντος τοῦ Γέτα ἐσῆλθε μὲν μετ᾽ αὐτοῦ, ἐπεὶ δὲ εἴσω ἐγένοντο, ἑκατόνταρχοί τινες ἐσεπήδησαν ἀθρόοι, παρὰ τοῦ Ἀντωνίνου προπαρεσκευασμένοι, καὶ αὐτὸν [p. 282] πρός τε τὴν μητέρα, ὡς εἶδέ σφας, προκαταφυγόντα καὶ ἀπό τε τοῦ αὐχένος αὐτῆς ἐξαρτηθέντα καὶ τοῖς στήθεσι τοῖς τε μαστοῖς προσφύντα κατέκοψαν ὀλοφυρόμενον καὶ βοῶντα: ‘μῆτερ μῆτερ, τεκοῦσα τεκοῦσα, βοήθει, σφάζομαι.’ καὶ ἡ μὲν οὕτως ἀπατηθεῖσα τόν τε υἱὸν ἐν τοῖς ἑαυτῆς κόλποις ἀνοσιώτατα ἀπολλύμενον ἐπεῖδε, καὶ τὸν θάνατον αὐτοῦ ἐς αὐτὰ τὰ σπλάγχνα τρόπον τινά, ἐξ ὧν ἐγεγέννητο, ἐσεδέξατο: καὶ γὰρ τοῦ αἵματος πᾶσα ἐπλήσθη, ὡς ἐν μηδενὶ λόγῳ τὸ τῆς χειρὸς τραῦμα ὃ ἐτρώθη ποιήσασθαι. οὔτε δὲ πενθῆσαι οὔτε θρηνῆσαι τὸν υἱόν, καίπερ πρόωρον οὕτως οἰκτρῶς ἀπολωλότα, ὑπῆρξεν αὐτῇ ῾δύο γὰρ καὶ εἴκοσι ἔτη καὶ μῆνας ἐννέα ἐβίὠ, ἀλλ᾽ ἠναγκάζετο ὡς καὶ ἐν μεγάλῃ τινὶ εὐτυχίᾳ οὖσα χαίρειν καὶ γελᾶν: οὕτω που πάντα ἀκριβῶς καὶ τὰ ῥήματα αὐτῆς καὶ τὰ νεύματα τὰ τε χρώματα ἐτηρεῖτο: καὶ μόνῃ ἐκείνῃ, τῇ Αὐγούστῃ, τῇ τοῦ αὐτοκράτορος γυναικί, τῇ τῶν αὐτοκρατόρων μητρί, οὐδ᾽ ἰδίᾳ που ἐπὶ τηλικούτῳ παθήματι δακρῦσαι ἐξῆν.” Xiph. 326, 9-328, 1 R. St. “ 3. ὁ δ᾽ Ἀντωνῖνος καίπερ ἑσπέρας οὔσης τὰ στρατόπεδα κατέλαβε, διὰ πάσης τῆς ὁδοῦ κεκραγὼς ὡς ἐπιβεβουλευμένος καὶ κινδυνεύων. ἐσελθὼν δὲ ἐς τὸ τεῖχος ‘χαίρετε,’ εἶπεν, ‘ὦ ἄνδρες συστρατιῶται: καὶ γὰρ ἤδη ἔξεστί μοι εὐεργετεῖν ὑμᾶς.’ καὶ πρὶν πάντα ἀκοῦσαι, ἐνέφραξέ σφων τὰ στόματα τοσαύταις καὶ τηλικαύταις ὑποσχέσεσιν ὥστε μήτ᾽ ἐννοῆσαι μήτε φθέγξασθαί τι αὐτοὺς εὐσεβὲς δυνηθῆναι. ‘εἷς’ γὰρ ἔφησεν ‘ἐξ ὑμῶν εἰμί, καὶ δι᾽ ὑμᾶς μόνους ζῆν ἐθέλω, [p. 284] ἵν᾽ ὑμῖν πολλὰ χαρίζωμαι: ὑμέτεροι γὰρ οἱ θησαυροὶ πάντες εἰσί.’ καὶ δὴ καὶ τοῦτο εἶπεν ὅτι ‘μάλιστα μὲν μεθ᾽ ὑμῶν ζῆν, εἰ δὲ μή, ἀλλὰ μεθ᾽ ὑμῶν γε ἀποθανεῖν εὔχομαι. οὔτε γὰρ ἄλλως δέδια τὸν θάνατον, καὶ ἐν πολέμῳ τελευτῆσαι βούλομαι: ἢ γὰρ ἐνταῦθα δεῖ τὸν ἄνδρα ἀποθνήσκειν ἢ μηδαμοῦ.’ πρὸς δὲ τὴν σύγκλητον τῇ ὑστεραίᾳ ἄλλα τέ τινα διελέχθη, καὶ μετὰ τὸ ἐκ τοῦ βάθρου ἐξαναστῆναι καὶ πρὸς τῇ θύρᾳ γενέσθαι ‘ἀκούσατέ μου’ εἶπε ‘μέγα πρᾶγμα: ἵνα πᾶσα ἡ οἰκουμένη χαρῇ, πάντες οἱ φυγάδες οἱ καὶ ἐφ᾽ ὁτῳοῦν ἐγκλήματι καὶ ὁπωσοῦν καταδεδικασμένοι κατελθέτωσαν.’ τὰς μὲν οὖν νήσους οὕτω τῶν φυγάδων κενώσας, καὶ τοῖς κακίστοις τῶν καταδεδικασμένων ἄδειαν δεδωκώς. εἶτ᾽ οὐ πολλῷ 4. ὕστερον ἀνεπλήρωσε, τῶν δὲ δὴ Καισαρείων τῶν τε στρατιωτῶν τῶν μετὰ τοῦ Γέτα γενομένων καὶ ἐς δύο μυριάδας παραχρῆμα ἀπέκτεινεν, ἄνδρας ἁπλῶς καὶ γυναῖκας, ὥς πού τις καὶ ἔτυχεν ἐν τῷ βασιλείῳ ὤν, ἐκ δὲ τῶν ἐπιφανῶν ἀνδρῶν ἄλλους τε καὶ τὸν Παπινιανόν.” Xiph. 328, 1-23 R. St., Exc. Val. 354, 355. “ [1α] ὅτι Ἀντωνῖνος Παπιανὸν καὶ Πατρουινόν, τῶν δορυφόρων ἐπί τισι κατηγορησάντων αὐτῶν, [p. 286] ἐπέτρεψεν ἀποκτεῖναι αὐτούς, εἰπὼν κἀκεῖνο ὅτι ‘ἐγὼ ὑμῖν καὶ οὐκ ἐμαυτῷ ἄρχω, καὶ διὰ τοῦτο καὶ πείθομαι ὑμῖν καὶ ὡς κατηγόροις καὶ ὡς δικασταῖς.’” Petr. Patr. exc. Vat. 138 (p. 228 Mai.=p. 212, 22-26 Dind.) “ καὶ τῷ γε τὸν Παπινιανὸν φονεύσαντι ἐπετίμησεν ὅτι ἀξίνῃ αὐτὸν καὶ οὐ ξίφει διεχρήσατο.” Xiph. 328, 23-24 R. St. “ τὸν δὲ δὴ Κίλωνα τὸν τροφέα τὸν εὐεργέτην, τὸν ἐπὶ τοῦ πατρὸς αὐτοῦ πεπολιαρχηκότα, ὃν καὶ πατέρα πολλάκις ἐκεκλήκει, ἠβουλήθη μὲν ἀποστερῆσαι τοῦ ζῆν: καὶ οἱ στρατιῶται οἱ πεμφθέντες ἐπ᾽ αὐτὸν τὰ μὲν ἀργυρώματα καὶ τὰ ἱμάτια τά τε χρήματα καὶ τὰ ἄλλα πάντα τὰ ἐκείνου διήρπασαν, αὐτὸν δὲ ἀνήγαγον διὰ τῆς ἱερᾶς ὁδοῦ ὡς καὶ ἐς τὸ παλάτιον κομιοῦντες, βλαύτας τε ὑποδεδεμένον ῾ἐν βαλανείῳ γὰρ ὢν ἔτυχἐ καὶ χιτωνίσκον ἐνδεδυμένον, ὡς καὶ ἐκεῖ που καταχρησόμενοι. καὶ τήν τε ἐσθῆτα αὐτοῦ περιέρρηξαν καὶ τὸ πρόσωπον ᾐκίσαντο, ὥστε καὶ τὸν δῆμον καὶ τοὺς στρατιώτας τοὺς ἀστικοὺς ὑποθορυβῆσαι, καὶ διὰ τοῦτο καὶ τὸν Ἀντωνῖνον καὶ αἰδεσθέντα αὐτοὺς καὶ φοβηθέντα ἀπαντῆσαί σφισι, καὶ τῇ χλαμύδι ῾τὴν γὰρ στρατιωτικὴν ἐσθῆτα εἶχἐ περιβαλόντα αὐτὸν εἰπεῖν: ‘μήτε τὸν πατέρα ὑβρίζετε μήτε τὸν τροφέα παίετε.’ ὁ δὲ δὴ χιλίαρχος ὁ κελευσθεὶς αὐτὸν φονεῦσαι καὶ οἱ στρατιῶται οἱ συμπεμφθέντες αὐτῷ ἀνῃρέθησαν, λόγῳ μὲν ὡς ἐπιβουλεύσαντες αὐτῷ, τὸ δ᾽ ἀληθὲς ὅτι μὴ κατέσφαξαν αὐτόν.” Xiph. 328, 24-329, 8 R. St. “ 5. ὅτι τὸν Κίλωνα τοσοῦτον δῆθεν ἠγάπα ο( [p. 288] Ἀντωνῖνος ὥστε εἰπεῖν ὅτι ‘οἱ τούτῳ ἐπιβεβουλευκότες ἐμοὶ ἐπιβεβουλεύκασιν.’ ἐφ᾽ ᾇ δὴ ἐπαινούμενος ὑπὸ τῶν προσεστηκότων ἔφη: ‘ἐμὲ μήθ᾽ Ἡρακλέα μήτ᾽ ἄλλον θεόν τινα ἐπικαλεῖτε,’ οὐχ ὅτι οὐκ ἐβούλετο θεὸς ὀνομάζεσθαι, ἀλλ᾽ ὅτι οὐδὲν ἄξιον θεοῦ πράττειν ἤθελεν. ἔμπληκτος γὰρ φύσει πρὸς πάντα τὰ πράγματα ὢν καὶ ἐτίμα τινὰς μεγάλως καὶ ἠτίμαζεν ἐξαίφνης τοὺς αὐτοὺς ἀλογώτατα, ἔσωζέ τε οὓς ἥκιστα ἐχρῆν, καὶ ἐκόλαζεν οὓς οὐκ ἄν τις προσεδόκησεν.” Exc. Val. 356 (p. 742). “ ὅτι τὸν Ἄσπρον τὸν Ἰουλιανὸν οὐδ᾽ ἄλλως εὐκαταφρόνητον καὶ διὰ παιδείαν καὶ διὰ φρόνημα ὄντα ἐξάρας ὁμοίως καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐν πολλαῖς τοσαύταις ῥάβδοις ὁμοῦ ἐμπομπεύσαντα, προεπηλάκισε παραχρῆμα δεινῶς καὶ ἐς τὴν πατρίδα μεθ᾽ ὕβρεως καὶ μετὰ δέους ἰσχυροῦ ἀπέπεμψε.” Exc. Val. 357 (p. 742). “ ὅτι καὶ τὸν Λαῖνον ἠτιμάκει ἂν ἢ καὶ ἀπεκτόνει, εἰ μὴ κακῶς ἐνόσει: καὶ τὴν ἀρρωστίαν αὐτοῦ ἀσεβῆ παρὰ τοῖς στρατιώταις ὠνόμασεν, ὅτι μὴ καὶ περὶ ἐκεῖνον ἀσεβῆσαι αὐτῷ ἐπέτρεψεν.” Exc. Val. 358 (p. 742). “ ὅτι καὶ Θρασέαν Πρίσκον, ἄνδρα οὐδενὸς οὔτε γένει οὔτε φρονήσει δεύτερον, κατεχρήσατο.” Exc. Val. 359 (p. 742). “ [p. 290] Ὅτι καὶ ἄλλους πολλοὺς καὶ φίλους τὸ πρότερον ὄντας ἀπέκτεινεν.” Exc. Val. 360 (p. 742). “ 6. πάντας δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω, ὅσους τῶν ἐπιφανῶν οὐδεμιᾷ δίκῃ ἀπέκτεινεν. ὁ μὲν γὰρ Δίων, ἅτε γνωριμωτάτων κατ᾽ ἐκείνους τοὺς καιροὺς τῶν πεφονευμένων ὄντων, καὶ ἐξ ὀνόματος αὐτῶν ποιεῖται κατάλογον: ἐμοὶ δ᾽ εἰπεῖν ἐξαρκεῖ ὅτι πάντας ὁμοίως οὓς ἤθελε κατεχειρίζετο, ὅστ᾽ αἴτιος ὅστε καὶ οὐκί, καὶ ὅτι τὴν Ῥώμην ἠκρωτηρίασεν, ἀγαθῶν ἀνδρῶν στερήσας αὐτήν.” Xiph. 329, 8-14 R. St. “ [1α] ὅτι τρισὶν ἔθνεσιν ὁ Ἀντωνῖνος προσήκων ἦν, καὶ τῶν μὲν ἀγαθῶν αὐτῶν οὐδὲν τὸ παράπαν τὰ δὲ δὴ κακὰ πάντα συλλαβὼν ἐκτήσατο, τῆς μὲν Γαλατίας τὸ κοῦφον καὶ τὸ δειλὸν καὶ τὸ θρασύ, τῆς Ἀφρικῆς τὸ τραχὺ καὶ ἄγριον, τῆς Συρίας, ὅθεν πρὸς μητρὸς ἦν, τὸ πανοῦργον.” Exc. Val. 361 (p. 742). “ ἐκ δὲ τῶν φόνων ἐς τὰς παιδιὰς ἀποκλίνων οὐδὲν ἧττον καὶ ἐν ταύταις ἐφόνα. ἐλέφαντα μὲν γὰρ καὶ ῥινοκέρωτα καὶ τίγριν καὶ ἱππότιγριν ἐν οὐδενὶ λόγῳ θείη ἄν τις φονευομένους ἐν τῷ θεάτρῳ: ὁ δὲ καὶ μονομάχων ἀνδρῶν ὅτι πλείστων ἔχαιρεν αἵμασι, καὶ ἕνα γε αὐτῶν Βάτωνα τρισὶν ἐφεξῆς ἀνδράσιν ὁπλομαχῆσαι τῇ αὐτῇ ἡμέρᾳ ἀναγκάσας, ἔπειτα ἀποθανόντα ὑπὸ τοῦ τελευταίου περιφανεῖ ταφῇ ἐτίμησε.” Xiph. 329, 14-20 R. St. “ [p. 292] 7. περὶ δὲ τὸν Ἀλέξανδρον οὕτω τι ἐπτόητο ὥστε καὶ ὅπλοις τισὶ καὶ ποτηρίοις ὡς καὶ ἐκείνου γεγονόσι χρῆσθαι, καὶ προσέτι καὶ εἰκόνας αὐτοῦ πολλὰς καὶ ἐν τοῖς στρατοπέδοις καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ στῆσαι, φάλαγγά τέ τινα ἐκ μόνων τῶν Μακεδόνων ἐς μυρίους καὶ ἑξακισχιλίους συντάξαι, καὶ αὐτὴν Ἀλεξάνδρου τε ἐπονομάσαι καὶ τοῖς ὅπλοις οἷς ποτὲ ἐπ᾽ ἐκείνου ἐκέχρηντο ὁπλίσαι: ταῦτα δ᾽ ἦν κράνος ὠμοβόειον, θώραξ λινοῦς τρίμιτος, ἀσπὶς χαλκῆ, δόρυ μακρόν, αἰχμὴ βραχεῖα, κρηπῖδες, ξίφος. καὶ οὐδὲ ταῦτα μέντοι αὐτῷ ἐξήρκεσεν, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον ἑῷον Αὔγουστον ἐπεκαλεῖτο, καί ποτε καὶ τῇ βουλῇ ἔγραψεν, ὅτι ἐς τὸ σῶμα αὖθις τὸ τοῦ Αὐγούστου ἐσῆλθεν, ἵνα, ἐπειδὴ ὀλίγον τότε χρόνον ἐβίω, πλείονα αὖθις δι᾽ ἐκείνου ζήσῃ. καὶ δὴ καὶ τοὺς φιλοσόφους τοὺς Ἀριστοτελείους ὠνομασμένους τά τε ἄλλα δεινῶς ἐμίσει, ὥστε καὶ τὰ βιβλία αὐτῶν κατακαῦσαι ἐθελῆσαι, καὶ τὰ συσσίτια ἃ ἐν τῇ Ἀλεξανδρείᾳ εἶχον, τάς τε λοιπὰς ὠφελείας ὅσας ἐκαρποῦντο, ἀφείλετο, ἐγκαλέσας σφίσιν ὅτι συναίτιος τῷ Ἀλεξάνδρῳ τοῦ θανάτου Ἀριστοτέλης γεγονέναι ἔδοξε. ταῦτα μὲν οὕτως ἐποίησε, καὶ νὴ Δία καὶ ἐλέφαντας πολλοὺς συμπεριήγετο, ὅπως καὶ ἐν τούτῳ τὸν Αλέξανδρον, μᾶλλον δὲ τὸν Διόνυσον, μιμεῖσθαι δόξῃ. 8. οὕτω δ᾽ οὖν δὸν Ἀλέξανδρον καὶ τοὺς Μακεδόνας ἐφίλει, ὥστε ποτὲ χιλίαρχον Μακεδόνα ἐπαινέσας ὅτι κούφως ἐπὶ τὸν ἵππον ἀνεπήδησεν, ἐπύθετο αὐτοῦ τὸ μὲν πρῶτον ‘πόθεν [p. 294] εἶ;’ ἔπειτα μαθὼν ὅτι Μακεδὼν εἴη, ἐπανήρετο ‘τίς δὲ ὀνομάζῃ;’ καὶ μετὰ τοῦτο ἀκούσας ὅτι Ἀντίγονος, προσεπανήρετο ‘τίς δέ σου ὁ πατὴρ ἐκαλεῖτο;’ ὡς δὲ καὶ οὗτος Φίλιππος ὢν εὑρέθη, ‘πάντ᾽ ἔχω,’ φησίν, ‘ὅσα ἤθελον,’ καὶ εὐθύς τε αὐτὸν ταῖς λοιπαῖς στρατείαις ἐσέμνυνε, καὶ μετ᾽ οὐ πολὺ ἐς τοὺς βουλευτὰς τοὺς ἐστρατηγηκότας κατέταξεν. ἕτερον δέ τινα τῇ μὲν Μακεδονίᾳ μηδὲν προσήκοντα, πολλὰ δὲ καὶ δεινὰ δεδρακότα καὶ διὰ τοῦτο παρ᾽ αὐτοῦ ἐξ ἐκκλήτου δίκης κρινόμενον, ἐπειδὴ Ἀλέξανδρός τε ἐκαλεῖτο καὶ ὁ κατηγορῶν αὐτοῦ ῥήτωρ συνεχῶς ἔλεγεν ‘ὁ μιαιφόνος Ἀλέξανδρος, ὁ θεοῖς ἐχθρὸς Ἀλέξανδρος,’ ὠργίσθη τε ὡς καὶ αὐτὸς κακῶς ἀκούων, καὶ ἔφη ‘εἰ μὴ ἀρκέσει σοι ὁ Ἀλέξανδρος, ἀπολέλυσαι.’” Xiph. 329, 20-330, 20 R. St., Exc. Val. 362, 363, 364 (p. 743 s#3.). “ 9. οὗτος οὖν ὁ φιλαλεξανδρότατος Ἀντωνῖνος ἐς μὲν τοὺς στρατιώτας, οὓς πάνυ πολλοὺς ἀμφ᾽ αὑτὸν εἶχε, προφάσεις ἐκ προφάσεων καὶ πολέμους ἐκ πολέμων σκηπτόμενος, φιλαναλωτὴς ἦν, τοὺς δὲ λοιποὺς πάντας ἀνθρώπους ἔργον εἶχε περιδύειν ἀποσυλᾶν ἐκτρύχειν, οὐχ ἥκιστα τοὺς συγκλητικούς. χωρὶς γὰρ τῶν στεφάνων τῶν χρυσῶν οὓς ὡς καὶ πολεμίους τινὰς ἀεὶ νικῶν πολλάκις ᾔτει ῾λέγω δὲ οὐκ αὐτὸ τοῦτο τὸ τῶν στεφάνων ποίημα: πόσον γὰρ τοῦτό γέ ἐστιν; ἀλλὰ τὸ τῶν χρημάτων πλῆθος τῶν ἐπ᾽ ὀνόματι αὐτοῦ [p. 296] διδομένων, οἷς στεφανοῦν αἱ πόλεις τοὺς αὐτοκράτορας εἰώθασιν᾽, τῶν τε ἐπιτηδείων ἃ πολλὰ καὶ πανταχόθεν τὰ μὲν προῖκα τὰ δὲ καὶ προσαναλίσκοντες ἐσεπρασσόμεθα, ἃ πάντα ἐκεῖνος τοῖς στρατιώταις ἐχαρίζετο ἢ καὶ ἐκαπήλευεν, καὶ τῶν δώρων ἃ καὶ παρὰ τῶν ἰδιωτῶν τῶν πλουσίων καὶ παρὰ τῶν δήμων προσῄτει, τῶν τε τελῶν τῶν τε ἄλλων ἃ καινὰ προσκατέδειξεν, καὶ τοῦ τῆς δεκάτης ἣν ἀντὶ τῆς εἰκοστῆς ὑπέρ τε τῶν ἀπελευθερουμένων καὶ ὑπὲρ τῶν καταλειπομένων τισὶ κλήρων καὶ δωρεᾶς ἐποίησε πάσης, τάς τε διαδοχὰς καὶ τὰς ἀτελείας τὰς ἐπὶ τούτοις τὰς δεδομένας τοῖς πάνυ προσήκουσι τῶν τελευτώντων καταλύσας ῾οὗ ἕνεκα καὶ Ῥωμαίους πάντας τοὺς ἐν τῇ ἀρχῇ αὐτοῦ, λόγῳ μὲν τιμῶν, ἔργῳ δὲ ὅπως πλείω αὐτῷ καὶ ἐκ τοῦ τοιούτου προσίῃ διὰ τὸ τοὺς ξένους τὰ πολλὰ αὐτῶν μὴ συντελεῖν, ἀπέδειξεν᾽ — ἔξω δὴ τούτων ἁπάντων καὶ οἰκίας αὐτῷ παντοδαπάς, ἐπειδὴ τῆς Ῥώμης ἐξώρμησε, καὶ καταλύσεις πολυτελεῖς ἐν μέσαις ταῖς ὁδοῖς καὶ ταῖς βραχυτάταις οἰκείοις δαπανήμασι κατασκευάζειν ἠναγκαζόμεθα, ἐν αἷς οὐχ ὅσον οὐκ ἐνῴκησέ ποτε, ἀλλ᾽ οὐδὲ ὄψεσθαι αὐτῶν τινὰ ἔμελλε. προσέτι καὶ θέατρα κυνηγετικὰ καὶ ἱπποδρόμους πανταχοῦ, ὅπουπερ καὶ ἐχείμασεν ἢ καὶ χειμάσειν ἤλπισε, κατεσκευάσαμεν, μηδὲν παρ᾽ αὐτοῦ λαβόντες. καὶ αὐτίκα πάντα κατεσκάφη: οὕτω [p. 298] πως διὰ τοῦτο μόνον ἐγένετο, ἵν᾽ ἡμεῖς ἐπιτριβῶμεν.” Exc. Val. 365, 366 (p. 745), Xiph. 330, 2-32 R. St. “ 10. αὐτὸς δὲ τὰ χρήματα ἔς τε τοὺς στρατιώτας, ὡς ἔφαμεν, καὶ ἐς θηρία ἵππους τε ἐδαπάνα: πάμπολλα γάρ τοι καὶ θηρία καὶ βοτά, τὰ μὲν πλεῖστα παρ᾽ ἡμῶν καὶ ἀνάγκῃ λαμβάνων, ἤδη δέ τινα καὶ ὠνούμενος, ἀπεκτίννυε, καί ποτε ἑκατὸν ὗς ἅμα αὐτοχειρίᾳ ἔσφαξεν. ἡρματηλάτει τε τῇ οὐενετίῳ στολῇ χρώμενος. ἦν γὰρ ἐς πάντα καὶ θερμότατος καὶ κουφότατος, πρὸς δὲ τούτοις εἶχε καὶ τὸ πανοῦργον τῆς μητρὸς καὶ τῶν Σύρων, ὅθεν ἐκείνη ἦν. ἀγωνοθέτην δὲ ἢ τῶν ἐξελευθέρων τινὰ ἢ τῶν ἄλλων τῶν πλουσίων ἐκάθιζεν, ἵνα καὶ ἐν τούτῳ ἀναλίσκηται: προσεκύνει τε αὐτοὺς κάτωθεν τῇ μάστιγι, καὶ χρυσοῦς ὥσπερ τις τῶν ταπεινοτάτων ᾔτει. καὶ ἔλεγε κατὰ τὸν Ἥλιον τῇ ἁρματηλασίᾳ χρῆσθαι, καὶ ἐσεμνύνετο ἐπ᾽ αὐτῇ. οὕτω δὲ παρὰ πάντα τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον πᾶσα ἡ γῆ ἡ ὑπακούουσα αὐτῷ ἐπορθήθη ὥστε τοὺς Ῥωμαίους ποτὲ ἐν ἱπποδρομίᾳ ἄλλα τε συμβοῆσαι καὶ ὅτι ‘τοὺς ζῶντας ἀπολοῦμεν, ἵνα τοὺς τεθνεῶτας θάψωμεν.’ καὶ γὰρ ἔλεγε πολλάκις ὅτι ‘οὐδένα ἀνθρώπων πλὴν ἐμοῦ ἀργύριον ἔχειν δεῖ, ἵνα αὐτὸ τοῖς στρατιώταις χαρίζωμαι.’ καί ποτε τῆς Ἰουλίας ἐπιτιμησάσης αὐτῷ ὅτι πολλὰ ἐς αὐτοὺς ἀνήλισκε, καὶ εἰπούσης [p. 300] ὅτι ‘οὐκέθ᾽ ἡμῖν οὔτε δίκαιος οὔτ᾽ ἄδικος πόρος ὑπολείπεται,’ ἀπεκρίνατο, τὸ ξίφος δείξας, ὅτι ‘θάρσει, μῆτερ: ἕως γὰρ ἂν τοῦτ᾽ ἔχωμεν, οὐδὲν ἡμᾶς ἐπιλείψει χρήματα.’ 11. καὶ μέντοι καὶ τοῖς κολακεύουσιν αὐτὸν καὶ κτήματα καὶ χρήματα ἀπένεμεν.” Xiph. 330, 32- 331, 21 R. St. “ [1α] ὅτι ὁ Ἰούλιος Παῦλος ὑπατικὸς ἀνὴρ ψιθυρὸς καὶ σκωπτικὸς καὶ οὐδὲ αὐτῶν τῶν αὐτοκρατόρων ἀπεχόμενος, ὃν καὶ ὁ Σευῆρος φυλακῇ ἀδέσμῳ παραδέδωκεν. ὡς δὲ ἐν φρουραῖς ὢν ἀπέσκωπτεν εἰς τοὺς βασιλεῖς, μεταπεμψάμενος ὁ Σευῆρος ὤμνυ τὴν κεφαλὴν αὐτοῦ ἐκτεμεῖν. ὁ δὲ ἀπεκρίνατο: ‘ἐκτεμεῖν αὐτὴν δύνασαι, ἐφ᾽ ὅσον δὲ αὐτὴν ἔχω, οὔτε σὺ οὔτε ἐγὼ κατασχεῖν αὐτὴν δύναμαι,’ ὥστε γελάσαντα τὸν Σευῆρον ἀπολῦσαι αὐτόν.” Petr. Patr. exc. Vat. 142 (p. 229 Mai.= p. 213, 11-19 Dind.). “ [1.2] Ἰουνίῳ γοῦν Παυλίνῳ πέντε καὶ εἴκοσι μυριάδας ἐχαρίσατο, ὅτι καὶ ἄκων διασιλλῶσαί τι αὐτὸν σκωπτόλης ὢν προήχθη: ἔφη γὰρ αὐτὸν ὀργιζομένῳ τινὶ ἐοικέναι, ἐπεὶ πρὸς τὸ θυμοειδέστερόν πως ἑαυτὸν ἐσχημάτιζεν. οὐδὲν γὰρ [p. 302] τῶν καλῶν ἐλογίζετο: οὐδὲ γὰρ ἔμαθέ τι αὐτῶν, ὡς καὶ αὐτὸς ὡμολόγει, διόπερ καὶ ἐν ὀλιγωρίᾳ ἡμᾶς τούς τι παιδείας ἐχόμενον εἰδότας ἐποιεῖτο. ὁ μὲν γὰρ Σεουῆρος καὶ πάνυ πᾶσι τοῖς ἐς ἀρετὴν τείνουσι καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχὴν ἤσκησεν αὐτόν, ὥστε καὶ αὐτοκράτορα ἤδη ὄντα καὶ διδασκάλοις συνεῖναι καὶ τὸ πολὺ τῆς ἡμέρας φιλοσοφεῖν: ἐξηραλοίφει τε, καὶ ἵππευε καὶ ἐς πεντήκοντα καὶ ἑπτακοσίους σταδίους, καὶ προσέτι καὶ νήχεσθαι καὶ ἐν κλύδωνι ἤσκητο. ὁ δὲ ἐκ μὲν τούτων τρόπον τινὰ ἐρρώσθη, τῆς δὲ δὴ παιδεύσεως ὡς οὐδὲ τοὔνομα αὐτῆς πώποτε ἀκηκοὼς ἐπελάθετο. οὐ μέντοι καὶ κακορρήμων ἢ κακογνώμων ἦν, ἀλλὰ καὶ συνίει τὰ πολλὰ ὀξύτατα καὶ ἔφραζεν ἑτοιμότατα: τῇ τε γὰρ ἐξουσίᾳ καὶ τῇ προπετείᾳ, τῷ πάνθ᾽ ὁμοίως τὰ ἐπελθόντα οἱ ἀπερισκέπτως ἐκλαλεῖν καὶ τῷ μηδὲν αὐτῶν ἐκφαίνειν αἰσχύνεσθαι, καὶ ἐπιτυχίᾳ τινὶ πολλάκις περιέπιπτε.” Xiph. 331, 21-332, 5, Exc. Val. 367 (p. 745), Suid. s.v. “ Ἀντωνῖνος βασιλεὺς Ῥωμαίων. ὅτι ὁ αὐτὸς αὐτογνωμονῶν πολλὰ ἐσφάλη: πάντα τε γὰρ οὐχ ὅτι εἰδέναι ἀλλὰ καὶ μόνος εἰδέναι ἤθελε, καὶ πάντα οὐχ ὅτι δύνασθαι ἀλλὰ καὶ μόνος δύνασθαι ἠβούλετο, καὶ διὰ τοῦτο οὔτε τινὶ συμβούλῳ ἐχρῆτο καὶ τοῖς χρηστόν τι εἰδόσιν ἐφθόνει. ἐφίλησε μὲν γὰρ οὐδένα πώποτε, ἐμίσησε δὲ πάντας τοὺς προφέροντας [p. 304] ἔν τινι, μάλιστα δὲ οὓς μάλιστα ἀγαπᾶν προσεποιεῖτο: καὶ αὐτῶν συχνοὺς καὶ διέφθειρεν τρόπον τινά. ἐφόνευε μὲν γὰρ καὶ ἐκ τοῦ φανεροῦ πολλούς: ἤδη δὲ καὶ πέμπων τινὰς ἐς ἔθνη μὴ ἐπιτήδεια σφίσιν, ἀλλ᾽ ἐναντίαν τῇ τοῦ σώματος αὐτῶν καταστάσει τὴν τοῦ ἀέρος ἀκρασίαν ἔχοντα, οὕτως αὐτοὺς ὡς καὶ πάνυ τιμῶν ὑπεξῄρει, τοὺς μὲν καύμασι τοὺς δὲ ψύχεσιν ἀκράτοις, οἷς οὐκ ἔχαιρεν, ἐκδιδούς. εἰ δ᾽ οὖν καὶ ἐφείδετό τινων μὴ ἀποκτεῖναί σφας, ἀλλ᾽ ἐπίεζέ γε αὐτοὺς ὥστε καὶ † κηλιδοῦσθαι. † ” Exc. Val. 368 (p. 746). “ 12. τὸ μὲν οὖν σύμπαν τοιοῦτος ἦν. ἐν δὲ τοῖς πολέμοις ὁποῖος, ἐροῦμεν.” Xiph. 332, 5, 6 R. St. “ [1α] ὅτι Ἄγβαρος ὁ τῶν Ὀσροηνῶν βασιλεὺς ἐπειδὴ ἅπαξ ἐν κράτει τῶν ὁμοφύλων ἐγένετο, οὐδὲν ὅ τι τῶν δεινοτάτων τοὺς προέχοντας αὐτῶν οὐκ ἐξειργάσατο. λόγῳ μὲν ἐς τὰ τῶν Ῥωμαίων ἤθη μεθίστασθαι ἠνάγκαζεν, ἔργῳ δὲ τῆς κατ᾽ αὐτῶν ἐξουσίας ἀπλήστως ἐνεφορεῖτο.” Exc. Val. 369 (p. 746). “ [1.2] Ἠπατηκὼς γὰρ τὸν βασιλέα τῶν Ὀσροηνῶν Αὔγαρον ὡς δὴ παρὰ φίλον αὐτὸν ἥκειν, ἔπειτα συλλαβὼν ἔδησε, καὶ τὴν Ὀσροηνὴν οὕτως ἀβασίλευτον οὖσαν λοιπὸν ἐχειρώσατο. τὸν δὲ τῶν Ἀρμενίων βασιλέα διαφερόμενον μετὰ τῶν ἰδίων παίδων ἐκάλεσε μὲν φιλικοῖς γράμμασιν ὡς δὴ εἰρηνεύσων αὐτούς, ἔδρασε δὲ καὶ περὶ τούτους ἃ καὶ περὶ τὸν Αὔγαρον. [p. 306] οὐ μὴν καὶ οἱ Ἀρμένιοι προσεχώρησαν αὐτῷ, ἀλλ᾽ ἐς ὅπλα ἐχώρησαν, καὶ οὐκέτ᾽ οὐδεὶς αὐτῷ τὸ παράπαν οὐδὲν ἐπίστευσεν, ὥστε καὶ ἔργῳ αὐτὸν ἐκμαθεῖν ὅσον αὐτοκράτορι ζημίωμά ἐστι τό τι ἀπατηλὸν πρὸς φίλους πρᾶξαι.” Xiph. 332, 7-16 R. St. “ [2α] ὅτι ὁ αὐτὸς μέγιστον ἐμεγαλοφρόνει ὅτι τοῦ Οὐολογαίσου τοῦ τῶν Πάρθων βασιλέως τελευτήσαντος οἱ παῖδες περὶ τῆς βασιλείας ἐμάχοντο, ὡς ἐξ ἰδίας παρασκευῆς τὸ κατὰ τύχην συμβὰν γεγονὸς προσποιούμενος. οὕτω που σφόδρα ἀεὶ καὶ τῷ ἔργῳ καὶ τῇ διχοστασίᾳ τῇ τῶν ἀδελφῶν καὶ τῇ τῶν ἀλλοτρίων ἀλληλοφονίᾳ ἔχαιρεν.” Exc. Val. 370 (p. 746). “ οὐκ ὤκνησε δὲ γράψαι πρὸς τὸ συνέδριον καὶ περὶ τῶν ἐν Πάρθοις βασιλευόντων, ἀδελφῶν τε ὄντων καὶ πρὸς ἀλλήλους στασιαζόντων, ὅτι ἡ τῶν ἀδελφῶν διαφορὰ μέγα τι κακὸν τὸ κοινὸν τῶν Πάρθων ἐργάσεται, ὥσπερ που τῶν βαρβαρικῶν πραγμάτων φθαρῆναι διὰ τοῦτο δυναμένων, τῶν δὲ Ῥωμαϊκῶν σεσωσμένων ἀλλ᾽ οὐκ ἄρδην τρόπον τινὰ ἀνατετραμμένων, οὐ κατ᾽ ἐκεῖνο μόνον ὅτι ἐπὶ μεγάλῳ τῶν ἀνθρώπων κακῷ τοσαῦτα καὶ τοιαῦτα τῆς τοῦ ἀδελφοῦ σφαγῆς ὑποφόνια τοῖς στρατιώταις ἐδεδώκει, ἀλλ᾽ ὅτι καὶ πάμπολλοι ἐσυκοφαντήθησαν, οὐχ ὅπως οἱ ἐπιστείλαντές τι ἢ δωροφορήσαντες αὐτῷ ἢ Καίσαρι ἔτι ὄντι ἢ καὶ αὐτοκράτορι γενομένῳ, ἀλλὰ καὶ οἱ λοιποὶ οἷς μηδεπώποτε πρᾶγμα πρὸς αὐτὸν ἐγεγόνει. καὶ εἴ γέ τις ἔγραψε τὸ [p. 308] ὄνομα τὸ τοῦ Γέτα μόνον ἢ εἶπε μόνον, εὐθὺς ἀπώλετο. ὅθεν οὐδ᾽ ἐν ταῖς κωμῳδίαις οἱ ποιηταὶ ἔτι αὐτῷ ἐχρῶντο: καὶ γὰρ καὶ αἱ οὐσίαι πάντων ὧν ἐν ταῖς διαθήκαις αὐτοῦ τὸ ὄνομα γεγραμμένον εὑρέθη ἐδημοσιώθησαν.” Xiph. 332, 16-30 R. St. “ ὅτι πολλὰ καὶ ἀργυρολογίας ἕνεκα ἐποίει. ὅτι καὶ μῖσος πρὸς τὸν τετελευτηκότα ἀδελφὸν ἐπεδείκνυτο καταλύσας τὴν τῶν γενεσίων αὐτοῦ τιμήν, καὶ τοῖς τὰς εἰκόνας αὐτοῦ βαστάσασι λίθοις ὠργίζετο, καὶ τὸ νόμισμα τὸ προφέρον αὐτὸν συνεχώνευσεν. καὶ οὐδὲ ταῦτα ἀπέχρησεν αὐτῷ, ἀλλὰ καὶ τότε μάλιστα ἀνοσιουργεῖν ἐπετήδευσε καὶ τοὺς ἄλλους μιαιφονεῖν ἠνάγκαζεν, ὥσπερ τινὰ ἐναγισμὸν ἐτήσιον τῷ ἀδελφῷ ποιούμενος.” Exc. Val. 371 (p. 746). “ 13. ὅτι τοιαῦτα ἐπὶ τῷ ἐκείνου φόνῳ φρονῶν καὶ πράττων χαίρειν τῇ τῶν βαρβάρων ἀδελφῶν διχοστασίᾳ ὡς καὶ μέγα τι κακὸν ἐκ τούτου τῶν Πάρθων πεισομένων. οὐ μέντοι καὶ τὰ Κελτικὰ ἔθνη οὔθ᾽ ἡδονὴν οὔτε σοφίας ἢ ἀνδρείας προσποίησίν τινα ἤνεγκεν, ἀλλὰ καὶ πάνυ καὶ ἀπατεῶνα καὶ εὐήθη καὶ δειλότατον αὐτὸν ἐξήλεγξεν ὄντα.” Exc. Val. 372 (p. 749). “ ὅτι ὁ Ἀντωνῖνος ἐς τοὺς Ἀλαμαννοὺς στρατεύσας διέταττεν, εἴ πού τι χωρίον ἐπιτήδειον πρὸς ἐνοίκησιν εἶδεν, ‘ἐνταῦθα φρούριον τειχισθήτω, ἐνταῦθα πόλις οἰκοδομηθήτω.’ καὶ [p. 310] ἐπωνυμίας γέ τινας τοῖς τόποις ἀφ᾽ ἑαυτοῦ ἐπωνόμαζε, τῶν ἐπιχωρίων μὴ ἀλλοιουμένων: οἱ μὲν γὰρ ἠγνόουν, οἱ δὲ παίζειν αὐτὸν ἐδόκουν. ἐξ οὗ δὴ καταφρονήσας αὐτῶν οὐδὲ ἐκείνων ἀπέσχετο, ἀλλ᾽ οἷς συμμαχήσων ἀφῖχθαι ἔλεγεν, τούτους τὰ τῶν πολεμιωτάτων ἔδρασε: συνεκάλεσε γὰρ τὴν ἡλικίαν αὐτῶν ὡς καὶ μισθοφορήσουσαν, καὶ πᾶσαν ἀπὸ παραγγέλματος, αὐτὸς τὴν ἀσπίδα ἀναδείξας, ἐνεκυκλώσατο καὶ κατέκοψε, καὶ τοὺς λοιπούς, περιπέμψας ἱππέας, συνέλαβεν.” Exc. Val. 373 (p. 749). “ ὅτι ὁ Ἀντωνῖνος Πανδίονα, ἄνδρα πρότερον μὲν ἡνιόχων ὑπηρέτην γενόμενον, ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Ἀλαμαννοὺς ἀρματηλατοῦντα αὐτῷ καὶ κατὰ τοῦτο καὶ ἑταῖρον ὄντα καὶ συστρατιώτην, ἐπῄνεσεν ἐν τῇ γερουσίᾳ διὰ γραμμάτων ὡς καὶ ἐκ κινδύνου τινὸς ἐξαισίου ὑπ᾽ αὐτοῦ σωθείς, οὐδ᾽ ᾐσχύνθη πλείονα ἐκείνῳ χάριν ἢ τοῖς στρατιώταις, οὓς καὶ ἡμῶν ἀεὶ κρείττους ἦγεν, ἔχων.” Exc. Val. 374 (p. 749). “ ὅτι τῶν ἐλλογιμωτάτων οὓς ἔσφαξεν ὁ Ἀντωνῖνος ἀτάφους τινὰς ῥίπτεσθαι ἐκέλευσε. ” Exc. Val. 375 (p. 749). “ ὅτι τὸ τοῦ Σύλλου μνημεῖον ἀναζητήσας ἐπεσκεύασε, τῷ τε Μεσομήδει τῷ τοὺς κιθαρῳδικοὺς νόμους συγγράψαντι κενοτάφιον ἔχωσε, τῷ μὲν ὅτι καὶ κιθαρῳδεῖν ἐμάνθανεν, ἐκείνῳ δὲ ὅτι τὴν ὠμότητα αὐτοῦ ἐζήλου.” Exc. Val. 376 (p. 749)=Suid. s. v. *mesomh/dhs. “ [p. 312] 13. ἐν μέντοι ταῖς ἀναγκαίαις καὶ κατεπειγούσαις στρατείαις λιτὸς ἦν καὶ ἀπέριττος, τὰ μὲν διακονικὰ ὑπηρετήματα καὶ πάνυ ἀκριβῶς ἐξ ἴσου τοῖς ἄλλοις διαπονούμενος ῾καὶ γὰρ συνεβάδιζε τοῖς στρατιώταις καὶ συνέτρεχε, μὴ λουτρῷ χρώμενος, μὴ τὴν ἐσθῆτα ἀλλάσσων, ἀλλὰ καὶ πᾶν ἔργον συνεργαζόμενος καὶ πᾶσαν τροφὴν τὴν αὐτὴν ἐκείνοις αἱρούμενος: καὶ πολλάκις καὶ πρὸς τοὺς προέχοντας τῶν πολεμίων πέμπων προεκαλεῖτο αὐτοὺς ἐς μονομαχίαν᾽, τὰ δὲ δὴ στρατηγικά, ὧνπέρ που καὶ μάλιστα διαπεφυκέναι αὐτὸν ἐχρῆν, ἥκιστα καλῶς μεταχειριζόμενος, ὡς ἂν τῆς νίκης ἐν ἐκείνοις τοῖς ὑπηρετήμασιν ἀλλ᾽ οὐκ ἐν ταύτῃ τῇ ἐπιστήμῃ οὔσης. 14. ἐπολέμησε καὶ πρός τινας Κέννους, Κελτικὸν ἔθνος: οὓς λέγεται μετὰ τοσούτου θυμοῦ προσπεσεῖν τοῖς Ῥωμαίοις ὥστε καὶ τὰ βέλη, οἷς ὑπὸ τῶν Ὀσροηνῶν ἐτιτρώσκοντο, τοῖς στόμασιν ἐκ τῶν σαρκῶν ἀποσπᾶν, ἵνα μὴ τὰς χεῖρας ἀπὸ τῶν σφαγῶν αὐτῶν ἀποδιατρίβωσιν. οὐ μέντοι ἀλλὰ καὶ αὐτοὶ τὸ τῆς ἥττης ὄνομα πολλῶν χρημάτων ἀποδόμενοι συνεχώρησαν αὐτῷ ἐς τὴν Γερμανίαν ἀποσωθῆναι. τούτων γυναῖκες ἁλοῦσαι ὑπὸ τῶν Ῥωμαίων, ἐρωτήσαντος αὐτὰς τοῦ Ἀντωνίνου πότερον πραθῆναι ἢ φονευθῆναι βούλονται, τοῦθ᾽ εἵλοντο: ἔπειτ᾽ ἀπεμποληθεῖσαι [p. 314] πᾶσαι μὲν ἑαυτάς, εἰσὶ δ᾽ αἳ καὶ τὰ τεκνα ἀπέκτειναν.” Xiph. 332, 31-333, 18 R. St. “ ὅτι πολλοὶ καὶ τῶν παρ᾽ αὐτῷ τῷ ὠκεανῷ περὶ τὰς τοῦ Ἄλβιδος ἐκβολὰς οἰκούντων ἐπρεσβεύσαντο πρὸς αὐτὸν φιλίαν αἰτοῦντες, ἵνα χρήματα λάβωσιν. ἐπειδὴ γὰρ οὕτως ἐπεπράγει, συχνοὶ αὐτῷ ἐπέθεντο πολεμήσειν ἀπειλοῦντες, οἷς πᾶσι συνέθετο. καὶ γὰρ εἰ καὶ παρὰ γνώμην αὐτοῖς ἐλέγετο, ἀλλ᾽ ὁρῶντες τοὺς χρυσοῦς ἐδουλοῦντο: ἀληθεῖς γὰρ τοὺς χρυσοῦς αὐτοῖς ἐδωρεῖτο. τοῖς δὲ δὴ Ῥωμαίοις κίβδηλον καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεῖχεν: τὸ μὲν γὰρ ἐκ μολίβδου καταργυρούμενον, τὸ δὲ ἐκ χαλκοῦ καταχρυσούμενον ἐσκευάζετο.” Exc. Val. 378 (p. 750), Xiph. 333, 18-20 R. St. “ 15. ὅτι ὁ αὐτὸς τὰ μὲν ἄντικρυς ὡς καὶ καλὰ καὶ ἐπαίνου ἄξια, καὶ τὰ αἴσχιστα, ἐφανέρου, τὰ δὲ καὶ ἄκων δι᾽ αὐτῶν ὧν ἀντικατεσκεύαζεν ἐξέφαινεν, ὥσπερ που καὶ περὶ τῶν χρημάτων.” Exc. Val. 379 (p. 750). “ ὅτι πᾶσαν τὴν γῆν πᾶσαν δὲ τὴν θάλασσαν ἐπόρθησεν ὁ Ἀντωνῖνος, καὶ οὐδὲν ὅ τι τῶν ἁπάντων ἀκάκωτον κατέλιπεν.” Exc. Val. 380 (p. 750). “ ὅτι τὸν Ἀντωνῖνον ἔκφρονα καὶ παραπλῆγα αἱ τῶν πολεμίων ἐπῳδαὶ ἐπεποιήκεσαν: ἀκούοντες γάρ τινες τῶν Ἀλαμαννῶν ἔφασαν ὅτι μαγγανείαις τισὶν ἐπ᾽ ἐκπλήξει τῶν φρενῶν αὐτοῦ [p. 316] κέχρηνται. ἐνόσει μὲν γὰρ καὶ τῷ σώματι τὰ μὲν ἐμφανέσι τὰ δὲ καὶ ἀρρήτοις ἀρρωστήμασιν, ἐνόσει δὲ καὶ τῇ ψυχῇ πικροῖς τισὶ φαντάσμασι, καὶ πολλάκις γε καὶ ἐλαύνεσθαι ὑπό τε τοῦ πατρὸς ὑπό τε τοῦ ἀδελφοῦ ξιφηρῶν ἐδόκει. καὶ διὰ ταῦτα ἐψυχαγώγησε μέν, ὅπως τινὰ ἄκεσιν αὐτῶν λάβῃ, ἄλλας τέ τινας καὶ τὴν τοῦ πατρὸς τοῦ τε Κομμόδου ψυχήν, εἶπε δ᾽ οὐδεὶς οὐδὲν αὐτῷ πλὴν τοῦ Κομμόδου: τῷ γὰρ Σεουήρῳ καὶ ὁ Γέτας, ὥς φασι, καὶ ἄκλητος ἐφέσπετο. οὐ μὴν οὐδὲ ἐκεῖνος ἐξέφηνεν οὐδὲν ὠφελῆσαν αὐτόν, ἀλλὰ καὶ πᾶν τοὐναντίον, ὥστε καὶ προσεκφοβῆσαι: ἔφη γὰρ ταῦτα, ‘στεῖχε δίκης ἆσσον, θεοὶ ἥν σ᾽ αἰτοῦσι Σεουήρῳ,’ εἶθ᾽ ἕτερόν τι, καὶ ἐπὶ τελευτῆς ‘ἐν κρυφίοισι τόποισιν ἔχων δυσαλθέα νοῦσον.’ Ἐπὶ μὲν δὴ τούτοις δημοσιευθεῖσι πολλοὶ ἐπηρεάσθησαν: ἐκείνῳ δὲ οὐδεὶς οὐδὲ τῶν θεῶν οὐδὲν οὔτε ἐς τὴν τοῦ σώματος οὔτε ἐς τὴν τῆς ψυχῆς ἴασιν φέρον, καίτοι πάντας τοὺς ἐπιφανεστάτους θεραπεύσαντι, ἔχρησεν. ἀφ᾽ οὗπερ ἐναργέστατα διεδείχθη ὅτι μήτε τοῖς ἀναθήμασι μήτε ταῖς θυσίαις ἀλλὰ τοῖς βουλήμασι [p. 318] καὶ ταῖς πράξεσιν αὐτοῦ προσεῖχον. οὔτε γὰρ ὁ Ἀπόλλων ὁ Γράννος οὔθ᾽ ὁ Ἀσκληπιὸς οὔθ᾽ ὁ Σάραπις καίπερ πολλὰ ἱκετεύσαντι αὐτῷ πολλὰ δὲ καὶ προσκαρτερήσαντι ὠφέλησεν. ἔπεμψε γὰρ αὐτοῖς καὶ ἀποδημῶν καὶ εὐχὰς καὶ θυσίας καὶ ἀναθήματα, καὶ πολλοὶ καθ᾽ ἑκάστην οἱ τοιοῦτό τι φέροντες διέθεον: ἦλθε δὲ καὶ αὐτὸς ὡς καὶ τῇ παρουσίᾳ τι ἰσχύσων, καὶ ἔπραξεν πάνθ᾽ ὅσα οἱ θρησκεύοντές τι ποιοῦσιν, ἔτυχε δ᾽ οὐδενὸς τῶν ἐς ὑγίειαν τεινόντων.” Exc. Val. 381 (p. 750), Xiph. 333, 21-28 R. St. “ 16. ὅτι λέγων εὐσεβέστατος πάντων ἀνθρώπων εἶναι περιττότητι μιαιφονιῶν κατεχρήσατο, τῶν ἀειπαρθένων τέσσαρας ἀποκτείνας, ὧν μίαν αὐτός, ὅτε γε καὶ ἐδύνατο, ᾐσχύγκει: ὕστερον γὰρ ἐξησθένησεν πᾶσα αὐτῷ ἡ περὶ τὰ ἀφροδίσια [2.1] ἰσχύς. ἀφ᾽ οὗπερ καὶ ἕτερόν τινα τρόπον αἰσχρουργεῖν ἐλέγετο, καὶ ἀπ᾽ αὐτοῦ καὶ ἕτεροι τῶν ὁμοιοτρόπων, οἳ οὐχ ὅτι ὡμολόγουν τοιοῦτό τι ποιεῖν, ἀλλὰ καὶ ὑπὲρ τῆς σωτηρίας δὴ τῆς ἐκείνου πράττειν ταῦτα ἔφασκον.” Exc. Val. 382 (p. 753), Xiph. 333, 28-31 R. St. “ ὅτι νεανίσκος τις ἱππεὺς νόμισμα τὴν εἰκόνα αὐτοῦ † ἐς πορνεῖον ἐσήνεγκεν, ἔδειξαν:% ἐφ᾽ ᾧ δὴ τότε μὲν ὡς καὶ θανατωθησόμενος ἐδέθη, ὕστερον [2.2] δὲ τελευτῆσαι φθάσαντος αὐτοῦ ἀπελύθη. ἡ δὲ δὴ κόρη αὕτη, περὶ ἧς λέγω, Κλωδία Λαῖτα [p. 320] ὠνομάζετο: ἥτις καὶ μέγα βοῶσα, ‘οἶδεν αὐτὸς Ἀντωνῖνος ὅτι παρθένος εἰμί, οἶδεν αὐτὸς ὅτι καθαρεύω,’ ζῶσα κατωρύγη. καὶ συνεκοινώνησαν αὐτῇ καὶ ἕτεραι τρεῖς τῆς καταδίκης, ὧν αἱ μὲν δύο, Αὐρηλία τε Σεουῆρα καὶ Πομπωνία Ῥουφῖνα, ὁμοίως ἀπέθανον, Καννουτία δὲ Κρησκεντῖνα ἑαυτὴν ἄνωθεν ἀπὸ τῆς οἰκίας ἔρριψεν.” Exc. Val. 383 (p. 753), Xiph. 333, 31-334, 1 R. St. “ ὅτι καὶ περὶ τῶν μοιχευόντων τὸ αὐτὸ ἐποίει: μοιχικώτατος γὰρ ἀνδρῶν, ἐς ὅσον γε καὶ ἠδυνήθη, γενόμενος, τοὺς ἄλλους τοιαύτην αἰτίαν ἔχοντας καὶ ἤχθαιρε καὶ ἐφόνευε παρὰ τὰ νενομισμένα. καὶ πᾶσι τοῖς ἀγαθοῖς ἀνδράσιν ἀχθόμενος τιμᾶν τινὰς αὐτῶν ἀποθανόντας ἐπλάττετο.” Exc. Val. 384 (p. 754). “ ὅτι Ἀντωνῖνος πᾶσιν ἐπετίμα καὶ ἐνεκάλει ὅτι οὐδὲν αὐτὸν ᾔτουν: καὶ ἔλεγε πρὸς πάντας: ‘δῆλόν ἐστιν ὅτι οὐ θαρρεῖτέ μοι ἐξ ὧν μὴ αἰτεῖτέ με. εἰ δὲ μὴ θαρρεῖτε, ὑποπτεύετέ με, εἰ δὲ ὑποπτεύετε, φοβεῖσθε, εἰ δὲ φοβεῖσθε, μισεῖτε.’ ταῦτα δὲ πρόφασιν ἐπιβουλῆς ἐποιεῖτο.” Petr. Patr. exc. Vat. 145 (p. 230 Mai.=p. 214, 1-6 Dind.) “ [6α] ὅτι Ἀντωνῖνος Κορνιφικίαν μέλλων ἀναιρεῖν, ὡς δῆθεν τιμῶν ἐκέλευσεν αὐτὴν ἑλέσθαι θάνατον ὃν βούλεται ἀποθανεῖν. ἡ δὲ κλαύσασα πολλά, καὶ μνησθεῖσα τοῦ πατρὸς Μάρκου καὶ τοῦ πάππου Ἀντωνίνου καὶ τοῦ ἀδελφοῦ Κομμόδου, τέλος ἐπήγαγεν ταῦτα: ‘ὦ δυστυχὲς ψυχίδιον ἐν πονηρῷ σώματι καθειργμένον, ἔξελθε, ἐλευθερώθητι, δεῖξον αὐτοῖς ὅτι Μάρκου θυγάτηρ εἶ, κἂν μὴ θέλωσιν.’ καὶ ἀποθεμένη πάντα τὸν κόσμον [p. 322] ὃν περιεβέβλητο, καὶ εὐθετήσασα ἑαυτὴν τὰς φλέβας ἐπέτεμε καὶ ἀπέθανεν.” Petr. Patr. exc. “ ϝατ. 146 ῾π. 230 μαι.῀π. 214, 7-17 δινδ.᾿ ὅτι ἐς τὴν Θρᾴκην ἀφίκετο ὁ Ἀντωνῖνος μηδὲν ἔτι τῆς Δακίας φροντίσας, καὶ τὸν Ἑλλήσποντον οὐκ ἀκινδύνως διαβαλὼν τόν τε Ἀχιλλέα καὶ ἐναγίσμασι καὶ περιδρομαῖς ἐνοπλίοις καὶ ἑαυτοῦ καὶ τῶν στρατιωτῶν ἐτίμησε, καὶ ἐπὶ τούτῳ ἐκείνοις τε, ὡς καὶ μέγα τι κατωρθωκόσι καὶ τὸ Ἴλιον ὡς ἀληθῶς αὐτὸ τὸ ἀρχαῖον ᾑρηκόσι, χρήματα ἔδωκε, καὶ αὐτὸν τὸν Ἀχιλλέα χαλκοῦν ἔστησεν.” Exc. Val. 385 (p. 754). “ ὅτι εἰς Πέργαμον ὁ Ἀντωνῖνος παραγενόμενος καί τινων ἀμφισβητούντων ἔδοξεν ἔκ τινος μαντείου ἔπος τοιοῦτον προφέρειν, ‘Τηλεφίης γαίης ἐπιβήσεται Αὐσόνιος θήρ.’ καὶ ὅτι μὲν θὴρ ἐπεκλήθη, ἔχαιρε καὶ ἐσεμνύνετο καὶ πολλοὺς πάνυ ἀθρόως ἀνεῖλεν. ὁ δὲ τὸ ἔπος ποιήσας ἐγέλα καὶ ἔλεγεν ὅτι αὐτὸς τὸ ἔπος ἐποίησεν, ἐνδεικνύμενος ὅτι παρὰ πεπρωμένην οὐκ ἄν τις ἀποθάνοι, ἀλλ᾽ ἔστιν ἀληθὲς τὸ δημῶδες ὅτι ψεῦσται καὶ ἀπατεῶνες οὐδ᾽ ἂν ἀληθὲς εἴπωσί ποτε πιστεύονται.” Petr. Patr. “ εχξ. ϝατ. 147 ῾π. 230 ς#3. μαι.῀π. 214, 18-28 δινδ.᾿ 17. ἐδίκαζε μὲν οὖν ἤ τι ἢ οὐδέν, τὸ δὲ δὴ πλεῖστον τοῖς τε ἄλλοις καὶ τῇ φιλοπραγμοσύνῃ ἐσχόλαζε. πάντα γὰρ δή οἱ πανταχόθεν καὶ τὰ βραχύτατα ἀνηγγέλλετο: καὶ διὰ τοῦτο καὶ τοὺς στρατιώτας [p. 324] τοὺς ὠτακουστοῦντάς τε καὶ διοπτεύοντας αὐτὰ προσέταξεν ὑπὸ μηδενὸς πλὴν ὑφ᾽ ἑαυτοῦ κολάζεσθαι. καὶ ἐγένετο κατὰ τοῦτο οὐδὲν χρηστόν, ἀλλ᾽ ἐτυράννησαν ἡμῶν καὶ ἐκεῖνοι. καὶ ὅ γε μάλιστα καὶ ἀσχημονέστατον καὶ ἀναξιώτατον καὶ τῆς γερουσίας καὶ τοῦ δήμου Ῥωμαίων ἐγένετο, καὶ εὐνοῦχος ἡμῶν, τὸ γένος Ἴβηρ, τὸ δὲ ὄνομα Σεμπρώνιος Ῥοῦφος, τὸν δὲ δὴ τρόπον φαρμακεὺς καὶ γόης, ἐφ᾽ ᾧ δὴ καὶ ὑπὸ Σεουήρου ἐς νῆσον κατεκέκλειτο, κατεκράτησε. καὶ ὁ μὲν ἔμελλέ που δίκην ἐπὶ τούτῳ δώσειν ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐνδείξαντές τινας: ἐκεῖνος δὲ ἐπήγγελλε μὲν ὡς καὶ μετὰ τὴν ἕω αὐτίκα δικάσων ἢ καὶ ἄλλο τι δημόσιον πράξων, παρέτεινε δὲ ἡμᾶς καὶ ὑπὲρ τὴν μεσημβρίαν καὶ πολλάκις καὶ μέχρι τῆς ἑσπέρας, μηδὲ ἐς τὰ πρόθυρα ἐσδεχόμενος ἀλλ᾽ ἔξω που ἑστῶτας: ὀψὲ γάρ ποτε ἔδοξεν αὐτῷ μηκέτι μηδ᾽ ἀσπάζεσθαι ἡμᾶς ὡς πλήθει. ἐν δὲ τούτῳ τά τε ἄλλα ἐφιλοπραγμόνει ὥσπερ εἶπον, καὶ ἅρματα ἤλαυνε θηρία τε ἔσφαζε καὶ ἐμονομάχει καὶ ἔπινε καὶ ἐκραιπάλα, καὶ τοῖς στρατιώταις τοῖς τὴν ἔνδον αὐτοῦ φρουρὰν ἔχουσι καὶ κρατῆρας πρὸς τῇ ἄλλῃ τροφῇ ἐκεράννυε καὶ κύλικας καὶ παρόντων ἡμῶν καὶ ὁρώντων διέπεμπε, καὶ μετὰ τοῦτο ἔστιν ὅτε καὶ ἐδίκαζε. 18. ταῦτά τε ἐν τῇ Νικομηδείᾳ χειμάσας ἔπραξε, καὶ τὴν φάλαγγα τὴν Μακεδονικὴν ἐξήσκησε, μηχανήματά τε δύο μέγιστα πρός τε τὸν Ἀρμενικὸν καὶ πρὸς τὸν Παρθικὸν πόλεμον κατεσκεύασεν, ἵνα διαλύσας αὐτὰ ἐπὶ πλοίων ἐς τὴν Συρίαν ἀποκομίσῃ. [p. 326] τὰ δὲ ἄλλα ἐμιαιφόνει καὶ παρηνόμει καὶ τὰ χρήματα κατανήλισκεν. οὐδὲ ἐπείθετο οὔτε περὶ τούτων οὔτε περὶ τῶν ἄλλων τῇ μητρὶ πολλὰ καὶ χρηστὰ παραινούσῃ, καίτοι καὶ τὴν τῶν βιβλίων τῶν τε ἐπιστολῶν ἑκατέρων, πλὴν τῶν πάνυ ἀναγκαίων, διοίκησιν αὐτῇ ἐπιτρέψας, καὶ τὸ ὄνομα αὐτῆς ἐν ταῖς πρὸς τὴν βουλὴν ἐπιστολαῖς ὁμοίως τῷ τε ἰδίῳ καὶ τῷ τῶν στρατευμάτων, ὅτι σώζεται, μετ᾽ ἐπαίνων πολλῶν ἐγγράφων. τί γὰρ δεῖ λέγειν ὅτι καὶ ἠσπάζετο δημοσίᾳ πάντας τοὺς πρώτους καθάπερ καὶ ἐκεῖνος; ἀλλ᾽ ἡ μὲν καὶ μετὰ τούτων ἔτι μᾶλλον ἐφιλοσόφει, ὁ δὲ ἔλεγε μὲν μηδενὸς ἔξω τῶν ἀναγκαίων προσδεῖσθαι, καὶ ἐπὶ τούτῳ καὶ ἐσεμνύνετο ὡς ὅτι εὐτελεστάτῃ τῇ διαίτῃ χρῆσθαι δυνάμενος, ἦν δὲ οὐδὲν οὐκ ἐπίγειον, οὐ θαλάττιον, οὐκ ἀέριον, ὃ μὴ οὐ καὶ ἰδίᾳ καὶ δημοσίᾳ αὐτῷ παρείχομεν. καὶ ἀπ᾽ αὐτῶν ἐλάχιστα μὲν τοῖς φίλοις τοῖς συνοῦσίν οἱ ἀνήλισκεν ῾οὐδὲ γὰρ συσσιτεῖν ἔθ᾽ ἡμῖν ἤθελεν᾽, τὰ δὲ δὴ πλείω μετὰ τῶν ἐξελευθέρων ἐδαπάνα. τοῖς δὲ μάγοις καὶ γόησιν οὕτως ἔχαιρεν ὡς καὶ Ἀπολλώνιον τὸν Καππαδόκην τὸν ἐπὶ τοῦ Δομιτιανοῦ ἀνθήσαντα ἐπαινεῖν καὶ τιμᾶν, ὅστις καὶ γόης καὶ μάγος ἀκριβὴς ἐγένετο, καὶ ἡρῷον αὐτῷ κατασκευάσαι.” Xiph. 334, 1-335, 9 R. St., Exc. Val. 386 (p. 754). “ 19. Ἐκστρατεύσαντι δὲ αὐτῷ κατὰ τῶν Πάρθων πρόφασις τοῦ πολέμου ἦν ὅτι Οὐολόγαισος τόν τε Τιριδάτην καὶ Ἀντίοχόν τινα μετ᾽ αὐτοῦ ἐξαιτήσαντι αὐτῷ οὐκ ἐξέδωκεν. ὁ δὲ Ἀντίοχος [p. 328] Κίλιξ μὲν ἦν καὶ φιλοσοφεῖν κυνηδὸν τὰ πρῶτα ἐπλάττετο, καὶ πλεῖστά γε ἐκ τούτου τοὺς στρατιώτας ἐν τῷ πολέμῳ ὠφέλησεν: ἀπαλγοῦντας γὰρ αὐτοὺς ὑπὸ τοῦ πολλοῦ ῥίγους ἐπερρώννυεν, ἔς τε τὴν χιόνα ῥίπτων ἑαυτὸν καὶ ἐν αὐτῇ καλινδούμενος, ὅθενπερ καὶ χρημάτων καὶ τιμῶν καὶ παρ᾽ αὐτοῦ τοῦ Σεουήρου καὶ παρὰ τοῦ Ἀντωνίνου ἔτυχεν: ἐπαρθεὶς δὲ ἐπὶ τούτοις τῷ Τιριδάτῃ συνεξητάσθη, καὶ μετ᾽ αὐτοῦ πρὸς τὸν Πάρθον ηὐτομόλησε.” Xiph. 335, 9-18 R. St., Exc. Val. 387 (p. 754), Suid. s.vv. *)anti/oxos “ ὁ αὐτόμολος, ἀπαλγοῦντες. 20. [2.2] ὅτι ὁ Ἀντωνῖνος ἑαυτὸν διέβαλε, φάσκων ὅτι τῶν Κελτῶν τὴν θρασύτητα καὶ τὴν ἀπληστίαν τήν τε ἀπιστίαν, ἀνάλωτον οὖσαν βίᾳ, ἀπατήσας εἰλήφει.” Exc. Val. 388 (p. 754). “ ὅτι ὁ αὐτὸς τὸν μὲν Λουσκῖνον τὸν Φαβρίκιον ἐπῄνει ὅτι μὴ ἠθέλησε τὸν Πύρρον διὰ τοῦ φίλου αὐτοῦ δολοφονῆσαι, ἐμεγαλοφρονεῖτο δὲ ἐπὶ τῷ τοὺς Οὐανδίλους καὶ τοὺς Μαρκομάνους φίλους ὄντας ἀλλήλοις συγκεκρουκέναι, καὶ ὅτι καὶ τὸν τῶν Κουάδων βασιλέα Γαϊοβόμαρον κατηγορηθέντα ἀπεκτόνει. καὶ ὅτι τῶν συνόντων τις καὶ συγκατηγορουμένων αὐτῷ προαπήγξατο, ἐπέτρεψε τοῖς βαρβάροις τὸν νεκρὸν αὐτοῦ κατατρῶσαι, ἵν᾽ ὡς καὶ καταδεδικασμένος ἐσφάχθαι, ἀλλὰ μὴ ἑκουσίως, ὅπερ εὔδοξον παρ᾽ αὐτοῖς ἐνομίζετο, τετελευτηκέναι νομισθείη.” Exc. Val. 389 (p. 754). “ [p. 330] Ὅτι Καικίλιον Αἰμιλιανὸν τῆς Βαιτικῆς ἄρξαντα ὡς καὶ τῷ Ἡρακλεῖ τῷ ἐν τοῖς Γαδείροις χρησάμενον ἀπέκτεινεν.” Exc. Val. 390 (p. 757). “ 19. πρὶν δὲ ἀπᾶραι ἀπὸ Νικομηδείας, ἀγῶνα μονομαχίας ἐν αὐτῇ ἐπὶ τοῖς ἑαυτοῦ γενεθλίοις ἐποίησεν: οὐδὲ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῶν φόνων ἀπείχετο. ἔνθα λέγεται, ἡττηθέντος τι νὸς καὶ ἱκετεύοντος αὐτὸν ὅπως σωθῇ, τὸν Ἀντωνῖνον εἰπεῖν ‘ἄπελθε καὶ τοῦ ἀντιπάλου δεήθητι: ἐμοὶ γὰρ οὐκ ἔξεστί σου φείσασθαι.’ καὶ οὕτως ὁ ἄθλιος, τάχ᾽ ἂν ὑπὸ τοῦ ἀνταγωνιστοῦ σωθεὶς εἰ μὴ τοῦτο εἴρητο, διεφθάρη: οὐ γὰρ ἐτόλμησεν αὐτὸν ἀφεῖναι, ἵνα μὴ καὶ φιλανθρωπότερος τοῦ αὐτοκράτορος εἶναι δόξῃ. 20. καὶ μέντοι τοιαῦτα ποιῶν, καὶ ἐν τῇ Ἀντιοχείᾳ τρυφῶν ὥστε καὶ τὸ γένειον πάνυ ψιλίζεσθαι, αὐτός τε ὠδύρετο ὡς ἐν μεγάλοις δή τισι καὶ πόνοις καὶ κινδύνοις ὤν, καὶ τῇ γερουσίᾳ ἐπετίμα, τά τε ἄλλα ῥᾳστωνεύειν σφᾶς λέγων καὶ μήτε συνιέναι προθύμως μήτε κατ᾽ ἄνδρα τὴν γνώμην διδόναι. καὶ τέλος ἔγραψεν ὅτι ‘οἶδα μὲν ὅτι οὐκ ἀρέσκει τὰ ἐμὰ ὑμῖν: διὰ τοῦτο μέντοι καὶ ὅπλα καὶ στρατιώτας ἔχω, ἵνα μηδὲν τῶν λογοποιουμένων ἐπιστρέφωμαι.’ 21. τοῦ δὲ Πάρθου φοβηθέντος καὶ τὸν Τιριδάτην καὶ τὸν Ἀντίοχον ἐκδόντος, ἀφῆκε τὴν στρατείαν ἐν τῷ παραυτίκα. ἐς δὲ τοὺς Ἀρμενίους στείλας τὸν Θεόκριτον μετὰ στρατιᾶς ἰσχυρῶς ἔπταισε παρ᾽ αὐτῶν ἡττηθείς.” Xiph. 335, 18-336, 3 R. St. “ [p. 332] ὅτι Θεόκριτος ὁ Καισάρειος, δι᾽ οὗ ὀρχεῖσθαι ὁ Ἀντωνῖνος μεμάθηκεν, καὶ παιδικὰ τοῦ Σαωτέρου ἐγεγόνει καὶ κατὰ τοῦτο καὶ ἐς τὸ τῶν Ῥωμαίων θέατρον ἐσῆκτο. ἐπεὶ δὲ κακῶς ἐν αὐτῷ ἐφέρετο, ἐκ μὲν τῆς Ῥώμης ἐξέπεσεν, ἐς δὲ τὸ Λούγδουνον ἐλθὼν ἐκείνους ἅτε καὶ ἀγροικοτέρους ἔτερπε, καὶ ἐκ δούλου καὶ ἐξ ὀρχηστοῦ καὶ στρατιάρχης καὶ ἔπαρχος ἐγένετο.” Exc. Val. 391 (p. 757). “ ἦν δὲ ὁ Θεόκριτος ἐκ δούλου γεγονὼς καὶ τῇ ὀρχήστρᾳ ἐμπαιδοτριβηθείς, ἐς τοσαύτην μέντοι ἤλασε δυναστείαν παρ᾽ Ἀντωνίνῳ ὡς μηδὲν εἶναι ἄμφω πρὸς αὐτὸν τοὺς ἐπάρχους. τὰ δ᾽ ἴσα αὐτῷ καὶ Ἐπάγαθος, Καισάρειος καὶ αὐτὸς ὤν, καὶ ἠδύνατο καὶ παρηνόμει. ὁ γοῦν Θεόκριτος ῾διεφοίτα γὰρ ἄνω καὶ κάτω τῆς τῶν ἐπιτηδείων καὶ παρασκευῆς καὶ καπηλείας ἕνεκεν᾽ συχνοὺς διά τε ταῦτα καὶ ἄλλως ἀπέκτεινε: μεθ᾽ ὧν καὶ Τιτιανὸς Φλάουιος ἐφονεύθη. ἐπιτροπεύων γὰρ ἐν τῇ Ἀλεξανδρείᾳ προσέπταισέ τι αὐτῷ, κἀκεῖνος ἀναπηδήσας ἐκ τοῦ βάθρου τὸ ξίφος ἐσπάσατο: ἐφ᾽ ᾧ ὁ Τιτιανός ‘καὶ τοῦτο’ εἶπεν ‘ὡς ὀρχηστὴς ἐποίησας.’ ὅθεν ἐκεῖνος ὑπεραγανακτήσας ἀποσφαγῆναι αὐτὸν ἐκέλευσεν. 22. ὁ δὲ Ἀντωνῖνος, καίτοι τὸν Ἀλέξανδρον ὑπεραγαπᾶν φάσκων, τοὺς ἐκείνου πολίτας μικροῦ δεῖν πάντας ἄρδην ἀπώλεσεν. ἀκούων γὰρ ὅτι διαβάλλοιτο καὶ σκώπτοιτο παρ᾽ αὐτῶν ἐπί τε τοῖς ἄλλοις καὶ οὐχ ἥκιστα τῇ ἀδελφοκτονίᾳ, [p. 334] ὥρμησεν ἐπὶ τὴν Ἀλεξάνδρειαν, ἐπικρυπτόμενος τὴν ὀργὴν καὶ ποθεῖν αὐτοὺς προσποιούμενος. ἐπεὶ δὲ ἐς τὸ προάστειον ἦλθε, τοὺς μὲν πρώτους αὐτῶν μεθ᾽ ἱερῶν τινῶν ἀπορρήτων ἐλθόντας δεξιωσάμενος ὡς καὶ συνεστίους ποιῆσαι ἀπέκτεινε, μετὰ δὲ τοῦτο πάντα τὸν στρατὸν ἐξοπλίσας ἐς τὴν πόλιν ἐνέβαλε, πᾶσι μὲν τοῖς τῇδε ἀνθρώποις προπαραγγείλας οἴκοι μένειν, πάσας δὲ τὰς ὁδοὺς καὶ προσέτι καὶ τὰ τέγη προκατασχών. καὶ ἵνα τὰς κατὰ μέρος συμφορὰς τὰς τότε κατασχούσας τὴν ἀθλίαν πόλιν παρῶ, τοσούτους κατέσφαξεν ὥστε μηδὲ εἰπεῖν περὶ τοῦ πλήθους αὐτῶν τολμῆσαι, ἀλλὰ καὶ τῇ βουλῇ γράψαι ὅτι οὐδὲν διαφέρει πόσοι σφῶν ἢ τίνες ἐτελεύτησαν: πάντες γὰρ τοῦτο παθεῖν ἄξιοι ἦσαν. τῶν δὲ χρημάτων τὰ 23. μὲν διηρπάσθη τὰ δὲ διεφθάρη. συναπώλοντο δ᾽ οὖν αὐτοῖς καὶ τῶν ξένων πολλοί, καὶ συχνοί γε τῶν μετὰ τοῦ Ἀντωνίνου ἐλθόντων ἀγνοίᾳ συνδιεφθάρησαν: τῆς τε γὰρ πόλεως μεγάλης οὔσης, καὶ τῶν ἀνθρώπων ἐν πάσῃ ἅμα αὐτῇ καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν φονευομένων, οὐδένα, οὐδὲ εἰ πάνυ τις ἐβούλετο, διακρῖναι ἠδύνατο, ἀλλὰ καὶ ἔθνησκον ὥς που ἔτυχον, καὶ τὰ σώματά σφων αὐτίκα ἐς τάφρους βαθείας ἐνεβάλλετο, ὅπως ἀφανὲς ᾖ τοῖς λοιποῖς τὸ μέγεθος τῆς συμφορᾶς. ταῦτα μὲν οἱ ἐπιχώριοι ἔπαθον, οἱ δὲ δὴ ξένοι πάντες ἐξηλάθησαν πλὴν τῶν ἐμπόρων, καὶ δῆλον ὅτι καὶ τὰ ἐκείνων πάντα διηρπάσθη: καὶ γὰρ καὶ ἱερά τινα ἐσυλήθη. καὶ τούτων τὰ μὲν πλείω αὐτὸς ὁ Ἀντωνῖνος παρὼν καὶ [p. 336] ὁρῶν ἐποίει, τὰ δὲ καὶ ἐκ τοῦ Σεραπείου προσέταττέ τισιν: ἐν γὰρ τῷ τεμένει διῃτᾶτο κἀν ταῖς τῶν μιαιφονιῶν αὐτῶν νυξὶ καὶ ἡμέραις.” Xiph. 336, 3-337, 9 R. St. “ [2α] ὅτι τοὺς Ἀλεξανδρεῖς ἀποσφάττων ὁ Ἀντωνῖνος καὶ ἐν τῷ τεμένει διαιτώμενος ἐπέστειλε τῇ γερουσίᾳ ὅτι ἥγνευσεν ἐν αὐταῖς ἐν αἷς τά τε βοσκήματα ἅμα τῷ θεῷ καὶ τοὺς ἀνθρώπους ἑαυτῷ ἔθυεν.” Exc. Val. 392 (p. 757). “ καὶ τί τοῦτο εἶπον, ὁπότε καὶ τὸ ξίφος δι᾽ οὗ τὸν ἀδελφὸν ἀπεκτόνει ἀναθεῖναι τῷ θεῷ ἐτόλμησεν; ἐκ δὲ τούτου τάς τε θέας καὶ τὰ συσσίτια τῶν Ἀλεξανδρέων καταλύσας τὴν Ἀλεξάνδρειαν διατειχισθῆναί τε καὶ φρουρίοις διαληφθῆναι ἐκέλευσεν, ὅπως μηκέτ᾽ ἀδεῶς παρ᾽ ἀλλήλους φοιτῷεν. τοιαῦτα περὶ τὴν ταλαίπωρον Ἀλεξάνδρειαν ἔδρασεν ὁ Αὐσόνιος θήρ, ὡς τὸ ἀκροτελεύτιον τοῦ περὶ αὐτοῦ χρησμοῦ τοῦτον ὠνόμασεν, ᾧ καὶ χαίρειν ἔφασαν αὐτόν, τῇ τοῦ θηρὸς κλήσει καλλωπιζόμενον, εἰ καὶ πολλοὺς προφάσει τοῦ χρησμοῦ ἐφόνευσεν ὡς προενεγκαμένους αὐτόν.” Xiph. 337, 9-17 R. St., Exc. Van. 393 (p. 757). “ 24. ὅτι ὁ αὐτὸς τοῖς στρατιώταις ἆθλα τῆς στρατείας, τοῖς μὲν ἐν τῷ δορυφορικῷ τεταγμένοις ἐξακισχιλίας διακοσίας πεντήκοντα, τοῖς δὲ πεντακισχιλίας λαμβάνειν ... ” Exc. Val. 394 (p. 757). “ ὅτι ὁ σώφρων ἐκεῖνος, ὥς γε καὶ ἔλεγεν, ὁ τῆς [p. 338] τῶν ἄλλων ἀσελγείας ἐπιτιμητής, αἰσχίστου τε ἅμα καὶ δεινοτάτου τολμήματος γενομένου ἔδοξε μὲν ὀργὴν πεποιῆσθαι, τῷ δὲ δὴ μήτ᾽ ἐκείνῃ κατ᾽ ἀξίαν ἐπελθεῖν καὶ τοῖς νεανίσκοις προσεπιτρέψαι ποιεῖν ἃ μηδεὶς μέχρι τότε ἐτετολμήκει, πολύ σφισιν ἐλυμήνατο μιμησαμένοις τὰ τῶν ἑταιρῶν γυναικῶν καὶ τὰ τῶν ἀνδρῶν τῶν γελωτοποιῶν.” Exc. Val. 395 (p. 757). “ ὅτι ἐπὶ τῇ θέα τῇ Κουλήνῃ ἐπηγορία πολλὴ οὐχ ὅτι τοῖς ποιοῦσιν ἐκεῖ τι τῶν εἰωθότων ἀλλὰ καὶ τοῖς ὁρῶσιν ἐγίγνετο.” Exc. Val. 396 (p. 757).


BIBLIOGRAFIE:

Sursa: http://www.perseus.tufts.edu