Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (23)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (6)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (40)
   Recenzii (5)
   Repertorii arheologice (3)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (356)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Διόδωρος Σικελιώτης - Ιστορική Βιβλιοθήκη (ΙΒ')

[12,0] Τάδε ἔνεστιν ἐν τῇ δωδεκάτῃ τῶν Διοδώρου βίβλων. Περὶ τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον. Περὶ τῆς ἀποστάσεως τῶν Μεγαρέων ἀπὸ Ἀθηναίων. Περὶ τῆς γενομένης μάχης περὶ Κορώνειαν Ἀθηναίοις καὶ Βοιωτοῖς. Περὶ τῆς Ἀθηναίων στρατείας ἐπὶ τὴν Εὔβοιαν. Πόλεμος κατὰ τὴν Σικελίαν Συρακοσίοις πρὸς Ἀκραγαντίνους. Κτίσις κατὰ τὴν Ἰταλίαν Θουρίων καὶ στάσις πρὸς ἀλλήλους. Ὡς Χαρώνδας ὁ Θουρῖνος νομοθέτης αἱρεθεὶς πολλῶν ἀγαθῶν αἴτιος ἐγένετο τῇ πατρίδι. Ὡς Ζάλευκος νομοθετήσας ἐν Λοκροῖς μεγάλην δόξαν περιεποιήσατο. Ὡς Ἀθηναῖοι τοὺς Ἑστιαιεῖς ἐκβαλόντες ἰδίους οἰκήτορας ἐξέπεμψαν. Περὶ τοῦ γενομένου πολέμου Θουρίοις πρὸς Ταραντίνους. Περὶ τῆς γενομένης στάσεως ἐν τῇ Ῥώμῃ. Περὶ τοῦ γενομένου πολέμου Σαμίοις πρὸς Μιλησίους. Ὡς Συρακόσιοι στρατεύσαντες ἐπὶ Πικηνοὺς τὴν πόλιν κατέσκαψαν. Ὡς κατὰ τὴν Ἑλλάδα συνέστη πόλεμος ὁ κληθεὶς Κορινθιακός. Ὡς κατὰ τὴν Ἰταλίαν τὸ τῶν Καμπανῶν ἔθνος συνέστη. Ναυμαχία Κορινθίων πρὸς Κερκυραίους. Ἀπόστασις Ποτιδαίας καὶ Χαλκιδέων ἀπὸ Ἀθηναίων. Περὶ τῆς γενομένης στρατείας Ἀθηναίων ἐπὶ τοὺς Ποτιδαιάτας. Περὶ τῆς γενομένης στάσεως ἐν τοῖς Θουρίοις. Ὡς Μέτων ὁ Ἀθηναῖος πρῶτος ἐξέθηκε τὴν ἐννεακαιδεκαετηρίδα. Ὡς τὴν ἐν Ἰταλίᾳ Ἡράκλειαν Ταραντῖνοι ἔκτισαν. Ὡς ἐπὶ τῆς Ῥώμης Σπόριος Μαίλιος ἐπιθέμενος τυραννίδι ἀνῃρέθη. Περὶ τοῦ Πελοποννησιακοῦ κληθέντος πολέμου. Περὶ τῆς γενομένης μάχης Βοιωτοῖς πρὸς Πλαταιεῖς. Ὡς τῆς Μεθώνης πολιορκουμένης ὑπὸ Ἀθηναίων Βρασίδας ὁ Σπαρτιάτης ἀριστεύσας ἐδοξάσθη. Ὡς Ἀθηναῖοι στρατεύσαντες ἐπὶ Λοκροὺς πόλιν Θρόνιον ἐξεπόρθησαν. Ὡς Αἰγινῆται ὑπὸ Ἀθηναίων ἀνασταθέντες τὰ
62; καλουμένας Θυρέας κατῴκησαν. Ὡς Λακεδαιμόνιοι στρατεύσαντες εἰς τὴν Ἀττικὴν τὰς κτήσεις κατέφθειραν. Στρατεία Ἀθηναίων δευτέρα ἐπὶ τοὺς Ποτιδαιάτας. Στρατεία Λακεδαιμονίων εἰς Ἀκαρνανίαν καὶ ναυμαχία πρὸς Ἀθηναίους. Στρατεία Σιτάλκου μὲν εἰς Μακεδονίαν, Λακεδαιμονίων δὲ εἰς τὴν Ἀττικήν. Περὶ τῆς Λεοντίνων πρεσβείας εἰς τὰς Ἀθήνας καὶ τῆς Γοργίου τοῦ πρεσβεύσαντος δεινότητος ἐν τοῖς λόγοις. Περὶ τοῦ γενομένου πολέμου Λεοντίνοις πρὸς Συρακουσίους. Ἀπόστασις Λεσβίων ἀπὸ Ἀθηναίων καὶ Πλαταιῶν ἅλωσις καὶ κατασκαφὴ ὑπὸ Λακεδαιμονίων. Στάσις Κερκυραίων πρὸς ἀλλήλους. Ὡς Ἀθηναῖοι λοιμικῇ νόσῳ περιπεσόντες πολλοὺς ἀπέβαλον τῶν πολιτῶν. Ὡς Λακεδαιμόνιοι Ἡράκλειαν ἐν τῇ Τραχῖνι πόλιν ἔκτισαν. Ὡς Ἀθηναῖοι πολλοὺς τῶν Ἀμβρακιωτῶν ἀνελόντες ἠρήμωσαν τὴν πόλιν. Περὶ τῶν Λακεδαιμονίων τῶν ἐν τῇ Σφακτηρίᾳ νήσῳ αἰχμαλώτων γενομένων. Περὶ τῆς Ποστουμίου εἰς τὸν υἱὸν γενομένης ἐπιτιμήσεως ἕνεκα τῆς λειποταξίας. Περὶ τοῦ γενομένου πολέμου Λακεδαιμονίοις καὶ Ἀθηναίοις ὑπὲρ τῶν Μεγαρέων. Πόλεμος Λακεδαιμονίοις καὶ Ἀθηναίοις ὑπὲρ Χαλκιδέων. Μάχη κατὰ τὴν Βοιωτίαν Ἀθηναίοις πρὸς Βοιωτούς. Στρατεία Ἀθηναίων πρὸς τοὺς ἐν τῇ Λέσβῳ φυγάδας. Ἔκπτωσις Δηλίων ὑπὸ Ἀθηναίων. Ἅλωσις Τορώνης καὶ κατασκαφὴ ὑπὸ Ἀθηναίων. Ὡς Ἀθηναίων καὶ Λακεδαιμονίων ἰδίᾳ συνθεμένων συμμαχίαν ἀπηλλοτριώθησαν αἱ λοιπαὶ πόλεις ἀπ´ αὐτῶν. Ὡς Δήλιοι κατήχθησαν ὑπὸ Ἀθηναίων εἰς τὴν πατρίδα. Ὡς Λακεδαιμόνιοι πρὸς Μαντινεῖς καὶ Ἀργείους ἐπολέμησαν. Βυζαντίων καὶ Καλχηδονίων στρατεία εἰς τὴν Βιθυνίαν. Περὶ τῶν αἰτιῶν δι´ ἃς ἐπὶ Συρακούσας ἐστράτευσαν Ἀθηναῖοι.

[12,1] ΒΙΒΛΟΣ ΔΩΔΕΚΑΤΗ. Δικαίως ἄν τις ἀπορήσειε τὸν νοῦν ἐπιστήσας τῇ κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίᾳ· οὔτε γὰρ τῶν νομιζομένων ἀγαθῶν οὐδὲν ὁλόκληρον εὑρίσκεται δεδομένον τοῖς ἀνθρώποις οὔτε τῶν κακῶν αὐτοτελὲς ἄνευ τινὸς εὐχρηστίας. τούτου δὲ τὰς ἀποδείξεις ἐξέσται λαμβάνειν ἐπιστήσαντας τὴν διάνοιαν ταῖς προγεγενημέναις πράξεσι, καὶ μάλιστα ταῖς μεγίσταις. ἡ γὰρ Ξέρξου τοῦ Περσῶν βασιλέως ἐπὶ τὴν Ἑλλάδα στρατεία διὰ τὸ μέγεθος τῶν δυνάμεων τὸν μέγιστον ἐπέστησε φόβον τοῖς Ἕλλησιν, ὡς ἂν ὑπὲρ ἀνδραποδισμοῦ μελλόντων πολεμεῖν, καὶ προκαταδεδουλωμένων τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων πάντες ὑπέλαβον καὶ τὰς κατὰ τὴν Ἑλλάδα τῆς ὁμοίας τύχης πειράσεσθαι. τοῦ δὲ πολέμου παρὰ τὴν προσδοκίαν τὸ τέλος λαβόντος παράδοξον, οὐ μόνον τῶν κινδύνων ἀπελύθησαν οἱ τὴν Ἑλλάδα κατοικοῦντες, ἀλλὰ καὶ δόξαν μεγάλην κατεκτήσαντο, καὶ τοσαύτης εὐπορίας ἐπληρώθη πᾶσα πόλις Ἑλληνίς, ὥστε πάντας θαυμάσαι τὴν εἰς τοὐναντίον μεταβολήν. ἀπὸ τούτων γὰρ τῶν χρόνων ἐπὶ ἔτη πεντήκοντα πολλὴν ἐπίδοσιν ἔλαβεν ἡ Ἑλλὰς πρὸς τὴν εὐδαιμονίαν. ἐν τούτοις γὰρ τοῖς χρόνοις αἵ τε τέχναι διὰ τὴν εὐπορίαν ηὐξήθησαν, καὶ τότε μέγιστοι μνημονεύονται τεχνῖται γεγονέναι, ὧν ἐστι Φειδίας ὁ ἀγαλματοποιός· ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν παιδείαν ἐπὶ πολὺ προέβη, καὶ φιλοσοφία προετιμήθη καὶ ῥητορικὴ παρὰ πᾶσι μὲν Ἕλλησι, μάλιστα δὲ Ἀθηναίοις. φιλόσοφοι μὲν γὰρ οἱ περὶ τὸν Σωκράτη καὶ Πλάτωνα καὶ Ἀριστοτέλην, ῥήτορες δὲ Περικλῆς καὶ Ἰσοκράτης καὶ οἱ τούτου μαθηταί· ὁμοίως δὲ καὶ ἄνδρες ἐπὶ στρατηγίᾳ διαβεβοημένοι, Μιλτιάδης, Θεμιστοκλῆς, Ἀριστείδης, Κίμων, Μυρωνίδης καὶ ἕτεροι πλείονες, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.

[12,2] μάλιστα δὲ Ἀθηναῖοι τῇ τε δόξῃ καὶ ἀνδρείᾳ προκόψαντες διωνομάσθησαν καθ´ ὅλην σχεδὸν τὴν οἰκουμένην· ἐπὶ τοσοῦτο γὰρ τὴν ἡγεμονίαν ηὔξησαν, ὥστε ἄνευ Λακεδαιμονίων καὶ Πελοποννησίων ἰδίᾳ μεγάλας δυνάμεις Περσικὰς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κατηγωνίσαντο, καὶ τὴν περιβόητον Περσῶν ἡγεμονίαν ἐπὶ τοσοῦτον ἐταπείνωσαν, ὥστε ἀναγκάσαι πάσας τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐλευθερῶσαι κατὰ συνθήκας. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον τὰ κατὰ μέρος ἀνεγράψαμεν ἐν δυσὶ βίβλοις, ταύτῃ τε καὶ τῇ πρὸ ταύτης· νυνὶ δὲ ἐπὶ τὰς προκειμένας πράξεις τρεψόμεθα, προδιορίσαντες τοὺς οἰκείους τῇ γραφῇ χρόνους. ἐν μὲν οὖν τῇ πρὸ ταύτης βίβλῳ τὴν ἀρχὴν ἀπὸ τῆς Ξέρξου στρατείας ποιησάμενοι διήλθομεν τὰς κοινὰς πράξεις ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον Κίμωνος ἡγουμένου· ἐν ταύτῃ δὲ ἀπὸ τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον ποιησάμενοι διέξιμεν ἕως ἐπὶ τὸν ψηφισθέντα πόλεμον ὑπὸ Ἀθηναίων πρὸς Συρακοσίους.

[12,3] Ἐπ´ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐθυδήμου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Λεύκιον Κοΐντιον Κικιννᾶτον καὶ Μάρκον Φάβιον Οὐιβουλανόν. ἐπὶ δὲ τούτων Ἀθηναῖοι διαπεπολεμηκότες ὑπὲρ Αἰγυπτίων πρὸς Πέρσας, καὶ τὰς ναῦς ἁπάσας ἀπολωλεκότες ἐν τῇ λεγομένῃ Προσωπίτιδι νήσῳ, βραχὺν χρόνον διαλιπόντες ἔγνωσαν πάλιν πολεμεῖν τοῖς Πέρσαις ὑπὲρ τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων. καταρτίσαντες δὲ στόλον τριήρων διακοσίων, καὶ στρατηγὸν ἑλόμενοι Κίμωνα τὸν Μιλτιάδου, προσέταξαν πλεῖν ἐπὶ Κύπρον καὶ διαπολεμεῖν τοῖς Πέρσαις. ὁ δὲ Κίμων ἀναλαβὼν τὸν στόλον κεκοσμημένον ἀνδρῶν τε ἀρεταῖς καὶ χορηγίαις δαψιλέσιν ἔπλευσεν εἰς τὴν Κύπρον. κατ´ ἐκείνους δὲ τοὺς καιροὺς τῶν Περσικῶν δυνάμεων ἐστρατήγουν Ἀρτάβαζος καὶ Μεγάβυζο. Ἀρτάβαζο μὲν τὴν ἡγεμονίαν ἔχων ἐν τῇ Κύπρῳ διέτριβεν, ἔχων τριήρεις τριακοσίας, Μεγάβυζος δὲ περὶ τὴν Κιλικίαν ἐστρατοπέδευε, πεζὰς ἔχων δυνάμεις, ὧν ὁ ἀριθμὸς ἦν τριάκοντα μυριάδων. ὁ δὲ Κίμων καταπλεύσας εἰς τὴν Κύπρον καὶ θαλαττοκρατῶν Κίτιον μὲν καὶ Μάριον ἐξεπολιόρκησε, καὶ τοῖς κρατηθεῖσι φιλανθρώπως προσηνέχθη. μετὰ δὲ ταῦτα ἐκ Κιλικίας καὶ Φοινίκης προσφερομένων τριήρων τῇ νήσῳ, Κίμων ἐπαναχθεὶς καὶ πόλεμον συγκρούσας πολλὰς μὲν τῶν νεῶν κατέδυσεν, ἑκατὸν δὲ σὺν αὐτοῖς τοῖς ἀνδράσιν εἷλε, τὰς δὲ λοιπὰς μέχρι τῆς Φοινίκης κατεδίωξεν. οἱ μὲν οὖν Πέρσαι ταῖς ὑπολειφθείσαις ναυσὶ κατέφυγον εἰς τὴν γῆν, καθ´ ὃν τόπον ἦν Μεγάβυζος ἐστρατοπεδευκὼς μετὰ τῆς πεζῆς δυνάμεως· οἱ δὲ Ἀθηναῖοι προσπλεύσαντες καὶ τοὺς στρατιώτας ἐκβιβάσαντες συνῆψαν μάχην, καθ´ ἣν Ἀναξικράτης μὲν ὁ ἕτερος τῶν στρατηγῶν λαμπρῶς ἀγωνισάμενος ἡρωικῶς κ
;ατέστρεψε τὸν βίον, οἱ δὲ ἄλλοι κρατήσαντες τῇ μάχῃ καὶ πολλοὺς ἀνελόντες ἐπανῆλθον εἰς τὰς ναῦς. μετὰ δὲ ταῦτα Ἀθηναῖοι πάλιν ἀπέπλευσαν εἰς τὴν Κύπρον. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τὸ πρῶτον ἔτος τοῦ πολέμου.

[12,4] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Πεδιέως Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον Λακτοῦκαν καὶ Σπόριον Οὐεργίνιον Τρίκοστον. ἐπὶ δὲ τούτων Κίμων ὁ τῶν Ἀθηναίων στρατηγὸς θαλαττοκρατῶν ἐχειροῦτο τὰς κατὰ τὴν Κύπρον πόλεις. ἐν δὲ τῇ Σαλαμῖνι Περσικῆς φρουρᾶς οὔσης ἀξιολόγου, καὶ βελῶν καὶ ὅπλων παντοδαπῶν, ἔτι δὲ σίτου καὶ τῆς ἄλλης παρασκευῆς γεμούσης τῆς πόλεως, ἔκρινε συμφέρειν ταύτην ἐκπολιορκῆσαι. οὕτω γὰρ ὑπελάμβανε μάλιστα τῆς τε Κύπρου πάσης ῥᾳδίως κυριεύσειν καὶ τοὺς Πέρσας καταπλήξεσθαι, βοηθεῖν μὲν τοῖς Σαλαμινίοις μὴ δυναμένους διὰ τὸ θαλαττοκρατεῖν τοὺς Ἀθηναίους, ἐγκαταλιπόντας δὲ τοὺς συμμάχους καταφρονηθήσεσθαι, καθόλου δὲ τὸν ὅλον πόλεμον κριθήσεσθαι τῆς Κύπρου πάσης βίᾳ χειρωθείσης· ὅπερ καὶ συνέβη γενέσθαι. οἱ μὲν γὰρ Ἀθηναῖοι συστησάμενοι πολιορκίαν πρὸς τῇ Σαλαμῖνι καθ´ ἡμέραν προσβολὰς ἐποιοῦντο, οἱ δ´ ἐν τῇ πόλει στρατιῶται, ἔχοντες βέλη καὶ παρασκευήν, ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἠμύνοντο τοὺς πολιορκοῦντας. Ἀρταξέρξης δὲ ὁ βασιλεὺς πυθόμενος τὰ περὶ τὴν Κύπρον ἐλαττώματα, καὶ βουλευσάμενος μετὰ τῶν φίλων περὶ τοῦ πολέμου, ἔκρινε συμφέρειν εἰρήνην συνθέσθαι πρὸς τοὺς Ἕλληνας. ἔγραψε τοίνυν τοῖς περὶ Κύπρον ἡγεμόσι καὶ σατράπαις, ἐφ´ οἷς ἂν δύνωνται συλλύσασθαι πρὸς τοὺς Ἕλληνας. διόπερ οἱ περὶ τὸν Ἀρτάβαζον καὶ Μεγάβυζον ἔπεμψαν εἰς τὰς Ἀθήνας πρεσβευτὰς τοὺς διαλεξομένους περὶ συλλύσεως. ὑπακουσάντων δὲ τῶν Ἀθηναίων καὶ πεμψάντων πρέσβεις αὐτοκράτορας, ὧν ἡγεῖτο Καλλίας ὁ Ἱππονίκου, ἐγένοντο συνθῆκαι περὶ τῆς εἰρήνης τοῖς Ἀθηναίοις καὶ τοῖς συμμάχοις πρὸς τοὺς Πέρσας, ὧν ἐστι τὰ κεφάλαια ταῦτα· αὐτονόμους εἶναι τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις ἁπάσας, τοὺς δὲ τῶν Περσῶν σατράπας μὴ καταβαίνειν ἐπὶ θάλατταν κατωτέρω τριῶν ἡμερῶν ὁδόν, μηδὲ ναῦν μακρὰν πλεῖν ἐντὸς Φασήλιδος καὶ Κυανέων· ταῦτα δὲ τοῦ βασιλέως καὶ τῶν στρατηγῶν ἐπιτελούντων, μὴ στρατεύειν Ἀθηναίους εἰς τὴν χώραν, ἧς βασιλεὺς {Ἀρταξέρξης} ἄρχει. συντελεσθεισῶν δὲ τῶν σπονδῶν Ἀθηναῖοι τὰς δυνάμεις ἀπήγαγον ἐκ τῆς Κύπρου, λαμπρὰν μὲν νίκην νενικηκότες, ἐπιφανεστάτας δὲ συνθήκας πεποιημένοι. συνέβη δὲ καὶ τὸν Κίμωνα περὶ τὴν Κύπρον διατρίβοντα νόσῳ τελευτῆσαι.

[12,5] Ἐπ´ ἄρχοντος δὲ Ἀθήνησι Φιλίσκου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Ῥωμίλιον Οὐατικανὸν καὶ Γάιον Οὐετούριον Κιχώριον, Ἠλεῖοι δὲ ἤγαγον ὀλυμπιάδα τρίτην πρὸς ταῖς ὀγδοήκοντα, καθ´ ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος. ἐπὶ δὲ τούτων Μεγαρεῖς μὲν ἀπέστησαν ἀπὸ Ἀθηναίων, καὶ πρὸς Λακεδαιμονίους διαπρεσβευσάμενοι συμμαχίαν ἐποίησαν· οἱ δὲ Ἀθηναῖοι παροξυνθέντες ἐξέπεμψαν στρατιώτας εἰς τὴν τῶν Μεγαρέων χώραν, καὶ τὰς κτήσεις διαρπάσαντες πολλῆς ὠφελείας κύριοι κατέστησαν. τῶν δ´ ἐκ τῆς πόλεως βοηθούντων τῇ χώρᾳ συνέστη μάχη, καθ´ ἣν οἱ Ἀθηναῖοι νικήσαντες συνεδίωξαν τοὺς Μεγαρεῖς ἐντὸς τῶν τειχῶν.

[12,6] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Τιμαρχίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Σπόριον Ταρπήιον καὶ Αὖλον Ἀστέριον Φοντίνιον. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μὲν εἰς τὴν Ἀττικὴν ἐμβαλόντες ἐπόρθησαν πολλὴν χώραν, καὶ τῶν φρουρίων τινὰ πολιορκήσαντες ἐπανῆλθον εἰς τὴν Πελοπόννησον, Τολμίδης δὲ ὁ τῶν Ἀθηναίων στρατηγὸς εἷλε Χαιρώνειαν. τῶν δὲ Βοιωτῶν συστραφέντων καὶ τοῖς περὶ τὸν Τολμίδην ἐνεδρευσάντων, ἐγένετο μάχη καρτερὰ περὶ τὴν Κορώνειαν, καθ´ ἣν Τολμίδης μὲν μαχόμενος ἀνῃρέθη, τῶν δὲ ἄλλων Ἀθηναίων οἱ μὲν κατεκόπησαν, οἱ δὲ ζῶντες ἐλήφθησαν. τηλικαύτης δὲ συμφορᾶς γενομένης τοῖς Ἀθηναίοις, ἠναγκάσθησαν ἀφεῖναι τὰς πόλεις ἁπάσας τὰς κατὰ τὴν Βοιωτίαν αὐτονόμους, ἵνα τοὺς αἰχμαλώτους ἀπολάβωσιν.

[12,7] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Καλλιμάχου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Σέξτον Κοΐντιον - - - Τριγέμινον. ἐπὶ δὲ τούτων κατὰ τὴν Ἑλλάδα τεταπεινωμένων τῶν Ἀθηναίων διὰ τὴν ἐν Βοιωτίᾳ περὶ Κορώνειαν ἧτταν, ἀφίσταντο πολλαὶ τῶν πόλεων ἀπὸ τῶν Ἀθηναίων. μάλιστα δὲ τῶν κατοικούντων τὴν Εὔβοιαν νεωτεριζόντων, Περικλῆς {δὲ} αἱρεθεὶς στρατηγὸς ἐστράτευσεν ἐπὶ τὴν Εὔβοιαν μετὰ δυνάμεως ἀξιολόγου, καὶ τὴν μὲν πόλιν τῶν Ἑστιαιῶν ἑλὼν κατὰ κράτος ἐξῴκισε τοὺς Ἑστιαιεῖς ἐκ τῆς πατρίδος, τὰς δ´ ἄλλας καταπληξάμενος ἠνάγκασε πάλιν πειθαρχεῖν Ἀθηναίοις. σπονδὰς δ´ ἐποίησαν τριακονταετεῖς, Καλλίου καὶ Χάρητος συνθεμένων καὶ τὴν εἰρήνην βεβαιωσάντων.

[12,8] Κατὰ δὲ τὴν Σικελίαν Συρακοσίοις πρὸς Ἀκραγαντίνους συνέστη πόλεμος διὰ τοιαύτας αἰτίας. Συρακόσιοι καταπολεμήσαντες Δουκέτιον δυνάστην τῶν Σικελῶν, καὶ γενόμενον ἱκέτην ἀπολύσαντες τῶν ἐγκλημάτων, ἀπέδειξαν αὐτῷ τὴν τῶν Κορινθίων πόλιν οἰκητήριον. οὗτος δὲ ὀλίγον χρόνον μείνας ἐν τῇ Κορίνθῳ τὰς ὁμολογίας ἔλυσε, καὶ προσποιησάμενος χρησμὸν ὑπὸ θεῶν αὐτῷ δεδόσθαι κτίσαι τὴν Καλὴν Ἀκτὴν ἐν τῇ Σικελίᾳ, κατέπλευσεν εἰς τὴν νῆσον μετά τινων οἰκητόρων· συνεπελάβοντο δὲ καὶ τῶν Σικελῶν τινες, ἐν οἷς ἦν καὶ Ἀρχωνίδης ὁ τῶν Ἑρβιταίων δυναστεύων. οὗτος μὲν οὖν περὶ τὸν οἰκισμὸν τῆς Καλῆς Ἀκτῆς ἐγίνετο. Ἀκραγαντῖνοι δὲ ἅμα μὲν φθονοῦντες τοῖς Συρακοσίοις, ἅμα δ´ ἐγκαλοῦντες αὐτοῖς ὅτι Δουκέτιον ὄντα κοινὸν πολέμιον διέσωσαν ἄνευ τῆς Ἀκραγαντίνων γνώμης, πόλεμον ἐξήνεγκαν τοῖς Συρακοσίοις. σχιζομένων δὲ τῶν Σικελικῶν πόλεων, καὶ τῶν μὲν τοῖς Ἀκραγαντίνοις, τῶν δὲ τοῖς Συρακοσίοις συστρατευόντων, ἠθροίσθησαν παρ´ ἀμφοτέροις δυνάμεις ἀξιόλογοι. φιλοτιμίας δὲ μεγάλης γενομένης ταῖς πόλεσιν, ἀντεστρατοπέδευσαν ἀλλήλοις περὶ τὸν Ἱμέραν ποταμόν, καὶ γενομένης παρατάξεως ἐνίκησαν οἱ Συρακόσιοι, καὶ τῶν Ἀκραγαντίνων ἀνεῖλον ὑπὲρ τοὺς χιλίους. μετὰ δὲ τὴν μάχην διαπρεσβευσαμένων περὶ συνθέσεως τῶν Ἀκραγαντίνων, οἱ Συρακόσιοι συνέθεντο τὴν εἰρήνην.

[12,9] Καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Ἰταλίαν συνέβη κτισθῆναι τὴν τῶν Θουρίων πόλιν δι´ αἰτίας τοιαύτας. ἐν τοῖς ἔμπροσθεν χρόνοις Ἑλλήνων κτισάντων κατὰ τὴν Ἰταλίαν πόλιν Σύβαριν, συνέβη ταύτην λαβεῖν ταχεῖαν αὔξησιν διὰ τὴν ἀρετὴν τῆς χώρας. κειμένης γὰρ ἀνὰ μέσον δυεῖν ποταμῶν, τοῦ τε Κράθιος καὶ τοῦ Συβάριος, ἀφ´ οὗ ταύτης ἔτυχε τῆς προσηγορίας, οἱ κατοικισθέντες νεμόμενοι πολλὴν καὶ καρποφόρον χώραν μεγάλους ἐκτήσαντο πλούτους. πολλοῖς δὲ μεταδιδόντες τῆς πολιτείας ἐπὶ τοσοῦτο προέβησαν, ὥστε δόξαι πολὺ προέχειν τῶν κατὰ τὴν Ἰταλίαν οἰκούντων, πολυανθρωπίᾳ τε τοσοῦτο διήνεγκαν, ὥστε τὴν πόλιν ἔχειν πολιτῶν τριάκοντα μυριάδας. γενόμενος δὲ παρ´ αὐτοῖς δημαγωγὸς Τῆλυς, καὶ κατηγορῶν τῶν μεγίστων ἀνδρῶν, ἔπεισε τοὺς Συβαρίτας φυγαδεῦσαι τοὺς εὐπορωτάτους τῶν πολιτῶν πεντακοσίους καὶ τὰς οὐσίας αὐτῶν δημεῦσαι. τῶν δὲ φυγάδων παρελθόντων εἰς Κρότωνα καὶ καταφυγόντων ἐπὶ τοὺς εἰς τὴν ἀγορὰν βωμούς, ὁ μὲν Τῆλυς ἐξέπεμψε προσβευτὰς πρὸς τοὺς Κροτωνιάτας, οἷς ἦν προστεταγμένον ἢ τοὺς φυγάδας ἐκδοῦναι ἢ πόλεμον προσδέχεσθαι. συναχθείσης δὲ ἐκκλησίας καὶ προτεθείσης βουλῆς, πότερον χρὴ τοὺς ἱκέτας ἐκδοῦναι τοῖς Συβαρίταις ἢ πόλεμον ὑπομεῖναι πρὸς δυνατωτέρους, ἀπορουμένης τε τῆς συγκλήτου καὶ τοῦ δήμου, τὸ μὲν πρῶτον ἔῤῥεπε ταῖς γνώμαις τὸ πλῆθος πρὸς τὴν ἀπόδοσιν τῶν ἱκετῶν διὰ τὸν πόλεμον· μετὰ δὲ ταῦτα Πυθαγόρου τοῦ φιλοσόφου συμβουλεύσαντος σώζειν τοὺς ἱκέτας, μετέπεσον ταῖς γνώμαις καὶ τὸν πόλεμον ὑπὲρ τῆς τῶν ἱκετῶν σωτηρίας ἀνείλοντο. στρατευσάντων δ´ ἐπ´ αὐτοὺς τῶν Συβαριτῶν τριάκοντα μυριάσιν ἀντετάχθησαν οἱ Κροτωνιᾶται δέκα μυριάσι, Μίλωνος τοῦ ἀθλητοῦ ἡγουμένου καὶ διὰ τὴν ὑπερβολὴν τῆς τοῦ σώματος ῥώμης πρώτου τρεψαμένου τοὺς καθ´ αὑτὸν τεταγμένους. ὁ γὰρ ἀνὴρ οὗτος, ἑξάκις Ὀλύμπια νενικηκὼς καὶ τὴν ἀλκὴν ἀκόλουθον ἔχων τῇ κατὰ τὸ σῶμα φύσει, λέγεται πρὸς τὴν μάχην ἀπαντῆσαι κατεστεφανωμένος μὲν τοῖς Ὀλυμπικοῖς στεφάνοις, διεσκευασμένος δὲ εἰς Ἡρακλέους σκευὴν λεοντῇ καὶ ῥοπάλῳ· αἴτιον δὲ γενόμενον τῆς νίκης θαυμασθῆναι παρὰ τοῖς πολίταις.

[12,10] τῶν δὲ Κροτωνιατῶν διὰ τὴν ὀργὴν ζωγρεῖν μὲν μηδένα βουληθέντων, πάντας δὲ κατὰ τὴν φυγὴν τοὺς ὑποπεσόντας ἀποκτεινόντων, οἱ πλείους κατεκόπησαν· τὴν δὲ πόλιν διήρπασαν καὶ παντελῶς ἔρημον ἐποίησαν. ὕστερον δὲ ἔτεσιν ὀκτὼ πρὸς τοῖς πεντήκοντα Θετταλοὶ συνῴκισαν, καὶ μετ´ ὀλίγον ὑπὸ Κροτωνιατῶν ἐξέπεσον {πέντε ἔτεσιν ὕστερον τοῦ δευτέρου συνοικισμοῦ} κατὰ τοὺς ὑποκειμένους καιρούς {ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Καλλιμάχου συνῳκίσθη}. καὶ μετὰ βραχὺ μετασταθεῖσα εἰς ἕτερον τόπον προσηγορίας ἑτέρας ἔτυχε, κτιστῶν γενομένων Λάμπωνος καὶ Ξενοκρίτου τοῦτον τὸν τρόπον. οἱ γὰρ τὸ δεύτερον ἐκπεσόντες ἐκ τῆς πατρίδος Συβαρῖται πρέσβεις ἔπεμψαν εἰς τὴν Ἑλλάδα πρὸς Λακεδαιμονίους καὶ Ἀθηναίους, ἀξιοῦντες συνεπιλαβέσθαι τῆς καθόδου καὶ κοινωνῆσαι τῆς ἀποικίας. Λακεδαιμόνιοι μὲν οὖν οὐ προσέσχον αὐτοῖς, Ἀθηναῖοι δὲ συμπράξειν ἐπαγγειλάμενοι, δέκα ναῦς πληρώσαντες ἀπέστειλαν τοῖς Συβαρίταις, ὧν ἡγεῖτο Λάμπων τε καὶ Ξενόκριτος· ἐκήρυξαν δὲ κατὰ τὰς ἐν Πελοποννήσῳ πόλεις κοινοποιούμενοι τὴν ἀποικίαν τῷ βουλομένῳ μετέχειν τῆς ἀποικίας. ὑπακουσάντων δὲ πολλῶν καὶ λαβόντων χρησμὸν παρὰ τοῦ Ἀπόλλωνος, ὅτι δεῖ κτίσαι πόλιν αὐτοὺς ἐν τούτῳ τῷ τόπῳ, ὅπου μέλλουσιν οἰκεῖν μέτριον ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες, κατέπλευσαν εἰς τὴν Ἰταλίαν, καὶ καταντήσαντες εἰς τὴν Σύβαριν ἐζήτουν τὸν τόπον, ὃν ὁ θεὸς ἦν προστεταχὼς κατοικεῖν. εὑρόντες δὲ οὐκ ἄπωθεν τῆς Συβάρεως κρήνην ὀνομαζομένην Θουρίαν, ἔχουσαν αὐλὸν χάλκεον, ὃν ἐκάλουν οἱ ἐγχώριοι μέδιμνον, νομίσαντες εἶναι τοῦτον τὸν τόπον τὸν δηλούμενον ὑπὸ τοῦ θεοῦ περιέβαλον τεῖχος, καὶ κτίσαντ
49;ς πόλιν ὠνόμασαν ἀπὸ τῆς κρήνης Θούριον. τὴν δὲ πόλιν διελόμενοι κατὰ μὲν μῆκος εἰς τέτταρας πλατείας, ὧν καλοῦσι τὴν μὲν μίαν Ἡράκλειαν, τὴν δὲ Ἀφροδισίαν, τὴν δὲ Ὀλυμπιάδα, τὴν δὲ Διονυσιάδα, κατὰ δὲ τὸ πλάτος διεῖλον εἰς τρεῖς πλατείας, ὧν ἡ μὲν ὠνομάσθη Ἡρῴα, ἡ δὲ Θουρία, ἡ δὲ Θουρῖνα. τούτων δὲ τῶν στενωπῶν πεπληρωμένων ταῖς οἰκίαις ἡ πόλις ἐφαίνετο καλῶς κατεσκευάσθαι.

[12,11] ὀλίγον δὲ χρόνον ὁμονοήσαντες οἱ Θούριοι στάσει μεγάλῃ περιέπεσον οὐκ ἀλόγως. οἱ γὰρ προϋπάρχοντες Συβαρῖται τὰς μὲν ἀξιολογωτάτας ἀρχὰς ἑαυτοῖς προσένεμον, τὰς δ´εὐτελεῖς τοῖς ὕστερον προσγεγραμμένοις πολίταις· καὶ τὰς γυναῖκας ἐπιθύειν τοῖς θεοῖς ᾤοντο δεῖν πρώτας μὲν τὰς πολίτιδας, ὑστέρας δὲ τὰς μεταγενεστέρας· πρὸς δὲ τούτοις τὴν μὲν σύνεγγυς τῇ πόλει χώραν κατεκληρούχουν ἑαυτοῖς, τὴν δὲ πόῤῥῳ κειμένην τοῖς ἐπήλυσι. γενομένης δὲ διαφορᾶς διὰ τὰς εἰρημένας αἰτίας, οἱ προσγραφέντες ὕστερον πολῖται πλείους καὶ κρείττονες ὄντες ἀπέκτειναν σχεδὸν ἅπαντας τοὺς προϋπάρχοντας Συβαρίτας, καὶ τὴν πόλιν αὐτοὶ κατῴκησαν. πολλῆς δὲ οὔσης καὶ καλῆς χώρας, οἰκήτορας ἐκ τῆς Ἑλλάδος μεταπεμψάμενοι συχνούς, διενείμαντο τὴν πόλιν καὶ τὴν χώραν ἐπ´ ἴσης ἔνεμον. οἱ δὲ διαμένοντες ταχὺ πλούτους μεγάλους ἐκτήσαντο, καὶ πρὸς τοὺς Κροτωνιάτας φιλίαν συνθέμενοι καλῶς ἐπολιτεύοντο. συστησάμενοι δὲ πολίτευμα δημοκρατικὸν διεῖλον τοὺς πολίτας εἰς δέκα φυλάς, καὶ τὰς προσηγορίας ἁπάσαις περιέθηκαν ἐκ τῶν ἐθνῶν, τρεῖς μὲν ἀπὸ τῶν ἐκ Πελοποννήσου συναχθέντων ὀνομάσαντες Ἀρκάδα καὶ Ἀχαΐδα καὶ Ἠλείαν, τὰς ἴσας δὲ ἀπὸ τῶν ἔξωθεν ὁμοεθνῶν, Βοιωτίαν, Ἀμφικτυονίδα, Δωρίδα, τὰς δὲ λοιπὰς τέτταρας ἀπὸ τῶν ἄλλων γενῶν, Ἰάδα, Ἀθηναΐδα, Εὐβοΐδα, Νησιῶτιν. εἵλοντο δὲ καὶ νομοθέτην τὸν ἄριστον τῶν ἐν παιδείᾳ θαυμαζομένων πολιτῶν Χαρώνδαν. οὗτος δὲ ἐπισκεψάμενος τὰς ἁπάντων νομοθεσίας ἐξελέξατο τὰ κράτιστα καὶ κατέταξεν εἰς τοὺς νόμους· πολλὰ δὲ καὶ ἴδια ἐπινοησάμενος ἐξεῦρε, περὶ ὧν οὐκ ἀνοίκειόν ἐστιν ἐπιμνησθῆναι πρὸς διόρθωσιν τῶν ἀναγινωσκόντων.

[12,12] Πρῶτον μὲν γὰρ τοῖς μητρυιὰν ἐπαγομένοις κατὰ τῶν ἰδίων τέκνων ἔθηκε πρόστιμον τὸ μὴ γίνεσθαι συμβούλους τούτους τῇ πατρίδι, νομίζων τοὺς κακῶς περὶ τῶν ἰδίων τέκνων βουλευσαμένους καὶ συμβούλους κακοὺς ἔσεσθαι τῇ πατρίδι. ἔφη γὰρ τοὺς μὲν πρῶτον γήμαντας καὶ ἐπιτυχόντας δεῖν εὐημεροῦντας καταπαύειν, τοὺς δὲ ἀποτυχόντας τῷ γάμῳ καὶ πάλιν ἐν τοῖς αὐτοῖς ἁμαρτάνοντας ἄφρονας δεῖν ὑπολαμβάνεσθαι. τοὺς δ´ ἐπὶ συκοφαντίᾳ καταγνωσθέντας προσέταξε περιπατεῖν ἐστεφανωμένους μυρίκῃ, ὅπως ἐν πᾶσι τοῖς πολίταις φαίνωνται τὸ πρωτεῖον τῆς πονηρίας περιπεποιημένοι. διὸ καί τινας ἐπὶ τούτῳ τῷ ἐγκλήματι καταδικασθέντας τὸ μέγεθος τῆς ὕβρεως οὐκ ἐνεγκόντας ἑκουσίως ἑαυτοὺς ἐκ τοῦ ζῆν μεταστῆσαι. οὗ συντελεσθέντος ἐφυγαδεύθη πᾶς ἐκ τῆς πόλεως ὁ συκοφαντεῖν εἰωθώς, καὶ τὸ πολίτευμα μακάριον εἶχε βίον τῆς τοιαύτης κακίας ἀπηλλαγμένον. ἔγραψε δὲ ὁ Χαρώνδας καὶ περὶ τῆς κακομιλίας νόμον ἐξηλλαγμένον καὶ τοῖς ἄλλοις νομοθέταις παρεωραμένον. ὑπολαβὼν γὰρ τοὺς ἀγαθοὺς ἄνδρας ἐνίοτε διὰ τὴν πρὸς τοὺς πονηροὺς φιλίαν καὶ συνήθειαν διαστρέφεσθαι τὰ ἤθη πρὸς κακίαν, καὶ τὴν φαυλότητα καθάπερ λοιμικὴν νόσον ἐπινέμεσθαι τὸν βίον τῶν ἀνθρώπων καὶ νοσοποιεῖν τὰς ψυχὰς τῶν ἀρίστων· κατάντης γὰρ ἡ πρὸς τὸ χεῖρον ὁδός, ῥᾳδίαν ἔχουσα τὴν ὁδοιπορίαν· διὸ καὶ τῶν μετρίων πολλοὶ τοῖς ἤθεσιν, ὑπούλοις ἡδοναῖς δελεασθέντες, εἰς ἐπιτηδεύσεις χειρίστας περιώκειλαν· ταύτην οὖν τὴν διαφθορὰν ἀναστεῖλαι βουλόμενος ὁ νομοθέτης ἀπηγόρευσε τῇ τῶν πονηρῶν φιλίᾳ τε καὶ συνηθείᾳ χρήσασθαι, καὶ δίκας ἐποίησε κακομιλίας, καὶ προστίμοις μεγάλοις ἀπέτρεψε τοὺς ἁμ
αρτάνειν μέλλοντας. ἔγραψε δὲ καὶ ἕτερον νόμον ἀπὸ τούτου κρείττονα καὶ τοῖς παλαιοτέροις αὐτοῦ νομοθέταις ἠμελημένον· ἐνομοθέτησε γὰρ τῶν πολιτῶν τοὺς {υἱεῖς} ἅπαντας μανθάνειν γράμματα, χορηγούσης τῆς πόλεως τοὺς μισθοὺς τοῖς διδασκάλοις. ὑπέλαβε γὰρ τοὺς ἀπόρους τοῖς βίοις, ἰδίᾳ μὴ δυναμένους διδόναι μισθούς, ἀποστερήσεσθαι τῶν καλλίστων ἐπιτηδευμάτων.

[12,13] τὴν γὰρ γραμματικὴν παρὰ τὰς ἄλλας μαθήσεις προέκρινεν ὁ νομοθέτης, καὶ μάλα προσηκόντως· διὰ γὰρ ταύτης τὰ πλεῖστα καὶ χρησιμώτατα τῶν πρὸς τὸν βίον ἐπιτελεῖσθαι, ψήφους, ἐπιστολάς, διαθήκας, νόμους, τἄλλα τὰ τὸν βίον μάλιστα ἐπανορθοῦντα. τίς γὰρ ἂν ἄξιον ἐγκώμιον διάθοιτο τῆς τῶν γραμμάτων μαθήσεως; διὰ γὰρ τούτων μόνων οἱ μὲν τετελευτηκότες τοῖς ζῶσι διαμνημονεύονται, οἱ δὲ μακρὰν τοῖς τόποις διεστῶτες τοῖς πλεῖστον ἀπέχουσιν ὡς πλησίον παρεστῶσι διὰ τῶν γεγραμμένων ὁμιλοῦσι· ταῖς τε κατὰ πόλεμον συνθήκαις ἐν ἔθνεσιν ἢ βασιλεῦσι πρὸς διαμονὴν τῶν ὁμολογιῶν ἡ διὰ τῶν γραμμάτων ἀσφάλεια βεβαιοτάτην ἔχει πίστιν· καθόλου δὲ τὰς χαριεστάτας τῶν φρονίμων ἀνδρῶν ἀποφάσεις καὶ θεῶν χρησμούς, ἔτι δὲ φιλοσοφίαν καὶ πᾶσαν παιδείαν μόνη τηρεῖ καὶ τοῖς ἐπιγινομένοις ἀεὶ παραδίδωσιν εἰς ἅπαντα τὸν αἰῶνα. διὸ καὶ τοῦ μὲν ζῆν τὴν φύσιν αἰτίαν ὑποληπτέον, τοῦ δὲ καλῶς ζῆν τὴν ἐκ τῶν γραμμάτων συγκειμένην παιδείαν. ὅθεν ὡς μεγάλων τινῶν ἀγαθῶν ἀποστερουμένους τοὺς ἀγραμμάτους διωρθώσατο τῇ νομοθεσίᾳ ταύτῃ καὶ δημοσίας ἐπιμελείας τε καὶ δαπάνης ἠξίωσε, καὶ τοσοῦτον ὑπερεβάλετο τοὺς πρότερον νομοθετήσαντας δημοσίῳ μισθῷ τοὺς νοσοῦντας τῶν ἰδιωτῶν ὑπὸ ἰατρῶν θεραπεύεσθαι, ὥσθ´ οἱ μὲν τὰ σώματα θεραπείας ἠξίωσαν, ὁ δὲ τὰς ψυχὰς τὰς ὑπ´ ἀπαιδευσίας ἐνοχλουμένας ἐθεράπευσε, κἀκείνων μὲν τῶν ἰατρῶν εὐχόμεθα μηδέποτε χρείαν ἔχειν, τοῖς δὲ τῆς παιδείας διδασκάλοις ἐπιθυμοῦμεν ἅπαντα τὸν χρόνον συνδιατρίβειν.

[12,14] ἀμφότερα δὲ τὰ προειρημένα πολλοὶ τῶν ποιητῶν δι´ ἐμμέτρου ποιήματος μεμαρτυρήκασι· τὴν μὲν καχομιλίαν ἐν τοῖσδε, ὅστις δ´ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐπώποτ´ ἠρώτησα, γινώσκων ὅτι τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών· τὸν δὲ περὶ τῆς μητρυιᾶς τεθέντα ἐν τούτοις, τὸν νομοθέτην φασὶν Χαρώνδαν ἔν τινι νομοθεσίᾳ τά τ´ ἄλλα καὶ ταυτὶ λέγειν· ὁ παισὶν αὑτοῦ μητρυιὰν ἐπεισάγων μήτ´ εὐδοκιμείτω μήτε μετεχέτω λόγου παρὰ τοῖς πολίταις, ὡς ἐπείσακτον κακὸν κατὰ τῶν ἑαυτοῦ πραγμάτων πεπορισμένος. εἴτ´ ἐπέτυχες γάρ, φησί, γήμας τὸ πρότερον, εὐημερῶν κατάπαυσον, εἴτ´ οὐκ ἐπέτυχες, μανικὸν τὸ πεῖραν δευτέρας λαβεῖν πάλιν. ταῖς γὰρ ἀληθείαις ὁ δὶς ἐν τοῖς αὐτοῖς πράγμασιν ἁμαρτάνων ἄφρων ἂν δικαίως νομισθείη. καὶ Φιλήμονος τοῦ κωμῳδιογράφου γράφοντος τοὺς πολλάκις ναυτιλλομένους καὶ εἰπόντος νόμῳ τεθαύμακ´ οὐκ ἐπεὶ πέπλευκέ τις, ἀλλ´ εἰ πέπλευκε δίς, τὸ παραπλήσιον ἄν τις ἀποφαίνοιτο μὴ θαυμάζειν εἴ τις γεγάμηκεν, ἀλλ´ εἰ δὶς γεγάμηκε· κρεῖττον γὰρ εἶναι δὶς ἑαυτὸν θαλάττῃ παραβαλεῖν ἢ γυναικί. μέγισται γὰρ καὶ χαλεπώταται στάσεις ἐν ταῖς οἰκίαις γίνονται διὰ μητρυιὰς τέκνοις πρὸς πατέρας, καὶ διὰ ταῦτα πολλαὶ καὶ παράνομοι πράξεις ἐν τοῖς θεάτροις τραγῳδοῦνται.

[12,15] Ὁ δ´ οὖν Χαρώνδας καὶ ἕτερόν τινα νόμον ἀποδοχῆς ἀξιούμενον ἔγραψε, τὸν περὶ τῆς τῶν ὀρφανῶν φυλακῆς. οὗτος δ´ ἐξ ἐπιπολῆς μὲν θεωρούμενος οὐδὲν φαίνεται περιττὸν ἔχειν οὐδὲ ἀποδοχῆς ἄξιον, ἀναθεωρούμενος δὲ καὶ μετ´ ἀκριβείας ἐξεταζόμενος μεγάλην ἔχει σπουδήν τε καὶ δόξαν. ἔγραψε γὰρ τῶν μὲν ὀρφανικῶν χρημάτων ἐπιτροπεύειν τοὺς ἀγχιστεῖς τοὺς ἀπὸ πατρός, τρέφεσθαι δὲ τοὺς ὀρφανοὺς παρὰ τοῖς συγγενέσι τοῖς ἀπὸ μητρός. αὐτόθεν μὲν οὖν ὁ νόμος οὗτος οὐδὲν ὁρᾶται περιέχων σοφὸν ἢ περιττόν, ἐξεταζόμενος δὲ κατὰ βάθους εὑρίσκεται δικαίως ὢν ἄξιος ἐπαίνων. ζητουμένης γὰρ τῆς αἰτίας δι´ ἣν ἄλλοις μὲν τὴν οὐσίαν, ἑτέροις δὲ τὴν τῶν ὀρφανῶν τροφὴν ἐπίστευσεν, ἐκφαίνεταί τις ἐπίνοια τοῦ νομοθέτου περιττή· οἱ μὲν γὰρ ἀπὸ μητρὸς συγγενεῖς οὐ προσήκοντες τῇ κληρονομίᾳ τῶν ὀρφανῶν οὐκ ἐπιβουλεύσουσιν, οἱ δ´ ἀπὸ τοῦ πατρὸς οἰκεῖοι ἐπιβουλεῦσαι μὲν οὐ δύνανται διὰ τὸ μὴ πιστεύεσθαι τοῦ σώματος, τῆς δ´ οὐσίας εἰς ἐκείνους καθηκούσης, ἐὰν οἱ ὀρφανοὶ τελευτήσωσιν ἢ διὰ νόσον ἤ τινα ἄλλην περίστασιν, ἀκριβέστερον οἰκονομήσουσι τὰ χρήματα, ὡς ἰδίας τὰς ἐκ τῆς τύχης ἐλπίδας ἔχοντες.

[12,16] ἕτερον δὲ ἔθηκε νόμον κατὰ τῶν λιπόντων τὴν ἐν πολέμῳ τάξιν ἢ τὸ σύνολον μὴ ἀναλαβόντων τὰ ὅπλα ὑπὲρ τῆς πατρίδος. τῶν γὰρ ἄλλων νομοθετῶν κατὰ τῶν τοιούτων τεθεικότων θάνατον τὸ πρόστιμον, οὗτος προσέταξε τοὺς τοιούτους ἐν τῇ ἀγορᾷ ἐφ´ ἡμέρας τρεῖς καθῆσθαι ἐν ἐσθῆσι γυναικείαις. ὁ δὲ νόμος οὗτος ἅμα μὲν φιλανθρωπότερός ἐστι τῶν παρὰ τοῖς ἄλλοις, ἅμα δὲ λεληθότως τῷ μεγέθει τῆς ἀτιμίας ἀποτρέπει τοὺς ὁμοίους τούτοις τῆς ἀνανδρίας· κρεῖττον γάρ ἐστιν ἀποθανεῖν ἢ τοιαύτης ὕβρεως ἐν τῇ πατρίδι πειραθῆναι· ἅμα δὲ καὶ τοὺς ἁμαρτάνοντας οὐκ ἠφάνισεν, ἀλλὰ τῇ πόλει πρὸς τὰς πολεμικὰς χρείας ἐτήρησε, διορθωσομένους τῇ διὰ τῆς ὕβρεως κολάσει καὶ σπεύδοντας ἑτέροις ἀνδραγαθήμασιν ἐξαλεῖψαι τὴν προγεγενημένην αἰσχύνην. Διὰ δὲ τῆς ἀποτομίας τῶν νόμων διέσωσε τοὺς νόμους ὁ νομοθέτης. προσέταξε γὰρ ἐκ παντὸς τρόπου πείθεσθαι τῷ νόμῳ, κἂν ᾖ παντελῶς κακῶς γεγραμμένος· διορθοῦν δὲ συνεχώρησε τὸν χρείαν ἔχοντα διορθώσεως. τὸ μὲν γὰρ ἡττᾶσθαι ὑπὸ νομοθέτου καλὸν εἶναι ὑπελάμβανε, τὸ δὲ ὑπὸ ἰδιώτου παντελῶς ἄτοπον, καὶ εἰ ἐπὶ τῷ συμφέροντι γίνεται. καὶ μάλιστα διὰ τοῦ τοιούτου τρόπου τοὺς ἐν τοῖς δικαστηρίοις τῶν παρανενομηκότων προφάσεις καὶ διανοίας ἀντὶ τῶν ῥητῶν εἰσάγοντας ἐκώλυσε ταῖς ἰδίαις εὑρησιλογίαις καταλύειν τὴν τῶν νόμων ὑπεροχήν· διὸ καί τινας τῶν τοιαύτας κατηγορίας πεποιημένων πρὸς τοὺς δικαστὰς τοὺς δικάζοντας περὶ τῆς τῶν παρανενομηκότων τιμωρίας εἰπεῖν ὅτι σώζειν ἀναγκαῖον ἢ τὸν νόμον ἢ τὸν ἄνδρα.

[12,17] τὸν δ´ οὖν Χαρώνδαν φασὶ παραδοξότατον νενομοθετηκέναι περὶ τῆς διορθώσεως τῶν νόμων. ὁρῶντα γὰρ αὐτὸν ἐν ταῖς πλείσταις πόλεσι διὰ τὸ πλῆθος τῶν ἐπιχειρούντων ἐπανορθοῦν τοὺς νόμους λυμαινομένους μὲν τὰς προϋπαρχούσας νομοθεσίας, εἰς στάσεις δὲ τὰ πλήθη προαγομένους, ἴδιόν τι καὶ παντελῶς ἐξηλλαγμένον νομοθετῆσαι. προσέταξε γὰρ τὸν βουλόμενον διορθῶσαί τινα νόμον, ὅταν ποιῆται τὴν περὶ τῆς διορθώσεως συμβουλίαν, τὸν ἑαυτοῦ τράχηλον εἰς βρόχον ἐντιθέναι, καὶ μένειν ἄχρι ἂν ὅτου τὴν κρίσιν ὁ δῆμος περὶ τοῦ διορθουμένου νόμου ποιήσηται, κἂν μὲν ἡ ἐκκλησία προσδέξηται τὸν ὕστερον γραφόμενον, ἀπολύεσθαι τὸν εἰσηγησάμενον, ἐὰν δὲ ἄκυρον ποιήσηται τὴν διόρθωσιν, παραχρῆμα θνήσκειν ὑπὸ τοῦ βρόχου σφιγγόμενον. τοιαύτης δὲ κατὰ τὴν διόρθωσιν τῆς νομοθεσίας οὔσης, καὶ τοῦ φόβου τοὺς νεωτέρους νομοθέτας κολάζοντος, οὐδεὶς ἐτόλμα περὶ νόμων διορθώσεως φωνὴν προΐεσθαι· ἐν παντὶ δὲ τῷ μετὰ ταῦτα χρόνῳ παρὰ τοῖς Θουρίοις τρεῖς οἱ πάντες ἱστοροῦνται διορθωθῆναι διά τινας ἀναγκαίας περιστάσεις {ἐπὶ τὴν ὑπὲρ τῆς διορθώσεως συμβουλίαν παραγενέσθαι}. νόμου γὰρ ὄντος, ἐάν τίς τινος ὀφθαλμὸν ἐκκόψῃ, ἀντεκκόπτεσθαι τὸν ἐκείνου, ἑτερόφθαλμός τις ἐκκοπεὶς τὸν ὀφθαλμὸν καὶ στερηθεὶς ὅλης τῆς ὁράσεως τῷ τὸν ἕνα ἀντεκκεκόφθαι τὸν δράσαντα ἔλαττον ὑπέλαβε πρόστιμον ἐκτῖσαι· τυφλώσαντα γὰρ ἕνα τῶν πολιτῶν, εἰ τὸ κατὰ νόμον πρόστιμον ὁ πράξας ὑπομένοι, μὴ τετευχέναι τῆς ἴσης συμφορᾶς· δίκαιον οὖν εἶναι τὸν ἑτερόφθαλμον τὴν ὅρασιν ἀφελόμενον ἀμφοτέρους ἐκκόπτεσθαι τοὺς ὀφθαλμούς, εἰ μέλλει τὴν ἴσην ἀναδέχεσθαι τιμωρίαν. διὸ καὶ περιαλγῆ γενόμενο
;ν τὸν ἑτερόφθαλμον ἀποτολμῆσαι λόγον ἐν ἐκκλησίᾳ διαθέσθαι περὶ τῆς ἰδίας συμφορᾶς, ἅμα μὲν τοῖς πολίταις ἀποδυρόμενον τὴν ἰδίαν ἀτυχίαν, ἅμα δὲ συμβουλεύοντα τοῖς πλήθεσι διορθώσασθαι τὸν νόμον· τέλος δὲ δόντα τὸν τράχηλον εἰς βρόχον καὶ ἐπιτυχόντα τῇ συμβουλίᾳ, ἀκυρῶσαι μὲν τὸν ὑπάρχοντα νόμον, βεβαιῶσαι δὲ τὸν διορθωθέντα, καὶ διαφυγεῖν τὸν τοῦ βρόχου θάνατον.

[12,18] δεύτερος δὲ διωρθώθη νόμος ὁ διδοὺς ἐξουσίαν τῇ γυναικὶ ἀπολύειν τὸν ἄνδρα καὶ συνοικεῖν ᾧ ἂν βούληται. τῶν γὰρ προβεβηκότων τῇ ἡλικίᾳ τις, ἔχων γυναῖκα νεωτέραν καὶ καταλειφθείς, συνεβούλευε τοῖς Θουρίοις διορθῶσαι τὸν νόμον καὶ προσγράψαι τὴν καταλιποῦσαν ἄνδρα συνοικεῖν ᾧ ἂν βούληται μὴ νεωτέρῳ τοῦ προτέρου· ὁμοίως δὲ κἂν ἀνὴρ ἐκβάλῃ γυναῖκα, μὴ γαμεῖν ἄλλην νεωτέραν ταύτης τῆς ἐκβληθείσης. εὐστοχήσας δ´ ἐν τῇ συμβουλίᾳ καὶ ἀκυρώσας τὸν πρότερον νόμον διέφυγε {μὲν} τὸν ἐκ τοῦ βρόχου κίνδυνον· τῆς δὲ γυναικὸς κωλυθείσης νεωτέρῳ συνοικῆσαι, πάλιν ἔγημε τὸν ἀπολυθέντα. τρίτος δὲ νόμος διωρθώθη ὁ περὶ τῶν ἐπικλήρων, ὁ καὶ παρὰ Σόλωνι κείμενος. ἐκέλευε γὰρ τῇ ἐπικλήρῳ ἐπιδικάζεσθαι τὸν ἔγγιστα γένους, ὡσαύτως δὲ καὶ τὴν ἐπίκληρον ἐπιδικάζεσθαι τῷ ἀγχιστεῖ, ᾧ ἦν ἀνάγκη συνοικεῖν ἢ πεντακοσίας ἐκτῖσαι δραχμὰς εἰς προικὸς λόγον τῇ πενιχρᾷ ἐπικλήρῳ. ὀρφανὴ γάρ τις εὐγενὴς ἐπίκληρος, ἀπορουμένη παντελῶς τῶν κατὰ τὸν βίον καὶ διὰ τὴν πενίαν οὐ δυναμένη συνοικῆσαι, κατέφυγεν ἐπὶ τὸν δῆμον, καὶ μετὰ δακρύων ἐκθεμένη τὴν ἑαυτῆς ἐρημίαν τε καὶ καταφρόνησιν, πρὸς δὲ τούτοις ὑπογραψαμένη τὴν διόρθωσιν τοῦ νόμου, ὥστε ἀντὶ τῆς ἐκτίσεως τῶν πεντακοσίων δραχμῶν γράψαι συνοικεῖν κατ´ ἀνάγκην τὸν ἄγχιστα γένους τῇ ἐπιδικασθείσῃ ἐπικλήρῳ· τοῦ δὲ δήμου διὰ τὸν ἔλεον ψηφισαμένου διορθῶσαι τὸν νόμον, ἡ μὲν ὀρφανὴ τὸν ἐκ τοῦ βρόχου κίνδυνον ἐξέφυγεν, ὁ δ´ ἀγχιστεὺς πλούσιος ὢν ἠναγκάσθη γῆναι γυναῖκα πενιχρὰν ἐπίκληρον ἄνευ προικός.

[12,19] Λείπεται δ´ ἡμῖν εἰπεῖν ὑπὲρ τῆς τοῦ Χαρώνδου τελευτῆς, καθ´ ἣν ἴδιόν τι καὶ παράδοξον αὐτῷ συνέβη. ἐπὶ γὰρ τὴν χώραν ἐξιὼν μετὰ ξιφιδίου διὰ τοὺς λῃστάς, καὶ κατὰ τὴν ἐπάνοδον ἐκκλησίας συνεστώσης καὶ ταραχῆς ἐν τοῖς πλήθεσι, προσέστη πολυπραγμονῶν τὰ κατὰ τὴν στάσιν. νενομοθετηκὼς δ´ ἦν μηδένα μεθ´ ὅπλου ἐκκλησιάζειν, καὶ ἐπιλαθόμενος ὅτι τὸ ξίφος παρέζωσται, παρέδωκεν ἐχθροῖς τισιν ἀφορμὴν κατηγορίας. ὧν ἑνὸς εἰπόντος Καταλέλυκας τὸν ἴδιον νόμον, Μὰ Δι´, εἶπεν, ἀλλὰ κύριον ποιήσω· καὶ σπασάμενος τὸ ξιφίδιον ἑαυτὸν ἀπέσφαξεν. ἔνιοι δὲ τῶν συγγραφέων τὴν πρᾶξιν ταύτην περιτιθέασι Διοκλεῖ τῷ Συρακοσίων νομοθέτῃ. Ἡμεῖς δὲ ἀρκούντως τὰ περὶ Χαρώνδαν τὸν νομοθέτην διεληλυθότες βραχέα βουλόμεθα καὶ περὶ Ζαλεύκου τοῦ νομοθέτου διελθεῖν διά τε τὴν ὁμοίαν προαίρεσιν τοῦ βίου καὶ τὸ γεγονέναι τοὺς ἄνδρας ἐν πόλεσιν ἀστυγείτοσιν.

[12,20] Ζάλευκος τοίνυν ἦν τὸ γένος ἐκ τῆς Ἰταλίας Λοκρός, ἀνὴρ εὐγενὴς καὶ κατὰ παιδείαν τεθαυμασμένος, μαθητὴς δὲ Πυθαγόρου τοῦ φιλοσόφου. οὗτος πολλῆς ἀποδοχῆς τυγχάνων ἐν τῇ πατρίδι νομοθέτης ᾑρέθη, καὶ καταβαλόμενος ἐξ ἀρχῆς καινὴν νομοθεσίαν ἤρξατο πρῶτον περὶ τῶν ἐπουρανίων θεῶν. εὐθὺς γὰρ ἐν τῷ προοιμίῳ τῆς ὅλης νομοθεσίας ἔφη δεῖν τοὺς κατοικοῦντας ἐν τῇ πόλει πάντων πρῶτον ὑπολαβεῖν καὶ πεπεῖσθαι θεοὺς εἶναι, καὶ ταῖς διανοίαις ἐπισκοποῦντας τὸν οὐρανὸν καὶ τὴν διακόσμησιν καὶ τάξιν κρίνειν οὐ τύχης οὐδ´ ἀνθρώπων εἶναι ταῦτα κατασκευάσματα, σέβεσθαί τε τοὺς θεούς, ὡς πάντων τῶν ἐν τῷ βίῳ καλῶν καὶ ἀγαθῶν αἰτίους ὄντας τοῖς ἀνθρώποις, ἔχειν δὲ καὶ τὴν ψυχὴν καθαρὰν πάσης κακίας, ὡς τῶν θεῶν οὐ χαιρόντων ταῖς τῶν πονηρῶν θυσίαις τε καὶ δαπάναις, ἀλλὰ ταῖς τῶν ἀγαθῶν ἀνδρῶν δικαίαις τε καὶ καλαῖς ἐπιτηδεύσεσι. διὰ δὲ τοῦ προοιμίου προκαλεσάμενος τοὺς πολίτας εἰς εὐσέβειαν καὶ δικαιοσύνην, ἐπέζευξε προστάττων μηδένα τῶν πολιτῶν ἐχθρὸν ἀκατάλλακτον ἔχειν, ἀλλ´ οὕτω τὴν ἔχθραν ἀναλαμβάνειν ὡς ἥξοντα πάλιν εἰς σύλλυσιν καὶ φιλίαν· τὸν δὲ παρὰ ταῦτα ποιοῦντα διαλαμβάνεσθαι παρὰ τοῖς πολίταις ἀνήμερον καὶ ἄγριον τὴν ψυχήν. τοὺς δὲ ἄρχοντας παρεκελεύετο μὴ εἶναι αὐθάδεις μηδὲ ὑπερηφάνους, μηδὲ κρίνειν πρὸς ἔχθραν ἢ φιλίαν. ἐν δὲ τοῖς κατὰ μέρος νομοθετήμασι πολλὰ παρ´ ἑαυτοῦ προσεξεῦρε μάλα σοφῶς καὶ περιττῶς.

[12,21] τῶν γὰρ ἄλλων ἁπάντων ἁμαρτανουσῶν γυναικῶν ἀργυρικὰς ζημίας τεταχότων οὗτος φιλοτέχνῳ προστίμῳ τὰς ἀκολασίας αὐτῶν διωρθώσατο. ἔγραψε γὰρ οὕτω· γυναικὶ ἐλευθέρᾳ μὴ πλείω ἀκολουθεῖν μιᾶς θεραπαινίδος, ἐὰν μὴ μεθύῃ, μηδὲ ἐξιέναι νυκτὸς ἐκ τῆς πόλεως εἰ μὴ μοιχευομένην, μηδὲ περιτίθεσθαι χρυσία μηδὲ ἐσθῆτα παρυφασμένην, ἐὰν μὴ ἑταίρα ᾖ, μηδὲ τὸν ἄνδρα φορεῖν δακτύλιον ὑπόχρυσον μηδὲ ἱμάτιον ἰσομιλήσιον, ἐὰν μὴ ἑταιρεύηται ἢ μοιχεύηται. διὸ καὶ ῥᾳδίως ταῖς τῶν προστίμων αἰσχραῖς ὑπεξαιρέσεσιν ἀπέτρεψε τῆς βλαβερᾶς τρυφῆς καὶ ἀκολασίας τῶν ἐπιτηδευμάτων· οὐδεὶς γὰρ ἐβούλετο τὴν αἰσχρὰν ἀκολασίαν ὁμολογήσας καταγέλαστος ἐν τοῖς πολίταις εἶναι. πολλὰ δὲ καὶ ἄλλα τῶν συμβολαίων καὶ τῶν ἄλλων τῶν κατὰ τὸν βίον ἀμφισβητουμένων καλῶς ἐνομοθέτησε, περὶ ὧν ἡμῖν μακρὸν ἂν εἴη γράφειν καὶ τῆς ὑποκειμένης ἱστορίας ἀνοίκειον· διόπερ ἐπὶ τὰ συνεχῆ τοῖς προειρημένοις ἀναβιβάσομεν τὸν λόγον.

[12,22] Ἐπ´ ἄρχοντος γὰρ Ἀθήνησι Λυσιμαχίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Τίτον Μενήνιον καὶ Πόπλιον Σήστιον Καπετωλῖνον. ἐπὶ δὲ τούτων διαφεύγοντες τὸν ἐν τῇ στάσει κίνδυνον Συβαρῖται περὶ τὸν Τράεντα ποταμὸν κατῴκησαν. καὶ χρόνον μέν τινα διέμειναν, ἔπειθ´ ὑπὸ Βρεττίων ἐκβληθέντες ἀνῃρέθησαν. κατὰ δὲ τὴν Ἑλλάδα Ἀθηναῖοι τὴν Εὔβοιαν ἀνακτησάμενοι καὶ τοὺς Ἑστιαιεῖς ἐκ τῆς πόλεως ἐκβαλόντες ἰδίαν ἀποικίαν εἰς αὐτὴν ἐξέπεμψαν Περικλέους στρατηγοῦντος, χιλίους δὲ οἰκήτορας ἐκπέμψαντες τήν τε πόλιν καὶ τὴν χώραν κατεκληρούχησαν.

[12,23] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Πραξιτέλους ὀλυμπιὰς μὲν ἤχθη τετάρτη πρὸς ταῖς ὀγδοήκοντα, καθ´ ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος, ἐν δὲ τῇ Ῥώμῃ δέκα ἄνδρες κατεστάθησαν νομογράφοι, Πόπλιος Κλώδιος Ῥηγιλλανός, Τίτος Μινύκιος, Σπόριος Οὐετούριος, Γάιος Ἰούλιος, {Γάιος} Σουλπίκιος, Πόπλιος Σήστιος, Ῥωμύλος, Σπόριος Ποστούμιος Καλβίνιος. οὗτοι τοὺς νόμους συνετέλεσαν. ἐπὶ δὲ τούτων Θούριοι μὲν διαπολεμοῦντες πρὸς Ταραντίνους τὰς ἀλλήλων χώρας ἐπόρθουν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ πολλὰς μὲν μικρὰς μάχας καὶ ἀκροβολισμοὺς ἐποιήσαντο, ἀξιόλογον δὲ πρᾶξιν οὐδεμίαν συνετέλεσαν.

[12,24] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Λυσανίου Ῥωμαῖοι πάλιν δέκα ἄνδρας νομοθέτας εἵλοντο, Ἄππιον Κλώδιον, Μάρκον Κορνήλιον, Λεύκιον Μινύκιον, Γάιον Σέργιον, Κόιντον Πόπλιον, Μάνιον Ῥαβολήιον, Σπόριον Οὐετούριον. οὗτοι δὲ τοὺς νόμους οὐκ ἠδυνήθησαν συντελέσαι. εἷς δ´ ἐξ αὐτῶν ἐρασθεὶς εὐγενοῦς παρθένου πενιχρᾶς, τὸ μὲν πρῶτον χρήμασι διαφθεῖραι τὴν κόρην ἐπεβάλετο, ὡς δ´ οὐ προσεῖχεν αὐτῷ, ἐπαπέστειλε συκοφάντην ἐπ´ αὐτήν, προστάξας ἄγειν εἰς δουλείαν. τοῦ δὲ συκοφάντου φήσαντος ἰδίαν αὑτοῦ εἶναι δούλην καὶ πρὸς τὸν ἄρχοντα καταστήσαντος {δουλαγωγεῖν}, προσαγαγὼν κατηγόρησεν ὡς δούλης. τοῦ δὲ διακούσαντος τῆς κατηγορίας καὶ τὴν κόρην ἐγχειρίσαντος, ἐπιλαβόμενος ὁ συκοφάντης ἀπῆγεν ὡς ἰδίαν δούλην. ὁ δὲ πατὴρ τῆς παρθένου παρὼν καὶ δεινοπαθῶν, ὡς οὐδεὶς αὐτῷ προσεῖχε, παραπορευόμενος κατὰ τύχην παρὰ κρεοπώλιον, ἁρπάσας τὴν παρακειμένην ἐπὶ τῆς σανίδος κοπίδα, ταύτῃ πατάξας τὴν θυγατέρα ἀπέκτεινεν, ἵνα μὴ τῆς ὕβρεως λάβῃ πεῖραν, αὐτὸς δ´ ἐκ τῆς πόλεως ἐκπηδήσας ἀπῆλθε πρὸς τὸ στρατόπεδον τὸ ἐν τῷ Ἀλγίδῳ καλουμένῳ τότε ὑπάρχον. καταφυγὼν δὲ ἐπὶ τὸ πλῆθος καὶ μετὰ δακρύων τὴν κατ´ αὐτὸν συμφορὰν ἀπαγγείλας, ἅπαντας ἤγαγεν εἰς ἔλεον καὶ πολλὴν συμπάθειαν. πάντων δ´ ἐπιβοηθεῖν τοῖς ἠτυχηκόσιν ὁρμησάντων, μετὰ τῶν ὅπλων νυκτὸς εἰς τὴν Ῥώμην εἰσέπεσον. οὗτοι μὲν οὖν κατελάβοντο λόφον τὸν ὀνομαζόμενον Ἀουεντῖνον.

[12,25] ἅμα δ´ ἡμέρᾳ γνωσθείσης τῆς τῶν στρατιωτῶν μισοπονηρίας οἱ μὲν δέκα νομογράφοι βοηθοῦντες τῷ συνάρχοντι συνῆγον πολλοὺς τῶν νέων, ὡς διὰ τῶν ὅπλων κριθησόμενοι· μεγάλης δ´ ἐμπεσούσης φιλοτιμίας οἱ χαριέστατοι τῶν πολιτῶν, προορώμενοι τὸ μέγεθος τοῦ κινδύνου, διεπρεσβεύσαντο πρὸς ἀμφοτέρους περὶ συλλύσεως, καὶ μετὰ πολλῆς σπουδῆς ἐδέοντο λῆξαι τῆς στάσεως καὶ μὴ περιβαλεῖν τὴν πατρίδα μεγάλαις συμφοραῖς. τέλος δὲ πεισθέντων ἁπάντων ὁμολογίας ἔθεντο πρὸς ἀλλήλους, ὥστε δέκα αἱρεῖσθαι δημάρχους μεγίστας ἔχοντας ἐξουσίας τῶν κατὰ τὴν πόλιν ἀρχόντων, καὶ τούτους ὑπάρχειν οἱονεὶ φύλακας τῆς τῶν πολιτῶν ἐλευθερίας· τῶν δὲ κατ´ ἐνιαυτὸν γινομένων ὑπάτων τὸν μὲν ἕνα ἐκ τῶν πατρικίων αἱρεῖσθαι, καὶ τὸν ἕνα πάντως ἀπὸ τοῦ πλήθους καθίστασθαι, ἐξουσίας οὔσης τῷ δήμῳ καὶ ἀμφοτέρους τοὺς ὑπάτους ἐκ τοῦ πλήθους αἱρεῖσθαι. τοῦτο δ´ ἔπραξαν ταπεινῶσαι σπεύδοντες τὴν τῶν πατρικίων ὑπεροχήν· οἱ γὰρ ἄνδρες οὗτοι διά τε τὴν εὐγένειαν καὶ τὸ μέγεθος τῆς ἐκ τῶν προγόνων αὐτοῖς παρακολουθούσης δόξης ὡσεί τινες κύριοι τῆς πόλεως ὑπῆρχον. ἐν δὲ ταῖς ὁμολογίαις προσέκειτο τοῖς ἄρξασι δημάρχοις τὸν ἐνιαυτόν, ἀντικαθιστάναι πάλιν δημάρχους τοὺς ἴσους ἢ τοῦτο μὴ πράξαντας ζῶντας κατακαυθῆναι· ἐὰν δὲ οἱ δήμαρχοι μὴ συμφωνῶσι πρὸς ἀλλήλους, κύριοι εἶναι τὸν ἀνὰ μέσον κείμενον μὴ κωλύεσθαι. τὴν μὲν οὖν ἐν Ῥώμῃ στάσιν τοιαύτης συλλύσεως τυχεῖν συνέβη.

[12,26] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Διφίλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κάγκον Ὁράτιον καὶ Λεύκιον Οὐαλέριον Τούρπινον. ἐπὶ δὲ τούτων, ἐν τῇ Ῥώμῃ τῆς νομοθεσίας διὰ τὴν στάσιν ἀσυντελέστου γενομένης, οἱ ὕπατοι συνετέλεσαν αὐτήν· τῶν γὰρ καλουμένων δώδεκα πινάκων οἱ μὲν δέκα συνετελέσθησαν, τοὺς δ´ ὑπολειπομένους δύο ἀνέγραψαν οἱ ὕπατοι. καὶ τελεσθείσης τῆς ὑποκειμένης νομοθεσίας, ταύτην εἰς δώδεκα χαλκοῦς πίνακας χαράξαντες οἱ ὕπατοι προσήλωσαν τοῖς πρὸ τοῦ βουλευτηρίου τότε κειμένοις ἐμβόλοις. ἡ δὲ γραφεῖσα νομοθεσία, βραχέως καὶ ἀπερίττως συγκειμένη, διέμεινε θαυμαζομένη μέχρι τῶν καθ´ ἡμᾶς καιρῶν. - Τούτων δὲ πραττομένων τὰ πλεῖστα τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν ἐν ἡσυχίᾳ ὑπῆρχε, πάντων σχεδὸν εἰρήνην ἀγόντων. οἱ μὲν γὰρ Πέρσαι διττὰς συνθήκας εἶχον πρὸς τοὺς Ἕλληνας, τὰς μὲν πρὸς Ἀθηναίους καὶ τοὺς συμμάχους αὐτῶν, ἐν αἷς ἦσαν αἱ κατὰ τὴν Ἀσίαν Ἑλληνίδες πόλεις αὐτόνομοι, πρὸς δὲ τοὺς Λακεδαιμονίους ὕστερον ἐγράφησαν, ἐν αἷς τοὐναντίον ἦν γεγραμμένον ὑπηκόους εἶναι τοῖς Πέρσαις τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις. ὁμοίως δὲ καὶ τοῖς Ἕλλησι πρὸς ἀλλήλους ὑπῆρχεν εἰρήνη, συντεθειμένων τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων σπονδὰς τριακονταετεῖς. ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν Σικελίαν εἰρηνικὴν εἶχε κατάστασιν, Καρχηδονίων μὲν πεποιημένων συνθήκας πρὸς Γέλωνα, αὐτῶν δὲ τῶν κατὰ τὴν Σικελίαν πόλεων Ἑλληνίδων τὴν ἡγεμονίαν Συρακοσίοις συγκεχωρηκυιῶν, καὶ τῶν Ἀκραγαντίνων μετὰ τὴν ἧτταν τὴν γενομένην περὶ τὸν Ἱμέραν ποταμὸν συλλελυμένων πρὸς τοὺς Συρακοσίους. ἡσύχαζε δὲ καὶ τὰ κατὰ τὴν Ἰταλίαν ἔθνη καὶ Κελτικήν, ἔτι δ´ Ἰβηρίαν καὶ τὴν ἄλλην σ
;χεδὸν ἅπασαν οἰκουμένην. διόπερ πολεμικὴ μὲν καὶ ἀξία μνήμης πρᾶξις οὐδεμία συνετελέσθη κατὰ τούτους τοὺς χρόνους, εἰρήνη δὲ μία συνετελέσθη, καὶ πανηγύρεις καὶ ἀγῶνες καὶ θεῶν θυσίαι καὶ τἄλλα τὰ πρὸς εὐδαιμονίαν ἀνήκοντα παρὰ πᾶσιν ἐπεπόλαζεν.

[12,27] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Τιμοκλέους Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λαρῖνον Ἑρμίνιον καὶ Τίτον Στερτίνιον Στρούκτορα. ἐπὶ δὲ τούτων Σάμιοι μὲν πρὸς Μιλησίους περὶ Πριήνης ἀμφισβητήσαντες εἰς πόλεμον κατέστησαν, ὁρῶντες δὲ τοὺς Ἀθηναίους ταῖς εὐνοίαις διαφέροντας πρὸς Μιλησίους, ἀπέστησαν ἀπ´ αὐτῶν. οἱ δὲ Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺς Σαμίους ἔχοντα τριήρεις τετταράκοντα. οὗτος δὲ πλεύσας ἐπί τε τὴν Σάμον - - - παρεισελθὼν δὲ καὶ τῆς πόλεως ἐγκρατὴς γενόμενος κατέστησε δημοκρατίαν ἐν αὐτῇ. πραξάμενος δὲ παρὰ τῶν Σαμίων ὀγδοήκοντα τάλαντα, καὶ τοὺς ἴσους ὁμήρους παῖδας λαβών, τούτους μὲν παρέδωκε τοῖς Λημνίοις, αὐτὸς δ´ ἐν ὀλίγαις ἡμέραις ἅπαντα συντετελεκὼς ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. ἐν δὲ τῇ Σάμῳ στάσεως γενομένης, καὶ τῶν μὲν αἱρουμένων τὴν δημοκρατίαν, τῶν δὲ βουλομένων τὴν ἀριστοκρατίαν εἶναι, ταραχὴ πολλὴ τὴν πόλιν ἐπεῖχε. τῶν δ´ ἐναντιουμένων τῇ δημοκρατίᾳ διαβάντων εἰς τὴν Ἀσίαν καὶ πορευθέντων εἰς Σάρδεις πρὸς Πισσούθνην τὸν τῶν Περσῶν σατράπην περὶ βοηθείας, ὁ μὲν Πισσούθνης ἔδωκεν αὐτοῖς στρατιώτας ἑπτακοσίους, ἐλπίζων τῆς Σάμου διὰ τούτου κυριεύσειν, οἱ δὲ Σάμιοι μετὰ τῶν δοθέντων αὐτοῖς στρατιωτῶν νυκτὸς πλεύσαντες εἰς τὴν Σάμον ἔλαθόν τε {τὴν πόλιν} παρεισελθόντες, τῶν πολιτῶν συνεργούντων, ῥᾳδίως τ´ ἐκράτησαν τῆς Σάμου, καὶ τοὺς ἀντιπράττοντας αὐτοῖς ἐξέβαλον ἐκ τῆς πόλεως· τοὺς δ´ ὁμήρους ἐκκλέψαντες ἐκ τῆς Λήμνου καὶ τὰ κατὰ τὴν Σάμον ἀσφαλισάμενοι, φανερῶς ἑαυτοὺς ἀπέδειξαν πολεμίους τοῖς Ἀθηναίοις. οἱ δὲ πάλιν Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺς Σαμίους μετὰ νεῶν ἑξήκοντα. μετὰ δὲ ταῦθ´ ὁ μὲν Περικλῆς ναυμαχήσας πρὸς ἑβδομήκοντα τριήρεις ἐνίκησε τοὺς Σαμίους, μεταπεμψάμενος δὲ παρὰ Χίων καὶ Μυτιληναίων ναῦς εἴκοσι πέντε μετὰ τούτων ἐπολιόρκησε τὴν Σάμον. μετὰ δέ τινας ἡμέρας Περικλῆς μὲν καταλιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀνέζευξεν, ἀπαντήσων ταῖς Φοινίσσαις ναυσίν, ἃς οἱ Πέρσαι τοῖς Σαμίοις ἦσαν ἀπεσταλκότες.

[12,28] οἱ δὲ Σάμιοι διὰ τὴν ἀνάζευξιν τοῦ Περικλέους νομίζοντες ἔχειν καιρὸν ἐπιτήδειον εἰς ἐπίθεσιν ταῖς ἀπολελειμμέναις ναυσίν, ἐπέπλευσαν ἐπ´ αὐτάς, καὶ νικήσαντες τῇ ναυμαχίᾳ φρονήματος ἐπληροῦντο. ὁ δὲ Περικλῆς ἀκούσας τὴν τῶν ἰδίων ἧτταν, εὐθὺς ὑπέστρεψε καὶ στόλον ἀξιόλογον ἤθροισε, βουλόμενος εἰς τέλος συντρῖψαι τὸν τῶν ἐναντίων στόλον. ταχὺ δ´ ἀποστειλάντων Ἀθηναίων μὲν ἑξήκοντα τριήρεις, Χίων δὲ καὶ Μυτιληναίων τριάκοντα, μεγάλην ἔχων δύναμιν συνεστήσατο τὴν πολιορκίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, συνεχεῖς ποιούμενος προσβολάς. κατεσκεύασε δὲ καὶ μηχανὰς πρῶτος τῶν πρὸ αὐτοῦ τούς τε ὀνομαζομένους κριοὺς καὶ χελώνας, Ἀρτέμωνος τοῦ Κλαζομενίου κατασκευάσαντος. ἐνεργῶς δὲ πολιορκήσας τὴν πόλιν καὶ ταῖς μηχαναῖς καταβαλὼν τὰ τείχη κύριος ἐγένετο τῆς Σάμου. κολάσας δὲ τοὺς αἰτίους ἐπράξατο τοὺς Σαμίους τὰς εἰς τὴν πολιορκίαν γεγενημένας δαπάνας, τιμησάμενος αὐτὰς ταλάντων διακοσίων. παρείλετο δὲ καὶ τὰς ναῦς αὐτῶν καὶ τὰ τείχη κατέσκαψε, καὶ τὴν δημοχρατίαν καταστήσας ἐπανῆλθεν εἰς τὴν πατρίδα. Ἀθηναίοις δὲ καὶ Λακεδαιμονίοις μέχρι τούτων τῶν χρόνων αἱ τριακονταετεῖς σπονδαὶ διέμειναν ἀσάλευτοι. καὶ ταῦτα μὲν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

[12,29] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Μυριχίδου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Ἰούλιον καὶ Μάρκον Γεγάνιον, Ἠλεῖοι δ´ ἤγαγον ὀλυμπιάδα πέμπτην πρὸς ταῖς ὀγδοήκοντα, καθ´ ἣν ἐνίκα Κρίσων Ἱμεραῖος τὸ δεύτερον. ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν Δουκέτιος μὲν ὁ γεγονὼς τῶν Σικελικῶν πόλεων ἡγεμὼν τὴν τῶν Καλακτίνων πατρίδα κατέστησε, καὶ πολλοὺς εἰς αὐτὴν οἰκίζων οἰκήτορας ἀντεποιήσατο μὲν τῆς τῶν Σικελῶν ἡγεμονίας, μεσολαβηθεὶς δὲ νόσῳ τὸν βίον κατέστρεψε. Συρακόσιοι δὲ πάσας τὰς τῶν Σικελῶν πόλεις ὑπηκόους ποιησάμενοι πλὴν τῆς ὀνομαζομένης Τρινακίης, ἔγνωσαν ἐπὶ ταύτην στρατεύειν· σφόδρα γὰρ ὑπώπτευον τοὺς Τρινακίους ἀντιλήψεσθαι τῆς τῶν ὁμοεθνῶν Σικελῶν ἡγεμονίας. ἡ δὲ πόλις αὕτη πολλοὺς καὶ μεγάλους ἄνδρας εἶχεν, ἀεὶ τὸ πρωτεῖον ἐσχηκυῖα τῶν Σικελικῶν πόλεων· ἦν γὰρ ἡγεμόνων ἡ πόλις αὕτη πλήρης μέγα φρονούντων ἐπ´ ἀνδρείᾳ. διὸ καὶ πάσας τὰς δυνάμεις ἀθροίσαντες ἐκ τῶν Συρακουσῶν καὶ τῶν συμμάχων πόλεων ἐστράτευσαν ἐπ´ αὐτήν. οἱ δὲ Τρινάκιοι συμμάχων μὲν ἦσαν ἔρημοι διὰ τὸ τὰς ἄλλας πόλεις ὑπακούειν Συρακοσίοις, μέγαν δ´ ἀγῶνα συνεστήσαντο. ἐκθύμως γὰρ ἐγκαρτεροῦντες τοῖς δεινοῖς καὶ πολλοὺς ἀνελόντες, ἡρωικῶς μαχόμενοι πάντες κατέστρεψαν τὸν βίον. ὁμοίως δὲ καὶ τῶν πρεσβυτέρων οἱ πλείους ἑαυτοὺς ἐκ τοῦ ζῆν μετέστησαν, οὐχ ὑπομείναντες τὰς ἐκ τῆς ἁλώσεως ὕβρεις. οἱ δὲ Συρακόσιοι τοὺς πρότερον ἀηττήτους γεγονότας νικήσαντες ἐπιφανῶς, τὴν μὲν πόλιν ἐξανδραποδισάμενοι κατέσκαψαν, τῶν δὲ λαφύρων τὰ κράτιστα ἀπέστειλαν εἰς Δελφοὺς χαριστήρια τῷ θεῷ.

[12,30] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Γλαυκίδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Ἀγρίππαν Φούριον. ἐπὶ δὲ τούτων Συρακόσιοι διὰ τὰς προειρημένας εὐημερίας ἑκατὸν μὲν τριήρεις ἐναυπηγήσαντο, τὸν δὲ τῶν ἱππέων ἀριθμὸν ἐποίησαν διπλάσιον· ἐπεμελήθησαν δὲ καὶ τῆς πεζῆς δυνάμεως, καὶ χρημάτων παρασκευὰς ἐποιοῦντο, φόρους ἁδροτέρους τοῖς ὑποτεταγμένοις Σικελοῖς ἐπιτιθέντες. ταῦτα δ´ ἔπραττον διανοούμενοι πᾶσαν Σικελίαν ἐκ τοῦ κατ´ ὀλίγον κατακτήσασθαι. ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἑλλάδα συνέβη τὸν Κορινθιακὸν κληθέντα πόλεμον ἀρχὴν λαβεῖν διὰ τοιαύτας τινὰς αἰτίας. Ἐπιδάμνιοι κατοικοῦντες περὶ τὸν Ἀδρίαν, ἄποικοι δ´ ὑπάρχοντες Κερκυραίων καὶ Κορινθίων, ἐστασίασαν πρὸς ἀλλήλους. τῆς δ´ ἐπικρατούσης μερίδος φυγαδευούσης πολλοὺς τῶν ἀντιπραττόντων, οἱ φυγάδες ἀθροισθέντες καὶ παραλαβόντες τοὺς Ἰλλυριοὺς ἔπλευσαν κοινῇ μετ´ αὐτῶν ἐπὶ τὴν Ἐπίδαμνον. στρατευσάντων δὲ τῶν βαρβάρων πολλῇ δυνάμει, καὶ τὴν μὲν χώραν κατασχόντων, τὴν δὲ πόλιν πολιορκούντων, οἱ μὲν Ἐπιδάμνιοι, καθ´ ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι, πρέσβεις ἔπεμψαν εἰς Κέρκυραν, ἀξιοῦντες τοὺς Κερκυραίους συγγενεῖς ὄντας βοηθῆσαι. οὐ προσεχόντων δ´ αὐτῶν, ἐπρεσβεύσαντο πρὸς Κορινθίους περὶ συμμαχίας, καὶ μόνην ἐκείνην ἐποιήσαντο μητρόπολιν· ἅμα δὲ καὶ συνοίκους ᾐτοῦντο. οἱ δὲ Κορίνθιοι τοὺς μὲν Ἐπιδαμνίους ἐλεοῦντες, τοὺς δὲ Κερκυραίους μισοῦντες διὰ τὸ μόνους τῶν ἀποίκων μὴ πέμπειν τὰ κατειθισμένα ἱερεῖα τῇ μητροπόλει, ἔκριναν βοηθεῖν τοῖς Ἐπιδαμνίοις. διόπερ ἀποίκους τε ἐξέπεμψαν εἰς τὴν Ἐπίδαμνον καὶ στρατιώτας ἱκανοὺς φρουρῆσαι τὴν πόλιν. ἐπὶ δὲ τούτοις οἱ Κερκυραῖοι παροξυνθέντες ἀπέστειλαν πεντήκοντα τριήρεις καὶ στρατηγὸν ἐπ´ αὐτῶν. οὗτος δὲ προσπλεύσας τῇ πόλει προσέταττε τοὺς μὲν φυγάδας καταδέχεσθαι· ἐπὶ δὲ τοὺς φρουροὺς Κορινθίους πρέσβεις ἀπέστειλαν ἀξιοῦντες δικαστηρίῳ κριθῆναι περὶ τῆς ἀποικίας, μὴ πολέμῳ. τῶν δὲ Κορινθίων οὐ προσεχόντων αὐτοῖς, συγκατέβησαν εἰς πόλεμον ἀμφότεροι, καὶ ναυτικὰς δυνάμεις ἀξιολόγους κατεσκεύαζον καὶ συμμάχους προσελαμβάνοντο. ὁ μὲν οὖν Κορινθιακὸς ὀνομασθεὶς πόλεμος συνέστη διὰ τὰς προειρημένας αἰτίας. Ῥωμαῖοι δὲ πρὸς Οὐολούσκους διαπολεμοῦντες τὸ μὲν πρῶτον ἀκροβολισμοὺς καὶ μικρὰς μάχας συνετέλουν, μετὰ δὲ ταῦτα παρατάξει μεγάλῃ νικήσαντες τοὺς πλείους τῶν πολεμίων κατέκοψαν.

[12,31] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Θεοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Γενύκιον καὶ Ἀγρίππαν Κούρτιον Χίλωνα. ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἰταλίαν τὸ ἔθνος τῶν Καμπανῶν συνέστη, καὶ ταύτης ἔτυχε τῆς προσηγορίας ἀπὸ τῆς ἀρετῆς τοῦ πλησίον κειμένου πεδίου. κατὰ δὲ τὴν Ἀσίαν οἱ τοῦ Κιμμερίου Βοσπόρου βασιλεύσαντες, ὀνομασθέντες δὲ Ἀρχαιανακτίδαι, ἦρξαν ἔτη δύο πρὸς τοῖς τετταράκοντα· διεδέξατο δὲ τὴν ἀρχὴν Σπάρτακος, καὶ ἦρξεν ἔτη ἑπτά. κατὰ δὲ τὴν Ἑλλάδα Κορίνθιοι πρὸς Κερκυραίους διαπολεμοῦντες καὶ παρασκευασάμενοι ναυτικὰς δυνάμεις, συνεστήσαντο ναυμαχίαν. οἱ μὲν οὖν Κορίνθιοι ἔχοντες ναῦς ἑβδομήκοντα καλῶς ἐξηρτυμένας, ἐπέπλευσαν τοῖς πολεμίοις· οἱ δὲ Κερκυραῖοι τριήρεσιν ὀγδοήκοντα ἀντιταχθέντες ἐνίκησαν τῇ ναυμαχίᾳ, καὶ τὴν Ἐπίδαμνον ἐκπολιορκήσαντες τοὺς μὲν ἄλλους αἰχμαλώτους ἀπέκτειναν, τοὺς δὲ Κορινθίους δήσαντες εἰς φυλακὴν παρέδοσαν. μετὰ δὲ τὴν ναυμαχίαν οἱ μὲν Κορίνθιοι καταπλαγέντες κατέπλευσαν εἰς Πελοπόννησον, οἱ δὲ Κερκυραῖοι θαλαττοκρατοῦντες τῆς κατ´ ἐκείνους τοὺς τόπους θαλάττης ἐπέπλεον τοῖς Κορινθίων συμμάχοις καὶ τὴν χώραν αὐτῶν ἐπόρθουν.

[12,32] Τοῦ δ´ ἐνιαυσίου χρόνου διελθόντος Ἀθήνησι μὲν ἦρχεν Εὐθυμένης, ἐν Ῥώμῃ δ´ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τρεῖς, Αὖλος Σεμπρώνιος, Λεύκιος Ἀτίλιος, Τίτος Κόιντος. ἐπὶ δὲ τούτων Κορίνθιοι μὲν ἡττημένοι τῇ ναυμαχίᾳ ναυπηγήσασθαι στόλον ἀξιολογώτερον ἔκριναν. διόπερ ὕλην πολλὴν παρασκευασάμενοι καὶ ναυπηγοὺς ἐκ τῶν πόλεων μισθούμενοι μετὰ πολλῆς φιλοτιμίας κατεσκεύαζον τριήρεις καὶ ὅπλα καὶ βέλη παντοδαπά, καὶ καθόλου πάσας τὰς εἰς τὸν πόλεμον παρασκευὰς ἡτοίμαζον, καὶ τὰς μὲν ἐκ καταβολῆς τριήρεις ἐναυπηγοῦντο, τὰς δὲ πεπονηκυίας ἐθεράπευον, ἄλλας δὲ παρὰ τῶν συμμάχων μετεπέμποντο. τὸ δὲ παραπλήσιον καὶ τῶν Κερκυραίων ποιούντων, καὶ ταῖς φιλοτιμίαις οὐκ ἀπολιμπανομένων, φανερὸς ἦν ὁ πόλεμος αὔξησιν μεγάλην ληψόμενος. ἅμα δὲ τούτοις πραττομένοις Ἀθηναῖοι συνῴκισαν Ἀμφίπολιν, καὶ τῶν οἰκητόρων οὓς μὲν ἐκ τῶν πολιτῶν κατέλεξαν, οὓς δ´ ἐκ τῶν σύνεγγυς φρουρίων.

[12,33] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Λυσιμάχου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Τίτον Κοΐντιον καὶ Μάρκον Γεγάνιον Μακερῖνον, Ἠλεῖοι δ´ ἤγαγον ὀλυμπιάδα ἕκτην πρὸς ταῖς ὀγδοήκοντα, καθ´ ἣν ἐνίκα στάδιον Θεόπομπος Θετταλός. ἐπὶ δὲ τούτων Κερκυραῖοι μὲν πυνθανόμενοι τῶν παρασκευαζομένων ἐπ´ αὐτοὺς δυνάμεων τὸ πλῆθος, ἀπέστειλαν πρὸς Ἀθηναίους πρέσβεις ἀξιοῦντες αὐτοῖς βοηθῆσαι. τὸ δ´ αὐτὸ καὶ Κορινθίων ποιησάντων, καὶ συναχθείσης ἐκκλησίας, διήκουσε τῶν πρέσβεων ὁ δῆμος, καὶ ἐψηφίσατο συμμαχεῖν Κερκυραίοις. διὸ καὶ παραχρῆμα μὲν ἐξέπεμψαν τριήρεις κατηρτισμένας δέκα, μετὰ δὲ ταῦτα πλείους ἐπηγγείλαντο πέμψειν, ἐὰν ᾖ χρεία. οἱ δὲ Κορίνθιοι τῆς τῶν Ἀθηναίων συμμαχίας ἀποτυχόντες, ἐνενήκοντα μὲν αὐτοὶ τριήρεις ἐπλήρωσαν, παρὰ δὲ τῶν συμμάχων ἑξήκοντα προσελάβοντο. ἔχοντες οὖν ναῦς κατηρτισμένας ἑκατὸν πεντήκοντα, καὶ στρατηγοὺς ἑλόμενοι τοὺς χαριεστάτους, ἀνήχθησαν ἐπὶ τὴν Κέρκυραν, κεκρικότες διὰ τάχους ναυμαχῆσαι. οἱ δὲ Κερκυραῖοι πυνθανόμενοι τὸν τῶν πολεμίων στόλον μὴ μακρὰν ἀπέχειν, ἀντανήχθησαν τριήρεσιν ἑκατὸν εἴκοσι σὺν ταῖς τῶν Ἀθηναίων. γενομένης δὲ ναυμαχίας ἰσχυρᾶς, τὸ μὲν πρῶτον ἐπεκράτουν οἱ Κορίνθιοι, μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων ἐπιφανέντων ἄλλαις εἴκοσι ναυσίν, ἃς ἀπεστάλκεσαν ἐν τῇ δευτέρᾳ συμμαχίᾳ, συνέβη νικῆσαι τοὺς Κερκυραίους. τῇ δ´ ὑστεραίᾳ πάντων τῶν Κερκυραίων ἐπιπλευσάντων οὐκ ἀνήχθησαν οἱ Κορίνθιοι.

[12,34] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Ἀντιοχίδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Πόστουμον Αἰβούτιον Οὔλεκον. ἐπὶ δὲ τούτων, Ἀθηναίων μὲν συνηγωνισμένων τοῖς Κερκυραίοις καὶ τῆς κατὰ τὴν ναυμαχίαν νίκης αἰτίων γενομένων, χαλεπῶς εἶχον πρὸς αὐτοὺς οἱ Κορίνθιοι. διόπερ ἀμύνεσθαι σπεύδοντες τοὺς Ἀθηναίους, ἀπέστησαν ἀπ´ αὐτῶν πόλιν Ποτίδαιαν, οὖσαν ἑαυτῶν ἄποικον. ὁμοίως δὲ τούτοις καὶ Περδίκκας ὁ τῶν Μακεδόνων βασιλεύς, ἀλλοτρίως διακείμενος πρὸς Ἀθηναίους, ἔπεισε τοὺς Χαλκιδεῖς ἀποστάντας Ἀθηναίων τὰς μὲν ἐπὶ θαλάττῃ πόλεις ἐκλιπεῖν, εἰς μίαν δὲ συνοικισθῆναι τὴν ὀνομαζομένην Ὄλυνθον. οἱ δ´ Ἀθηναῖοι τὴν ἀπόστασιν τῶν Ποτιδαιατῶν ἀκούσαντες ἐξέπεμψαν τριάκοντα ναῦς καὶ προσέταξαν τήν τε χώραν τῶν ἀφεστηκότων λεηλατῆσαι καὶ τὴν πόλιν πορθῆσαι. οἱ δὲ πεμφθέντες καταπλεύσαντες εἰς τὴν Μακεδονίαν κατὰ τὰς ἐντολὰς τοῦ δήμου, συνεστήσαντο πολιορκίαν τῆς Ποτιδαίας. ἔνθα δὴ τῶν Κορινθίων βοηθησάντων τοῖς πολιορκουμένοις δισχιλίοις στρατιώταις, δισχιλίους καὶ ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε. γενομένης δὲ μάχης περὶ τὸν ἰσθμὸν τὸν πλησίον τῆς Παλληνίων, καὶ τῶν Ἀθηναίων νικησάντων καὶ πλείους τῶν τριακοσίων ἀνελόντων, οἱ Ποτιδαιᾶται συνεκλείσθησαν εἰς πολιορκίαν. ἅμα δὲ τούτοις πραττομένοις ἔκτισαν οἱ Ἀθηναῖοι πόλιν ἐν τῇ Προποντίδι τὴν ὀνομαζομένην Λέτανον. κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πέμψαντες ἀποίκους εἰς Ἄρδεα τὴν χώραν κατεκληρούχησαν.

[12,35] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Κράτητος Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Φούριον Φόσον καὶ Μάνιον Παπίριον Κράσσον. ἐπὶ δὲ τούτων κατὰ τὴν Ἰταλίαν οἱ τοὺς Θουρίους οἰκοῦντες, ἐκ πολλῶν πόλεων συνεστηκότες, ἐστασίαζον πρὸς ἀλλήλους, ποίας πόλεως ἀποίκους δεῖ καλεῖσθαι τοὺς Θουρίους καὶ τίνα κτίστην δίκαιον ὀνομάζεσθαι. οἵ τε γὰρ Ἀθηναῖοι τῆς ἀποικίας ταύτης ἠμφισβήτουν, ἀποφαινόμενοι πλείστους οἰκήτορας ἐξ Ἀθηνῶν ἐληλυθέναι, οἵ τε Πελοποννήσιοι, πόλεις οὐκ ὀλίγας παρεσχηκέναι παρ´ αὑτῶν εἰς τὴν κτίσιν τῶν Θουρίων, τὴν ἐπιγραφὴν τῆς ἀποικίας ἑαυτοῖς ἔφησαν δεῖν προσάπτεσθαι. ὁμοίως δὲ καὶ πολλῶν ἀγαθῶν ἀνδρῶν κεκοινωνηκότων τῆς ἀποικίας καὶ πολλὰς χρείας παρεσχημένων, πολὺς ἦν ὁ λόγος, ἑκάστου τῆς τιμῆς ταύτης σπεύδοντος τυχεῖν. τέλος δὲ τῶν Θουρίων πεμψάντων εἰς Δελφοὺς τοὺς ἐπερωτήσοντας τίνα χρὴ τῆς πόλεως οἰκιστὴν ἀγορεύειν, ὁ θεὸς ἔχρησεν αὑτὸν δεῖν κτίστην νομίζεσθαι. τούτῳ τῷ τρόπῳ λυθείσης τῆς ἀμφισβητήσεως τὸν Ἀπόλλω κτίστην τῶν Θουρίων ἀπέδειξαν, καὶ τὸ πλῆθος τῆς στάσεως ἀπολυθὲν εἰς τὴν προϋπάρχουσαν ὁμόνοιαν ἀποκατέστη. κατὰ δὲ τὴν Ἑλλάδα Ἀρχίδαμος ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τετταράκοντα δύο, τὴν δὲ ἀρχὴν διαδεξάμενος Ἆγις ἐβασίλευσεν ἔτη εἴκοσι ἑπτά.

[12,36] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Ἀψεύδους Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Μενήνιον καὶ Πρόκλον Γεγάνιον Μακερῖνον. ἐπὶ δὲ τούτων Σπάρτακος μὲν ὁ Βοσπόρου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη ἑπτά, διεδέξατο δὲ τὴν ἀρχὴν Σέλευκος καὶ ἐβασίλευσεν ἔτη τετταράκοντα. ἐν δὲ ταῖς Ἀθήναις Μέτων ὁ Παυσανίου μὲν υἱός, δεδοξασμένος δὲ ἐν ἀστρολογίᾳ, ἐξέθηκε τὴν ὀνομαζομένην ἐννεακαιδεκαετηρίδα, τὴν ἀρχὴν ποιησάμενος ἀπὸ μηνὸς ἐν Ἀθήναις σκιροφοριῶνος τρισκαιδεκάτης. ἐν δὲ τοῖς εἰρημένοις ἔτεσι τὰ ἄστρα τὴν ἀποκατάστασιν ποιεῖται καὶ καθάπερ ἐνιαυτοῦ τινος μεγάλου τὸν ἀνακυκλισμὸν λαμβάνει· διὸ καί τινες αὐτὸν Μέτωνος ἐνιαυτὸν ὀνομάζουσι. δοκεῖ δὲ ὁ ἀνὴρ οὗτος ἐν τῇ προῤῥήσει καὶ προγραφῇ ταύτῃ θαυμαστῶς ἐπιτετευχέναι· τὰ γὰρ ἄστρα τήν τε κίνησιν καὶ τὰς ἐπισημασίας ποιεῖται συμφώνως τῇ γραφῇ· διὸ μέχρι τῶν καθ´ ἡμᾶς χρόνων οἱ πλεῖστοι τῶν Ἑλλήνων χρώμενοι τῇ ἐννεακαιδεκαετηρίδι οὐ διαψεύδονται τῆς ἀληθείας. κατὰ δὲ τὴν Ἰταλίαν Ταραντῖνοι τοὺς τὴν Σῖριν καλουμένην οἰκοῦντας μετοικίσαντες ἐκ τῆς πατρίδος καὶ ἰδίους προσθέντες οἰκήτορας, ἔκτισαν πόλιν τὴν ὀνομαζομένην Ἡράκλειαν.

[12,37] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Πυθοδώρου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησεν Τίτον Κοΐντιον καὶ Νίττον Μενήνιον, Ἠλεῖοι δ´ ἤγαγον ὀλυμπιάδα ἑβδόμην πρὸς ταῖς ὀγδοήκοντα, καθ´ ἣν ἐνίκα στάδιον Σώφρων Ἀμπρακιώτης. ἐπὶ δὲ τούτων ἐν τῇ Ῥώμῃ Σπόριος Μαίλιος ἐπιθέμενος τυραννίδι ἀνῃρέθη. Ἀθηναῖοι δὲ περὶ Ποτίδαιαν νενικηκότες ἐπιφανεῖ μάχῃ, Καλλίου τοῦ στρατηγοῦ πεσόντος ἐν τῇ παρατάξει, στρατηγὸν ἕτερον ἐξέπεμψαν Φορμίωνα. οὗτος δὲ παραλαβὼν τὸ στρατόπεδον καὶ προσκαθήμενος τῇ πόλει τῶν Ποτιδαιατῶν συνεχεῖς προσβολὰς ἐποιεῖτο· ἀμυνομένων δὲ τῶν ἔνδον εὐρώστως ἐγένετο πολυχρόνιος πολιορκία. Θουκυδίδης δὲ ὁ Ἀθηναῖος τὴν ἱστορίαν ἐντεῦθεν ἀρξάμενος ἔγραψε τὸν γενόμενον πόλεμον Ἀθηναίοις πρὸς Λακεδαιμονίους τὸν ὀνομασθέντα Πελοποννησιακόν. οὗτος μὲν οὖν ὁ πόλεμος διέμεινεν ἐπὶ ἔτη εἴκοσι ἑπτά, ὁ δὲ Θουκυδίδης ἔτη δύο πρὸς τοῖς εἴκοσι γέγραφεν ἐν βίβλοις ὀκτώ, ὡς δέ τινες διαιροῦσιν, ἐννέα.

[12,38] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Εὐθυδήμου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων τρεῖς χιλιάρχους κατέστησαν, Μάνιον Αἰμιλιανὸν {καὶ} Μάμερκον, Γάιον Ἰούλιον, Λεύκιον Κοΐντιον. ἐπὶ δὲ τούτων Ἀθηναίοις καὶ Λακεδαιμονίοις ἐνέστη πόλεμος ὁ κληθεὶς Πελοποννησιακός, μακρότατος τῶν ἱστορημένων πολέμων. ἀναγκαῖον δ´ ἐστὶ καὶ τῆς ὑποκειμένης ἱστορίας οἰκεῖον {τὸ} προεκθέσθαι τὰς αἰτίας αὐτοῦ. Ἀθηναῖοι τῆς κατὰ θάλατταν ἡγεμονίας ἀντεχόμενοι τὰ ἐν Δήλῳ κοινῇ συνηγμένα χρήματα, τάλαντα σχεδὸν ὀκτακισχίλια, μετήνεγκαν εἰς τὰς Ἀθήνας καὶ παρέδωκαν φυλάττειν Περικλεῖ. οὗτος δ´ ἦν εὐγενείᾳ καὶ δόξῃ καὶ λόγου δεινότητι πολὺ προέχων τῶν πολιτῶν. μετὰ δέ τινα χρόνον ἀνηλωκὼς ἀπ´ αὐτῶν ἰδίᾳ πλῆθος ἱκανὸν χρημάτων καὶ λόγον ἀπαιτούμενος εἰς ἀῤῥωστίαν ἐνέπεσεν, οὐ δυνάμενος τῶν πεπιστευμένων ἀποδοῦναι τὸν ἀπολογισμόν. ἀδημονοῦντος δ´ αὐτοῦ περὶ τούτων, Ἀλκιβιάδης ὁ ἀδελφιδοῦς, ὀρφανὸς ὤν, τρεφόμενος παρ´ αὐτῷ, παῖς ὢν τὴν ἡλικίαν, ἀφορμὴν αὐτῷ παρέσχετο τῆς περὶ τῶν χρημάτων ἀπολογίας. θεωρῶν γὰρ τὸν θεῖον λυπούμενον ἐπηρώτησε τὴν αἰτίαν τῆς λύπης. τοῦ δὲ Περικλέους εἰπόντος, ὅτι τὴν περὶ τῶν χρημάτων ἀπολογίαν αἰτούμενος ζητῶ πῶς ἂν δυναίμην ἀποδοῦναι τὸν περὶ τούτων λόγον τοῖς πολίταις, ὁ Ἀλκιβιάδης ἔφησε δεῖν αὐτὸν ζητεῖν μὴ πῶς ἀποδῷ τὸν λόγον, ἀλλὰ πῶς μὴ ἀποδῷ. διόπερ Περικλῆς ἀποδεξάμενος τὴν τοῦ παιδὸς ἀπόφασιν ἐζήτει, δι´ οὗ τρόπου τοὺς Ἀθηναίους δύναιτ´ ἂν ἐμβαλεῖν εἰς μέγαν πόλεμον· οὕτω γὰρ μάλιστα ὑπελάμβανε διὰ τὴν ταραχὴν καὶ τοὺς τῆς πόλεως περισπασμοὺς καὶ φόβους ἐκφεύξεσθαι τὸν ἀκριβῆ λόγον τῶν χρημάτων. πρὸς δὲ ταύτην τὴν ἀφορμὴν συνεβάλ
;ετ´ αὐτῷ καὶ ταὐτόματον διὰ τοιαύτας αἰτίας.

[12,39] τὸ τῆς Ἀθηνᾶς ἄγαλμα Φειδίας μὲν κατεσκεύαζε, Περικλῆς δὲ ὁ Ξανθίππου καθεσταμένος ἦν ἐπιμελητής. τῶν δὲ συνεργασαμένων τῷ Φειδίᾳ τινὲς διενεχθέντες ὑπὸ τῶν ἐχθρῶν τοῦ Περικλέους ἐκάθισαν ἐπὶ τῶν τῶν θεῶν βωμῶν· διὰ δὲ τὸ παράδοξον προσκαλούμενοι ἔφασαν πολλὰ τῶν ἱερῶν χρημάτων ἔχοντα Φειδίαν δείξειν, ἐπισταμένου καὶ συνεργοῦντος τοῦ ἐπιμελητοῦ Περικλέους. διόπερ ἐκκλησίας συνελθούσης περὶ τούτων, οἱ μὲν ἐχθροὶ τοῦ Περικλέους ἔπεισαν τὸν δῆμον συλλαβεῖν τὸν Φειδίαν, καὶ αὐτοῦ τοῦ Περικλέους κατηγόρουν ἱεροσυλίαν. πρὸς δὲ τούτοις Ἀναξαγόραν τὸν σοφιστήν, διδάσκαλον ὄντα Περικλέους, ὡς ἀσεβοῦντα εἰς τοὺς θεοὺς ἐσυκοφάντουν· συνέπλεκον δ´ ἐν ταῖς κατηγορίαις καὶ διαβολαῖς τὸν Περικλέα, διὰ τὸν φθόνον σπεύδοντες διαβαλεῖν τὴν τἀνδρὸς ὑπεροχήν τε καὶ δόξαν. ὁ δὲ Περικλῆς, εἰδὼς τὸν δῆμον ἐν μὲν τοῖς πολεμικοῖς ἔργοις θαυμάζοντα τοὺς ἀγαθοὺς ἄνδρας διὰ τὰς κατεπειγούσας χρείας, κατὰ δὲ τὴν εἰρήνην τοὺς αὐτοὺς συκοφαντοῦντα διὰ τὴν σχολὴν καὶ φθόνον, ἔκρινε συμφέρειν αὑτῷ τὴν πόλιν ἐμβαλεῖν εἰς μέγαν πόλεμον, ὅπως χρείαν ἔχουσα τῆς Περικλέους ἀρετῆς καὶ στρατηγίας μὴ προσδέχηται τὰς κατ´ αὐτοῦ διαβολάς, μηδ´ ἔχῃ σχολὴν καὶ χρόνον ἐξετάζειν ἀκριβῶς τὸν περὶ τῶν χρημάτων λόγον. ὄντος δὲ ψηφίσματος παρὰ τοῖς Ἀθηναίοις Μεγαρέας εἴργεσθαι τῆς τε ἀγορᾶς καὶ τῶν λιμένων, οἱ Μεγαρεῖς κατέφυγον ἐπὶ τοὺς Σπαρτιάτας. οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες τοῖς Μεγαρεῦσιν ἀπέστειλαν πρέσβεις ἐκ τοῦ προφανεστάτου ἀπὸ τῆς τοῦ κοινοῦ συνεδρίου γνώμης προστάττοντες τοῖς Ἀθηναίοις ἀνελεῖν τὸ κατὰ τῶν Μεγαρέων ψήφισμα, μὴ πειθομένων δὲ αὐτῶν ἀπ
;ειλοῦντες πολεμήσειν αὐτοῖς μετὰ τῶν συμμάχων. συναχθείσης οὖν περὶ τούτων ἐκκλησίας, ὁ Περικλῆς, δεινότητι λόγου πολὺ διαφέρων ἁπάντων τῶν πολιτῶν, ἔπεισε τοὺς Ἀθηναίους μὴ ἀναιρεῖν τὸ ψήφισμα, λέγων ἀρχὴν δουλείας εἶναι τὸ πείθεσθαι παρὰ τὸ συμφέρον τοῖς Λακεδαιμονίων προστάγμασι. συνεβούλευεν οὖν τὰ ἀπὸ τῆς χώρας κατακομίζειν εἰς τὴν πόλιν καὶ θαλαττοκρατοῦντας διαπολεμεῖν τοῖς Σπαρτιάταις.

[12,40] περὶ δὲ τοῦ πολέμου πεφροντισμένως ἀπολογισάμενος ἐξηριθμήσατο μὲν τὸ πλῆθος τῶν συμμάχων τῇ πόλει καὶ τὴν ὑπεροχὴν τῆς ναυτικῆς δυνάμεως, πρὸς δὲ τούτοις τὸ πλῆθος τῶν μετακεκομισμένων ἐκ Δήλου χρημάτων εἰς τὰς Ἀθήνας, ἃ συνέβαινεν ἐκ τῶν φόρων ταῖς πόλεσι κοινῇ συνηθροῖσθαι· κοινῶν δ´ ὄντων τῶν μυρίων ταλάντων ἀπανήλωτο πρὸς τὴν κατασκευὴν τῶν προπυλαίων καὶ τὴν Ποτιδαίας πολιορκίαν τετρακισχίλια τάλαντα· καὶ καθ´ ἕκαστον ἐνιαυτὸν ἐκ τοῦ φόρου τῶν συμμάχων ἀνεφέρετο τάλαντα τετρακόσια ἑξήκοντα. χωρὶς δὲ τούτων τά τε πομπεῖα {σκεύη} καὶ τὰ Μηδικὰ σκῦλα πεντακοσίων ἄξια ταλάντων ἀπεφήνατο, ἔν τε τοῖς ἱεροῖς ἀπεδείκνυεν ἀναθημάτων τε πλῆθος καὶ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἔχειν χρυσίου πεντήκοντα τάλαντα, ὡς περιαιρετῆς οὔσης τῆς περὶ τὸν κόσμον κατασκευῆς· καὶ ταῦτα, ἀναγκαία εἰ καταλάβοι χρεία, χρησαμένους παρὰ τῶν θεῶν πάλιν ἀποκαταστήσειν ἐν εἰρήνῃ· τούς τε τῶν πολιτῶν βίους διὰ τὴν πολυχρόνιον εἰρήνην πολλὴν ἐπίδοσιν εἰληφέναι πρὸς εὐδαιμονίαν. χωρὶς δὲ τῶν χρημάτων τούτων στρατιώτας ἀπεδείκνυεν ὑπάρχειν τῇ πόλει χωρὶς συμμάχων καὶ τῶν ἐν τοῖς φρουρίοις ὄντων ὁπλίτας μὲν μυρίους καὶ δισχιλίους, τοὺς δ´ ἐν τοῖς φρουρίοις ὄντας καὶ τοὺς μετοίκους ὑπάρχειν πλείους τῶν μυρίων ἑπτακισχιλίων, τριήρεις τε τὰς παρούσας τριακοσίας. τοὺς δὲ Λακεδαιμονίους χρημάτων τε σπανίζειν ἀπεδείκνυε καὶ ταῖς ναυτικαῖς δυνάμεσι πολὺ λείπεσθαι τῶν Ἀθηναίων. ταῦτα διελθὼν καὶ παρορμήσας τοὺς πολίτας εἰς τὸν πόλεμον, ἔπεισε τὸν δῆμον μὴ προσέχειν τοῖς Λακεδαιμονίοις. ταῦτα δὲ ῥᾳδίως συνετέλεσε διὰ τὴν δεινότητα τοῦ λόγου, δι´ ἣν αἰτίαν ὠνομάσθ
51; Ὀλύμπιος. μέμνηται δὲ τούτων καὶ Ἀριστοφάνης ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, γεγονὼς κατὰ τὴν τοῦ Περικλέους ἡλικίαν, ἐν τοῖσδε τοῖς τετραμέτροις, ὦ λιπερνῆτες γεωργοί, τἀμά τις ξυνιέτω ῥήματ´, εἰ βούλεσθ´ ἀκοῦσαι τήνδ´ ὅπως ἀπώλετο. πρῶτα μὲν γὰρ αὐτῆς ἦρχε Φειδίας πράξας κακῶς, εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχῃ τῆς τύχης, ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τ´ ἐκεῖ τούς τ´ ἐνθάδε· καὶ πάλιν ἐν ἄλλοις {Εὔπολις ὁ ποιητής} Περικλέης οὑλύμπιος ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα. Εὔπολι δ´ ὁ ποιητή Πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν· οὕτως ἐκήλει καὶ μόνος τῶν ῥητόρων τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις.

[12,41] Αἰτίαι μὲν οὖν τοῦ Πελοποννησιακοῦ πολέμου τοιαῦταί τινες ὑπῆρξαν, ὡς Ἔφορος ἀνέγραψε. τῶν δ´ ἡγουμένων πόλεων τοῦτον τὸν τρόπον εἰς πόλεμον ἐμπεσουσῶν, Λακεδαιμόνιοι μὲν μετὰ τῶν Πελοποννησίων συνεδρεύσαντες ἐψηφίσαντο πολεμεῖν τοῖς Ἀθηναίοις, καὶ πρὸς τὸν Περσῶν βασιλέα πρεσβεύσαντες παρεκάλουν συμμαχεῖν αὐτοῖς, καὶ τοὺς κατὰ τὴν Σικελίαν καὶ Ἰταλίαν συμμάχους διαπρεσβευσάμενοι διακοσίαις τριήρεσιν ἔπεισαν βοηθεῖν, αὐτοὶ δὲ μετὰ τῶν Πελοποννησίων τὰς πεζὰς δυνάμεις διατάξαντες καὶ τἄλλα τὰ πρὸς τὸν πόλεμον ἡτοιμασμένοι πρῶτοι τοῦ πολέμου κατήρξαντο. κατὰ γὰρ τὴν Βοιωτίαν ἡ τῶν Πλαταιέων πόλις αὐτόνομος ἦν καὶ συμμαχίαν εἶχε πρὸς Ἀθηναίους. ἐν ταύτῃ τῶν πολιτῶν τινες καταλῦσαι τὴν αὐτονομίαν βουλόμενοι διελέχθησαν τοῖς Βοιωτοῖς, ἐπαγγελλόμενοι τὴν πόλιν ὑπὸ τὴν τῶν Θηβαίων τάξειν συντέλειαν καὶ παραδώσειν αὐτοῖς τὰς Πλαταιάς, ἐὰν αὐτοὶ στρατιώτας πέμψωσι τοὺς βοηθοῦντας. διὸ καὶ τῶν Βοιωτῶν ἀποστειλάντων στρατιώτας ἐπιλέκτους τριακοσίους νυκτός, οἱ προδόται τούτους παρεισαγαγόντες ἐντὸς τῶν τειχῶν κυρίους τῆς πόλεως ἐποίησαν. οἱ δὲ Πλαταιεῖς βουλόμενοι τὴν πρὸς Ἀθηναίους συμμαχίαν διαφυλάττειν, τὸ μὲν πρῶτον ὑπολαβόντες πανδημεὶ τοὺς Θηβαίους παρεῖναι, διεπρεσβεύσαντο πρὸς τοὺς κατειληφότας τὴν πόλιν καὶ παρεκάλουν συνθέσθαι σπονδάς· ὡς δ´ ἡ νὺξ παρῆλθε, κατανοήσαντες ὀλίγους ὄντας, συνεστράφησαν καὶ περὶ τῆς ἐλευθερίας ἐκθύμως ἠγωνίζοντο. γενομένης δὲ τῆς μάχης ἐν ταῖς ὁδοῖς, τὸ μὲν πρῶτον οἱ Θηβαῖοι διὰ τὰς ἀρετὰς προεῖχον καὶ πολλοὺς τῶν ἀνθισταμένων ἀνῄρουν· τῶν δ´ οἰκετῶν καὶ τῶν παίδων ἀπὸ τῶν οἰκιῶν βαλλόντων τὰς κεραμῖδας καὶ κατατιτρωσκόντων τοὺς Θηβαίους ἐτράπησαν· καὶ τινὲς μὲν αὐτῶν ἐκπεσόντες ἐκ τῆς πόλεως διεσώθησαν, τινὲς δὲ εἰς οἰκίαν τινὰ καταφυγόντες ἠναγκάσθησαν παραδοῦναι σφᾶς αὐτούς. οἱ δὲ Θηβαῖοι παρὰ τῶν ἐκ τῆς μάχης διασωθέντων πυθόμενοι τὰ συμβεβηκότα, παραχρῆμα πανδημεὶ κατὰ σπουδὴν ὥρμησαν. διὰ δὲ τὸ παράδοξον ἀνετοίμων ὄντων τῶν κατὰ τὴν χώραν, πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δὲ ζῶντες συνελήφθησαν, ἅπασα δ´ ἡ χώρα ταραχῆς καὶ διαρπαγῆς ἔγεμεν.

[12,42] Οἱ δὲ Πλαταιεῖς διαπρεσβευσάμενοι πρὸς τοὺς Θηβαίους ἠξίουν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν καὶ ἀπολαβεῖν τοὺς αἰχμαλώτους. διὸ καὶ τῆς συνθέσεως ταύτης γεγενημένης οἱ μὲν Θηβαῖοι τοὺς αἰχμαλώτους ἀπολαβόντες καὶ τὴν λείαν ἀποδόντες εἰς τὰς Θήβας ἀπηλλάγησαν, οἱ δὲ Πλαταιεῖς πρὸς μὲν Ἀθηναίους ἔπεμψαν πρέσβεις περὶ βοηθείας, αὐτοὶ δὲ τὰ πλεῖστα ἐκόμισαν εἰς τὴν πόλιν. οἱ δὲ Ἀθηναῖοι πυθόμενοι τὰ περὶ τὰς Πλαταιάς, παραχρῆμα ἐξέπεμψαν τοὺς ἱκανοὺς στρατιώτας· οὗτοι δὲ κατὰ σπουδὴν παραγενόμενοι, καὶ μὴ φθάσαντες τοὺς Θηβαίους, τὰ λοιπὰ τῶν ἀπὸ τῆς χώρας κατεκόμισαν εἰς τὴν πόλιν, καὶ τέκνα καὶ γυναῖκας καὶ τὸν ὄχλον ἀθροίσαντες ἐξαπέστειλαν εἰς τὰς Ἀθήνας. οἱ δὲ Λακεδαιμόνιοι κρίναντες καταλελύσθαι τὰς σπονδὰς ὑπὸ τῶν Ἀθηναίων, δύναμιν ἀξιόλογον ἤθροισαν ἔκ τε τῆς Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων Πελοποννησίων. συνεμάχουν δὲ τότε Λακεδαιμονίοις Πελοποννήσιοι μὲν πάντες πλὴν Ἀργείων· οὗτοι δ´ ἡσυχίαν εἶχον· τῶν δ´ ἐκτὸς τῆς Πελοποννήσου Μεγαρεῖς, Ἀμβρακιῶται, Λευκάδιοι, Φωκεῖς, Βοιωτοί, Λοκροὶ τῶν μὲν πρὸς Εὔβοιαν ἐστραμμένων οἱ πλείους, τῶν δ´ ἄλλων Ἀμφισσεῖς. τοῖς δ´ Ἀθηναίοις συνεμάχουν οἱ τὴν παράλιον τῆς Ἀσίας οἰκοῦντες Κᾶρες καὶ Δωριεῖς καὶ Ἴωνες καὶ Ἑλλησπόντιοι καὶ νησιῶται πάντες πλὴν τῶν ἐν Μήλῳ καὶ Θήρᾳ κατοικούντων, ὁμοίως δὲ καὶ οἱ ἐπὶ Θρᾴκης πλὴν Χαλκιδέων καὶ Ποτιδαιατῶν· πρὸς δὲ τούτοις Μεσσήνιοι μὲν οἱ τὴν Ναύπακτον οἰκοῦντες καὶ Κερκυραῖοι - - - αἱ δ´ ἄλλαι πᾶσαι πεζοὺς στρατιώτας ἐξέπεμπον. σύμμαχοι μὲν οὖν ἀμφοτέροις ὑπῆρχον οἱ προειρημένοι. Λακεδαιμόνιοι δὲ δύναμιν ἀξιόλογον προχειρισάμενοι τὴν ἡγεμονίαν
ἔδωκαν Ἀρχιδάμῳ τῷ βασιλεῖ. οὗτος δὲ μετὰ τῆς δυνάμεως ἐνέβαλεν εἰς τὴν Ἀττικήν, τοῖς δὲ φρουρίοις προσβολὰς ἐποιεῖτο καὶ τῆς χώρας πολλὴν ἐδῄωσε. τῶν δ´ Ἀθηναίων παροξυνομένων διὰ τὴν τῆς χώρας καταδρομήν, καὶ βουλομένων παρατάξασθαι τοῖς πολεμίοις, Περικλῆς στρατηγὸς ὢν καὶ τὴν ὅλην ἡγεμονίαν ἔχων παρεκάλει τοὺς νέους ἡσυχίαν ἔχειν, ἐπαγγελλόμενος ἄνευ κινδύνων ἐκβαλεῖν τοὺς Λακεδαιμονίους ἐκ τῆς Ἀττικῆς. πληρώσας οὖν ἑκατὸν τριήρεις καὶ δύναμιν ἀξιόλογον εἰς τὰς ναῦς ἐνθέμενος, καὶ στρατηγὸν ἐπιστήσας Καρκίνον καὶ ἑτέρους τινάς, ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον. οὗτοι δὲ πολλὴν τῆς παραθαλαττίου χώρας πορθήσαντες καί τινα τῶν φρουρίων ἑλόντες κατεπλήξαντο τοὺς Λακεδαιμονίους· διὸ καὶ τὴν ἐκ τῆς Ἀττικῆς δύναμιν ταχέως μεταπεμψάμενοι πολλὴν ἀσφάλειαν τοῖς πολεμίοις παρείχοντο. τούτῳ δὲ τῷ τρόπῳ τῆς Ἀττικῆς ἐλευθερωθείσης, ὁ μὲν Περικλῆς ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς πολίταις, ὡς δυνάμενος στρατηγεῖν καὶ τοῖς Λακεδαιμονίοις διαπολεμεῖν.

[12,43] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Γεγάνιον καὶ Λούκιον Σέργιον. ἐπὶ δὲ τούτων ὁ τῶν Ἀθηναίων στρατηγὸς οὐ διέλιπε τὴν μὲν χώραν τῶν Πελοποννησίων λεηλατῶν καὶ καταφθείρων, τὰ δὲ φρούρια πολιορκῶν· προσγενομένων δὲ αὐτῷ πεντήκοντα τριήρων ἐκ τῆς Κερκύρας, πολὺ μᾶλλον ἐπόρθει τὴν Πελοποννησίων χώραν, καὶ μάλιστα τῆς παραθαλαττίου τὴν καλουμένην Ἀκτὴν ἐδῄου καὶ τὰς ἐπαύλεις ἐνεπύριζε. μετὰ δὲ ταῦτα πλεύσας ἐπὶ Μεθώνην τῆς Λακωνικῆς, τήν τε χώραν κατέσυρε καὶ τῇ πόλει προσβολὰς ἐποιεῖτο. ἔνθα δὴ Βρασίδας ὁ Σπαρτιάτης, νέος μὲν ὢν τὴν ἡλικίαν, ἀλκῇ δὲ καὶ ἀνδρείᾳ διαφέρων, ὁρῶν τὴν Μεθώνην κινδυνεύουσαν ἐκ βίας ἁλῶναι, παραλαβών τινας τῶν Σπαρτιατῶν διὰ μέσου τῶν πολεμίων ἐσκεδασμένων ἐτόλμησε διεκπερᾶσαι, καὶ πολλοὺς ἀνελὼν παρεισέπεσεν εἰς τὸ χωρίον. γενομένης δὲ πολιορκίας, καὶ τοῦ Βρασίδου λαμπρότατα κινδυνεύσαντος, Ἀθηναῖοι μὲν οὐ δυνάμενοι τὸ χωρίον ἑλεῖν ἀπεχώρησαν πρὸς τὰς ναῦς, Βρασίδας δὲ διασεσωκὼς τὴν Μεθώνην διὰ τῆς ἰδίας ἀρετῆς καὶ ἀνδρείας ἀποδοχῆς ἔτυχε παρὰ τοῖς Σπαρτιάταις. διὰ δὲ τὴν ἀνδραγαθίαν ταύτην φρονηματισθείς, πολλάκις ἐν τοῖς ὕστερον χρόνοις παραβόλως ἀγωνιζόμενος μεγάλην δόξαν ἀνδρείας ἀπηνέγκατο. Ἀθηναῖοι δὲ περιπλεύσαντες εἰς τὴν Ἠλείαν τήν τε χώραν ἐπόρθουν καὶ Φειὰν χωρίον Ἠλείων ἐπολιόρκουν. ἐκβοηθησάντων δὲ τῶν Ἠλείων, μάχῃ τε ἐνίκησαν καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων εἷλον τὰς Φειὰς κατὰ κράτος. μετὰ δὲ ταῦτα τῶν Ἠλείων πανδημεὶ παραταξαμένων ἀπεκρούσθησαν εἰς τὰς ναῦς· εἶτ´ ἀποπλεύσαντες εἰς τὴν Κεφαλληνίαν, καὶ τοὺς ταύτην κατοικοῦντας εἰς
τὴν συμμαχίαν προσαγαγόμενοι, τὸν εἰς τὰς Ἀθήνας πλοῦν ἐποιήσαντο.

[12,44] μετὰ δὲ ταῦτα Ἀθηναῖοι στρατηγὸν προχειρισάμενοι Κλεόπομπον ἐξαπέστειλαν μετὰ νεῶν τριάκοντα, προστάξαντες τήν τε Εὔβοιαν παραφυλάττειν καὶ Λοκροῖς πολεμεῖν. ὁ δ´ ἐκπλεύσας τήν τε παραθαλάττιον τῆς Λοκρίδος ἐδῄωσε καὶ πόλιν Θρόνιον ἐξεπολιόρκησε, τοῖς δ´ ἀντιταξαμένοις τῶν Λοκρῶν συνάψας μάχην ἐνίκησε περὶ πόλιν Ἀλόπην. ἔπειτα τὴν προκειμένην τῆς Λοκρίδος νῆσον, ὀνομαζομένην Ἀταλάντην, ἐπιτείχισμα τῆς Λοκρίδος κατεσκεύασε, πολεμῶν πρὸς τοὺς ἐγχωρίους. Ἀθηναῖοι δ´ ἐγκαλοῦντες Αἰγινήταις ὡς συνηργηκόσι Λακεδαιμονίοις ἀνέστησαν αὐτοὺς ἐκ τῆς πόλεως, ἐκ δὲ τῶν πολιτῶν οἰκήτορας ἐκπέμψαντες κατεκληρούχησαν τήν τε Αἴγιναν καὶ τὴν χώραν. Λακεδαιμόνιοι δὲ τοῖς ἐκπεπτωκόσιν Αἰγινήταις ἔδωκαν οἰκεῖν τὰς καλουμένας Θυρέας διὰ τὸ καὶ τοὺς Ἀθηναίους δεδωκέναι τοῖς ἐκ Μεσσήνης ἐκβληθεῖσι κατοικεῖν Ναύπακτον. Ἀθηναῖοι δὲ Περικλέα μετὰ δυνάμεως ἐξέπεμψαν πολεμήσοντα τοῖς Μεγαρεῦσιν. οὗτος δὲ πορθήσας τὴν χώραν καὶ τὰς κτήσεις αὐτῶν λυμηνάμενος μετὰ πολλῆς ὠφελείας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.

[12,45] Λακεδαιμόνιοι δὲ μετὰ Πελοποννησίων καὶ τῶν ἄλλων συμμάχων ἐνέβαλον εἰς τὴν Ἀττικὴν τὸ δεύτερον. ἐπιπορευόμενοι δὲ τὴν χώραν ἐδενδροτόμουν καὶ τὰς ἐπαύλεις ἐνεπύριζον, καὶ πᾶσαν σχεδὸν τὴν γῆν ἐλυμήναντο πλὴν τῆς καλουμένης Τετραπόλεως· ταύτης δ´ ἀπέσχοντο διὰ τὸ τοὺς προγόνους αὐτῶν ἐνταῦθα κατῳκηκέναι καὶ τὸν Εὐρυσθέα νενικηκέναι τὴν ὁρμὴν ἐκ ταύτης ποιησαμένους· δίκαιον γὰρ ἡγοῦντο τοῖς εὐηργετηκόσι τοὺς προγόνους, παρὰ τῶν ἐκγόνων τὰς προσηκούσας εὐεργεσίας ἀπολαμβάνειν. οἱ δ´ Ἀθηναῖοι παρατάξασθαι μὲν οὐκ ἐτόλμων, συνεχόμενοι δ´ ἐντὸς τῶν τειχῶν ἐνέπεσον εἰς λοιμικὴν περίστασιν· πολλοῦ γὰρ πλήθους καὶ παντοδαποῦ συνεῤῥυηκότος εἰς τὴν πόλιν διὰ τὴν στενοχωρίαν εὐλόγως εἰς νόσους ἐνέπιπτον, ἕλκοντες ἀέρα διεφθαρμένον. διόπερ οὐ δυνάμενοι τοὺς πολεμίους ἐκβαλεῖν ἐκ τῆς χώρας, πάλιν ναῦς πολλὰς ἐξέπεμπον εἰς Πελοπόννησον στρατηγὸν ἐπιστήσαντες Περικλέα. οὗτος δὲ πολλὴν χώραν τῆς παραθαλαττίου δῃώσας καί τινας πόλεις πορθήσας, ἐποίησεν ἀπελθεῖν ἐκ τῆς Ἀττικῆς τοὺς Λακεδαιμονίους. μετὰ δὲ ταῦθ´ οἱ Ἀθηναῖοι, τῆς μὲν χώρας δεδενδροκοπημένης, τῆς δὲ νόσου πολλοὺς διαφθειρούσης, ἐν ἀθυμίᾳ καθειστήκεσαν, καὶ τὸν Περικλέα νομίζοντες αἴτιον αὐτοῖς γεγονέναι τοῦ πολέμου δι´ ὀργῆς εἶχον. διόπερ ἀποστήσαντες αὐτὸν τῆς στρατηγίας, καὶ μικράς τινας ἀφορμὰς ἐγκλημάτων λαβόντες, ἐζημίωσαν αὐτὸν ὀγδοήκοντα ταλάντοις. μετὰ δὲ ταῦτα πρεσβείας ἀποστείλαντες Λακεδαιμονίοις ἠξίουν καταλύσασθαι τὸν πόλεμον· ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἠναγκάζοντο πάλιν τὸν Περικλέα στρατηγὸν αἱρεῖσθαι. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τ
ὸν ἐνιαυτόν.

[12,46] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Ἐπαμείνονος Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Παπίριον καὶ Αὖλον Κορνήλιον Μακερῖνον. ἐπὶ δὲ τούτων ἐν μὲν ταῖς Ἀθήναις Περικλῆς ὁ στρατηγὸς ἐτελεύτησεν, ἀνὴρ γένει καὶ πλούτῳ, πρὸς δὲ τούτοις δεινότητι λόγου καὶ στρατηγίᾳ πολὺ προέχων τῶν πολιτῶν. ὁ δὲ δῆμος φιλοτιμούμενος κατὰ κράτος ἑλεῖν τὴν Ποτίδαιαν, ἐξαπέστειλεν Ἅγνωνα στρατηγὸν ἔχοντα τὴν δύναμιν ἣν πρότερον εἶχε Περικλῆς. οὗτος δὲ μετὰ παντὸς τοῦ στόλου καταπλεύσας εἰς τὴν Ποτίδαιαν παρεσκευάσατο τὰ πρὸς τὴν πολιορκίαν· μηχανάς τε γὰρ παντοδαπὰς παρεσκεύασε πολιορκητικὰς καὶ ὅπλων καὶ βελῶν πλῆθος, ἔτι δὲ σίτου δαψίλειαν ἱκανὴν πάσῃ τῇ δυνάμει. προσβολὰς δὲ ποιούμενος συνεχεῖς καθ´ ἑκάστην ἡμέραν διέτριβε πολὺν χρόνον, οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν. οἱ μὲν γὰρ πολιορκούμενοι διὰ τὸν ἐκ τῆς ἁλώσεως φόβον ἐῤῥωμένως ἠμύνοντο καὶ ταῖς ὑπεροχαῖς τῶν τειχῶν πεποιθότες ἐπλεονέκτουν, ἡ δ´ ἐκ τοῦ λοιμοῦ νόσος τοὺς πολιορκοῦντας συνέχουσα πολλοὺς ἀνῄρει, καὶ τὸ στρατόπεδον ἀθυμία κατεῖχεν. ὁ δ´ Ἅγνων εἰδὼς τοὺς Ἀθηναίους δεδαπανηκότας εἰς τὴν πολιορκίαν πλείω τῶν χιλίων ταλάντων καὶ χαλεπῶς διακειμένους πρὸς τοὺς Ποτιδαιάτας διὰ τὸ πρώτους ἀποστῆναι πρὸς τοὺς Λακεδαιμονίους, ἐφοβεῖτο λῦσαι τὴν πολιορκίαν· διόπερ ἠναγκάζετο διακαρτερεῖν καὶ τοὺς στρατιώτας ἀναγκάζειν παρὰ δύναμιν βίαν προσάγειν τῇ πόλει. ἐπεὶ δὲ τῶν πολιτῶν πολλοὶ διεφθείροντο κατὰ τὰς προσβολὰς καὶ κατὰ τὴν ἐκ τοῦ λοιμοῦ νόσον, ἀπολιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀπέπλευσεν εἰς τὰς Ἀθήνας, ἀποβεβληκὼς τῶν στρατιωτῶν πλείους τῶν χιλίων. ἀπελθόντων δὲ τούτων οἱ Ποτιδαιᾶται, τοῦ τε σίτου παντελῶς ἐκλιπόντος καὶ τῶν κατὰ τὴν πόλιν ἀθυμούντων, ἐπεκηρυκεύσαντο πρὸς τοὺς πολιορκοῦντας περὶ διαλύσεως. ἀσμένως δὲ κἀκείνων προσδεξαμένων διαλύσεις ἐποιήσαντο τοιαύτας, ἀπελθεῖν ἐκ τῆς πόλεως ἅπαντας τοὺς Ποτιδαιάτας, ἄλλο μὲν μηθὲν λαβόντας, ἔχοντας δὲ τοὺς μὲν ἄνδρας ἱμάτιον ἕν, τὰς δὲ γυναῖκας δύο. γενομένων δὲ τούτων τῶν σπονδῶν οἱ μὲν Ποτιδαιᾶται πάντες μετὰ γυναικῶν καὶ τέκνων ἐξέλιπον τὴν πατρίδα κατὰ τὰς συνθήκας, καὶ παρελθόντες εἰς τοὺς ἐπὶ Θρᾴκης Χαλκιδεῖς παρ´ αὐτοῖς κατῴκησαν· οἱ δ´ Ἀθηναῖοι τῶν πολιτῶν εἰς χιλίους οἰκήτορας ἐξέπεμψαν εἰς τὴν Ποτίδαιαν, καὶ τήν τε πόλιν καὶ τὴν χώραν κατεκληρούχησαν.

[12,47] Ἀθηναῖοι δὲ Φορμίωνα στρατηγὸν προχειρισάμενοι μετὰ εἴκοσι τριήρων ἐξαπέστειλαν. οὗτος δὲ περιπλεύσας τὴν Πελοπόννησον εἰς Ναύπακτον κατῆρε, καὶ θαλαττοκρατῶν τοῦ Κρισαίου κόλπου διεκώλυσε ταύτῃ πλεῖν τοὺς Λακεδαιμονίους. Λακεδαιμόνιοι δὲ δύναμιν ἀξιόλογον ἐξέπεμψαν μετ´ Ἀρχιδάμου τοῦ βασιλέως· οὗτος δὲ παρελθὼν τῆς Βοιωτίας εἰς Πλαταιὰς ἐστρατοπέδευσε. μελλόντων δ´ αὐτῶν δῃοῦν τὴν χώραν, καὶ παρακαλούντων τοὺς Πλαταιεῖς ἀποστῆναι τῶν Ἀθηναίων, ὡς οὐ προσεῖχον αὐτοῖς, ἐπόρθησε τὴν χώραν καὶ τὰς κατ´ αὐτὴν κτήσεις ἐλυμήνατο. μετὰ δὲ ταῦτα τὴν πόλιν περιτειχίσας ἤλπιζε τῇ σπάνει τῶν ἀναγκαίων καταπονήσειν τοὺς Πλαταιεῖς· οὐδὲν δ´ ἧττον καὶ μηχανὰς προσάγοντες καὶ διὰ τούτων σαλεύοντες τὰ τείχη καὶ προσβολὰς ἀδιαλείπτως ποιούμενοι διετέλουν. ἐπεὶ δὲ οὐδὲ διὰ τῶν προσβολῶν ἠδύναντο χειρώσασθαι τὴν πόλιν, ἀπολιπόντες τὴν ἱκανὴν φυλακὴν ἐπανῆλθον εἰς Πελοπόννησον. Ἀθηναῖοι δὲ στρατηγοὺς καταστήσαντες Ξενοφῶντα καὶ Φανόμαχον ἀπέστειλαν ἐπὶ Θρᾴκην μετὰ στρατιωτῶν χιλίων. οὗτοι δὲ παραγενηθέντες εἰς Σπάρτωλον τῆς Βοττικῆς ἔτεμον τὴν χώραν, καὶ τὸν σῖτον ἐν χλόῃ διέφθειραν. προσβοηθησάντων δὲ τοῖς Βοττιαίοις Ὀλυνθίων, ἡττήθησαν ὑπὸ τούτων μάχῃ· ἀνῃρέθησαν δὲ τῶν Ἀθηναίων οἵ τε στρατηγοὶ καὶ τῶν στρατιωτῶν οἱ πλείους. ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι πεισθέντες ὑπὸ Ἀμβρακιωτῶν ἐστράτευσαν εἰς Ἀκαρνανίαν. ἡγούμενος δὲ τούτων Κνῆμος εἶχε στρατιώτας πεζοὺς χιλίους καὶ ναῦς ὀλίγας· προσλαβόμενος δὲ καὶ παρὰ τῶν συμμάχων στρατιώτας τοὺς ἱκανοὺς ἧκεν εἰς τὴν Ἀκαρνανίαν καὶ κατεστρατοπέδευσε πλησίον πόλεως τῆς ὀνομαζομένης Στράτου. οἱ δὲ Ἀκαρνᾶνες συστραφέντες καὶ τοῖς πολεμίοις ἐνεδρεύσαντες πολλοὺς ἀπέκτειναν, καὶ συνηνάγκασαν τὸν Κνῆμον ἀπαγαγεῖν τὴν δύναμιν εἰς τοὺς ὀνομαζομένους Οἰνιάδας.

[12,48] Περὶ δὲ τοὺς αὐτοὺς χρόνους Φορμίων ὁ τῶν Ἀθηναίων στρατηγὸς ἔχων εἴκοσι τριήρεις περιέτυχε ναυσὶ Λακεδαιμονίων ἑπτὰ πρὸς ταῖς τετταράκοντα. ναυμαχήσας δὲ πρὸς ταύτας τήν τε στρατηγίδα ναῦν τῶν πολεμίων κατέδυσε καὶ τῶν ἄλλων πολλὰς ἄπλους ἐποίησε, δώδεκα δὲ αὐτάνδρους εἷλε, τὰς δὲ λοιπὰς μέχρι τῆς γῆς κατεδίωξεν. οἱ δὲ Λακεδαιμόνιοι παρ´ ἐλπίδας ἡττηθέντες ταῖς ὑπολειφθείσαις ναυσὶν ἔφυγον εἰς Πάτρας τῆς Ἀχαΐας. αὕτη μὲν οὖν ἡ ναυμαχία συνέστη περὶ τὸ Ῥίον καλούμενον. οἱ δ´ Ἀθηναῖοι τρόπαιον στήσαντες καὶ τῷ Ποσειδῶνι περὶ τὸν Ἰσθμὸν ναῦν καθιερώσαντες ἀπέπλευσαν εἰς πόλιν συμμαχίδα Ναύπακτον. Λακεδαιμόνιοι δ´ ἑτέρας ναῦς ἐξέπεμψαν εἰς τὰς Πάτρας. αὗται δὲ προσλαβόμεναι τὰς ἐκ τῆς ναυμαχίας περιλελειμμένας τριήρεις ἠθροίσθησαν εἰς τὸ Ῥίον· εἰς τὸν αὐτὸν δὲ τόπον καὶ τὸ πεζὸν στρατόπεδον τῶν Πελοποννησίων κατήντησε καὶ πλησίον τοῦ στόλου κατεστρατοπέδευσε. Φορμίων δὲ τῇ προγεγενημένῃ νίκῃ φρονηματισθεὶς ἐτόλμησεν ἐπιθέσθαι ταῖς πολεμίαις ναυσὶν οὔσαις πολλαπλασίαις· καί τινας αὐτῶν καταδύσας καὶ τῶν ἰδίων ἀποβαλὼν ἀμφίδοξον ἔσχε τὴν νίκην. μετὰ δὲ ταῦτα Ἀθηναίων ἀποστειλάντων εἴκοσι τριήρεις, οἱ Λακεδαιμόνιοι φοβηθέντες ἀπέπλευσαν εἰς τὴν Κόρινθον, οὐ τολμῶντες ναυμαχεῖν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

[12,49] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Διοτίμου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούλιον καὶ Πρόκλον Οὐεργίνιον Τρίκοστον, Ἠλεῖοι δ´ ἤγαγον ὀλυμπιάδα ὀγδόην πρὸς ταῖς ὀγδοήκοντα, καθ´ ἣν ἐνίκα στάδιον Σύμμαχος Μεσσήνιος ἀπὸ Σικελίας. ἐπὶ δὲ τούτων Κνῆνος ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐν τῇ Κορίνθῳ διατρίβων ἔκρινε τὸν Πειραιᾶ καταλαβέσθαι. ἐπυνθάνετο γὰρ μήτε ναῦς ἐν αὐτῷ καθειλκυσμένας ὑπάρχειν μήτε στρατιώτας εἶναι τεταγμένους ἐπὶ τῆς φυλακῆς· τοὺς γὰρ Ἀθηναίους ἀμελῶς ἔχειν περὶ τῆς τούτου φυλακῆς διὰ τὸ μηδαμῶς ἐλπίζειν τολμῆσαι τινὰς καταλαβέσθαι τὸν τόπον. διόπερ ἐν τοῖς Μεγάροις καθελκύσας τὰς νενεωλκημένας τετταράκοντα τριήρεις νυκτὸς ἔπλευσεν εἰς τὴν Σαλαμῖνα· προσπεσὼν δ´ ἀπροσδοκήτως εἰς τὸ φρούριον τῆς Σαλαμῖνος τὸ καλούμενον Βουδόριον, τρεῖς ναῦς ἀπέσπασε καὶ τὴν ὅλην Σαλαμῖνα κατέδραμε. τῶν δὲ Σαλαμινίων πυρσευσάντων τοῖς κατὰ τὴν Ἀττικήν, οἱ μὲν Ἀθηναῖοι δόξαντες τὸν Πειραιᾶ κατειλῆφθαι ταχέως ἐξεβοήθουν μετὰ πολλῆς ταραχῆς· γνόντες δὲ τὸ γεγονός, ταχέως πληρώσαντες ναῦς ἱκανὰς ἔπλεον εἰς τὴν Σαλαμῖνα. οἱ δὲ Πελοποννήσιοι τῆς ἐπιβολῆς διαψευσθέντες ἀπέπλευσαν ἐκ τῆς Σαλαμῖνος εἰς τὴν οἰκείαν. οἱ δ´ Ἀθηναῖοι, τῶν πολεμίων ἀποπεπλευκότων, τῆς μὲν Σαλαμῖνος ἐπιμελεστέραν φυλακὴν ἐποιήσαντο καὶ κατέλιπον φρουροὺς τοὺς ἱκανούς, τὸν δὲ Πειραιᾶ κλείθροις καὶ φυλακαῖς ἱκαναῖς διαλαβόντες ὠχύρωσαν.

[12,50] Περὶ δὲ τοὺς αὐτοὺς χρόνους Σιτάλκης ὁ τῶν Θρᾳκῶν βασιλεὺς παρειλήφει μὲν βασιλείαν ὀλίγην χώραν, διὰ δὲ τὴν ἰδίαν ἀνδρείαν καὶ σύνεσιν ἐπὶ πολὺ τὴν δυναστείαν ηὔξησεν, ἐπιεικῶς μὲν ἄρχων τῶν ὑποτεταγμένων, ἀνδρεῖος δ´ ὢν ἐν ταῖς μάχαις καὶ στρατηγικός, ἔτι δὲ τῶν προσόδων μεγάλην ποιούμενος ἐπιμέλειαν. τὸ δὲ τέλος ἐπὶ τοσοῦτον δυνάμεως προῆλθεν, ὥστε χώρας ἄρξαι πλείστης τῶν πρὸ αὐτοῦ βασιλευσάντων κατὰ τὴν Θρᾴκην. ἡ μὲν γὰρ παραθαλάττιος αὐτῆς ἀπὸ τῆς Ἀβδηριτῶν χώρας τὴν ἀρχὴν ἔχουσα διέτεινε μέχρι τοῦ Ἴστρου ποταμοῦ, ἀπὸ δὲ θαλάττης εἰς τὸ μεσόγειον πορευομένῳ τοσοῦτον εἶχε διάστημα, ὥστε πεζὸν εὔζωνον ὁδοιπορῆσαι ἡμέρας δέκα τρεῖς. τηλικαύτης δὲ χώρας βασιλεύων ἐλάμβανε προσόδους καθ´ ἕκαστον ἐνιαυτὸν πλείω χιλίων ταλάντων. κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς ἔχων πόλεμον ἤθροισεν ἐκ τῆς Θρᾴκης στρατιώτας πεζοὺς μὲν πλείους τῶν δώδεκα μυριάδων, ἱππεῖς δὲ πεντακισμυρίους. ἀναγκαῖον δ´ ἐστὶ τοῦ πολέμου τούτου προεκθέσθαι τὰς αἰτίας, ἵνα σαφὴς ὁ περὶ αὐτοῦ λόγος ὑπάρξῃ τοῖς ἀναγινώσκουσι. Σιτάλκης τοίνυν πρὸς Ἀθηναίους φιλίαν συνθέμενος ὡμολόγησεν αὐτοῖς συμμαχήσειν τὸν ἐπὶ Θρᾴκης πόλεμον· διόπερ βουλόμενος τοὺς Χαλκιδεῖς σὺν τοῖς Ἀθηναίοις καταπολεμῆσαι, παρεσκευάζετο δύναμιν ἀξιόλογον. ἅμα δὲ καὶ πρὸς Περδίκκαν τὸν βασιλέα τῶν Μακεδόνων ἀλλοτρίως διακείμενος, ἔκρινε κατάγειν ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν Ἀμύνταν τὸν Φιλίππου. δι´ ἀμφοτέρας οὖν τὰς προειρημένας αἰτίας ἦν ἀναγκαῖον αὐτῷ συστήσασθαι δύναμιν ἀξιόλογον. ὡς δ´ αὐτῷ τὰ πρὸς τὴν στρατείαν εὐτρεπῆ κατεσκεύαστο, προήγαγε τὴν δύναμιν ἅπασαν, καὶ διελθὼν τὴν Θρᾴκην ἐνέβαλεν εἰς τὴν Μακεδονίαν. οἱ δὲ Μακεδόνες τὸ μέγεθος τῆς δυνάμεως καταπλαγέντες παρατάξασθαι μὲν οὐκ ἐτόλμησαν, ἐκκομίσαντες δὲ τόν τε σῖτον καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν εἰς τὰ καρτερώτατα φρούρια, μένοντες ἐν τούτοις ἡσυχίαν εἶχον. οἱ δὲ Θρᾷκες καταγαγόντες τὸν Ἀμύνταν ἐπὶ τὴν βασιλείαν τὸ μὲν πρῶτον διὰ λόγων καὶ πρεσβειῶν ἐπειρῶντο προσάγεσθαι τὰς πόλεις, ὡς δ´ οὐδεὶς αὐτοῖς προσεῖχεν, εὐθὺς τῷ πρώτῳ φρουρίῳ προσβαλόντες κατὰ κράτος εἷλον. μετὰ δὲ ταῦτά τινες τῶν πόλεων καὶ τῶν φρουρίων διὰ τὸν φόβον ἑκουσίως ὑπετάγησαν. πορθήσαντες δὲ πᾶσαν τὴν Μακεδονίαν καὶ πολλῆς ὠφελείας κύριοι γενόμενοι μετέβησαν ἐπὶ τὰς Ἑλληνίδας πόλεις τὰς τῶν Χαλκιδέων.

[12,51] Τοῦ δὲ Σιτάλκου περὶ ταῦτα διατρίβοντος Θετταλοὶ καὶ Ἀχαιοὶ καὶ Μάγνητες καὶ οἱ ἄλλοι πάντες Ἕλληνες ὅσοι κατῴκουν μεταξὺ Μακεδονίας καὶ Θερμοπυλῶν, συνεφρόνησαν καὶ δύναμιν ἀξιόλογον κοινῇ συνεστήσαντο· εὐλαβοῦντο γὰρ μήποτε τοσαύταις μυριάσιν οἱ Θρᾷκες ἐμβάλωσιν αὐτῶν εἰς τὴν χώραν, καὶ κινδυνεύσωσι ταῖς πατρίσι. τὸ δ´ αὐτὸ καὶ τῶν Χαλκιδέων ποιησάντων, Σιτάλκης πυθόμενος τοὺς Ἕλληνας ἁδρὰς δυνάμεις συνηθροικέναι καὶ τοὺς στρατιώτας ὑπὸ τοῦ χειμῶνος ἐνοχλουμένους, πρὸς μὲν τὸν Περδίκκαν διαλυσάμενος ἐπιγαμίας ἐποιήσατο, τὰς δὲ δυνάμεις ἀπήγαγεν εἰς τὴν Θρᾴκην.

[12,52] Ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι μὲν παραλαβόντες τοὺς ἐκ Πελοποννήσου συμμάχους εἰσέβαλον εἰς τὴν Ἀττικήν, ἔχοντος τὴν ἡγεμονίαν Ἀρχιδάμου τοῦ βασιλέως, τὸν δὲ σῖτον ἐν τῇ χλόῃ διέφθειραν, καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὰς πατρίδας. οἱ δ´ Ἀθηναῖοι παρατάξασθαι μὲν οὐ τολμῶντες, ὑπὸ δὲ τῆς νόσου καὶ τῆς σιτοδείας πιεζόμενοι, κακὰς περὶ τοῦ μέλλοντος ἐλάμβανον ἐλπίδας. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

[12,53] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Εὐκλείδου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τρεῖς, Μάρκον Μάνιον, Κόιντον Σουλπίκιον Πραιτέξτατον, Σερούλιον Κορνήλιον Κόσσον. ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν Λεοντῖνοι, Χαλκιδέων μὲν ὄντες ἄποικοι, συγγενεῖς δὲ Ἀθηναίων, ἔτυχον ὑπὸ Συρακοσίων πολεμούμενοι. πιεζόμενοι δὲ τῷ πολέμῳ, καὶ διὰ τὴν ὑπεροχὴν τῶν Συρακοσίων κινδυνεύοντες ἁλῶναι κατὰ κράτος, ἐξέπεμψαν πρέσβεις εἰς τὰς Ἀθήνας, ἀξιοῦντες τὸν δῆμον βοηθῆσαι τὴν ταχίστην καὶ τὴν πόλιν ἑαυτῶν ἐκ τῶν κινδύνων ῥύσασθαι. ἦν δὲ τῶν ἀπεσταλμένων ἀρχιπερεσβευτὴς Γοργίας ὁ ῥήτωρ, δεινότητι λόγου πολὺ προέχων πάντων τῶν καθ´ ἑαυτόν. οὗτος καὶ τέχνας ῥητορικὰς πρῶτος ἐξεῦρε καὶ κατὰ τὴν σοφιστείαν τοσοῦτο τοὺς ἄλλους ὑπερέβαλεν, ὥστε μισθὸν λαμβάνειν παρὰ τῶν μαθητῶν μνᾶς ἑκατόν. οὗτος οὖν καταντήσας εἰς τὰς Ἀθήνας καὶ παραχθεὶς εἰς τὸν δῆμον διελέχθη τοῖς Ἀθηναίοις περὶ τῆς συμμαχίας, καὶ τῷ ξενίζοντι τῆς λέξεως ἐξέπληξε τοὺς Ἀθηναίους ὄντας εὐφυεῖς καὶ φιλολόγους. πρῶτος γὰρ ἐχρήσατο τοῖς τῆς λέξεως σχηματισμοῖς περιττοτέροις καὶ τῇ φιλοτεχνίᾳ διαφέρουσιν, ἀντιθέτοις καὶ ἰσοκώλοις καὶ παρίσοις καὶ ὁμοιοτελεύτοις καί τισιν ἑτέροις τοιούτοις, ἃ τότε μὲν διὰ τὸ ξένον τῆς κατασκευῆς ἀποδοχῆς ἠξιοῦτο, νῦν δὲ περιεργίαν ἔχειν δοκεῖ καὶ φαίνεται καταγέλαστα πλεονάκις καὶ κατακόρως τιθέμενα. τέλος δὲ πείσας τοὺς Ἀθηναίους συμμαχῆσαι τοῖς Λεοντίνοις, οὗτος μὲν θαυμασθεὶς ἐν ταῖς Ἀθήναις ἐπὶ τέχνῃ ῥητορικῇ τὴν εἰς Λεοντίνους ἐπάνοδον ἐποιήσατο.

[12,54] Ἀθηναῖοι δὲ καὶ πάλαι μὲν ἦσαν ἐπιθυμηταὶ τῆς Σικελίας διὰ τὴν ἀρετὴν τῆς χώρας, καὶ τότε δ´ ἀσμένως προσδεξάμενοι τοὺς τοῦ Γοργίου λόγους ἐψηφίσαντο συμμαχίαν ἐκπέμπειν τοῖς Λεοντίνοις, πρόφασιν μὲν φέροντες τὴν τῶν συγγενῶν χρείαν καὶ δέησιν, τῇ δ´ ἀληθείᾳ τὴν νῆσον σπεύδοντες κατακτήσασθαι. καὶ γὰρ οὐ πολλοῖς ἔτεσι πρότερον τῶν τε Κορινθίων καὶ τῶν Κερκυραίων διαπολεμούντων μὲν πρὸς ἀλλήλους, φιλοτιμηθέντων δ´ ἀμφοτέρων συμμάχους λαβεῖν τοὺς Ἀθηναίους, προέκρινεν ὁ δῆμος συμμαχεῖν τοῖς Κερκυραίοις διὰ τὸ τὴν Κέρκυραν εὐφυῶς κεῖσθαι πρὸς τὸν εἰς Σικελίαν πλοῦν. καθόλου γὰρ οἱ Ἀθηναῖοι κατακτησάμενοι τὴν τῆς θαλάττης ἡγεμονίαν καὶ μεγάλας πράξεις ἐπιτελεσάμενοι συμμάχων τε πολλῶν εὐπόρουν καὶ δυνάμεις μεγίστας ἐκέκτηντο καὶ χρημάτων τε πλῆθος ἕτοιμον παρέλαβον, μετακομίσαντες ἐκ Δήλου τὰ κοινὰ χρήματα τῶν Ἑλλήνων, ὄντα πλείω τῶν μυρίων ταλάντων, ἡγεμόσι τε μεγάλοις καὶ διὰ στρατηγίαν δεδοκιμασμένοις ἐχρήσαντο, καὶ διὰ τούτων ἁπάντων ἤλπιζον καταπολεμήσειν μὲν τοὺς Λακεδαιμονίους, πάσης δὲ τῆς Ἑλλάδος τὴν ἡγεμονίαν περιπεποιημένοι ἀνθέξεσθαι τῆς Σικελίας. διὰ ταύτας οὖν τὰς αἰτίας ψηφισάμενοι βοηθεῖν τοῖς Λεοντίνοις ἐξέπεμψαν εἰς τὴν Σικελίαν ναῦς εἴκοσι καὶ {στρατηγοὺς} Λάχητα καὶ Χαροιάδην. οὗτοι δὲ πλεύσαντες εἰς τὸ Ῥήγιον προσελάβοντο ναῦς εἴκοσι παρὰ τῶν Ῥηγίνων καὶ τῶν Χαλκιδέων ἀποίκων. ἐντεῦθεν δ´ ὁρμώμενοι τὸ μὲν πρῶτον τὰς Λιπαραίων νήσους κατέδραμον διὰ τὸ συμμαχεῖν τοὺς Λιπαραίους τοῖς Συρακοσίοις, μετὰ δὲ ταῦτα ἐπὶ Λοκροὺς πλεύσαντες καὶ πέντε νεῶν Λοκρίδων κυριεύσαντες, Μύλα φρούριον ἐπολιόρκησαν. O
52;πιβοηθησάντων δὲ τῶν πλησιοχώρων Σικελιωτῶν τοῖς Μυλαίοις ἐγένετο μάχη, καθ´ ἣν Ἀθηναῖοι νικήσαντες ἀπέκτειναν μὲν πλείους τῶν χιλίων, ἐζώγρησαν δὲ οὐκ ἐλάττους τῶν ἑξακοσίων· εὐθὺς δὲ καὶ τὸ φρούριον ἐκπολιορκήσαντες κατέσχον. τούτων δὲ πραττομένων κατέπλευσαν νῆες τετταράκοντα, ἃς ἀπέστειλεν ὁ δῆμος, κρίνων γενναιότερον ἅπτεσθαι τοῦ πολέμου· ἡγεῖτο δ´ αὐτῶν Εὐρυμέδων καὶ Σοφοκλῆς. ἀθροισθεισῶν δὲ τῶν τριήρων εἰς ἕνα τόπον ἀξιόλογος ἤδη στόλος κατεσκεύαστο, συγκείμενος ἐκ τριήρων ὀγδοήκοντα. τοῦ δὲ πολέμου χρονίζοντος οἱ Λεοντῖνοι διαπρεσβευσάμενοι πρὸς τοὺς Συρακοσίους διελύθησαν. διόπερ αἱ μὲν τῶν Ἀθηναίων τριήρεις ἀπέπλευσαν εἰς τὴν οἰκείαν, οἱ δὲ Συρακόσιοι τοῖς Λεοντίνοις μεταδόντες τῆς πολιτείας ἅπαντας Συρακοσίους ἐποίησαν, καὶ τὴν πόλιν φρούριον ἀπέδειξαν τῶν Συρακοσίων. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.

[12,55] Κατὰ δὲ τὴν Ἑλλάδα Λέσβιοι μὲν ἀπέστησαν ἀπὸ τῶν Ἀθηναίων· ἐνεκάλουν γὰρ αὐτοῖς, ὅτι βουλομένων συνοικίζειν πάσας τὰς κατὰ τὴν Λέσβον πόλεις εἰς τὴν Μυτιληναίων πόλιν διεκώλυσαν. διὸ καὶ πρὸς Λακεδαιμονίους ἀποστείλαντες πρεσβευτὰς καὶ συμμαχίαν συνθέμενοι συνεβούλευον τοῖς Σπαρτιάταις ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἡγεμονίας· πρὸς ταύτην δὲ τὴν ἐπιβολὴν ἐπηγγείλαντο πολλὰς τριήρεις εἰς τὸν πόλεμον παρέξεσθαι. ἀσμένως δὲ τῶν Λακεδαιμονίων ὑπακουσάντων καὶ περὶ τὴν κατασκευὴν τῶν τριήρων γινομένων, Ἀθηναῖοι φθάσαντες αὐτῶν τὴν παρασκευὴν παραχρῆμα δύναμιν ἐξέπεμψαν εἰς τὴν Λέσβον, πληρώσαντες ναῦς τετταράκοντα καὶ στρατηγὸν προχειρισάμενοι Κλεινιππίδην. οὗτος δὲ προσλαβόμενος βοήθειαν παρὰ τῶν συμμάχων κατέπλευσεν εἰς Μυτιλήνην. γενομένης δὲ ναυμαχίας οἱ μὲν Μυτιληναῖοι λειφθέντες συνεκλείσθησαν εἰς πολιορκίαν, τῶν δὲ Λακεδαιμονίων ψηφισαμένων βοηθεῖν τοῖς Μυτιληναίοις καὶ παρασκευαζομένων στόλον ἀξιόλογον, ἔφθασαν Ἀθηναῖοι ναῦς ἄλλας σὺν ὁπλίταις χιλίοις ἀποστείλαντες εἰς Λέσβον. τούτων δ´ ἡγούμενος Πάχης ὁ Ἐπικλήρου καταντήσας εἰς τὴν Μυτιλήνην, καὶ τὴν προϋπάρχουσαν δύναμιν παραλαβών, περιετείχισε τὴν πόλιν καὶ συνεχεῖς προσβολὰς ἐποιεῖτο οὐ μόνον κατὰ γῆν, ἀλλὰ καὶ κατὰ θάλατταν. Λακεδαιμόνιοι δὲ ἐξαπέστειλαν εἰς τὴν Μυτιλήνην τριήρεις μὲν τετταράκοντα πέντε καὶ στρατηγὸν Ἀλκίδαν, εἰς δὲ τὴν Ἀττικὴν εἰσέβαλον μετὰ τῶν συμμάχων· ἐπελθόντες δὲ {καὶ} τοὺς παραλελειμμένους τόπους τῆς Ἀττικῆς καὶ δῃώσαντες τὴν χώραν ἐπανῆλθον εἰς τὴν οἰκείαν. Μυτιληναῖοι δὲ τῇ σιτοδείᾳ καὶ τῷ πολέμῳ πιεζόμενοι καὶ στασι
;άζοντες πρὸς ἀλλήλους, καθ´ ὁμολογίαν παρέδωκαν τὴν πόλιν τοῖς πολιορκοῦσιν. ἐν δὲ ταῖς Ἀθήναις τοῦ δήμου βουλευομένου πῶς χρὴ προσενέγκασθαι τοῖς Μυτιληναίοις, Κλέων ὁ δημαγωγός, ὠμὸς ὢν τὸν τρόπον καὶ βίαιος, παρώξυνε τὸν δῆμον, ἀποφαινόμενος δεῖν τοὺς Μυτιληναίους αὐτοὺς μὲν ἡβηδὸν ἅπαντας ἀποκτεῖναι, τέκνα δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι. τέλος δὲ πεισθέντων τῶν Ἀθηναίων κατὰ τὴν γνώμην τε τοῦ Κλέωνος ψηφισαμένων, ἀπεστάλησαν εἰς τὴν Μυτιλήνην οἱ τὰ δοχθέντα τῷ δήμῳ δηλώσοντες τῷ στρατηγῷ. τοῦ δὲ Πάχητος ἀναγνόντος τὸ ψήφισμα ἦλθεν ἐναντίον τῷ προτέρῳ ἕτερον. ὁ δὲ Πάχης γνοὺς τὴν μετάνοιαν τῶν Ἀθηναίων ἐχάρη, καὶ τοὺς Μυτιληναίους συναγαγὼν εἰς ἐκκλησίαν ἀπέλυσε τῶν ἐγκλημάτων, ἅμα δὲ καὶ τῶν μεγίστων φόβων. Ἀθηναῖοι δὲ τῆς Μυτιλήνης τὰ τείχη περιελόντες τὴν Λέσβον ὅλην πλὴν τῆς Μηθυμναίων χώρας κατεκληρούχησαν. ἡ μὲν οὖν Λεσβίων ἀπόστασις ἀπ´ Ἀθηναίων τοιοῦτον ἔσχε τὸ τέλος.

[12,56] Περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λακεδαιμόνιοι τὰς Πλαταιὰς πολιορκοῦντες περιετείχισαν τὴν πόλιν καὶ στρατιώταις πολλοῖς παρεφύλαττον. χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν Ἀθηναίων μηδεμίαν ἐξαποστελλόντων βοήθειαν, οἱ πολιορκούμενοι σιτοδείᾳ τε συνείχοντο καὶ τῶν πολιτῶν ἐν ταῖς προσβολαῖς πολλοὺς ἀπεβεβλήκεσαν. ἀπορουμένων δ´ αὐτῶν καὶ βουλευομένων περὶ τῆς σωτηρίας, τοῖς μὲν πολλοῖς ἐδόκει τὴν ἡσυχίαν ἄγειν, τοῖς δ´ ἄλλοις ὡς διακοσίοις οὖσιν ἔδοξε νυκτὸς βιάσασθαι τοὺς φύλακας καὶ διεκπεσεῖν εἰς τὰς Ἀθήνας. τηρήσαντες οὖν ἀσέληνον νύκτα τοὺς μὲν ἄλλους ἔπεισαν εἰς θάτερα μέρη προσβάλλειν τῷ περιτειχίσματι, αὐτοὶ δ´ ἑτοιμασάμενοι κλίμακας, καὶ τῶν πολεμίων παραβοηθούντων ἐν τοῖς ἀπεστραμμένοις μέρεσι τῶν τειχῶν, αὐτοὶ διὰ τῶν κλιμάκων ἔτυχον ἀναβάντες ἐπὶ τὸ τεῖχος, καὶ τοὺς φύλακας ἀποκτείναντες διέφυγον εἰς τὰς Ἀθήνας. τῇ δ´ ὑστεραίᾳ Λακεδαιμόνιοι μὲν παροξυνθέντες ἐπὶ τῷ δρασμῷ τῶν ἀπεληλυθότων ἐκ τῆς πόλεως, προσέβαλον τῇ πόλει τῶν Πλαταιέων καὶ πᾶσαν εἰσεφέροντο σπουδὴν βίᾳ χειρώσασθαι τοὺς πολιορκουμένους· οἱ δὲ Πλαταιεῖς καταπλαγέντες καὶ διαπρεσβευσάμενοι παρέδωκαν ἑαυτούς τε καὶ τὴν πόλιν τοῖς πολεμίοις. οἱ δ´ ἡγεμόνες τῶν Λακεδαιμονίων καθ´ ἕνα τῶν Πλαταιέων προσκαλούμενοι ἐπηρώτων τί ἀγαθὸν πεποίηκε τοῖς Λακεδαιμονίοις, ἑκάστου δὲ ὁμολογοῦντος μηδὲν εὐηργετηκέναι, πάλιν ἐπηρώτων εἴ τι κακὸν ἔδρασαν τοὺς Σπαρτιάτας· οὐδενὸς δ´ ἀντιλέγοντος, πάντων κατέγνωσαν θάνατον. διὸ καὶ τοὺς ἐγκαταλειφθέντας ἅπαντας ἀνεῖλον καὶ κατασκάψαντες ἐμίσθωσαν τὴν χώραν αὐτῶν. Πλαταιεῖς μὲν οὖν τὴν πρὸς Ἀθηναίου
62; συμμαχίαν βεβαιοτάτην τηρήσαντες ἀδίκως ταῖς μεγίσταις συμφοραῖς περιέπεσον.

[12,57] Ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ Κερκύρᾳ μεγάλη συνέστη στάσις καὶ φιλοτιμία διὰ τοιαύτας αἰτίας. ἐν τῷ περὶ Ἐπίδαμνον πολέμῳ πολλοὶ Κερκυραίων αἰχμάλωτοι γενόμενοι καὶ καταβληθέντες εἰς τὴν δημοσίαν φυλακὴν ἐπηγγείλαντο τοῖς Κορινθίοις παραδώσειν τὴν Κέρκυραν, ἐὰν αὐτοὺς ἀπολύσωσιν. ἀσμένως δὲ τῶν Κορινθίων προσδεξαμένων τοὺς λόγους, οἱ Κερκυραῖοι προσποιηθέντες λύτρα διδόναι διηγγυήθησαν ὑπὸ τῶν προξένων ἱκανῶν τινων ταλάντων ἀφεθέντες. καὶ τηροῦντες τὴν {ὑπὸ} τῶν ὡμολογημένων πίστιν, ὡς κατήντησαν εἰς τὴν πατρίδα, τοὺς δημαγωγεῖν εἰωθότας καὶ μάλιστα τοῦ πλήθους προΐστασθαι συλλαβόντες ἀπέσφαξαν. καταλύσαντες δὲ τὴν δημοκρατίαν, μετ´ ὀλίγον χρόνον Ἀθηναίων βοηθησάντων τῷ δήμῳ, οἱ μὲν Κερκυραῖοι τὴν ἐλευθερίαν ἀνακτησάμενοι κολάζειν ἐπεβάλοντο τοὺς τὴν ἐπανάστασιν πεποιημένους· οὗτοι δὲ φοβηθέντες τὴν τιμωρίαν κατέφυγον ἐπὶ τοὺς τῶν θεῶν βωμοὺς καὶ ἱκέται τοῦ δήμου καὶ τῶν θεῶν ἐγένοντο. οἱ δὲ Κερκυραῖοι διὰ τὴν πρὸς θεοὺς εὐσέβειαν τῆς μὲν τιμωρίας αὐτοὺς ἀπέλυσαν, ἐκ τῆς πόλεως δὲ ἐξέπεμψαν. οὗτοι δὲ πάλιν νεωτερίζειν ἐπιβαλόμενοι καὶ τειχίσαντες ἐν τῇ νήσῳ χωρίον ὀχυρὸν ἐκακοποίουν τοὺς Κερκυραίους. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

[12,58] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Εὐθύνου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τρεῖς, Μάρκον Φάβιον, Μάρκον Φαλίνιον, Λεύκιον Σερουίλιον. ἐπὶ δὲ τούτων Ἀθηναῖοι χρόνον τινὰ τῆς νόσου τῆς λοιμικῆς ἀνειμένοι πάλιν εἰς τὰς αὐτὰ συμφορὰς ἐνέπεσον· οὕτω γὰρ ὑπὸ τῆς νόσου διετέθησαν, ὥστε τῶν στρατιωτῶν ἀποβαλεῖν πεζοὺ μὲν ὑπὲρ τοὺς τετρακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, τῶν δ´ ἄλλων ἐλευθέρων τε καὶ δούλων ὑπὲρ τοὺς μυρίους. ἐπιζητούσης δὲ τῆς ἱστορίας τὴν τῆς περὶ τὴν νόσον δεινότητος αἰτίαν, ἀναγκαῖόν ἐστιν ἐκθέσθαι ταῦτα. προγεγενημένων ἐν τῷ χειμῶνι μεγάλων ὄμβρων συνέβη τὴν γῆν ἔνυδρον γενέσθαι, πολλοὺς δὲ καὶ τῶν κοίλων τόπων δεξαμένους πλῆθος ὕδατος λιμνάσαι καὶ σχεῖν στατὸν ὕδωρ παραπλησίως τοῖς ἑλώδεσι τῶν τόπων, θερμαινομένων δ´ ἐν τῷ θέρει τούτων καὶ σηπομένων συνίστασθαι παχείας καὶ δυσώδεις ἀτμίδας, ταύτας δ´ ἀναθυμιωμένας διαφθείρειν τὸν πλησίον ἀέρα· ὅπερ δὴ καὶ ἐπὶ τῶν ἑλῶν τῶν νοσώδη διάθεσιν ἐχόντων ὁρᾶται γινόμενον. συνεβάλετο δὲ πρὸς τὴν νόσον καὶ ἡ τῆς προσφερομένης τροφῆς κακία· ἐγένοντο γὰρ οἱ καρποὶ κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἔνυγροι παντελῶς καὶ διεφθαρμένην ἔχοντες τὴν φύσιν. τρίτην δὲ αἰτίαν συνέβη γενέσθαι τῆς νόσου τὸ μὴ πνεῦσαι τοὺς ἐτησίας, δι´ ὧν ἀεὶ κατὰ τὸ θέρος ψύχεται τὸ πολὺ τοῦ καύματος· τῆς δὲ θερμασίας ἐπίτασιν λαβούσης καὶ τοῦ ἀέρος ἐμπύρου γενομένου, τὰ σώματα τῶν ἀνθρώπων μηδεμιᾶς ψύξεως γενομένης λυμαίνεσθαι συνέβαινε. διὸ καὶ τὰ νοσήματα τότε πάντα καυματώδη συνέβαινεν εἶναι διὰ τὴν ὑπερβολὴν τῆς θερμασίας. διὰ δὲ ταύτην τὴν αἰτίαν οἱ πλεῖστοι τῶν νοσούντων ἔῤῥιπτον ἑαυτοὺς εἰς τὰ φρέατα καὶ τὰς κρήνας, ἐπιθυμοῦντες αὐτῶν καταψύξαι τὰ σώματα. οἱ δ´ Ἀθηναῖοι διὰ τὴν ὑπερβολὴν τῆς νόσου τὰς αἰτίας τῆς συμφορᾶς ἐπὶ τὸ θεῖον ἀνέπεμπον. διὸ καὶ κατά τινα χρησμὸν ἐκάθηραν τὴν νῆσον Δῆλον, Ἀπόλλωνος μὲν οὖσαν ἱεράν, δοκοῦσαν δὲ μεμιάνθαι διὰ τὸ τοὺς τετελευτηκότας ἐν αὐτῇ τεθάφθαι. ἀνασκάψαντες οὖν ἁπάσας τὰς ἐν τῇ Δήλῳ θήκας μετήνεγκαν εἰς τὴν Ῥήνειαν καλουμένην νῆσον, πλησίον ὑπάρχουσαν τῆς Δήλου. ἔταξαν δὲ καὶ νόμον μήτε τίκτειν ἐν τῇ Δήλῳ μήτε θάπτειν. ἐποίησαν δὲ καὶ πανήγυριν τὴν τῶν Δηλίων, γεγενημένην μὲν πρότερον, διαλιποῦσαν δὲ πολὺν χρόνον.

[12,59] Τῶν δ´ Ἀθηναίων περὶ ταῦτ´ ἀσχολουμένων Λακεδαιμόνιοι τοὺς Πελοποννησίους παραλαβόντες κατεστρατοπέδευσαν περὶ τὸν ἰσθμόν, διανοούμενοι πάλιν εἰς τὴν Ἀττικὴν εἰσβαλεῖν· σεισμῶν δὲ μεγάλων γινομένων δεισιδαιμονήσαντες ἀνέκαμψαν εἰς τὰς πατρίδας. τηλικούτους δὲ τοὺς σεισμοὺς συνέβη γενέσθαι κατὰ πολλὰ μέρη τῆς Ἑλλάδος, ὥστε καὶ πόλεις τινὰς ἐπιθαλαττίους ἐπικλύσασαν τὴν θάλατταν διαφθεῖραι, καὶ κατὰ τὴν Λοκρίδα χεῤῥονήσου καθεστώσης ῥῆξαι μὲν τὸν ἰσθμόν, ποιῆσαι δὲ νῆσον τὴν ὀνομαζομένην Ἀταλάντην. ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι τὴν Τραχῖνα καλουμένην ᾤκισαν καὶ μετωνόμασαν Ἡράκλειαν διὰ τοιαύτας τινὰς αἰτίας. Τραχίνιοι πρὸς Οἰταίους ὁμόρους ὄντας ἔτη πολλὰ διεπολέμουν καὶ τοὺς πλείους τῶν πολιτῶν ἀπέβαλον. ἐρήμου δ´ οὔσης τῆς πόλεως ἠξίωσαν Λακεδαιμονίους ὄντας ἀποίκους ἐπιμεληθῆναι τῆς πόλεως. οἱ δὲ καὶ διὰ τὴν συγγένειαν καὶ διὰ τὸ τὸν Ἡρακλέα, πρόγονον ἑαυτῶν ὄντα, ἐγκατῳκηκέναι κατὰ τοὺς ἀρχαίους χρόνους ἐν τῇ Τραχῖνι, ἔγνωσαν μεγάλην αὐτὴν ποιῆσαι πόλιν. διὸ καὶ Λακεδαιμονίων μὲν καὶ τῶν Πελοποννησίων τετρακισχιλίους οἰκήτορας ἐκπεμψάντων, καὶ παρὰ {τε} τῶν ἄλλων Ἑλλήνων τοὺς βουλομένους μετέχειν τῆς ἀποικίας προσεδέξαντο· οὗτοι δ´ ἦσαν οὐκ ἐλάττους τῶν ἑξακισχιλίων. διὸ καὶ τὴν Τραχῖνα μυρίανδρον ποιήσαντες, καὶ τὴν χώραν κατακληρουχήσαντες, ὠνόμασαν τὴν πόλιν Ἡράκλειαν.

[12,60] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησι Στρατοκλέους ἐν Ῥώμῃ ἀντὶ τῶν ὑπάντων χιλίαρχοι τρεῖς κατεστάθησαν, Λεύκιος Φούριος, Σπόριος Πινάριος {καὶ Γάιος Μέτελλος}. ἐπὶ δὲ τούτων Ἀθηναῖοι μὲν Δημοσθένη προχειρισάμενοι στρατηγὸν μετὰ νεῶν τριάκοντα καὶ στρατιωτῶν ἱκανῶν ἐξαπέστειλαν. οὗτος δὲ προσλαβόμενος παρὰ τῶν Κερκυραίων τριήρεις πεντεκαίδεκα καὶ παρὰ τῶν Κεφαλλήνων καὶ Ἀκαρνάνων καὶ Μεσσηνίων τῶν ἐν Ναυπάκτῳ στρατιώτας ἔπλευσεν ἐπὶ τὴν Λευκάδα. δῃώσας δὲ τὴν χώραν τῶν Λευκαδίων ἀπέπλευσεν ἐπὶ τὴν Αἰτωλίαν καὶ πολλὰς αὐτῶν κώμας ἐπόρθησε. τῶν δὲ Αἰτωλῶν συστραφέντων ἐπ´ αὐτὸν ἐγένετο μάχη, καθ´ ἣν Ἀθηναῖοι λειφθέντες εἰς Ναύπακτον ἀπεχώρησαν. οἱ δὲ Αἰτωλοὶ διὰ τὴν νίκην ἐπαρθέντες, καὶ προσλαβόμενοι Λακεδαιμονίων τρισχιλίους στρατιώτας, στρατεύσαντες ἐπὶ Ναύπακτον, κατοικούντων ἐν αὐτῇ τότε Μεσσηνίων, ἀπεκρούσθησαν. μετὰ δὲ ταῦτα στρατεύσαντες ἐπὶ τὴν ὀνομαζομένην Μολυκρίαν εἷλον τὴν πόλιν. ὁ δὲ τῶν Ἀθηναίων στρατηγὸς Δημοσθένης εὐλαβούμενος μὴ καὶ τὴν Ναύπακτον ἐκπολιορκήσωσι, χιλίους ὁπλίτας ἐξ Ἀκαρνανίας μεταπεμψάμενος ἀπέστειλεν εἰς τὴν Ναύπακτον. Δημοσθένης δὲ περὶ τὴν Ἀκαρνανίαν διατρίβων περιέτυχεν Ἀμπρακιώταις χιλίοις στρατοπεδεύουσι, πρὸς οὓς συνάψας μάχην σχεδὸν πάντας ἀνεῖλε. τῶν δ´ ἐκ τῆς Ἀμπρακίας ἐπεξελθόντων πανδημεί, πάλιν ὁ Δημοσθένης τοὺς πλείους αὐτῶν ἀπέκτεινεν, ὥστε τὴν πόλιν σχεδὸν ἔρημον γενέσθαι. ὁ μὲν οὖν Δημοσθένης ᾤετο δεῖν ἐκπολιορκῆσαι τὴν Ἀμπρακίαν, ἐλπίζων διὰ τὴν ἐρημίαν τῶν ἀμυνομένων ῥᾳδίως αὐτὴν αἱρήσειν. οἱ δ´ Ἀκαρνᾶνες φοβούμενοι μὴ τῆς πόλεως Ἀθηναῖοι κυριεύσαντες βαρύτεροι πάροικ_
9;ι γένωνται τῶν Ἀμπρακιωτῶν, οὐκ ἔφασαν ἀκολουθεῖν. στασιαζόντων δ´ αὐτῶν, οἱ μὲν Ἀκαρνᾶνες διαλυσάμενοι τοῖς Ἀμπρακιώταις συνέθεντο τὴν εἰρήνην εἰς ἔτη ἑκατόν, Δημοσθένης δ´ ἐγκαταλειφθεὶς ὑπὸ τῶν Ἀκαρνάνων ἀπέπλευσε σὺν ταῖς εἴκοσι ναυσὶν εἰς Ἀθήνας. Ἀμπρακιῶται δὲ μεγάλῃ συμφορᾷ περιπεπτωκότες παρὰ τῶν Λακεδαιμονίων φρουρὰν μετεπέμψαντο, φοβούμενοι τοὺς Ἀθηναίους.

[12,61] Δημοσθένης δὲ στρατεύσας ἐπὶ Πύλον ἐπεβάλετο τοῦτο τὸ χωρίον τειχίσαι κατὰ τῆς Πελοποννήσου· ἔστι γὰρ ὀχυρόν τε διαφερόντως καὶ κείμενον ἐν τῇ Μεσσηνίᾳ, τῆς δὲ Σπάρτης ἀπέχον σταδίους τετρακοσίους. ἔχων δὲ τότε καὶ ναῦς πολλὰς καὶ στρατιώτας ἱκανούς, ἐν εἴκοσιν ἡμέραις ἐτείχισε τὴν Πύλον. Λακεδαιμόνιοι δὲ πυθόμενοι τὸν τειχισμὸν τῆς Πύλου συνήγαγον δύναμιν ἀξιόλογον οὐ μόνον πεζήν, ἀλλὰ καὶ ναυτικήν. διὸ καὶ τριήρεσι μὲν ἐπὶ τὴν Πύλον ἔπλευσαν τετταράκοντα πέντε καλῶς κατεσκευασμέναις, πεζοῖς δὲ ἐστράτευσαν μυρίοις καὶ δισχιλίοις, αἰσχρὸν ἡγούμενοι τοὺς τῇ Ἀττικῇ δῃουμένῃ μὴ τολμήσαντας βοηθεῖν ἐν Πελοποννήσῳ χωρίον τειχίζειν καὶ καταλαμβάνεσθαι. οὗτοι μὲν οὖν ἡγουμένου Θρασυμήδους πλησίον τῆς Πύλου κατεστρατοπέδευσαν. ἐμπεσούσης δὲ ὁρμῆς τῷ πλήθει πάντα κίνδυνον ὑπομένειν καὶ βίᾳ χειρώσασθαι τὴν Πύλον, τὰς μὲν ναῦς ἀντιπρῴρους ἔστησαν τῷ στόματι τοῦ λιμένος, ὅπως διὰ τούτων ἐμφράξωσι τὸν εἴσπλουν τῶν πολεμίων, πεζῇ δ´ ἐκ διαδοχῆς προσβάλλοντες τῷ τείχει καὶ φιλοτιμίαν τὴν μεγίστην εἰσφερόμενοι θαυμασίους ἀγῶνας συνεστήσαντο. εἰς δὲ τὴν νῆσον τὴν καλουμένην Σφακτηρίαν, παρατεταμένην δ´ ἐπὶ μῆκος καὶ ποιοῦσαν εὔδιον τὸν λιμένα, διεβίβασαν τοὺς ἀρίστους τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων. τοῦτο δ´ ἔπραξαν φθάσαι βουλόμενοι τοὺς Ἀθηναίους προκαταλαβέσθαι τὴν νῆσον, εὐφυῶς σφόδρα κειμένην πρὸς τὴν πολιορκίαν. διημερεύοντες δ´ ἐν ταῖς τειχομαχίαις καὶ κατατιτρωσκόμενοι διὰ τὴν ἀπὸ τοῦ τείχους ὑπεροχὴν οὐκ ἔληγον τῆς βίας· διὸ πολλοὶ μὲν αὐτῶν ἀπέθνησκον, οὐκ ὀλίγοι δὲ κατετραυματίζοντο πρὸς τόπον ὠχυρωμένον βιαζόμενοι. οἱ δὲ Ἀθηναῖοι προκατειλημμένοι χωρίον καὶ φύσει καρτερόν, καὶ βελῶν τε πλήθη καὶ τῶν ἄλλων τῶν χρησίμων πολλὴν ἔχοντες ἀφθονίαν, ἐκθύμως ἠμύνοντο· ἤλπιζον γὰρ κρατήσαντες τῆς ἐπιβολῆς πάντα τὸν πόλεμον περιαγαγεῖν εἰς τὴν Πελοπόννησον καὶ δῃώσειν ἀνὰ μέρος τὴν χώραν τῶν πολεμίων.

[12,62] τῆς δὲ πολιορκίας ἀνυπέρβλητον τὴν σπουδὴν ἐχούσης παρ´ ἀμφοτέροις, καὶ τῶν Σπαρτιατῶν βίαν προσαγόντων τοῖς τείχεσι, πολλοὶ μὲν ἄλλοι κατὰ τὰς ἀνδραγαθίας ἐθαυμάσθησαν, μεγίστης δὲ ἀποδοχῆς ἔτυχε Βρασίδας. τῶν γὰρ τριηράρχων οὐ τολμώντων προσαγαγεῖν τῇ γῇ τὰς τριήρεις διὰ τὴν χαλεπότητα τῶν τόπων, τριήραρχος ὢν ἐβόα καὶ παρεκελεύετο τῷ κυβερνήτῃ μὴ φείδεσθαι τοῦ σκάφους, ἀλλὰ καὶ βίᾳ προσάγειν τῇ γῇ τὴν τριήρη· αἰσχρὸν γὰρ εἶναι τοῖς Σπαρτιάταις τῆς μὲν ψυχῆς ἀφειδεῖν ἕνεκα τῆς νίκης, τῶν δὲ σκαφῶν φείδεσθαι καὶ περιορᾶν Ἀθηναίους κρατοῦντας τῆς Λακωνικῆς. τέλος δὲ συναναγκάσαντος τὸν κυβερνήτην προσαγαγεῖν τὴν ναῦν, ἡ μὲν τριήρης ἐπώκειλεν, ὁ δὲ Βρασίδας ἐπιβὰς ἐπὶ τὴν τῆς νεὼς ἐπιβάθραν ἐκ ταύτης ἠμύνατο τὸ πλῆθος τῶν ἐπ´ αὐτὸν συνδραμόντων Ἀθηναίων. καὶ τὸ μὲν πρῶτον τοὺς προσιόντας πολλοὺς ἀπέκτεινε, μετὰ δὲ ταῦτα πολλῶν ἐπ´ αὐτὸν ἐπιφερομένων βελῶν πολλοῖς περιέπιπτεν ἐναντίοις τραύμασι. τέλος δὲ διὰ τῶν τραυμάτων αἵματος ἐκχυθέντος πολλοῦ, καὶ διὰ τοῦτο λιποψυχήσαντος αὐτοῦ, ὁ μὲν βραχίων προέπεσεν ἐκ τῆς νεώς, ἡ δ´ ἀσπὶς περιῤῥυεῖσα καὶ πεσοῦσα εἰς τὴν θάλατταν ὑποχείριος ἐγένετο τοῖς πολεμίοις. μετὰ δὲ ταῦτα οὗτος μὲν πολλοὺς τῶν πολεμίων νεκροὺς σωρεύσας αὐτὸς ἡμιθανὴς ἐκ τῆς νεὼς ὑπὸ τῶν ἰδίων ἀπηνέχθη, τοσοῦτον τοὺς ἄλλους ὑπερβαλόμενος ἀνδρείᾳ, ὥστε τῶν ἄλλων τοὺς ἀποβαλόντας τὴν ἀσπίδα θανάτῳ κολάζεσθαι, τοῦτον δ´ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ ἀπενέγκασθαι δόξαν. οἱ μὲν οὖν Λακεδαιμόνιοι συνεχεῖς προσβολὰς ποιούμενοι τῇ Πύλῳ, καὶ πολλοὺς ἀποβαλόντες στρατιώτας, ἔμενον καρτερῶς ἐν τοῖς δεινοῖς. θαυμάσαι δ´ ἄν τις τῆς
τύχης τὸ παράδοξον καὶ τὴν ἰδιότητα τῆς περὶ τὴν Πύλον διαθέσεως. Ἀθηναῖοι μὲν γὰρ ἐκ τῆς Λακωνικῆς ἀμυνόμενοι τοὺς Σπαρτιάτας ἐκράτουν, Λακεδαιμόνιοι δὲ τὴν ἰδίαν χώραν πολεμίαν ἔχοντες ἐκ τῆς θαλάττης προσέβαλλον τοῖς πολεμίοις, καὶ τοῖς μὲν πεζῇ κρατοῦσι θαλαττοκρατεῖν συνέβαινε, τοῖς δὲ κατὰ θάλατταν πρωτεύουσι τῆς γῆς ἀπείργειν τοὺς πολεμίους.

[12,63] χρονιζούσης δὲ τῆς πολιορκίας, καὶ τῶν Ἀθηναίων ταῖς ναυσὶν ἐπικρατησάντων καὶ σῖτον εἰς τὴν γῆν εἰσκομίζειν κωλυόντων, ἐκινδύνευον οἱ κατειλημμένοι ἐν τῇ νήσῳ τῷ λιμῷ διαφθαρῆναι. διόπερ οἱ Λακεδαιμόνιοι φοβηθέντες περὶ τῶν ἀπειλημμένων ἐν τῷ νήσῳ, πρεσβείας ἀπέστειλαν εἰς τὰς Ἀθήνας περὶ τῆς καταλύσεως τοῦ πολέμου· οὐ συγκατατιθεμένων δ´ αὐτῶν ἠξίουν ἀλλαγὴν ποιήσασθαι τῶν ἀνδρῶν καὶ λαβεῖν τοὺς ἴσους τῶν Ἀθηναίων τῶν ἑαλωκότων· ἀλλ´ οὐδὲ τοῦτο συνεχώρησαν οἱ Ἀθηναῖοι. διόπερ οἱ πρέσβεις παῤῥησίαν ἤγαγον ἐν ταῖς Ἀθήναις ὡς ὁμολογοῦσι Λακεδαιμονίους κρείττους εἶναι, μὴ βουλόμενοι τὴν ἀντίδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι. οἱ δ´ Ἀθηναῖοι τῇ σπάνει τῶν ἀναγκαίων καταπονήσαντες τοὺς ἐν τῇ Σφακτηρίᾳ παρέλαβον αὐτοὺς καθ´ ὁμολογίαν. ἦσαν δ´ οἱ παραδόντες αὑτοὺς Σπαρτιᾶται μὲν ἑκατὸν εἴκοσι, τῶν δὲ συμμάχων ἑκατὸν ὀγδοήκοντα. οὗτοι μὲν οὖν ὑπὸ Κλέωνος τοῦ δημαγωγοῦ στρατηγοῦντος τότε δεθέντες ἤχθησαν εἰς τὰς Ἀθήνας· ὁ δὲ δῆμος ἐψηφίσατο αὐτοὺς φυλάττειν, ἐὰν βούλωνται Λακεδαιμόνιοι λῦσαι τὸν πόλεμον, ἐὰν δὲ προκρίνωσι τὸ πολεμεῖν, τότε πάντας τοὺς αἰχμαλώτους ἀποκτεῖναι. μετὰ δὲ ταῦτα τῶν ἐν Ναυπάκτῳ κατῳκισμένων Μεσσηνίων μεταπεμψάμενοι τοὺς ἀρίστους καὶ τῶν ἄλλων συμμάχων τοὺς ἱκανοὺς προσθέντες, τούτοις παρέδωκαν τὴν Πύλον φρουρεῖν· ἐνόμιζον γὰρ τοὺς Μεσσηνίους διὰ τὸ πρὸς τοὺς Σπαρτιάτας μῖσος ἐκθυμότατα κακοποιήσειν τὴν Λακωνικήν, ὁρμωμένους ἐξ ὀχυροῦ χωρίου. καὶ τὰ μὲν κατὰ τὴν Πύλον ἐν τούτοις ἦν.

[12,64] Ἀρταξέρξης δ´ ὁ τῶν Περσῶν βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τετταράκοντα, τὴν δ´ ἀρχὴν διαδεξάμενος Ξέρξης ἐβασίλευσεν ἐνιαυτόν. κατὰ δὲ τὴν Ἰταλίαν Αἴκλων ἀποστάντων ἀπὸ Ῥωμαίων κατὰ τὸν πόλεμον αὐτοκράτορα μὲν Αὖλον Ποστούμιον, ἵππαρχον δὲ Λεύκιον Ἰούλιον ἐποίησαν. οὗτοι δὲ μετὰ πολλῆς δυνάμεως ἀξιολόγου στρατεύσαντες εἰς τὴν τῶν ἀφεστηκότων χώραν τὸ μὲν πρῶτον τὰς κτήσεις ἐπόρθησαν, μετὰ δὲ ταῦτα Αἴκλων ἀντιταχθέντων ἐγένετο μάχη, καθ´ ἣν ἐνίκησαν οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν τῶν πολεμίων ἀνεῖλον, οὐκ ὀλίγους δ´ ἐζώγρησαν, λαφύρων δὲ πολλῶν ἐκυρίευσαν. μετὰ δὲ τὴν μάχην οἱ μὲν ἀφεστηκότες διὰ τὴν ἧτταν καταπεπληγμένοι τοῖς Ῥωμαίοις ὑπετάγησαν, ὁ δὲ Ποστούμιος δόξας καλῶς διῳκηκέναι τὰ κατὰ τὸν πόλεμον, κατήγαγε τὸν εἰωθότα θρίαμβον. ἴδιον δέ τι καὶ παντελῶς ἄπιστόν φασι πρᾶξαι τὸν Ποστούμιον· κατὰ γὰρ τὴν μάχην τὸν υἱὸν αὐτοῦ διὰ τὴν προθυμίαν προεκπηδῆσαι τῆ ὑπὸ τοῦ πατρὸς δεδομένης τάξεως· τὸν δὲ πατέρα τηροῦντα τὸ πάτριον ἔθος τὸν υἱὸν ὡς λελοιπότα τὴν τάξιν ἀποκτεῖναι.

[12,65] Τούτου δὲ τοῦ ἔτους διελθόντος Ἀθήνησι μὲν ἦν ἄρχων Ἴσαρχος, ἐν δὲ τῇ Ῥώμῃ καθειστήκεσαν ὕπατοι Τίτος Κοΐντιος καὶ Γάιος Ἰούλιος, παρὰ δὲ Ἠλείοις ὀλυμπιὰς ἤχθη ἐνάτη καὶ ὀγδοηκοστή, καθ´ ἣν ἐνίκα στάδιον Σύμμαχος τὸ δεύτερον. ἐπὶ δὲ τούτων Ἀθηναῖοι στρατηγὸν καταστήσαντες Νικίαν τὸν Νικηράτου, καὶ παραδόντες αὐτῷ τριήρεις μὲν ἑξήκοντα, ὁπλίτας δὲ τρισχιλίους, προσέταξαν πορθῆσαι τοὺς Λακεδαιμονίων συμμάχους. οὗτος δ´ ἐπὶ πρώτην τὴν Μῆλον πλεύσας τήν τε χώραν ἐδῄωσε καὶ τὴν πόλιν ἐφ´ ἱκανὰς ἡμέρας ἐπολιόρκησεν· αὕτη γὰρ μόνη τῶν Κυκλάδων νήσων διεφύλαττε τὴν πρὸς Λακεδαιμονίους συμμαχίαν, ἄποικος οὖσα τῆς Σπάρτης. ὁ δὲ Νικίας, γενναίως ἀμυνομένων τῶν Μηλίων οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν, ἀπέπλευσεν εἰς Ὠρωπὸν τῆς Βοιωτίας. ἐνταῦθα δὲ τὰς ναῦς ἀπολιπὼν παρῆλθεν εἰς τὴν τῶν Ταναγραίων χώραν μετὰ τῶν ὁπλιτῶν, καὶ κατέλαβεν ἐνταῦθα δύναμιν ἑτέραν Ἀθηναίων, ἧς ἐστρατήγει Ἱππόνικος ὁ Καλλίου. συνελθόντων δὲ εἰς ταὐτὸ τῶν στρατοπέδων ἀμφοτέρων, οὗτοι μὲν ἐπεπορεύοντο τὴν χώραν πορθοῦντες, τῶν δὲ Θηβαίων ἐκβοηθούντων συνάψαντες αὐτοῖς μάχην οἱ Ἀθηναῖοι καὶ πολλοὺς ἀνελόντες ἐνίκησαν. μετὰ δὲ τὴν μάχην οἱ μεθ´ Ἱππονίκου στρατιῶται τὴν εἰς Ἀθήνας ἐπάνοδον ἐποιήσαντο, Νικίας δὲ παρελθὼν ἐπὶ τὰς ναῦς παρέπλευσεν ἐπὶ τὴν Λοκρίδα, καὶ τὴν παραθαλάττιον χώραν πορθήσας προσελάβετο παρὰ τῶν συμμάχων τριήρεις τετταράκοντα, ὥστε τὰς πάσας ἔχειν αὐτὸν ναῦς ἑκατόν· καταλέξας δὲ καὶ πεζοὺς στρατιώτας οὐκ ὀλίγους, καὶ δύναμιν ἀξιόλογον συστησάμενος, ἔπλευσεν ἐπὶ τὴν Κόρινθον. ἀποβιβάσαντος δ´ αὐτοῦ τοὺς στρατιώτας, καὶ τῶν Κορινθίων ἀντιταχθέντων, οἱ Ἀθηναῖοι δυσὶ μάχαις ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνελόντες τρόπαιον ἔστησαν. ἐτελεύτησαν δ´ ἐν τῇ μάχῃ τῶν Ἀθηναίων εἰς ὀκτώ, τῶν δὲ Κορινθίων πλείους τῶν τριακοσίων. ὁ δὲ Νικίας πλεύσας εἰς Κρομμυῶνα τήν τε χώραν ἐδῄωσε καὶ τὸ φρούριον ἐχειρώσατο. εὐθὺς δ´ ἐπαναζεύξας καὶ τειχίσας φρούριον ἐν τῇ Μεθώνῃ, φυλακὴν κατέλιπε τὴν τὸ χωρίον ἅμα φυλάξουσαν καὶ τὴν ἐγγὺς χώραν δῃώσουσαν· αὐτὸς δὲ τὴν παραθαλάττιον πορθήσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. μετὰ δὲ ταῦτα ἐπὶ Κύθηρα ναῦς ἀπέστειλαν ἑξήκοντα καὶ δισχιλίους ὁπλίτας, ὧν εἶχε τὴν στρατηγίαν Νικίας μετ´ ἄλλων τινῶν. οὗτος δὲ στρατεύσας ἐπὶ τὴν νῆσον καὶ προσβολὰς ποιησάμενος παρέλαβε τὴν πόλιν καθ´ ὁμολογίαν. ἐν δὲ τῇ νήσῳ καταλιπὼν φρουρὰν ἐξέπλευσεν εἰς τὴν Πελοπόννησον καὶ τὴν παραθαλάττιον χώραν ἐδῄωσε. καὶ Θυρέας μὲν κειμένας ἐν τοῖς μεθορίοις τῆς Λακωνικῆς καὶ τῆς Ἀργείας ἐκπολιορκήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψε, τοὺς δ´ ἐν αὐτῇ κατοικοῦντας Αἰγινήτας καὶ τὸν φρούραρχον Τάνταλον Σπαρτιάτην ζωγρήσας ἀπήγαγεν εἰς τὰς Ἀθήνας. οἱ δὲ Ἀθηναῖοι τὸν μὲν Τάνταλον δήσαντες ἐφύλαττον μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ τοὺς Αἰγινήτας.

[12,66] Ἅμα δὲ τούτοις πραττομένοις Μεγαρεῖς θλιβόμενοι τῷ πολέμῳ τῷ πρὸς τοὺς Ἀθηναίους καὶ τῷ πρὸς τοὺς φυγάδας· διαπρεσβευομένων δὲ πρὸς ἀλλήλους περὶ τούτων, τῶν πολιτῶν τινες ἀλλοτρίως ἔχοντες πρὸς τοὺς φυγάδας ἐπηγγείλαντο πρὸς τοὺς Ἀθηναίων στρατηγοὺς προδώσειν τὴν πόλιν. οἱ δὲ στρατηγοί, Ἱπποκράτης τε καὶ Δημοσθένης, συνθέμενοι περὶ τῆς προδοσίας, ἐξέπεμψαν νυκτὸς στρατιώτας ἑξακοσίους εἰς τὴν πόλιν, καὶ οἱ συνθέμενοι παρεδέξαντο τοὺς Ἀθηναίους ἐντὸς τειχῶν. καταφανοῦς δὲ τῆς προδοσίας γενομένης κατὰ τὴν πόλιν, καὶ τοῦ πλήθους σχιζομένου κατὰ τὴν αἵρεσιν, καὶ τῶν μὲν συμμαχούντων τοῖς Ἀθηναίοις, τῶν δὲ βοηθούντων τοῖς Λακεδαιμονίοις, ἐκήρυξέ τις ἀφ´ ἑαυτοῦ τοὺς βουλομένους τίθεσθαι τὰ ὅπλα μετὰ Ἀθηναίων καὶ Μεγαρέων. διόπερ τῶν Λακεδαιμονίων ἐγκαταλείπεσθαι μελλόντων ὑπὸ τῶν Μεγαρέων, συνέβη τοὺς φρουροῦντας τὰ μακρὰ τείχη καταλιπεῖν, εἰς δὲ τὴν καλουμένην Νίσαιαν, ἥπερ ἐστὶν ἐπίνειον τῶν Μεγαρέων, καταφυγεῖν. περιταφρεύσαντες δὲ αὐτὴν οἱ Ἀθηναῖοι ἐπολιόρκουν· μετὰ δὲ ταῦτα ἐκ τῶν Ἀθηνῶν τεχνίτας προσλαβόμενοι περιετείχισαν τὴν Νίσαιαν. οἱ δὲ Πελοποννήσιοι φοβούμενοι μὴ κατὰ κράτος ἁλόντες ἀναιρεθῶσι, παρέδοσαν τὴν Νίσαιαν τοῖς Ἀθηναίοις καθ´ ὁμολογίαν. καὶ τὰ μὲν κατὰ τοὺς Μεγαρέας ἐν τούτοις ἦν.


[12,67] Βρασίδας δὲ δύναμιν ἱκανὴν ἀναλαβὼν ἔκ τε Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων Πελοποννησίων ἀνέζευξεν ἐπὶ Μέγαρα. καταπληξάμενος δὲ τοὺς Ἀθηναίους, τούτους μὲν ἐξέβαλεν ἐκ τῆς Νισαίας, τὴν δὲ πόλιν τῶν Μεγαρέων ἐλευθερώσας ἀποκατέστησεν εἰς τὴν τῶν Λακεδαιμονίων συμμαχίαν· αὐτὸς δὲ μετὰ τῆς δυνάμεως διὰ Θετταλίας τὴν πορείαν ποιησάμενος ἧκεν εἰς Δῖον τῆς Μακεδονίας. ἐκεῖθεν δὲ παρελθὼν εἰς Ἄκανθον συνεμάχησε τοῖς Χαλκιδεῦσι. καὶ πρώτην μὲν τὴν Ἀκανθίων πόλιν τὰ μὲν καταπληξάμενος, τὰ δὲ καὶ λόγοις φιλανθρώποις πείσας ἐποίησεν ἀποστῆναι τῶν Ἀθηναίων· ἔπειτα πολλοὺς καὶ τῶν ἄλλων τῶν ἐπὶ Θρᾴκης κατοικούντων προετρέψατο κοινωνεῖν {μετὰ} τῆς τῶν Λακεδαιμονίων συμμαχίας. μετὰ δὲ ταῦτα Βρασίδας βουλόμενος ἐνεργότερον ἅψασθαι τοῦ πολέμου, μετεπέμπετο στρατιώτας ἐκ τῆς Λακεδαίμονος, σπεύδων ἀξιόλογον συστήσασθαι δύναμιν· οἱ δὲ Σπαρτιᾶται βουλόμενοι τῶν Εἱλώτων τοὺς κρατίστους ἀπολέσθαι, πέμπουσιν ἐξ αὐτῶν τοὺς μάλιστα πεφρονηματισμένους χιλίους, νομίζοντες ἐν ταῖς μάχαις τοὺς πλείστους αὐτῶν κατακοπήσεσθαι. ἔπραξαν δέ τι καὶ ἄλλο βίαιον καὶ ὠμόν, δι´ οὗ ταπεινώσειν ὑπελάμβανον τοὺς Εἵλωτας· ἐκήρυξαν γὰρ ἀπογράφεσθαι τῶν Εἱλώτων τοὺς ἀγαθόν τι πεποιηκότας τῇ Σπάρτῃ, καὶ τούτους κρίναντες ἐλευθερώσειν ἐπηγγείλαντο· ἀπογραψαμένων δὲ δισχιλίων, τούτους μὲν προσέταξαν τοῖς κρατίστοις ἀποκτεῖναι κατ´ οἶκον ἑκάστου. σφόδρα γὰρ εὐλαβοῦντο μήποτε καιροῦ δραξάμενοι καὶ μετὰ τῶν πολεμίων ταχθέντες εἰς κίνδυνον ἀγάγωσι τὴν Σπάρτην. οὐ μὴν ἀλλὰ τῷ Βρασίδᾳ παραγενομένων χιλίων Εἱλώτων, ἔκ τε συμμάχων στρατολογηθέντων συνέστη δύναμις ἀξιόχρεως.

[12,68] διὸ καὶ θαῤῥήσας τῷ πλήθει τῶν στρατιωτῶν ἐστράτευσεν ἐπὶ τὴν καλουμένην Ἀμφίπολιν. ταύτην δὲ τὴν πόλιν πρότερον μὲν ἐπεχείρησεν οἰκίζειν Ἀρισταγόρας ὁ Μιλήσιος, φεύγων Δαρεῖον τὸν βασιλέα τῶν Περσῶν· ἐκείνου δὲ τελευτήσαντος, καὶ τῶν οἰκητόρων ἐκπεσόντων ὑπὸ Θρᾳκῶν τῶν ὀνομαζομένων Ἠδωνῶν, μετὰ ταῦτα ἔτεσι δυσὶ πρὸς τοῖς τριάκοντα Ἀθηναῖοι μυρίους οἰκήτορας εἰς αὐτὴν ἐξέπεμψαν. ὁμοίως δὲ καὶ τούτων ὑπὸ Θρᾳκῶν διαφθαρέντων περὶ Δράβησκον, διαλιπόντες ἔτη δύο πάλιν ἀνεκτήσαντο τὴν πόλιν Ἅγνωνος ἡγουμένου. περιμαχήτου δ´ αὐτῆς πολλάκις γεγενημένης, ἔσπευδεν ὁ Βρασίδας κύριος γενέσθαι τῆς πόλεως. διὸ καὶ στρατεύσας ἐπ´ αὐτὴν ἀξιολόγῳ δυνάμει, καὶ στρατοπεδεύσας πλησίον τῆς γεφύρας, τὸ μὲν πρῶτον εἷλε τὸ προάστειον τῆς πόλεως, τῇ δ´ ὑστεραίᾳ καταπληξάμενος τοὺς Ἀμφιπολίτας παρέλαβε τὴν πόλιν καθ´ ὁμολογίαν, ὥστ´ ἐξεῖναι τῷ βουλομένῳ τὰ ἑαυτοῦ λαβόντα ἀπελθεῖν ἐκ τῆς πόλεως. εὐθὺς δὲ καὶ τῶν πλησιοχώρων πόλεων πλείονας προσηγάγετο, ἐν αἷς ἦσαν ἀξιολογώταται Οἰσύμη καὶ Γαληψός, ἀμφότεραι Θασίων ἄποικοι, καὶ Μύρκινον, Ἠδωνικὸν πολισμάτιον. ἐπεβάλετο δὲ καὶ ναυπηγεῖσθαι τριήρεις πλείους ἐπὶ τῷ Στρυμόνι ποταμῷ, καὶ στρατιώτας ἔκ τε Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων συμμάχων μετεπέμπετο. κατεσκεύαζε δὲ καὶ πανοπλίας πολλάς, καὶ τοῖς ἀόπλοις τῶν νέων ἀνεδίδου ταύτας, καὶ βελῶν καὶ σίτου καὶ τῶν ἄλλων ἁπάντων παρασκευὰς ἐποιεῖτο. ὡς δ´ αὐτῷ πάντα παρεσκεύαστο, ἀνέζευξεν ἐκ τῆς Ἀμφιπόλεως μετὰ τῆς δυνάμεως, καὶ παραγενόμενος εἰς τὴν καλουμένην Ἀκτὴν κατεστρατοπέδευσεν. ἐν ταύτῃ δ´ ὑπῆρχον πέντε πόλεις, ὧν αἱ μὲν Ἑλληνίδες ἦσαν, Ἀνδρ
43;ων ἄποικοι, αἱ δὲ εἶχον ὄχλον βαρβάρων διγλώττων Βισαλτικόν. ταύτας δὲ χειρωσάμενος ἐστράτευσεν ἐπὶ πόλιν Τορώνην, ἄποικον μὲν Χαλκιδέων, κατεχομένην δὲ ὑπ´ Ἀθηναίων. προδιδόντων δέ τινων τὴν πόλιν, ὑπὸ τούτων εἰσαχθεὶς νυκτὸς ἐκράτησε τῆς Τορώνης ἄνευ κινδύνων. τὰ μὲν οὖν κατὰ τὸν Βρασίδαν μέχρι τούτου προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

[12,69] Ἅμα δὲ τούτοις πραττομένοις περὶ τὸ Δήλιον ἐγένετο παράταξις {κατὰ τὴν Βοιωτίαν} Ἀθηναίων πρὸς Βοιωτοὺς διὰ τοιαύτας τινὰς αἰτίας. τῶν Βοιωτῶν τινες δυσαρεστούμενοι τῇ τότε πολιτείᾳ καὶ σπεύδοντες δημοκρατίας ἐν ταῖς πόλεσι καταστῆσαι, διελέχθησαν περὶ τῆς ἰδίας προαιρέσεως τοῖς Ἀθηναίων στρατηγοῖς Ἱπποκράτει καὶ Δημοσθένει, καὶ κατεπηγγέλλοντο παραδώσειν τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις. ἀσμένως δὲ τῶν Ἀθηναίων προσδεξαμένων, περί τε τῶν κατὰ τὴν ἐπίθεσιν διοικήσεων διελομένων τῶν στρατηγῶν τὴν δύναμιν, Δημοσθένης μὲν τὸ πλεῖστον τοῦ στρατεύματος ἀναλαβὼν ἐνέβαλεν εἰς τὴν Βοιωτίαν, καὶ καταλαβὼν τοὺς Βοιωτοὺς προνενοημένους τὴν προδοσίαν, ἄπρακτος ἀπῆλθεν, Ἱπποκράτης δὲ πανδημεὶ τοὺς Ἀθηναίους ἀγαγὼν ἐπὶ τὸ Δήλιον κατελάβετο τὸ χωρίον, καὶ φθάσας τὴν ἔφοδον τῶν Βοιωτῶν ἐτείχισε τὸ Δήλιον. τοῦτο δὲ τὸ χωρίον κεῖται μὲν πλησίον τῆς Ὠρωπίας καὶ τῶν ὅρων τῆς Βοιωτίας, Παγώνδας δ´ ὁ τῶν Βοιωτῶν ἔχων τὴν στρατηγίαν ἐξ ἁπασῶν τῶν κατὰ τὴν Βοιωτίαν πόλεων μεταπεμψάμενος στρατιώτας ἧκε πρὸς τὸ Δήλιον μετὰ πολλῆς δυνάμεως· εἶχε γὰρ στρατιώτας πεζοὺς μὲν οὐ πολὺ λείποντας τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ χιλίους. οἱ δ´ Ἀθηναῖοι τῷ πλήθει μὲν ὑπερεῖχον τῶν Βοιωτῶν, ὡπλισμένοι δὲ οὐχ ὁμοίως τοῖς πολεμίοις· ἄφνω γὰρ καὶ συντόμως ἐξεληλύθεσαν ἐκ τῆς πόλεως, καὶ διὰ τὴν σπουδὴν ὑπῆρχον ἀπαράσκευοι.

[12,70] ἀμφοτέρων δὲ προθύμως ὡρμημένων παρετάχθησαν αἱ δυνάμεις τόνδε τὸν τρόπον. παρὰ τοῖς Βοιωτοῖς ἐτάχθησαν ἐπὶ τὸ δεξιὸν κέρας Θηβαῖοι, ἐπὶ δὲ τὸ εὐώνυμον Ὀρχομένιοι, τὴν δὲ μέσην ἀνεπλήρουν φάλαγγα Βοιωτοί· προεμάχοντο δὲ πάντων οἱ παρ´ ἐκείνοις ἡνίοχοι καὶ παραβάται καλούμενοι, ἄνδρες ἐπίλεκτοι τριακόσιοι. Ἀθηναῖοι δὲ διατάττοντες ἔτι τὴν δύναμιν ἠναγκάσθησαν συνάψαι μάχην. γενομένης δὲ τῆς παρατάξεως ἰσχυρᾶς, τὸ μὲν πρῶτον οἱ τῶν Ἀθηναίων ἱππεῖς ἀγωνιζόμενοι λαμπρῶς ἠνάγκασαν φυγεῖν τοὺς ἀντιστάντας ἱππεῖς· μετὰ δὲ ταῦτα τῶν πεζῶν διαγωνισαμένων οἱ ταχθέντες κατὰ τοὺς Θηβαίους Ἀθηναῖοι βιασθέντες ἐτράπησαν, οἱ δὲ λοιποὶ τοὺς ἄλλους Βοιωτοὺς τρεψάμενοι καὶ συχνοὺς ἀνελόντες ἐφ´ ἱκανὸν τόπον ἐδίωξαν. οἱ δὲ Θηβαῖοι, διαφέροντες ταῖς τῶν σωμάτων ῥώμαις, ἐπέστρεψαν ἀπὸ τοῦ διωγμοῦ, καὶ τοῖς διώκουσι τῶν Ἀθηναίων ἐπιπεσόντες φυγεῖν ἠνάγκασαν· ἐπιφανεῖ δὲ μάχῃ νικήσαντες μεγάλην ἀπηνέγκαντο δόξαν πρὸς ἀνδρείαν. τῶν δ´ Ἀθηναίων οἱ μὲν εἰς Ὠρωπόν, οἱ δὲ εἰς τὸ Δήλιον κατέφυγον, τινὲς δὲ πρὸς τὴν θάλατταν διέτειναν πρὸς τὰς ἰδίας ναῦς, ἄλλοι δὲ κατ´ ἄλλους ὡς ἔτυχε τόπους διεσπάρησαν. ἐπιγενομένης δὲ τῆς νυκτὸς ἔπεσον τῶν μὲν Βοιωτῶν οὐ πλείους τῶν πεντακοσίων, τῶν δ´ Ἀθηναίων πολλαπλάσιοι τούτων. εἰ μὲν οὖν ἡ νὺξ μὴ προκατέλαβεν, οἱ πλεῖστοι τῶν Ἀθηναίων ἂν ἐτελεύτησαν· αὕτη γὰρ μεσολαβήσασα τὰς τῶν διωκόντων ὁρμὰς διέσωσε τοὺς φεύγοντας. ὅμως δὲ τοσοῦτο πλῆθος τῶν ἀναιρεθέντων ἦν, ὥστε τοὺς Θηβαίους ἐκ τῆς τῶν λαφύρων τιμῆς τήν τε στοὰν τὴν μεγάλην ἐν ἀγορᾷ κατασκευάσαι καὶ χαλκοῖς ἀνδριᾶσι κοσμῆσαι, τοὺς δὲ ναοὺς καὶ τὰς κατὰ τὴν ἀγορὰν στοὰς τοῖς ὅπλοις τοῖς ἐκ τῶν σκύλων προσηλωθεῖσι καταχαλκῶσαι· τήν τε τῶν Δηλίων πανήγυριν ἀπὸ τούτων τῶν χρημάτων ἐνεστήσαντο ποιεῖν. μετὰ δὲ τὴν μάχην οἱ μὲν Βοιωτοὶ τῷ Δηλίῳ προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλον τὸ χωρίον· τῶν δὲ φρουρούντων τὸ Δήλιον οἱ πλείους μὲν μαχόμενοι γενναίως ἀπέθανον, διακόσιοι δὲ ἥλωσαν· οἱ δὲ λοιποὶ κατέφυγον εἰς τὰς ναῦς, καὶ διεκομίσθησαν μετὰ τῶν ἄλλων εἰς τὴν Ἀττικήν. Ἀθηναῖοι μὲν οὖν ἐπιβουλεύσαντες τοῖς Βοιωτοῖς τοιαύτῃ συμφορᾷ περιέπεσον.

[12,71] κατὰ δὲ τὴν Ἀσίαν Ξέρξης ὁ βασιλεὺς ἐτελεύτησεν ἄρξας ἐνιαυτόν, ὡς δ´ ἔνιοι γράφουσι, μῆνας δύο· τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ ἀδελφὸς Σογδιανὸς ἦρξε μῆνας ἑπτά. τοῦτον δ´ ἀνελὼν Δαρεῖος ἐβασίλευσεν ἔτη δεκαεννέα. τῶν δὲ συγγραφέων Ἀντίοχος ὁ Συρακόσιος τὴν τῶν Σικελικῶν ἱστορίαν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστρεψεν, ἀρξάμενος ἀπὸ Κωκάλου τοῦ Σικανῶν βασιλέως, ἐν βίβλοις ἐννέα.

[12,72] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Ἀμεινίου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Γάιον Παπίριον καὶ Λεύκιον Ἰούνιον. ἐπὶ δὲ τούτων Σκιωναῖοι μὲν καταφρονήσαντες τῶν Ἀθηναίων διὰ τὴν περὶ τὸ Δήλιον ἧτταν, ἀπέστησαν πρὸς τοὺς Λακεδαιμονίους καὶ τὴν πόλιν παρέδωκαν Βρασίδᾳ τῷ στρατηγοῦντι τῶν ἐπὶ Θρᾴκης Λακεδαιμονίων. ἐν δὲ τῇ Λέσβῳ μετὰ τὴν ἅλωσιν τῆς Μυτιλήνης ὑπ´ Ἀθηναίων οἱ πεφευγότες ἐκ τῆς ἁλώσεως πολλοὶ τὸν ἀριθμὸν ὄντες καὶ πάλαι μὲν ἐπεχείρουν κατελθεῖν εἰς τὴν Λέσβον, τότε δὲ συστραφέντες Ἄντανδρον κατέλαβον, κἀκεῖθεν ὁρμώμενοι διεπολέμουν τοῖς κατέχουσι τὴν Μυτιλήνην Ἀθηναίοις. ἐφ´ οἷς παροξυνθεὶς ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε στρατηγοὺς μετὰ δυνάμεως ἐπ´ αὐτοὺς Ἀριστείδην καὶ Σύμμαχον. οὗτοι δὲ καταπλεύσαντες εἰς τὴν Λέσβον καὶ προσβολὰς ποιησάμενοι συνεχεῖς εἷλον τὴν Ἄντανδρον, καὶ τῶν φυγάδων τοὺς μὲν ἀπέκτειναν, τοὺς δ´ ἐκ τῆς πόλεως ἐξέβαλον, αὐτοὶ δὲ φρουρὰν ἀπολιπόντες τὴν φυλάξουσαν τὸ χωρίον ἀπέπλευσαν ἐκ τῆς Λέσβου. μετὰ δὲ ταῦτα Λάμαχος ὁ στρατηγὸς ἔχων δέκα τριήρεις ἔπλευσεν εἰς τὸν Πόντον, καὶ καθορμισθεὶς εἰς Ἡράκλειαν περὶ τὸν ποταμὸν τὸν ὀνομαζόμενον Κάλητα πάσας τὰς ναῦς ἀπέβαλε· μεγάλων γὰρ ὄμβρων καταῤῥαγέντων, καὶ τοῦ ποταμοῦ βίαιον τὴν καταφορὰν τοῦ ῥεύματος ποιησαμένου, τὰ σκάφη κατά τινας τραχεῖς τόπους προσπεσόντα τῇ γῇ διεφθάρη. Ἀθηναῖοι δὲ πρὸς Λακεδαιμονίους σπονδὰς ἐνιαυσίους ἐποιήσαντο κατὰ ταύτας τὰς ὁμολογίας, ὥστ´ ἔχειν ἑκατέρους ὧν τότε κύριοι καθειστήκεσαν. συνιόντες δὲ πολλάκις εἰς λόγους ᾤοντο δεῖν καταλῦσαι τὸν πόλεμον καὶ εἰς τέλος παύσασθαι τῆς πρὸς ἀλλήλους φιλοτιμίας· Λακεδαιμόνιοι δὲ ἔσπευδον ἀπολαβεῖν τοὺς ἐν τῇ Σφακτηρίᾳ γενομένους αἰχμαλώτους. τῶν δὲ σπονδῶν τὸν εἰρημένον τρόπον συντελεσθεισῶν, περὶ μὲν τῶν ἄλλων αὐτοῖς ὁμολογούμενα πάντα ὑπῆρξε, περὶ δὲ τῆς Σκιώνης ἠμφισβήτουν ἀμφότεροι. γενομένης δὲ μεγάλης φιλοτιμίας τὰς σπονδὰς κατελύσαντο, περὶ δὲ τῆς Σκιώνης διεπολέμουν πρὸς ἀλλήλους. κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Μένδη πόλις πρὸς τοὺς Λακεδαιμονίους ἀπέστη καὶ τὴν φιλοτιμίαν τὴν ὑπὲρ τῆς Σκιώνης ἰσχυροτέραν ἐποίησε. διὸ καὶ Βρασίδας μὲν ἐκ τῆς Μένδης καὶ τῆς Σκιώνης ἀποκομίσας τέκνα καὶ γυναῖκας καὶ τἄλλα τὰ χρησιμώτατα φρουραῖς ἀξιολόγοις ἠσφαλίσατο τὰς πόλεις, Ἀθηναῖοι δὲ παροξυνθέντες ἐπὶ τοῖς γεγονόσιν ἐψηφίσαντο πάντας τοὺς Σκιωναίους, ὅταν ἁλῶσιν, ἡβηδὸν ἀποσφάξαι, καὶ δύναμιν ἐξέπεμψαν ἐπ´ αὐτοὺς ναυτικὴν τριήρων πεντήκοντα· τούτων δὲ τὴν στρατηγίαν εἶχε Νικίας καὶ Νικόστρατος. οὗτοι δὲ πλεύσαντες ἐπὶ πρώτην τὴν Μένδην ἐκράτησαν τῆς πόλεως προδόντων τινῶν αὐτήν· τὴν δὲ Σκιώνην περιετείχισαν, καὶ προσκαθήμενοι τῇ πολιορκίᾳ συνεχεῖς προσβολὰς ἐποιοῦντο. οἱ δ´ ἐν τῇ Σκιώνῃ φρουροί, πολλοὶ μὲν τὸν ἀριθμὸν ὄντες, εὐπορίαν δ´ ἔχοντες βελῶν καὶ σίτου καὶ τῆς ἄλλης παρασκευῆς, ῥᾳδίως ἠμύνοντο τοὺς Ἀθηναίους, καὶ στάσιν ὑπερδέξιον ἔχοντες πολλοὺς κατετίτρωσκον. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

[12,73] Μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχεν Ἀλκαῖος, ἐν Ῥώμῃ δὲ ὑπῆρχον ὕπατοι Ὀπίτερος Λουκρήτιος καὶ Λεύκιος Σέργιος Φιδηνιάτης. ἐπὶ δὲ τούτων Ἀθηναῖοι τοῖς Δηλίοις ἐγκαλοῦντες ὅτι λάθρᾳ πρὸς Λακεδαιμονίους συντίθενται συμμαχίαν, ἐξέβαλον αὐτοὺς ἐκ τῆς νήσου καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τοῖς δ´ ἐκπεσοῦσι Δηλίοις Φαρνιάκης ὁ σατράπης ἔδωκεν οἰκεῖν πόλιν Ἀδραμύτιον. οἱ δ´ Ἀθηναῖοι προχειρισάμενοι στρατηγὸν Κλέωνα τὸν δημαγωγόν, καὶ δόντες ἀξιόλογον δύναμιν πεζήν, ἐξέπεμψαν εἰς τοὺς ἐπὶ Θρᾴκης τόπους. οὗτος δὲ πλεύσας εἰς Σκιώνην, κἀκεῖθεν προσλαβόμενος στρατιώτας ἐκ τῶν πολιορκούντων τὴν πόλιν, ἀπέπλευσε καὶ κατῆρεν εἰς Τορώνην· ἐγίνωσκε γὰρ τὸν μὲν Βρασίδαν ἐκ τούτων τῶν τόπων ἀπεληλυθότα, πρὸς δὲ τῇ Τορώνῃ τοὺς ἀπολελειμμένους στρατιώτας οὐκ ὄντας ἀξιομάχους. πλησίον δὲ τῆς Τορώνης καταστρατοπεδεύσας καὶ πολιορκήσας ἅμα κατὰ γῆν καὶ κατὰ θάλατταν, εἷλε κατὰ κράτος τὴν πόλιν, καὶ τοὺς μὲν παῖδας καὶ τὰς γυναῖκας ἠνδραποδίσατο, αὐτοὺς δὲ καὶ τοὺς τὴν πόλιν φρουροῦντας αἰχμαλώτους λαβών, σήσας ἀπέστειλεν εἰς τὰς Ἀθήνας· τῆς δὲ πόλεως βαπολιπὼν τὴν ἱκανὴν φρουρὰν ἐξέπλευσε μετὰ τῆς δυνάμεως, καὶ κατῆρε τῆς Θρᾴκης ἐπὶ Στρυμόνα ποταμόν. καταστρατοπεδεύσας δὲ πλησίον πόλεως Ἠιόνος, ἀπεχούσης ἀπὸ τῆς Ἀμφιπόλεως σταδίους ὡς τριάκοντα, προσβολὰς ἐποιεῖτο τῷ πολίσματι.

[12,74] πυθόμενος δὲ τὸν Βρασίδαν μετὰ δυνάμεως διατρίβειν περὶ πόλιν Ἀμφίπολιν, ἀνέζευξεν ἐπ´ αὐτόν. ὁ δὲ Βρασίδας ὡς ἤκουσε προσιόντας τοὺς πολεμίους, ἐκτάξας τὴν δύναμιν ἀπήντα τοῖς Ἀθηναίοις· γενομένης δὲ παρατάξεως μεγάλης, καὶ τῶν στρατοπέδων ἀγωνισαμένων ἀμφοτέρων λαμπρῶς, τὸ μὲν πρῶτον ἰσόῤῥοπος ἦν ἡ μάχη, μετὰ δὲ ταῦτα παρ´ ἑκατέροις τῶν ἡγεμόνων φιλοτιμουμένων δι´ ἑαυτῶν κρῖναι τὴν μάχην, συνέβη πολλοὺς τῶν ἀξιολόγων ἀνδρῶν ἀναιρεθῆναι, τῶν στρατηγῶν αὑτοὺς καταστησάντων εἰς τὴν μάχην καὶ ὑπὲρ τῆς νίκης ἀνυπέρβλητον φιλοτιμίαν εἰσενεγκαμένων. ὁ μὲν οὖν Βρασίδας ἀριστεύσας καὶ πλείστους ἀνελὼν ἡρωικῶς κατέστρεψε τὸν βίον· ὁμοίως δὲ καὶ τοῦ Κλέωνος ἐν τῇ μάχῃ πεσόντος, ἀμφότεραι μὲν αἱ δυνάμεις διὰ τὴν ἀναρχίαν ἐταράχθησαν, τὸ τέλος δ´ ἐνίκησαν οἱ Λακεδαιμόνιοι καὶ τρόπαιον ἔστησαν. οἱ δ´ Ἀθηναῖοι τοὺς νεκροὺς ὑποσπόνδους, ἀνελόμενοι καὶ θάψαντες ἀπέπλευσαν εἰς τὰς Ἀθήνας. εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τινῶν ἐκ τῆς μάχης καὶ τὴν Βρασίδου νίκην ἅμα καὶ τελευτὴν ἀπαγγειλάντων, ἡ μήτηρ τοῦ Βρασίδου πυνθανομένη περὶ τῶν πραχθέντων κατὰ τὴν μάχην ἐπηρώτησε, ποῖός τις γέγονεν ἐν τῇ παρατάξει Βρασίδας· τῶν δ´ ἀποκριναμένων ὅτι πάντων Λακεδαιμονίων ἄριστος, εἶπεν ἡ μήτηρ τοῦ τετελευτηκότος ὅτι Βρασίδας ὁ υἱὸς αὐτῆς ἦν ἀγαθὸς ἀνήρ, πολλῶν μέντοι γε ἑτέρων καταδεέστερος. τῶν δὲ λόγων τούτων διαδοθέντων κατὰ τὴν πόλιν οἱ ἔφοροι δημοσίᾳ τὴν γυναῖκα ἐτίμησαν, ὅτι προέκρινε τὸν τῆς πατρίδος ἔπαινον τῆς τοῦ τέκνου δόξης. μετὰ δὲ τὴν εἰρημένην μάχην ἔδοξαν οἱ Ἀθηναῖοι τοῖς Λακεδαιμονίοις συνθέσθαι σπονδὰς πεντηκονταετεῖς ἐπὶ
τοῖσδε· τοὺς μὲν αἰχμαλώτους παρ´ ἀμφοτέροις ἀπολυθῆναι, τὰς δὲ πόλεις ἀποδοῦναι τὰς κατὰ πόλεμον ληφθείσας. ὁ μὲν οὖν Πελοποννησιακὸς πόλεμος, διαμείνας μέχρι τῶν ὑποκειμένων καιρῶν ἔτη δέκα, τὸν εἰρημένον τρόπον κατελύθη.

[12,75] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Ἀριστίωνος Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Αὖλον Κορνήλιον Κόσσον. ἐπὶ δὲ τούτων ἄρτι τοῦ πολέμου τοῦ Πελοποννησιακοῦ καταλελυμένου πάλιν ταραχαὶ καὶ κινήσεις πολεμικαὶ συνέβησαν κατὰ τὴν Ἑλλάδα διὰ τοιαύτας τινὰς αἰτίας. Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι κοινῇ μετὰ τῶν συμμάχων πεποιημένοι σπονδὰς καὶ διαλύσεις, χωρὶς τῶν συμμαχίδων πόλεων συνέθεντο συμμαχίαν. τοῦτο δὲ πράξαντες εἰς ὑπόνοιαν ἦλθον ὡς ἐπὶ καταδουλώσει τῶν ἄλλων Ἑλλήνων ἰδίᾳ πεποιημένοι συμμαχίαν. διόπερ αἱ μέγισται τῶν πόλεων διεπρεσβεύοντο πρὸς ἀλλήλας καὶ συνδιελέγοντο περὶ ὁμονοίας καὶ συμμαχίας κατὰ τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων. ἦσαν δὲ προεστῶσαι πόλεις ταύτης αἱ δυνατώταται τέτταρες, Ἄργος, Θῆβαι, Κόρινθος, Ἦλις. εὐλόγως δ´ ὑπωπτεύθησαν αἱ πόλεις συμφρονεῖν κατὰ τῆς Ἑλλάδος διὰ τὸ προσγεγράφθαι ταῖς κοιναῖς συνθήκαις· ἐξεῖναι Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ὅπερ ἂν δοκῇ ταύταις ταῖς πόλεσι, προσγράφειν ταῖς συνθήκαις καὶ ἀφαιρεῖν ἀπὸ τῶν συνθηκῶν. χωρὶς δὲ τούτων Ἀθηναῖοι μὲν διὰ ψηφίσματος ἔδωκαν δέκα ἀνδράσιν ἐξουσίαν ἔχειν βουλεύεσθαι περὶ τῶν τῇ πόλει συμφερόντων· τὸ παραπλήσιον δὲ καὶ τῶν Λακεδαιμονίων πεποιηκότων φανερὰν συνέβη γενέσθαι τῶν δύο πόλεων τὴν πλεονεξίαν. πολλῶν δὲ πόλεων ὑπακουουσῶν πρὸς τὴν κοινὴν ἐλευθερίαν, καὶ τῶν μὲν Ἀθηναίων καταφρονουμένων διὰ τὴν περὶ τὸ Δήλιον συμφοράν, τῶν δὲ Λακεδαιμονίων τεταπεινωμένων τῇ δόξῃ διὰ τὴν ἅλωσιν τῶν ἐν τῇ Σφακτηρίᾳ νήσῳ, πολλαὶ πόλεις συνίσταντο, καὶ προῆγον τὴν τῶν Ἀργείων πόλιν ἐπὶ τὴν ἡγεμονίαν. ἔχει γὰρ ἡ πόλις αὕτη μέγα ἀξίωμα διὰ τὰς παλαιὰς πράξεις· πρὸ γὰρ τῆς Ἡρακλειδῶν κατηλύσεως ἐκ τῆς Ἀργείας ὑπῆρξαν σχεδὸν ἅπαντες οἱ μέγιστοι τῶν βασιλέων· πρὸς δὲ τούτοις πολὺν χρόνον εἰρήνην ἔχουσα προσόδους μεγίστας ἐλάμβανε, καὶ πλῆθος οὐ μόνον χρημάτων εἶχεν, ἀλλὰ καὶ ἀνδρῶν. οἱ δ´ Ἀργεῖοι νομίζοντες αὑτοῖς συγχωρηθήσεσθαι τὴν ὅλην ἡγεμονίαν, ἐπέλεξαν τῶν πολιτῶν χιλίους τοὺς νεωτέρους καὶ μάλιστα τοῖς τε σώμασιν ἰσχύοντας καὶ ταῖς οὐσίαις· ἀπολύσαντες δὲ αὐτοὺς καὶ τῆς ἄλλης λειτουργίας καὶ τροφὰς δημοσίας χορηγοῦντες προσέταξαν γυμνάζεσθαι συνεχεῖς μελέτας. οὗτοι μὲν οὖν διὰ τὴν χορηγίαν καὶ τὴν συνεχῆ μελέτην ταχὺ τῶν πολεμικῶν ἔργων ἀθληταὶ κατεστάθησαν.

[12,76] Λακεδαιμόνιοι δὲ ὁρῶντες ἐπ´ αὐτοὺς συνισταμένην τὴν Πελοπόννησον καὶ προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, τὰ κατὰ τὴν ἡγεμονίαν ὡς ἦν δυνατὸν ἠσφαλίζοντο. καὶ πρῶτον μὲν τοὺς μετὰ Βρασίδα κατὰ τὴν Θρᾴκην ἐστρατευμένους Εἵλωτας ὄντας χιλίους ἠλευθέρωσαν, μετὰ δὲ ταῦτα τοὺς ἐν τῇ Σφακτηρίᾳ νήσῳ ληφθέντας αἰχμαλώτους Σπαρτιάτας ἀτιμίᾳ περιβεβληκότες, ὡς τὴν Σπάρτην ἀδοξοτέραν πεποιηκότας, ἀπέλυσαν τῆς ἀτιμίας. ἀκολούθως δὲ τούτοις τοῖς κατὰ τὸν πόλεμον ἐπαίνοις καὶ τιμαῖς προετρέποντο τὰς προγεγενημένας ἀνδραγαθίας ἐν τοῖς μέλλουσιν ἀγῶσιν ὑπερβάλλεσθαι· τοῖς τε συμμάχοις ἐπιεικέστερον προσεφέροντο, καὶ ταῖς φιλανθρωπίαις τοὺς ἀλλοτριωτάτους αὐτῶν ἐθεράπευον. Ἀθηναῖοι δὲ τοὐναντίον τῷ φόβῳ βουλόμενοι καταπλήξασθαι τοὺς ἐν ὑποψίᾳ ἀποστάσεως ὄντας, παράδειγμα πᾶσιν ἀνέδειξαν τὴν ἐκ τῶν Σκιωναίων τιμωρίαν· ἐκπολιορκήσαντες γὰρ αὐτοὺς καὶ πάντας ἡβηδὸν κατασφάξαντες, παῖδας μὲν καὶ γυναῖκας ἐξηνδραποδίσαντο, τὴν δὲ νῆσον οἰκεῖν παρέδοσαν τοῖς Πλαταιεῦσιν, ἐκπεπτωκόσι δι´ ἐκείνους ἐκ τῆς πατρίδος. Περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Ἰταλίαν Καμπανοὶ μεγάλῃ δυνάμει στρατεύσαντες ἐπὶ Κύμην ἐνίκησαν μάχῃ τοὺς Κυμαίους καὶ τοὺ πλείους τῶν ἀντιταχθέντων κατέκοψαν. προσκαθεζόμενοι δὲ τῇ πολιορκίᾳ καὶ πλείους προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλον τὴν πόλιν. διαρπάσαντες δ´ αὐτὴν καὶ τοὺς καταληφθέντας ἐξανδραποδισάμενοι τοὺς ἱκανοὺς οἰκήτορας ἐξ αὑτῶν ἀπέδειξαν.

[12,77] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Ἀστυφίλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κοΐντιον καὶ Αὖλον Σεμπρώνιον, Ἠλεῖοι δ´ ἤγαγον ὀλυμπιάδα ἐνενηκοστήν, καθ´ ἣν ἐνίκα στάδιον Ὑπέρβιος Συρακόσιος. ἐπὶ δὲ τούτων Ἀθηναῖοι μὲν κατά τινα χρησμὸν Δηλίοις ἀπέδοσαν τὴν νῆσον, καὶ κατῆλθον εἰς τὴν πατρίδα οἱ τὸ Ἀδραμύτιον οἰκοῦντες Δήλιοι. τῶν δὲ Ἀθηναίων οὐκ ἀποδόντων Λακεδαιμονίοις τὴν Πύλον, πάλιν αἱ πόλεις αὗται πρὸς ἀλλήλας διεφέροντο καὶ πολεμικῶς εἶχον. ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ἀργείων ἔπεισε τοὺς Ἀθηναίους φιλίαν συνθέσθαι πρὸς τοὺς Ἀργείους. αὐξομένης δὲ τῆς διαφορᾶς, οἱ μὲν Λακεδαιμόνιοι τοὺς Κορινθίους ἔπεισαν ἐγκαταλιπεῖν τὴν κοινὴν σύνοδον καὶ συμμαχεῖν τοῖς Λακεδαιμονίοις. τοιαύτης δὲ ταραχῆς γενομένης καὶ ἀναρχίας οὔσης, τὰ κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. ἐν δὲ τοῖς ἐκτὸς τόποις Αἰνιᾶνες καὶ Δόλοπες καὶ Μηλιεῖς συμφρονήσαντες δυνάμεσιν ἀξιολόγοις ἐστράτευσαν ἐπὶ τὴν Ἡράκλειαν τὴν ἐν Τραχῖνι. ἀντιταχθέντων δὲ τῶν Ἡρακλεωτῶν, καὶ μάχης γενομένης ἰσχυρᾶς, ἡττήθησαν οἱ τὴν Ἡράκλειαν κατοικοῦντες. πολλοὺς δ´ ἀποβαλόντες στρατιώτας, καὶ συμφυγόντες ἐντὸς τῶν τειχῶν, μετεπέμψαντο βοήθειαν παρὰ τῶν Βοιωτῶν. ἀποστειλάντων δ´ αὐτοῖς τῶν Θηβαίων χιλίους ὁπλίτας ἐπιλέκτους, μετ´ αὐτῶν ἠμύνοντο τοὺς ἐπεστρατευκότας. ἅμα δὲ τούτοις πραττομένοις Ὀλύνθιοι μὲν στρατεύσαντες ἐπὶ πόλιν Μηκύβερναν, φρουρουμένην ὑπ´ Ἀθηναίων, τὴν μὲν φρουρὰν ἐξέβαλον, αὐτοὶ δὲ τὴν πόλιν κατέσχον.

[12,78] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Ἀρχίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Παπίριον Μουγιλανὸν καὶ Γάιον Σερουίλιον Στροῦκτον. ἐπὶ δὲ τούτων Ἀργεῖοι μὲν ἐγκαλέσαντες τοῖς Λακεδαιμονίοις ὅτι τὰ θύματα οὐκ ἀπέδοσαν τῷ Ἀπόλλωνι τῷ Πυθίῳ, πόλεμον αὐτοῖς κατήγγειλαν· καθ´ ὃν δὴ χρόνον Ἀλκιβιάδης ὁ στρατηγὸς τῶν Ἀθηναίων ἐνέβαλεν εἰς τὴν Ἀργείαν ἔχων δύναμιν. τούτους δὲ οἱ Ἀργεῖοι παραλαβόντες ἐστράτευσαν ἐπὶ Τροιζῆνα, πόλιν σύμμαχον Λακεδαιμονίων, καὶ τὴν μὲν χώραν λεηλατήσαντες, τὰς δὲ ἐπαύλεις ἐμπρήσαντες, ἀπηλλάγησαν εἰς τὴν οἰκείαν. οἱ δὲ Λακεδαιμόνιοι παροξυνθέντες ἐπὶ τοῖς εἰς τοὺς Τροιζηνίους παρανομήμασιν ἔγνωσαν διαπολεμεῖν πρὸς Ἀγρείους· διὸ καὶ δύναμιν ἀθροίσαντες ἐπέστησαν ἡγεμόνα Ἆγιν τὸν βασιλέα. οὗτος δὲ μετὰ τῆς δυνάμεως ἐστράτευσεν ἐπὶ τοὺς Ἀργείους, καὶ τὴν μὲν χώραν ἐδῄωσε, πλησίον δὲ τῆς πόλεως ἀγαγὼν τὴν δύναμιν προεκαλεῖτο τοὺς πολεμίους εἰς {τὴν} μάχην. οἱ δ´ Ἀργεῖοι προσλαβόμενοι στρατιώτας παρὰ μὲν Ἠλείων τρισχιλίους, παρὰ δὲ Μαντινέων οὐ πολὺ λειπομένους τούτων, προῆγον ἐκ τῆς πόλεως τὸ στρατόπεδον. μελλούσης δὲ παρατάξεως γίνεσθαι, οἱ στρατηγοὶ παρ´ ἀμφοτέροις διαπρεσβευσάμενοι τετραμηνιαίους ἀνοχὰς συνέθεντο. ἐπανελθόντων δὲ τῶν στρατοπέδων ἀπράκτων εἰς τὴν οἰκείαν, δι´ ὀργῆς εἶχον αἱ πόλεις ἀμφότεραι τοὺς συνθεμένους τὰς σπονδὰς στρατηγούς. διόπερ οἱ μὲν Ἀργεῖοι τοῖς λίθοις βάλλοντες τοὺς ἡγεμόνας ἀποκτείνειν ἐπεχείρησαν, καὶ μόγις μετὰ πολλῆς δεήσεως τὸ ζῆν συνεχώρησαν, τὴν δ´ οὐσίαν αὐτῶν δημεύσαντες κατέσκαψαν τὰς οἰκίας. οἱ δὲ Λακεδαιμόνιοι τὸν Ἆγιν ἐπεβάλοντο μὲν κολάζειν, ἐπαγγειλαμένου δ´ αὐτοῦ διὰ τῶν καλῶν ἔργων διορθώσασθαι τὴν ἁμαρτίαν, μόγις συνεχώρησαν, εἰς δὲ τὸν λοιπὸν χρόνον ἑλόμενοι δέκα ἄνδρας τοὺς συνετωτάτους, παρακατέστησαν συμβούλους καὶ προσέταξαν μηδὲν ἄνευ τῆς τούτων γνώμης πράττειν.

[12,79] μετὰ δὲ ταῦτα Ἀθηναίων ἀποστειλάντων κατὰ θάλατταν εἰς Ἄργος ὁπλίτας μὲν χιλίους ἐπιλέκτους, ἱππεῖς δὲ διακοσίους, ὧν ἐστρατήγουν Λάχης καὶ Νικόστρατος· συνῆν δὲ τούτοις καὶ Ἀλκιβιάδης ἰδιώτης ὢν διὰ τὴν φιλίαν τὴν πρὸς Ἠλείους καὶ Μαντινεῖς· συνεδρευσάντων δὲ πάντων, ἔδοξε τὰς μὲν σπονδὰς ἐᾶν χαίρειν, πρὸς δὲ τὸν πόλεμον ὁρμῆσαι. διὸ καὶ τοὺς ἰδίους ἕκαστος στρατηγὸς παρώρμησε πρὸς τὸν ἀγῶνα, καὶ πάντων προθύμως ὑπακουσάντων, ἐκτὸς τῆς πόλεως κατεστρατοπέδευσαν. ἔδοξεν οὖν αὐτοῖς πάντων πρῶτον στρατεύειν ἐπ´ Ὀρχομενὸν τῆς Ἀρκαδίας. διὸ καὶ παρελθόντες εἰς Ἀρκαδίαν, προσκαθεζόμενοι τῇ πόλει καθ´ ἡμέραν ἐποιοῦντο προσβολὰς τοῖς τείχεσι. χειρωσάμενοι δὲ τὴν πόλιν κατεστρατοπέδευσαν πλησίον Τεγέας, κεκρικότες καὶ ταύτην πολιορκῆσαι. τῶν δὲ Τεγεατῶν ἀξιούντων τοὺς Λακεδαιμονίους βοηθῆσαι κατὰ τάχος, οἱ Σπαρτιᾶται παραλαβόντες τοὺς ἰδίους πάντας καὶ τοὺς συμμάχους ἧκον ἐπὶ τὴν Μαντίνειαν, νομίζοντες ταύτης πολεμουμένης ἀρθήσεσθαι τὴν τῆς Τεγέας πολιορκίαν. οἱ δὲ Μαντινεῖς τοὺς συμμάχους παραλαβόντες, καὶ αὐτοὶ πανδημεὶ στρατεύσαντες, ἀντετάχθησαν τοῖς Λακεδαιμονίοις. γενομένης δὲ μάχης ἰσχυρᾶς, οἱ μὲν ἐπίλεκτοι τῶν Ἀργείων, χίλιοι τὸν ἀριθμὸν ὄντες, γεγυμνασμένοι δὲ καλῶς τὰ κατὰ τὸν πόλεμον, ἐτρέψαντο τοὺς ἀντιτεταγμένους πρῶτοι, καὶ διώκοντες πολὺν ἐποίουν φόνον. οἱ δὲ Λακεδαιμόνιοι τἄλλα μέρη τοῦ στρατεύματος τρεψάμενοι καὶ πολλοὺς ἀνελόντες ὑπέστρεψαν ἐπ´ αὐτοὺς ἐκείνους, {οἳ} καὶ τῷ πλήθει κυκλώσαντες ἤλπιζον κατακόψειν ἅπαντας. τῶν δὲ λογάδων τῷ μὲν πλήθει πολὺ λειπομένων, ταῖς δ´ ἀνδραγαθίαις προεχόντων, ὁ μὲν β^
5;σιλεὺς τῶν Λακεδαιμονίων προαγωνιζόμενος ἐνεκαρτέρησε τοῖς δεινοῖς, καὶ πάντας ἂν ἀνεῖλεν· ἔσπευδε γὰρ τοῖς πολίταις ἀποδοῦναι τὰς ἐπαγγελίας, καὶ μέγα τι κατεργασάμενος διορθώσασθαι τὴν γεγενημένην ἀδοξίαν· οὐ μὴν εἰάθη γε τὴν προαίρεσιν ἐπιτελέσαι. Φάραξ γὰρ ὁ Σπαρτιάτης, εἷς ὢν τῶν συμβούλων, ἀξίωμα δὲ μέγιστον ἔχων ἐν τῇ Σπάρτῃ, διεκελεύετο τοῖς λογάσι δοῦναι δίοδον, καὶ μὴ πρὸς ἀπεγνωκότας τὸ ζῆν διακινδυνεύοντας πεῖραν λαβεῖν ἀτυχούσης ἀρετῆς. ὅθεν ἠναγκάσθη κατὰ τὴν ἀρτίως ῥηθεῖσαν ἐπιταγὴν δοῦναι διέξοδον κατὰ τὴν τοῦ Φάρακος γνώμην. οἱ μὲν οὖν χίλιοι τὸν εἰρημένον τρόπον ἀφεθέντες διελθεῖν διεσώθησαν, οἱ δὲ Λακεδαιμόνιοι μεγάλῃ μάχῃ νικήσαντες καὶ τρόπαιον στήσαντες ἀπῆλθον εἰς τὴν οἰκείαν.

[12,80] Τοῦ δ´ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀντιφῶν, ἐν Ῥώμῃ δ´ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τέτταρες κατεστάθησαν, Γάιος Φούριος καὶ Τίτος Κοΐντιος, ἔτι δὲ Μάρκος Ποστούμιος καὶ Αὖλος Κορνήλιος. ἐπὶ δὲ τούτων Ἀργεῖοι καὶ Λακεδαιμόνιοι διαπρεσβευσάμενοι πρὸς ἀλλήλους εἰρήνην ἐποιήσαντο καὶ συμμαχίαν συνέθεντο. διόπερ οἱ Μαντινεῖς ἀποβαλόντες τὴν ἀπὸ τῶν Ἀργείων βοήθειαν ἠναγκάσθησαν ὑποταγῆναι τοῖς Λακεδαιμονίοις. περὶ δὲ τοὺς αὐτοὺς χρόνους ἐν τῇ πόλει τῶν Ἀργείων οἱ κατ´ ἐκλογὴν κεκριμένοι τῶν πολιτῶν χίλιοι συνεφώνησαν, καὶ τὴν μὲν δημοκρατίαν ἔγνωσαν καταλύειν, ἀριστοκρατίαν δ´ ἐξ αὑτῶν καθιστάναι. ἔχοντες δὲ πολλοὺς συνεργοὺς διὰ τὸ προέχειν τῶν πολιτῶν ταῖς οὐσίαις καὶ ταῖς ἀνδραγαθίαις, τὸ μὲν πρῶτον συλλαβόντες τοὺς δημαγωγεῖν εἰωθότας ἀπέκτειναν, τοὺς δ´ ἄλλους καταπληξάμενοι κατέλυσαν τοὺς νόμους καὶ δι´ ἑαυτῶν τὰ δημόσια διῴκουν. διακατασχόντες δὲ ταύτην τὴν πολιτείαν μῆνας ὀκτὼ κατελύθησαν, τοῦ δήμου συστάντος ἐπ´ αὐτούς· διὸ καὶ τούτων ἀναιρεθέντων ὁ δῆμος ἐκομίσατο τὴν δημοκρατίαν. ἐγένετο δὲ καὶ ἑτέρα κίνησις κατὰ τὴν Ἑλλάδα· καὶ Φωκεῖς γὰρ πρὸς Λοκροὺς διενεχθέντες παρατάξει ἐκρίθησαν διὰ τὴν οἰκείαν ἀνδρείαν· ἐνίκησαν γὰρ Φωκεῖς ἀνελόντες Λοκρῶν πλείους χιλίων. Ἀθηναῖοι δὲ Νικίου στρατηγοῦντος εἷλον δύο πόλεις, Κύθηρα καὶ Νίσαιαν· τήν τε Μῆλον ἐκπολιορκήσαντες - - - ἡβηδὸν ἀπέσφαξαν, παῖδας δὲ καὶ γυναῖκας ἐξηνδραποδίσαντο. Καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Ἰταλίαν Φιδηνᾶται μέν, παραγενομένων εἰς τὴν πόλιν αὐτῶν πρέσβεων ἐκ τῆς Ῥώμης, ἐπὶ μικραῖς αἰτίαις ἀνεῖλον τούτο
65;ς. ἐφ´ οἷς οἱ Ῥωμαῖοι παροξυνθέντες ἐψηφίσαντο πολεμεῖν, καὶ προχειρισάμενοι δύναμιν ἀξιόλογον εἵλοντο δικτάτωρα Ἄνιον Αἰμίλιον καὶ μετὰ τούτου κατὰ τὸ ἔθος Αὖλον Κορνήλιον ἵππαρχον. ὁ δ´ Αἰμίλιος παρασκευασάμενος τὰ πρὸς τὸν πόλεμον, ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τοὺς Φιδηνάτας. ἀντιταξαμένων δὲ τῶν Φιδηνατῶν ἐγένετο μάχη ἐπὶ πολὺν χρόνον ἰσχυρά, καὶ πολλῶν παρ´ ἀμφοτέροις πεσόντων ἰσόῤῥοπος ὁ ἀγὼν ἐγένετο.

[12,81] Ἐπ´ ἄρχοντος δ´ Ἀθήνησιν Εὐφήμου ἐν Ῥώμῃ κατεστάθησαν ἀντὶ τῶν ὑπάτων χιλίαρχοι Λεύκιος Φούριος, Λεύκιος Κοΐντιος, Αὖλος Σεμπρώνιος. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων στρατεύσαντες εἰς τὴν Ἀργείαν Ὑσιὰς χωρίον εἷλον, καὶ τοὺς ἐνοικοῦντας ἀποκτείναντες τὸ μὲν φρούριον κατέσκαψαν, αὐτοὶ δὲ πυθόμενοι τοὺς Ἀργείους ᾠκοδομηκέναι τὰ μακρὰ τείχη μέχρι τῆς θαλάττης, ἐπελθόντες τὰ κατεσκευασμένα τείχη κατέσκαψαν, καὶ τὴν εἰς τὴν οἰκείαν ἐπάνοδον ἐποιήσαντο. Ἀθηναῖοι δ´ ἑλόμενοι στρατηγὸν Ἀλκιβιάδην, καὶ δόντες αὐτῷ ναῦς εἴκοσι, προσέταξαν συγκατασκευάσαι τοῖς Ἀργείοις τὰ κατὰ τὴν πολιτείαν· ἔτι γὰρ ἦσαν ἐν ταραχαῖς διὰ τὸ πολλοὺς ὑπολελεῖφθαι τῶν τὴν ἀριστοκρατίαν αἱρουμένων. ὁ δ´ οὖν Ἀλκιβιάδης καταντήσας εἰς τὴν τῶν Ἀργείων πόλιν, καὶ συνεδρεύσας μετὰ τῶν τὴν δημοκρατίαν προκρινόντων, ἐπέλεξε τῶν Ἀργείων τοὺς μάλιστα δοκοῦντας τὰ τῶν Λακεδαιμονίων αἱρεῖσθαι· μεταστησάμενος δὲ τούτους ἐκ τῆς πόλεως, καὶ συγκατασκευάσας βεβαίως τὴν δημοκρατίαν, ἀπέπλευσεν εἰς τὰς Ἀθήνας. τούτου δὲ τοῦ ἔτους λήγοντος Λακεδαιμόνιοι μετὰ πολλῆς δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἀργείαν, καὶ πολλὴν τῆς χώρας δῃώσαντες, τοὺς φυγάδας τῶν Ἀργείων κατῴκισαν εἰς Ὀρνεάς· ἐπιτειχίσαντες δὲ τοῦτο τὸ χωρίον ἐπὶ τῆς Ἀργείας, καὶ φρουροὺς τοὺς ἱκανοὺς ἀπολιπόντες, προσέταξαν κακοποιεῖν τοὺς Ἀργείους. ἀπελθόντων δὲ τῶν Λακεδαιμονίων ἐκ τῆς Ἀργείας, Ἀθηναῖοι μὲν συμμαχίαν ἐξέπεμψαν τοῖς Ἀργείοις τριήρεις τετταράκοντα, ὁπλίτας δὲ χιλίους καὶ διακοσίους· οἱ δ´ Ἀργεῖοι μετὰ τῶν Ἀθηναίων στρατεύσαντες ἐπὶ τὰς Ὀρνεὰς τήν τε πόλιν κατὰ κράτος εἷλον κα
ὶ τῶν φρουρῶν καὶ φυγάδων οὓς μὲν ἀπέκτειναν, οὓς δ´ ἐξέβαλον ἐκ τῶν Ὀρνεῶν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τὸ πεντεκαιδέκατον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου.

[12,82] Τῷ δ´ ἑκκαιδεκάτῳ παρὰ μὲν Ἀθηναίοις ἦν ἄρχων Ἀρίμνηστος, ἐν Ῥώμῃ δ´ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τέτταρες, Τίτος Κλαύδιος καὶ Σπόριος Ναύτιος, ἔτι δὲ Λούκιος Σέντιος καὶ Σέξτος Ἰούλιος. ἐπὶ δὲ τούτων παρὰ μὲν Ἠλείοις ἤχθη ὀλυμπιὰς πρώτη πρὸς ταῖς ἐνενήκοντα, καθ´ ἣν ἐνίκα στάδιον Ἐξαίνετος Ἀκραγαντῖνος. Βυζάντιοι δὲ καὶ Καλχηδόνιοι παραλαβόντες Θρᾷκας ἐστράτευσαν εἰς τὴν Βιθυνίαν πολλοῖς πλήθεσι, καὶ τήν τε χώραν ἐπόρθησαν καὶ πολλὰ τῶν μικρῶν πολισματίων ἐκπολιορκήσαντες ἐπετελέσαντο πράξεις ὠμότητι διαφερούσας· πολλῶν γὰρ αἰχμαλώτων κρατήσαντες ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων ἅπαντας ἀπέσφαξαν. Περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Σικελίαν Ἐγεσταῖοι πρὸς Σελινουντίους ἐπολέμησαν περὶ χώρας ἀμφισβητησίμου, ποταμοῦ τὴν χώραν τῶν διαφερομένων πόλεων ὁρίζοντος. Σελινούντιοι δὲ διαβάντες τὸ ῥεῖθρον τὸ μὲν πρῶτον τῆς παραποταμίας βίᾳ κατέσχον, μετὰ δὲ ταῦτα καὶ τῆς προσκειμένης χώρας πολλὴν ἀποτεμόμενοι κατεφρόνησαν τῶν ἠδικημένων. οἱ δ´ Ἐγεσταῖοι παροξυνθέντες τὸ μὲν πρῶτον διὰ τῶν λόγων πείθειν ἐπεβάλοντο μὴ ἐπιβαίνειν τῆς ἀλλοτρίας γῆς· ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἐστράτευσαν ἐπὶ τοὺς κατέχοντας τὴν χώραν, καὶ πάντας ἐκβαλόντες ἐκ τῶν ἀγρῶν αὐτοὶ τὴν χώραν κατέσχον. γενομένης δὲ διαφορᾶς μεγάλης ἀμφοτέραις ταῖς πόλεσι, στρατιώτας ἀθροίσαντες διὰ τῶν ὅπλων ἐποιοῦντο τὴν κρίσιν. διόπερ ἀμφοτέρων παραταξαμένων ἐγένετο μάχη καρτερά, καθ´ ἣν Σελινούντιοι νικήσαντες ἀπέκτειναν τῶν Ἐγεσταίων οὐκ ὀλίγους. οἱ δ´ Ἐγεσταῖοι ταπεινωθέντες καὶ καθ´ ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι, τὸ μὲν πρῶτον Ἀκραγαντίνους καὶ Συρακοσίους ἔπειθον συμμαχῆσαι· ἀποτυχόντες δὲ τούτων ἐξέπεμψαν πρεσβευτὰς εἰς τὴν Καρχηδόνα, δεόμενοι βοηθῆσαι· οὐ προσεχόντων δ´ αὐτῶν, ἐζήτουν τινὰ διαπόντιον συμμαχίαν·

[12,83] οἷς συνήργησε ταὐτόματον. Λεοντίνων γὰρ ὑπὸ Συρακοσίων ἐκ τῆς πόλεως μετῳκισμένων καὶ τὴν πόλιν καὶ τὴν χώραν ἀποβεβληκότων, οἱ φυγάδες αὐτῶν συστραφέντες ἔκριναν πάλιν τοὺς Ἀθηναίους προσλαβέσθαι συμμάχους, ὄντας συγγενεῖς. περὶ δὲ τούτων κοινολογησάμενοι τοῖς ἔθνεσιν οἷς συνεφρόνησαν, κοινῇ πρέσβεις ἐξέπεμψαν πρὸς Ἀθηναίους, ἀξιοῦντες μὲν βοηθῆσαι ταῖς πόλεσιν αὐτῶν ἀδικουμέναις, ἐπαγγειλάμενοι δὲ συγκατασκευάσειν αὐτοῖς τὰ κατὰ τὴν Σικελίαν πράγματα. παραγενομένων οὖν εἰς τὰς Ἀθήνας τῶν πρέσβεων, καὶ τῶν μὲν Λεοντίνων τὴν συγγένειαν προφερομένων καὶ τὴν προϋπάρχουσαν συμμαχίαν, τῶν δ´ Ἐγεσταίων ἐπαγγελλομένων χρημάτων τε πλῆθος δώσειν εἰς τὸν πόλεμον καὶ συμμαχήσειν κατὰ τῶν Συρακοσίων, ἔδοξε τοῖς Ἀθηναίοις ἐκπέμψαι τινὰς τῶν ἀρίστων ἀνδρῶν καὶ διασκέψασθαι τὰ κατὰ τὴν νῆσον καὶ τοὺς Ἐγεσταίους. παραγενομένων οὖν τούτων εἰς τὴν Ἔγεσταν, οἱ μὲν Ἐγεσταῖοι χρημάτων πλῆθος ἐπέδειξαν, τὰ μὲν οἴκοθεν, τὰ δὲ παρὰ τῶν ἀστυγειτόνων χρησάμενοι φαντασίας ἕνεκεν. ἀνελθόντων δὲ τῶν πρέσβεων καὶ τὴν εὐπορίαν τῶν Ἐγεσταίων ἀπαγγειλάντων, συνῆλθεν ὁ δῆμος περὶ τούτων. προτεθείσης δὲ τῆς βουλῆς περὶ τοῦ στρατεύειν ἐπὶ Σικελίαν, Νικίας μὲν ὁ Νικηράτου, θαυμαζόμενος ἐπ´ ἀρετῇ παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ στρατεύειν ἐπὶ Σικελίαν· μὴ γὰρ δυνατὸν ὑπάρχειν ἅμα τε Λακεδαιμονίοις διαπολεμεῖν καὶ δυνάμεις μεγάλας ἐκπέμπειν διαποντίους, καὶ τῶν Ἑλλήνων μὴ δυναμένους κτήσασθαι τὴν ἡγεμονίαν ἐλπίζειν τὴν μεγίστην τῶν κατὰ τὴν οἰκουμένην νήσων περιποιήσασθαι, καὶ Καρχηδονίους μέν, ἔχοντας μεγίστην ἡγεμονίαν καὶ πολλάκις ὑπὲρ τῆς Σικελίας πεπολεμηκότας, μὴ δεδυνῆσθαι κρατῆσαι τῆς νήσου, τοὺς δὲ Ἀθηναίους, πολὺ λειπομένους τῇ δυνάμει τῶν Καρχηδονίων, δορίκτητον ποιήσασθαι τὴν κρατίστην τῶν νήσων.

[12,84] πολλὰ δὲ καὶ ἄλλα διαλεχθέντος αὐτοῦ {περὶ} τῆς προκειμένης ὑποθέσεως οἰκεῖα, τῆς ἐναντίας γνώμης προεστηκὼς Ἀλκιβιάδης, ἐπιφανέστατος Ἀθηναίων, ἔπεισε τὸν δῆμον ἐπανελέσθαι τὸν πόλεμον· ἦν γὰρ ὁ ἀνὴρ οὗτος δεινότατος μὲν εἰπεῖν τῶν πολιτῶν, εὐγενείᾳ δὲ καὶ πλούτῳ καὶ στρατηγίᾳ διωνομασμένος. εὐθὺς οὖν ὁ δῆμος στόλον ἀξιόχρεων κατεσκεύασε, τριάκοντα μὲν τριήρεις παρὰ τῶν συμμάχων λαβών, ἰδίας δ´ ἑκατὸν καταρτίσας. ταύτας δὲ κοσμήσας πᾶσι τοῖς εἰς πόλεμον χρησίμοις κατέλεξεν ὁπλίτας εἰς πεντακισχιλίους, στρατηγοὺς δὲ τρεῖς ἐχειροτόνησεν ἐπὶ ταύτην τὴν στρατηγίαν, Ἀλκιβιάδην καὶ Νικίαν καὶ Λάμαχον. Ἀθηναῖοι μὲν οὖν περὶ ταῦτα ἦσαν. -Ἡμεῖς δὲ παρόντες ἐπὶ τὴν ἀρχὴν τοῦ πολέμου τοῦ συστάντος Ἀθηναίοις καὶ Συρακοσίοις, κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τὰς ἑπομένας πράξεις εἰς τὴν ἐχομένην βίβλον κατατάξομεν.


BIBLIOGRAFIE:


Sursa: http://el.wikisource.org