Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (26)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (16)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (43)
   Recenzii (5)
   Repertorii arheologice (3)
   Surse contemporane (2)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (362)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Δίων Χρυσόστομος - Ρητορικοί λόγοι (XXXVI)

ΠΕΡΙ ΟΜΗΡΟΥ.
Ὁ μὲν Δημόκριτος περὶ Ὁμήρου φησὶν οὕτως: Ὅμηρος φύσεως λαχὼν θεαζούσης ἐπέων κόσμον ἐτεκτήνατο παντοίων: ὡς οὐκ ἐνὸν ἄνευ θείας καὶ δαιμονίας φύσεως οὕτως καλὰ καὶ σοφὰ ἔπη ἐργάσασθαι. πολλοὶ δὲ καὶ ἄλλοι γεγράφασιν οἱ μὲν ἄντικρυς ἐγκωμιάζοντες τὸν ποιητὴν ἅμα καὶ δηλοῦντες ἔνια τῶν ὑπ̓ αὐτοῦ [p. 110] λεγομένων, οἱ δὲ αὐτὸ τοῦτο τὴν διάνοιαν ἐξηγούμενοι, οὐ μόνον Ἀρίσταρχος καὶ Κράτης καὶ ἕτεροι πλείους τῶν ὕστερον γραμματικῶν κληθέντων, πρότερον δὲ κριτικῶν. καὶ δὴ καὶ αὐτὸς Ἀριστοτέλης, ἀφ̓ οὗ φασι τὴν κριτικήν τε καὶ γραμματικὴν ἀρχὴν λαβεῖν, ἐν πολλοῖς διαλόγοις περὶ τοῦ ποιητοῦ διέξεισι, θαυμάζων αὐτὸν ὡς τὸ πολὺ καὶ τιμῶν, ἔτι δὲ Ἡρακλείδης ὁ Ποντικός. [2] τούτων δὲ πρότερος Πλάτων πανταχοῦ μέμνηται, τὴν μὲν ἡδονὴν καὶ χάριν τὴν τῶν ἐπῶν ἐκπληττόμενος, πολλάκις γε μὴν ἐπιμεμφόμενος ἐν τοῖς περὶ θεῶν μύθοις τε καὶ λόγοις, ὡς οὐ συμφέροντα τοῖς ἀνθρώποις οὐδαμῶς αὐτὸν εἰρηκότα, πλεονεξίας καὶ ἐπιβουλὰς κατ̓ ἀλλήλων καὶ μοιχείας καὶ ἔριδας καὶ φιλονικίας περὶ θεῶν ἐπεξιόντα: μετὰ ταῦτα δὲ οὐ μεταδιδοὺς αὐτῷ τῆς αὑτοῦ πόλεώς τε καὶ πολιτείας σοφῆς ὡς αὐτὸς ἐνόμιζεν ἐσομένης, ἵνα μήτε ταῦτα ἀκούωσι περὶ θεῶν νέοι ὄντες οὓς ἐκεῖνος ἀποφαίνει φύλακάς τε καὶ ἡγεμόνας τῆς πόλεως, μηδ̓ αὖ περὶ τῶν ἐν ᾄδου μηδὲν σκυθρωπὸν λεγόμενον μαλακωτέρους αὐτοὺς πρός τε τὸ μάχεσθαι καὶ τὸ ἀποθνῄσκειν ποιῇ μηδὲ ὥσπερ πώλους [3] κακῶς πωλευθέντας ἐξ ἀρχῆς ὑπόπτους πρὸς τὰ μὴ φοβερά. περὶ μὲν δὴ τούτων ἕτερος λόγος πλείων καὶ μακρότερος καὶ οὐ ῥᾴδιος, πότερον Ὅμηρος ἥμαρτε περὶ ταῦτα ἢ φυσικούς τινας ἐνόντας ἐν τοῖς μύθοις λόγους κατὰ τὴν τότε συνήθειαν παρεδίδου τοῖς ἀνθρώποις. οὐ γὰρ ῥᾴδιον διαιτῆσαι τὸ τοιοῦτον, καθάπερ οἶμαι δύο φίλων ἀνδρῶν, ἀμφοτέρων σεμνῶν, τοῦ ἑτέρου τῷ ἑτέρῳ ἐγκαλοῦντος, [4] ἑνὸς αὐτῶν καταγνῶναι. γέγραφε δὲ καὶ Ζήνων ὁ φιλόσοφος εἴς τε τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν, καὶ περὶ τοῦ Μαργίτου δέ: δοκεῖ γὰρ καὶ τοῦτο τὸ ποίημα ὑπὸ Ὁμήρου γεγονέναι νεωτέρου καὶ ἀποπειρωμένου τῆς αὑτοῦ φύσεως πρὸς ποίησιν. ὁ δὲ Ζήνων οὐδὲν τῶν τοῦ Ὁμήρου ψέγει, ἅμα διηγούμενος καὶ διδάσκων ὅτι τὰ μὲν κατὰ δόξαν, τὰ δὲ κατὰ ἀλήθειαν γέγραφεν, ὅπως μὴ φαίνηται αὐτὸς αὑτῷ μαχόμενος ἔν τισι δοκοῦσιν ἐναντίως [5] εἰρῆσθαι. ὁ δὲ λόγος οὗτος Ἀντισθένους ἐστὶ πρότερον, ὅτι τὰ [p. 111] μὲν δόξῃ, τὰ δὲ ἀληθείᾳ εἴρηται τῷ ποιητῇ: ἀλλ̓ ὁ μὲν οὐκ ἐξειργάσατο αὐτόν, ὁ δὲ καθ̓ ἕκαστον τῶν ἐπὶ μέρους ἐδήλωσεν. ἔτι δὲ καὶ Περσαῖος ὁ τοῦ Ζήνωνος κατὰ τὴν αὐτὴν ὑπόθεσιν γέγραφε καὶ ἄλλοι πλείους. ὁ δὲ Πλάτων ἅμα αἰτιώμενος αὐτόν, ὡς εἶπον, καὶ τὴν δύναμιν αὐτοῦ θαυμαστήν τινα ἀποφαίνει τῆς ποιήσεως, ὡς εἰκόνα ὄντα παντὸς χρήματος καὶ πάσας ἀτεχνῶς ἀφιέντα φωνάς, ποταμῶν τε καὶ ἀνέμων καὶ κυμάτων: καὶ κελεύει μάλα εἰρωνικῶς στέψαντας αὐτὸν ἐρίῳ καὶ μύρον καταχέαντας ἀφιέναι παῤ ἄλλους. [6] τοῦτο δὲ αἱ γυναῖκες ἐπὶ τῶν χελιδόνων ποιοῦσιν. ἔτι δὲ καὶ αὐτὸς τῆς χάριτος ἐπιὼν τὴν ποίησιν σφόδρα ἄγασθαι τὸν ἄνδρα. ἀτεχνῶς γὰρ οὐκ ἄνευ θείας τύχης οὐδ̓ ἄνευ Μουσῶν τε καὶ Ἀπόλλωνος ἐπιπνοίας δυνατὸν οὕτως ὑψηλὴν καὶ μεγαλοπρεπῆ καὶ προσέτι ἡδεῖαν γενέσθαι ποίησιν, ὥστε μὴ μόνον τοὺς ὁμογλώττους καὶ ὁμοφώνους τοσοῦτον ἤδη κατέχειν χρόνον, ἀλλὰ καὶ τῶν βαρβάρων πολλούς: καὶ τοὺς μὲν διγλώττους καὶ μιγάδας σφόδρα ἐμπείρους εἶναι τῶν ἐπῶν αὐτοῦ, πολλὰ τῶν ἄλλων ἀγνοοῦντας τῶν Ἑλληνικῶν, ἐνίους δὲ καὶ τῶν σφόδρα μακρὰν διῳκισμένων: ὁπότε καὶ παῤ Ἰνδοῖς φασιν ᾄδεσθαι τὴν Ὁμήρου ποίησιν, μεταλαβόντων [7] αὐτὴν εἰς τὴν σφετέραν διάλεκτόν τε καὶ φωνήν. ὥστε καὶ Ἰνδοὶ τῶν μὲν ἄστρων τῶν παῤ ἡμῖν πολλῶν εἰσιν ἀθέατοι: τὰς γὰρ ἄρκτους οὔ φασι φαίνεσθαι παῤ αὐτοῖς: τῶν δὲ Πριάμου παθημάτων καὶ τῶν Ἀνδρομάχης καὶ Ἑκάβης θρήνων καὶ ὀδυρμῶν καὶ τῆς Ἀχιλλέως τε καὶ Ἕκτορος ἀνδρείας οὐκ ἀπείρως ἔχουσιν. τοσοῦτον ἴσχυσεν ἑνὸς ἀνδρός μουσική: καὶ δοκεῖ ἔμοιγε τῇ δυνάμει [8] ταύτῃ τάς τε Σειρῆνας ὑπερβαλέσθαι καὶ τὸν Ὀρφέα. τὸ γὰρ λίθους τε καὶ φυτὰ καὶ θηρία κηλεῖν καὶ ἄγειν τί ἔστιν ἕτερον ἢ τὸ βαρβάρους ἀνθρώπους ἀσυνέτους τῆς Ἑλληνικῆς φωνῆς οὕτως ἄγαν χειρώσασθαι, μήτε τῆς γλώττης μήτε τῶν πραγμάτων ἐμπείρους [p. 112] ὄντας, ὑπὲρ ὧν ὁ λόγος, ἀλλὰ ἀτεχνῶς καθάπερ οἶμαι πρὸς κιθάραν κηλουμένους; ἡγοῦμαι δὲ ἔγωγε πολλοὺς καὶ τῶν ἀμαθεστέρων ἔτι βαρβάρων τό γε ὄνομα ἀκηκοέναι τὸ Ὁμήρου, ὅ, τι δὲ δηλοῖ, τοῦτο μὴ εἰδέναι σαφῶς, εἴτε ζῷον εἴτε φυτὸν εἴτε πρᾶγμα ἕτερον. [9] οὐ μὴν ἀλλὰ καὶ τὸν βίον ἐπαινέσαι τις ἂν τοῦ ἀνδρὸς πολὺ μᾶλλον τῆς ποιήσεως. τὸ γὰρ ἐν πενίᾳ διαγενέσθαι καὶ ἀλώμενον καὶ τοσοῦτον ἀπὸ τῶν ποιημάτων πορίζοντα ὅσον ἀποζῆν θαυμαστῆς ἀνδρείας καὶ μεγαλοφροσύνης: ἔτι δὲ τὸ μηδαμοῦ γεγραφέναι τὸ αὑτοῦ ὄνομα, ἀλλὰ μηδὲ ἐν τῇ ποιήσει αὑτοῦ μνησθῆναι, καίτοι τῶν ἄλλων ἁπάντων, ὁπόσοι τινὰ ἔδοξαν ἔχειν δύναμιν ἢ περὶ ποίησιν ἢ καταλογάδην συγγράφοντες, καὶ πρῶτον καὶ τελευταῖον τὸ ἑαυτῶν ὄνομα γραφόντων, πολλῶν δὲ καὶ ἐν αὐτοῖς τοῖς λόγοις [10] τε καὶ ποιήμασιν, ὥσπερ Ἑκαταῖός τε καὶ Ἡρόδοτος καὶ Θουκυδίδης, οὗτος μὲν οὖν οὐχ ἅπαξ μόνον ἐν ἀρχῇ τῆς ἱστορίας, ἀλλὰ πολλάκις διαμαρτυρόμενος καθ̓ ἕκαστον χειμῶνα καὶ θέρος ὅτι ταῦτα ξυνέγραψε Θουκυδίδης. ὁ δὲ οὕτως ἄρα ἐλευθέριος ἦν καὶ μεγαλόφρων ὥστε οὐδαμοῦ φανήσεται τῆς ποιήσεως αὑτοῦ μεμνημένος, ἀλλὰ τῷ ὄντι ὥσπερ οἱ προφῆται τῶν θεῶν ἐξ ἀφανοῦς καὶ ἀδύτου ποθὲν φθεγγόμενος. [11] ὅτι δὲ καὶ ὠφέλιμα πάντα καὶ χρήσιμα ἔγραψε, τὰ μὲν ἄλλα εἰ διεξίοι τις, πολὺ ἂν ἔργον εἴη, ὅσα πεποίηκε περὶ ἀρετῆς καὶ κακίας: περὶ δὲ τῶν βασιλέων ἐν βραχεῖ οἵους φησὶ δεῖν εἶναι. ὃν γὰρ ἂν ἐπαινῇ τῶν βασιλέων, Διὶ μῆτιν ἀτάλαντόν φησιν εἶναι καὶ διοτρεφέας ἅπαντας τοὺς ἀγαθοὺς βασιλεῖς καὶ τὸν Μίνω, μεγίστην ἐπὶ δικαιοσύνῃ δόξαν ἔχοντα παρὰ τοῖς Ἕλλησι, τοῦ Διὸς ὁμιλητήν τε καὶ μαθητὴν εἶναί φησιν, ὡς πρῶτον δὴ καὶ μέγιστον [p. 113] ἁπάντων ἐκεῖνον βασιλέα καὶ μόνον αὐτὸν ἐπιστάμενον καὶ παραδιδόντα τὴν βασιλικὴν τέχνην, καὶ τοὺς ἀγαθοὺς βασιλεῖς δέον πρὸς ἐκεῖνον βλέποντας κατευθύνειν τὴν ἀρχήν, ἀφομοιοῦντας, ὡς [12] δυνατόν ἔστιν ἀνθρώποις, θεῷ τὸν αὑτῶν τρόπον. τὸ δὲ τοῦ Διὸς ἦθος καὶ τὴν βασιλείαν ὁποία τις ἦν, ἐν πολλοῖς μὲν ἄλλοις ποιεῖ φανεράν, ὡς δ̓ ἐν βραχεῖ περιλαβόντα εἰπεῖν τὴν δύναμιν αὐτοῦ καὶ τὴν διάνοιαν δηλοῖ πολλάκις, ἀεί ποτε αὐτὸν οὕτως ὀνομάζων ,πατὴρ ἀνδρῶν τε θεῶν τἑ: ὡς δέον τὴν τῶν βασιλέων ἐπιμέλειαν πατρικὴν καὶ κηδεμονικὴν εἶναι μετ̓ εὐνοίας καὶ φιλίας καὶ μηδέποτε ἄλλως προσῆκον ἀνθρώπων προΐστασθαί τε καὶ ἄρχειν ἤ ἀγαπῶντα καὶ προνοοῦντα, ὁπότε ὁ Ζεὺς οὐχ ὑπερορᾷ πατὴρ ἀνθρώπων καλεῖσθαι.


BIBLIOGRAFIE:


Sursa: http://www.perseus.tufts.edu