Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (26)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (16)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (43)
   Recenzii (5)
   Repertorii arheologice (3)
   Surse contemporane (2)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (362)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Δίων Χρυσόστομος - Ρητορικοί λόγοι (XLVIII)

ΠΕΡΙ ΤΥΧΗΣ ΤΡΙΤΟΣ.
Οἱ σφόδρα τῇ τύχῃ πεπιστευκότες καὶ τῇ παρουσίᾳ ταύτης ἐπαιρόμενοι δοκοῦσί μοι κάλλιστα συνηγορεῖν αὐτῇ καὶ παρασκευάζειν ὅπως ἐπειδὰν μεταπέσῃ, μηδεὶς αὐτῇ μέμφηται. τοὐναντίον γὰρ ἅπαντες τῇ βαρύτητι τῶν εὐτυχούντων δυσχεραίνοντες καὶ τὴν ὕβριν αὐτῶν μεμισηκότες ὅταν καταλίπῃ τινὰ αὐτῶν, ἐπαινοῦσι καί φασι δικαίαν αὐτοῖς γεγονέναι τὴν μεταβολήν. δεῖ δὲ τοὺς νοῦν ἔχοντας οὕτως χρῆσθαι τοῖς αὐτομάτοις ἀγαθοῖς ὥστε ὑπαρχόντων μὲν αὐτῶν μηδένα ἐγκαλεῖν, ἐὰν δὲ παύσηταί ποτε, [2] μηδένα ἐφήδεσθαι. τῷ παντὶ γὰρ κρεῖττόν ἐστιν ἐνδεῶς πράττοντα ἀγαπᾶσθαι καὶ δοκεῖν πᾶσι παρὰ τὴν ἀξίαν ἀπαλλάττειν ἢ τοὐναντίον εὐτυχοῦντα μισεῖσθαι καὶ προσέτι καὶ τῇ τύχῃ γίγνεσθαι βλασφημίας αἴτιον, ὡς τοὺς πονηροὺς ἀντὶ τῶν χρηστῶν εὐεργετεῖν προαιρουμένῃ. οἱ μὲν οὖν πολλοὶ τῶν ἀνθρώπων τοὺς βαρέως χρωμένους τοῖς ἐκ τῆς τύχης ὑπάρχουσι πονηροὺς μὲν εἷναί φασι καὶ τῶν ἀγαθῶν ἀναξίους, οὐ μὴν ἀτυχεῖς γε εἰώθασι λέγειν: ἐμοὶ δὲ τοὐναντίον οὗτοι δοκοῦσι πάντων ἀτυχέστατοι καθεστηκέναι. [3] τὸ γὰρ ἐκ τῶν νομιζομένων ἀγαθῶν μηδενὸς χρηστοῦ, βλασφημίας δὲ καὶ μίσους ἀπολαύειν πρὸς τῷ τὴν αὑτοῦ κακίαν γνωριμωτέραν πᾶσι ποιεῖν, πῶς οὐχὶ μεγάλη καὶ φανερὰ δυστυχία; διόπερ οἶμαι τοῖς ἀνοήτοις λυσιτελεῖ τῷ παντὶ μᾶλλον ἐνδεῶς πράττειν καὶ μήτε ἐξουσίας μήτε πλούτου μήτε τῶν τοιούτων μηδενὸς τυγχάνειν. ταπεινοὶ μὲν γὰρ ὄντες λανθάνειν τοὺς πολλοὺς ἔμελλον, ὁποῖοι κατὰ τρόπον ὑπάρχουσιν, ἀρθέντες δὲ ὑπὸ τῆς [4] τύχης ἐπίσημον τὴν πονηρίαν ἔσχον. ὥσπερ οὖν τοῖς τὸ σῶμα φαύλως διακειμένοις βέλτιον καθ̓ αὑτοὺς ἀποδύεσθαι καὶ μηδέποτε εἰς τὸ κοινόν, ὅπως μηδένα ἔχωσι τῆς περὶ τοῦτο αἰσχύνης μάρτυρα: τὸν αὐτὸν οἶμαι τρόπον, οἷς συμβέβηκε τὴν ψυχὴν ἀγεννῆ [p. 157] καὶ μοχθηρὰν ὑπάρχειν, λυσιτελὲς ἂν εἴη δήπου ἐν ἀγνοίᾳ τοῦ βίου καὶ σκότει τῆς τύχης διατελεῖν. — ἀδίκως γάρ μοι δοκοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων τῆς τύχης κατηγορεῖν, ὡς οὐδὲν ἐχούσης βέβαιον οὐδὲ πιστόν, ἀλλὰ ταχὺ δὴ μάλα, οἷς ἂν παρῇ, τούτους καταλειπούσης [5] καὶ μεθισταμένης πρὸς ἑτέρους. εἰ μὲν γὰρ καλῶς ἦν ἰδεῖν χρωμένους ὡς τὸ πολὺ τοῖς παῤ αὐτῆς ἀγαθοῖς τοὺς λαμβάνοντας καὶ μὴ τοὐναντίον εὐθὺς ὕβρεως καὶ μισανθρωπίας καὶ θρασύτητος ἐμπιμπλαμένους, οὐκ ἂν ὀρθῶς ἐποίει μὴ τοῖς αὐτοῖς παραμένουσα: νῦν δὲ οἶμαι προαιρεῖται μὲν εὐεργετεῖν ἕκαστον ὡς χρηστὸν καὶ τῶν παῤ αὐτῆς δωρεῶν ἄξιον, ἐπειδὰν δὲ φαῦλον αἴσθηται καὶ ταπεινόν, καταισχύνοντα τὴν εὔνοιαν τὴν παῤ αὐτῆς, εἰκότως ἀφίσταται καὶ ζητεῖ πάλιν ἄλλον, ἐὰν ἄρα ἐπιεικέστερον [6] εὑρεῖν δύνηται. πονηρῶν δὲ τῶν πλείστων ὑπαρχόντων καὶ τῆς ἀνθρωπίνης φύσεως σπανίως τινὰ φερούσης ἐπιτήδειον εὖ πράττειν, ἐξ ἀνάγκης συνεχεῖς ποιεῖται τὰς μεταβολάς, πολὺ δὲ μᾶλλον διὰ τὴν ἡμετέραν ἢ τὴν αὑτῆς φύσιν. ἔστι δὲ ἄτοπον, εἴ τις αὐτὸς μὲν ἕκαστος οὐ δύναται φέρειν ἐνίους τῶν εὐτυχούντων, ἀλλὰ μικρὸν χρόνον ὁμιλήσας ἀφίσταται, καὶ μᾶλλον αἱρεῖται τὴν αὑτοῦ πενίαν ὅπως ἂν ἐνδέχηται φέρειν ἢ φορτικῶν καὶ ἀνοήτων ἀνέχεσθαι τρόπων: τὴν δὲ τύχην, θεὸν οὖσαν, ἀξιοῖ τοῖς αὐτοῖς τούτοις συζῆν ἄχρι παντὸς καὶ πολλάκις ὑβριζομένην ὕβρεις δεινὰς [7] παραμένειν ἀνδραπόδῳ μηδενὸς ἀξίῳ. παρὰ γὰρ τῶν πλουσίων εἰς μὲν τοὺς συμβιοῦντας ἀνθρώπους ἡ ὕβρις ἐστὶ λοιδορία, προπηλακισμός, κατάγελως, τὸ πληγῆναι πολλάκις, εἰς δὲ τὴν τύχην αὐτὴν ὑπερηφανία, βαρύτης, μικρολογία. — ἀδικώτατά μοι δοκοῦσιν ἐγκαλεῖν οἱ πολλοὶ τῇ τύχῃ. νῦν μὲν γὰρ αὐτὴν αἰτιῶνται, φάσκοντες ἄπιστον εἶναι καὶ μηδὲν ἔχειν βέβαιον. εἰ δ̓ [p. 158] ἀεὶ τοῖς αὐτοῖς παρέμενεν, οὐκ ἔστιν ὅπως οὐχὶ τῷ παντὶ μείζονος καὶ δικαιοτέρας ἐτύγχανε κατηγορίας. ὅπου γὰρ νῦν ὁρᾶτε τοὺς εὖ πράττοντας οὕτως ὄντας πονηροὺς καὶ βαρεῖς, καὶ ταῦτα τοῦ μέλλοντος ὑπάρχοντος ἀδήλου, πόσης ἂν οἴεσθε αὐτοὺς ὑπερηφανίας καὶ σκαιότητος εἶναι μεστούς, εἰ καθόλου μὴ τὴν ἐλπίδα τῆς μεταβολῆς ὑφεωρῶντο; [8] φασὶ πολλοὶ τὴν τύχην ἄκριτον εἶναι καὶ πονηροῖς ἀνθρώποις προσμένειν, τῶν χρηστῶν δὲ ἀμελεῖν, ὅταν ὁρῶσι τοὺς ἠξιωμένους τῶν παῤ ἐκείνης ἀγαθῶν βαρεῖς ὄντας καὶ δυσχρήστους καὶ ἀγεννεῖς. δοκεῖ δέ μοι ἡ τύχη πρὸς αὐτοὺς δίκαια ἂν εἰπεῖν ὅτι φύσει φιλάνθρωπος οὖσα ἀεί τισι πάρεστιν ἡμῶν, οὐχ αἱρουμένη τοὺς ἀξίους οὐδὲ τοὺς πονηρούς, ἀεὶ δὲ οἵοις ἂν αὐτοῖς παραγένηται, τοιούτους αὐτοὺς ὄντας ἐξελέγχεσθαι. δεῖν οὖν τὴν αὑτῶν αἰτιᾶσθαι φύσιν, μὴ τὴν ἐκείνης, ὅτι τοιοῦτοι καθεστήκασιν, [9] ὥστε ὁ μὲν ἐνδεῶς ἔτι πράττων εὐθὺς ἄξιος εἶναι δοκεῖ βέλτιον ἀπαλλάττειν, ὅτῳ δ̓ ἂν ὑπάρξῃ τὰ παῤ αὐτῆς ἀγαθά, εὐθὺς μοχθηρὸς πέφηνεν. ἔστι γὰρ ὅμοιον ὥσπερ εἴ τις, ἀγγείων πολλῶν ὄντων, μηδενὸς δὲ ὑγιοῦς, τὸν εἰς αὐτὰ ἐγχέοντα ψέγοι βλέπων ῥέον ἀεὶ τὸ πληρούμενον. εἴποι γὰρ ἄν, Ἀλλ̓ ἔστι πάντα τοιαῦτα: ἕως δ̓ ἂν ᾖ κενά, λανθάνει. [10] θαυμάζω πῶς ποτε οἱ πολλοὶ τὴν τύχην φασὶν ἐπικίνδυνον εἶναι καὶ μηδὲν τῶν παῤ αὐτῆς ὑπάρχειν βέβαιον. ἐκείνη γὰρ ἐπειδάν τινι δῷ τὰ παῤ αὑτῆς ἀγαθά ῾ταῦτα δ̓ ἐστὶ χρήματα, ἰσχύς, δόξα, τιμαἴ τούτοις οὐδένα κωλύει χρῆσθαι κατὰ τρόπον καὶ νὴ Δία γε εἰς τἀσφαλὲς αὑτοῖς κατατίθεσθαι, λέγω δὲ οὐκ εἰς τὴν οἰκίαν ἔνδον οὐδ̓ εἰς τὸ ταμιεῖον οὐδὲ κλεῖς ἐφιστάντας καὶ [p. 159] μοχλούς ῾οὐ φυλάττεται γὰρ ὑπὸ τούτων οὐδὲν τῶν παῤ αὐτῆς᾿ ἀλλ̓ εἰς εὔνοιαν ἀνθρώπων, πατρίδος εὐεργεσίαν, φίλων βοήθειαν. [11] οὐκοῦν οὐδέποτε αὐτοὺς οὐδὲν ἀφείλετο ἡ τύχη τοὺς γε ἅπαξ κτησαμένους τῶν οὕτως ἀποκειμένων. οὗτοι γάρ εἰσι θησαυροὶ βέβαιοι καὶ πᾶσι φανεροὶ τῶν αὐτομάτως περιγιγνομένων. ἐὰν δέ τις λαβὼν ῥίψῃ ἢ καὶ νὴ Δία κακῶς θῇ, θύραις [12] καὶ κλεισὶ πιστεύων, οὐκέτ̓ οἶμαι δἰ ἐκείνην ἀπόλλυνται. σφόδρα δὲ καὶ τοῦτο ἄτοπον: πρὸς γὰρ τῷ πολλὰ βλασφημεῖν διὰ λόγων κατὰ τῆς τύχης ἔτι καὶ πλάσται καὶ γραφεῖς αὐτὴν λοιδοροῦσιν, οἱ μὲν ὡς μαινομένην καὶ διαρρίπτουσαν γράφοντες, οἱ δὲ ἐπὶ σφαίρας βεβηκυῖαν, ὡς οὐκ ἀσφαλῶς οὐδὲ ἀκινδύνως ἐρηρεισμένην, δέον ἡμᾶς αὐτοὺς τοιούτους πλάττειν καὶ γράφειν τοὺς ἐμπλήκτως καὶ κακῶς πᾶσι χρωμένους καὶ μὰ Δία γε οὐκ ἐπὶ σφαίρας, ἀλλ̓ ἐπ̓ ἀνοίας ἑστηκότας, καὶ μὴ μάτην τῇ τύχῃ μέμφεσθαι. [13] περὶ πάντων μέν, ὡς εἰπεῖν, οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ὀρθῶς ὑπολαμβάνουσι, μάλιστα δὲ τὴν ὑπὲρ τῆς τύχης δόξαν ψευδῆ καὶ πεπλανημένην ἔχουσιν. φασὶ γὰρ αὐτὴν διδόναι μὲν τοῖς ἀνθρώποις τἀγαθά, ῥᾳδίως δὲ ἀφαιρεῖσθαι: καὶ διὰ τοῦτο ὡς ἄπιστον βλασφημοῦσι καὶ φθονεράν. ἐγὼ δὲ οὐ διδόναι φημὶ [14] τὴν τύχην τούτων οὐδέν, ὧν οἱ πολλοὶ νομίζουσιν. ᾧ γὰρ κύριος ἕκαστος γίγνεται τῶν ὑπαρχόντων καὶ δἰ οὗ μόνου κεκτῆσθαι τἀγαθὰ ἀσφαλῶς ἔστιν, οὐ δίδωσιν αὐτοῖς μετὰ τῶν χρημάτων καὶ τῆς δόξης καὶ τῆς δυνάμεως. τοῦτο δέ ἐστιν οὗ χωρὶς οὐκ ἔστιν οὐδὲ τῶν ἄλλων ἔχειν οὐδέν, οἴεσθαι μέντοι καὶ ἀπατᾶσθαι. καθάπερ οὖν οὐδὲ ἡμεῖς, ὅταν εἰς τὴν οἰκίαν τινὰ εἰσαγάγωμεν ἢ τὸ χωρίον ἢ σκεύη τινὰ παράσχωμεν, εὐθὺς κύριον ἐκείνων τοῦτον ἀπεδείξαμεν, ἂν μὴ προσῇ τὸ μετὰ ἀσφαλείας τινὸς καὶ γράμματος, [p. 160] οὕτω καὶ ἡ τύχη κύριον οὐδένα ποιεῖ τῶν ὑφ̓ αὑτῆς διδομένων, ἐὰν μὴ προσῇ τὸ μετὰ νοῦ καὶ φρονήσεως τινὰ λαμβάνειν. [15] οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων εἰώθασιν εὐδαιμονίζειν εὐθὺς οἷς ἂν ὁρῶσι τὰ παρὰ τῆς τύχης ὑπάρχοντα, ὥσπερ τοῖς πλέουσι συνήδονται πνεῦμα ὁρῶντες ἐπέχον, οὐκ εἰδότες οὔτ̓ εἰ φορὸν αὐτοῖς τοῦτό ἐστιν οὔτ̓ εἰ κυβερνήτην ἔχουσιν ἔμπειρον. ἐγὼ δ̓ οἶμαι τότε δεῖν μακαρίους κρίνειν τοὺς ἐν ἀφθόνοις ὄντας τοῖς παρὰ τῆς τύχης, ὅταν αὐτοῖς καὶ τὸ φρονεῖν παρῇ. καθ̓ αὑτὰ γὰρ ταῦτα δηλονότι εἰ τοῖς ἀνοήτοις γένοιτο κινδύνου καὶ δυστυχίας αἴτια.


BIBLIOGRAFIE:


Sursa: http://www.perseus.tufts.edu