Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (23)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (6)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (41)
   Recenzii (5)
   Repertorii arheologice (3)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (360)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Δίων Χρυσόστομος - Ρητορικοί λόγοι (LXVIII)

ΠΕΡΙ ΛΟΓΟΥ ΑΣΚΗΣΕΩΣ.
Πολλάκις ἐπαινέσας τὸν σὸν τρόπον ὡς ἀνδρὸς ἀγαθοῦ καὶ ἀξίου πρωτεύειν ἐν τοῖς ἀρίστοις, οὐδέποτε πρότερον ἐθαύμασα ὡς νῦν. τὸ γὰρ ἡλικίας τε ἐν τῷ ἀκμαιοτάτῳ ὄντα καὶ δυνάμει [p. 251] οὐδενὸς λειπόμενον καὶ ἄφθονα κεκτημένον, καὶ πάσης ἐξουσίας οὔσης δἰ ἡμέρας καὶ νυκτὸς τρυφᾶν, ὅμως ἔτι παιδείας ὀρέγεσθαι καὶ φιλοκαλεῖν περὶ τὴν τῶν λόγων ἐμπειρίαν καὶ μὴ ὀκνεῖν, μηδὲ εἰ πονεῖν δέοι, σφόδρα μοι ἔδοξε γενναίας ψυχῆς καὶ οὐ φιλοτίμου μόνον, ἀλλὰ τῷ ὄντι φιλοσόφου ἔργον εἶναι. καὶ γὰρ τῶν παλαιῶν οἱ ἄριστοι οὐ μόνον ἀκμάζειν μανθάνοντες, ἀλλὰ καὶ γηράσκειν [2] ἔφασκον. πάνυ δὲ σύ μοι δοκεῖς φρονεῖν, ἡγούμενος πολιτικῷ ἀνδρὶ δεῖν λόγων ἐμπειρίας τε καὶ δυνάμεως. καὶ γὰρ πρὸς τὸ ἀγαπᾶσθαι καὶ πρὸς τὸ ἰσχύειν καὶ πρὸς τὸ τιμᾶσθαι καὶ πρὸς τὸ μὴ καταφρονεῖσθαι πλείστη ἀπὸ τούτου ὠφέλεια. τίνι μὲν γὰρ μᾶλλον ἄνθρωποι δείσαντες θαρροῦσιν ἢ λόγῳ; τίνι δὲ ἐξυβρίζοντες καὶ ἐπαιρόμενοι καθαιροῦνται καὶ κολάζονται; τίνι δὲ ἐπιθυμιῶν ἀπέχονται; τίνα δὲ νουθετοῦντα πρᾳότερον φέρουσιν ἢ [3] οὗ λόγῳ εὐφραίνονται; πολλάκις οὖν ἔστιν ἰδεῖν ἐν ταῖς πόλεσιν ἀναλίσκοντας μὲν ἑτέρους καὶ χαριζομένους καὶ ἀναθήμασι κοσμοῦντας, ἐπαινουμένους δὲ τοὺς λέγοντας, ὡς καὶ αὐτῶν ἐκείνων αἰτίους. διὸ καὶ τῶν ποιητῶν οἱ ἀρχαιότατοι καὶ παρὰ θεῶν τὴν ποίησιν λαβόντες οὔτε τοὺς ἰσχυροὺς οὔτε τοὺς καλοὺς ὡς θεοὺς ἔφασαν ὁρᾶσθαι, ἀλλὰ τοὺς λέγοντας. ὅτι μὲν δὴ ταῦτα καὶ [4] συνεώρακας καὶ ἐπιχειρεῖς πράττειν, ἐπαινῶ σε καὶ θαυμάζω. χάριν δὲ οὐ τὴν τυχοῦσαν οἶδα ὑπὲρ ἐμαυτοῦ, ὅτι με πρὸς τὴν διάνοιαν ταύτην καὶ τὸ ἐγχείρημα χρήσιμον σαυτῷ νενόμικας. μέχρι νῦν μὲν γάρ, ὥσπερ τις ἔφη τῶν παλαιῶν αὑτῷ ἱκανὸς εἶναι μάντις, κἀγὼ ἐξαρκεῖν ᾤμην ἐμαυτῷ περὶ τοὺς λόγους, μόγις καὶ τοῦτο. σὺ δέ με ἐπαίρεις καὶ θαρρεῖν ἀναπείθεις, εἰ ἀνδρὶ καὶ παιδείας ἐπὶ πλεῖστον ἥκοντι καὶ τηλικούτῳ δύναμαι χρήσιμος εἶναι. δυναίμην δ̓ ἂν τυχόν, ὥσπερ ὁδὸν ἰόντι μάλα ἰσχυρῷ καὶ ἀκμάζοντι παῖς ἤ τις πρεσβύτης ἐνίοτε νομεὺς ἐπίτομον δείξας ἢ καὶ λεωφόρον, ἣν οὐκ ἔτυχεν εἰδώς. [p. 252] [5] ἀλλ̓ ἵνα μὴ πολλὰ πρὸ τοῦ πράγματος, ἤδη οἷς προσέταξας ἐγχειρητέον. μειρακίῳ μὲν οὖν ἢ νέῳ ἀνδρὶ τοῦ τε πράττειν ἀποχωρῆσαι χωρῆσαι βουλομένῳ καὶ πρὸς ἀσκήσει γενέσθαι καὶ δύναμιν περιποιήσασθαι ἐναγώνιον ἐτέρων ἔργων τε καὶ πράξεων δεῖ. σὺ δὲ οὔτε ἄπειρος τοῦ ἔργου οὔτε ἀπολιπεῖν τὸ πράττειν δύνασαι οὔτε χρῄζεις δικανικῆς δυνάμεώς τε καὶ δεινότητος, ἀλλὰ τῆς πολιτικῷ [6] ἀνδρὶ πρεπούσης τε ἅμα καὶ ἀρκούσης. τοῦτο μὲν δὴ πρῶτον ἴσθι, ὅτι οὐ δεῖ σοι πόνου καὶ ταλαιπωρίας — τῷ μὲν γὰρ ἐπὶ πολὺ ἀσκήσαντι ταῦτα ἐπὶ πλεῖστον προάγει, τῷ δὲ ἐπ̓ ὀλίγον χρησαμένῳ συλλήψει τὴν ψυχὴν καὶ ὀκνηρὰν ποιεῖ προσφέρεσθαι, καθάπερ τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν εἴ τις κοπώσειε βαρυτέροις γυμνασίοις, ἀσθενεστέρους ἐποίησεν — ἀλλὰ ὥσπερ τοῖς ἀήθεσι τοῦ πονεῖν σώμασιν ἀλείψεως δεῖ μᾶλλον καὶ κινήσεως συμμέτρου ἢ γυμνασίας, οὕτω σοὶ περὶ τοὺς λόγους ἐπιμελείας ἐστὶ χρεία μᾶλλον ἡδονῇ μεμιγμένης ἢ ἀσκήσεως καὶ πόνου. τῶν μὲν δὴ ποιητῶν συμβουλεύσαιμ̓ ἄν σοι Μενάνδρῳ τε τῶν κωμικῶν μὴ παρέργως ἐντυγχάνειν καὶ Εὐριπίδῃ τῶν τραγικῶν, καὶ τούτοις μὴ οὕτως, αὐτὸν ἀναγιγνώσκοντα, ἀλλὰ δἰ ἑτέρων ἐπισταμένων μάλιστα μὲν καὶ ἡδέως, εἰ δ̓ οὖν, ἀλύπως ὑποκρίνασθαι: πλείων γὰρ ἡ αἴσθησις ἀπαλλαγέντι τῆς περὶ τὸ ἀναγιγνώσκειν [7] ἀσχολίας. καὶ μηδεὶς τῶν σοφωτέρων αἰτιάσηταί με ὡς προκρίναντα τῆς ἀρχαίας κωμῳδίας τὴν Μενάνδρου ἢ τῶν ἀρχαίων τραγῳδῶν Εὐριπίδην: οὐδὲ γὰρ οἱ ἰατροὶ τὰς πολυτελεστάτας τροφὰς συντάττουσι τοῖς θεραπείας δεομένοις, ἀλλὰ τὰς ὠφελίμους. πολὺ δ̓ ἂν ἔργον εἴη τὸ λέγειν ὅσα ἀπὸ τούτων χρήσιμα: ἥ τε γὰρ τοῦ Μενάνδρου μίμησις ἅπαντος ἤθους καὶ χάριτος πᾶσαν ὑπερβέβληκε τὴν δεινότητα τῶν παλαιῶν κωμικῶν, ἥ τε Εὐριπίδου [p. 253] προσήνεια καὶ πιθανότης τοῦ μὲν τραγικοῦ ἀναστήματος καὶ ἀξιώματος τυχὸν οὐκ ἂν τελέως ἐφικνοῖτο, πολιτικῷ δὲ ἀνδρὶ πάνυ ὠφέλιμος, ἔτι δὲ ἤθη καὶ πάθη δεινὸς πληρῶσαι, καὶ γνώμας πρὸς ἅπαντα ὠφελίμους καταμίγνυσι τοῖς ποιήμασιν, ἅτε φιλοσοφίας [8] οὐκ ἄπειρος ὤν. Ὅμηρος δὲ καὶ πρῶτος καὶ μέσος καὶ ὕστατος παντὶ παιδὶ καὶ ἀνδρὶ καὶ γέροντι, τοσοῦτον ἀφ̓ αὑτοῦ διδοὺς ὅσον ἕκαστος δύναται λαβεῖν. μέλη δὲ καὶ ἐλεγεῖα καὶ ἴαμβοι καὶ διθύραμβοι τῷ μὲν σχολὴν ἄγοντι πολλοῦ ἄξια: τῷ δὲ πράττειν τε καὶ ἅμα τὰς πράξεις καὶ τοὺς λόγους αὔξειν διανοουμένῳ [9] οὐκ ἂν εἴη πρὸς αὐτὰ σχολή. τοῖς δ̓ ἱστορικοῖς διὰ πολλὰ ἀνάγκη τὸν πολιτικὸν ἄνδρα μετὰ σπουδῆς ἐντυγχάνειν, ὅτι καὶ ἄνευ τῶν λόγων τὸ ἔμπειρον εἶναι πράξεων καὶ εὐτυχιῶν καὶ δυστυχιῶν οὐ κατὰ λόγον μόνον, ἀλλὰ ἐνίοτε καὶ παρὰ λόγον ἀνδράσι τε καὶ πόλεσι συμβαινουσῶν σφόδρα ἀναγκαῖον πολιτικῷ ἀνδρὶ καὶ τὰ κοινὰ πράττειν προαιρουμένῳ. ὁ γὰρ πλεῖστα ἑτέροις συμβάντα ἐπιστάμενος ἄριστα οἷς αὐτὸς ἐγχειρεῖ διαπράξεται καὶ ἐκ τῶν ἐνόντων ἀσφαλῶς διάξει καὶ οὔτε εὖ πράττων παρὰ μέτρον ἐπαρθήσεται, δυσπραγίαν τε πᾶσαν οἴσει γενναίως διὰ τὸ μηδ̓ ἐν οἷς εὖ ἔπραττεν ἀνεννόητος εἶναι τῆς ἐπὶ τὸ ἐναντίον [10] μεταβολῆς. Ἡροδότῳ μὲν οὖν, εἴ ποτε εὐφροσύνης σοι δεῖ, μετὰ πολλῆς ἡσυχίας ἐντεύξῃ. τὸ γὰρ ἀνειμένον καὶ τὸ γλυκὺ τῆς ἀπαγγελίας ὑπόνοιαν παρέξει μυθῶδες μᾶλλον ἢ ἱστορικὸν τὸ σύγγραμμα εἶναι. τῶν δὲ ἄκρων Θουκυδίδης ἐμοὶ δοκεῖ καὶ τῶν δευτέρων Θεόπομπος. καὶ γὰρ ῥητορικόν τι περὶ τὴν ἀπαγγελίαν τῶν λόγων ἔχει, καὶ οὐκ ἀδύνατος οὐδὲ ὀλίγωρος περὶ τὴν ἑρμηνείαν, καὶ τὸ ῥᾴθυμον περὶ τὰς λέξεις οὐχ οὕτω φαῦλον ὥστε σε λυπῆσαι. Ἔφορος δὲ πολλὴν μὲν ἱστορίαν παραδίδωσι, τὸ δὲ ὕπτιον καὶ [11] ἀνειμένον τῆς ἀπαγγελίας σοι οὐκ ἐπιτήδειον. τῶν γε μὴν ῤητόρων [p. 254] τοὺς ἀρίστους τίς οὐκ ἐπίσταται, Δημοσθένην μὲν δυνάμει τε ἀπαγγελίας καὶ δεινότητι διανοίας καὶ πλήθει λόγων πάντας τοὺς ῥήτορας ὑπερβεβληκότα, Λυσίαν δὲ βραχύτητι καὶ ἁπλότητι καὶ συνεχείᾳ διανοίας καὶ τῷ λεληθέναι τὴν δεινότητα; πλὴν οὐκ ἂν ἐγώ σοι συμβουλεύσαιμι τὰ πολλὰ τούτοις ἐντυγχάνειν, ἀλλ̓ Ὑπερείδῃ τε μᾶλλον καὶ Αἰσχίνῃ. τούτων γὰρ ἁπλούστεραί τε αἱ δυνάμεις καὶ εὐληπτότεραι αἱ κατασκευαὶ καὶ τὸ κάλλος τῶν ὀνομάτων οὐδὲν ἐκείνων λειπόμενον. ἀλλὰ καὶ Λυκούργῳ συμβουλεύσαιμ̓ ἂν ἐντυγχάνειν σοι, ἐλαφροτέρῳ τούτων ὄντι καὶ ἐμφαίνοντί [12] τινα ἐν τοῖς λόγοις ἁπλότητα καὶ γενναιότητα τοῦ τρόπου. ἐνταῦθα δή φημι δεῖν, κἂν εἴ τις ἐντυχὼν τῇ παραινέσει τῶν πάνυ ἀκριβῶν αἰτιάσεται, μηδὲ τῶν νεωτέρων καὶ ὀλίγον πρὸ ἡμῶν ἀπείρως ἔχειν: λέγω δὲ τῶν περὶ Ἀντίπατρον καὶ Θεόδωρον καὶ Πλουτίωνα καὶ Κόνωνα καὶ τὴν τοιαύτην ὕλην. αἱ γὰρ τούτων δυνάμεις καὶ ταύτῃ ἂν εἶεν: ἡμῖν ὠφέλιμοι, ᾗ οὐκ ἂν ἐντυγχάνοιμεν αὐτοῖς δεδουλωμένοι τὴν γνώμην, ὥσπερ τοῖς παλαιοῖς. ὑπὸ γὰρ τοῦ δύνασθαί τι τῶν εἰρημένων αἰτιάσασθαι μάλιστα θαρροῦμεν πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρεῖν ᾗ καὶ ἥδιόν τις παραβάλλει αὑτὸν ᾧ πείθεται συγκρινόμενος οὐ καταδεέστερος, ἐνίοτε δὲ καὶ βελτίων [13] ἂν φαίνεσθαι. τρέψομαι δὲ ἤδη ἐπὶ τοὺς Σωκρατικούς, οὓς δὴ ἀναγκαιοτάτους εἶναί φημι παντὶ ἀνδρὶ λόγων ἐφιεμένῳ. ὥσπερ γὰρ οὐδὲν ὄψον ἄνευ ἁλῶν γεύσει κεχαρισμένον, οὕτως λόγων οὐδὲν εἶδος ἔμοιγε δοκεῖ ἀκοῇ προσηνὲς ἂν γενέσθαι χάριτος Σωκρατικῆς ἄμοιρον. τοὺς μὲν δὴ ἄλλους μακρὸν ἂν εἴη ἔργον [14] ἐπαινεῖν καὶ ἐντυγχάνειν αὐτοῖς οὐ τὸ τυχόν. Ξενοφῶντα δὲ ἔγωγε ἡγοῦμαι ἀνδρὶ πολιτικῷ καὶ μόνον τῶν παλαιῶν ἐξαρκεῖν δύνασθαι: εἴτε ἐν πολέμῳ τις στρατηγῶν εἴτε πόλεως ἀφηγούμενος, εἴτε ἐν δήμῳ λέγων εἴτε ἐν βουλευτηρίῳ, εἴτε καὶ ἐν δικαστηρίῳ μὴ ὡς ῥήτωρ ἐθέλοι μόνον, ἀλλὰ καὶ ὡς πολιτικὸς καὶ βασιλικὸς ἀνὴρ τὰ τῷ τοιούτῳ προσήκοντα ἐν δίκῃ εἰπεῖν: πάντων ἄριστος ἐμοὶ δοκεῖ καὶ λυσιτελέστατος πρὸς ταῦτα πάντα Ξενοφῶν. τά [p. 255] τε γὰρ διανοήματα σαφῆ καὶ ἁπλᾶ καὶ παντὶ ῥᾴδια φαινόμενα, τό τε εἶδος τῆς ἀπαγγελίας προσηνὲς καὶ κεχαρισμένον καὶ πειστικόν, πολλὴν μὲν ἔχον πιθανότητα, πολλὴν δὲ χάριν καὶ ἐπιβολήν, ὥστε μὴ λόγων δεινότητι μόνον, ἀλλὰ καὶ γοητείᾳ ἐοικέναι τὴν δύναμιν. [15] εἰ γοῦν ἐθελήσειας αὐτοῦ τῇ περὶ τὴν Ἀνάβασιν πραγματείᾳ σφόδρα ἐπιμελῶς ἐντυχεῖν, οὐδένα λόγον εὑρήσεις τῶν ὑπὸ σοῦ λεχθῆναι δυνησομένων, ὃν οὐ διείληπται καὶ κανόνος ἂν τρόπον ὑπόσχοι τῷ πρὸς αὐτὸν ἀπευθῦναι ἢ μιμήσασθαι βουλομένῳ. εἴτε γὰρ θαρρῦναι τοὺς σφόδρα καταπεπτωκότας χρήσιμον πολιτικῷ ἀνδρί, καὶ πολλάκις ὡς χρὴ τοῦτο ποιεῖν δείκνυσιν: εἴτε προτρέψαι καὶ παρακαλέσαι, οὐδεὶς Ἑλληνικῆς φωνῆς ἐπαΐων οὐκ ἂν ἐπαρθείη [16] τοῖς προτρεπτικοῖς Ξενοφῶντος λόγοις ῾ἐμοὶ γοῦν κινεῖται ἡ διάνοια καὶ ἐνίοτε δακρύω μεταξὺ διὰ τοσούτων ἐτῶν τοῖς λόγοις ἐντυγχάνων̓ εἴτε μέγα φρονοῦσι καὶ ἐπηρμένοις ὁμιλῆσαι φρονίμως καὶ μήτε παθεῖν τι ὑπ̓ αὐτῶν δυσχερανάντων μήτε ἀπρεπῶς δουλῶσαι τὴν αὑτοῦ διάνοιαν καὶ τὸ ἐκείνοις κεχαρισμένον ἐκ παντὸς ποιῆσαι, καὶ ταῦτα ἔνεστιν. καὶ ἀπορρήτοις δὲ λόγοις ὡς προσήκει χρήσασθαι καὶ πρὸς στρατηγοὺς ἄνευ πλήθους καὶ πρὸς πλῆθος οὐ κατὰ ταὐτὸ, καὶ βασιλικοῖς τίνα τρόπον διαλεχθῆναι, καὶ ἐξαπατῆσαι ὅπως πολεμίους μὲν ἐπὶ βλάβῃ, φίλους δ̓ ἐπὶ τῷ συμφέροντι, καὶ μάτην ταραττομένοις ἀλύπως τἀληθὲς καὶ πιστῶς εἰπεῖν, καὶ τὸ μὴ ῥᾳδίως πιστεύειν τοῖς ὑπερέχουσι, καὶ οἷς ἐξαπατῶσιν οἱ ὑπερέχοντες καὶ οἷς καταστρατηγοῦσι καὶ καταστρατηγοῦνται ἄνθρωποι, πάντα ταῦτα ἱκανῶς τὸ σύνταγμα περιέχει. [17] ἅτε γὰρ οἶμαι μιγνὺς ταῖς πράξεσι τοὺς λόγους, οὐκ ἐξ ἀκοῆς παραλαβὼν οὐδὲ μιμησάμενος, ἀλλ̓ αὐτὸς πράξας ἅμα καὶ εἰπών, πιθανωτάτους ἐποίησεν ἐν ἅπασί τε τοῖς συντάγμασι καὶ ἐν τούτῳ μάλιστα, οὗ ἐπιμνησθεὶς ἐτύγχανον. καὶ εὖ ἴσθι, οὐδένα σοι τρόπον μεταμελήσει, ἀλλὰ καὶ ἐν βουλῇ καὶ ἐν δήμῳ ὀρέγοντός σοι [p. 256] χεῖρα αἰσθήσῃ τοῦ ἀνδρός, εἰ αὐτῷ προθύμως καὶ φιλοτίμως ἐντυγχάνοις. [18] γράφειν μὲν οὖν οὐ συμβουλεύω σοι αὐτῷ ἀλλ̓ ἢ σφόδρα ἀραιῶς, ἐπιδιδόναι δὲ μᾶλλον. πρῶτον μὲν γὰρ ὁμοιότερος τῷ λέγοντι ὁ ὑπαγορεύων τοῦ γράφοντος: ἔπειτα ἐλάττονι πόνῳ γίγνεται: ἔπειτα πρὸς δύναμιν μὲν ἧττον συλλαμβάνει τοῦ γράφειν, πρὸς ἕξιν δὲ πλεῖον. καὶ γράφειν δὲ οὐ ταῦτά σε ἀξιῶ τὰ σχολικὰ πλάσματα, ἀλλ̓, εἴπερ ἄρα, τινὰ τῶν λόγων, οἷς ἂν ἡσθῇς ἐντυγχάνων, μάλιστα τῶν Ξενοφωντείων, ἢ ἀντιλέγοντα τοῖς [19] εἰρημένοις ἢ τὰ αὐτὰ ἕτερον τρόπον ὑποβάλλοντα. καὶ ἀναλαμβάνειν μέντοι, εἴ σοι ῥᾴδιον μεμνῆσθαι, τὰ ἐκείνων ἄμεινον. τῷ τε γὰρ τρόπῳ τῆς ἀπαγγελίας καὶ τῇ ἀκριβείᾳ τῶν διανοημάτων πάνυ συνήθεις ποιεῖ. λέγω δὲ οὐχ ἵνα σύνταγμά τι ὅλον, ὥσπερ οἱ παῖδες, εἴρων συνάπτῃς, ἀλλ̓ ἵνα, εἴ τί σοι σφόδρα ἀρέσειε, τοῦτο κατάσχῃς. πλείονα περὶ τούτου μειρακίῳ ἂν ἔγραψα, σοὶ δὲ ἀρκεῖ τοσαῦτα. καὶ γὰρ εἰ ἐλάχιστα ἀναλάβοις, πολὺ ὀνήσει: καὶ εἰ δυσκόλως ἔχοις καὶ μετὰ ὀδύνης πράττοις, οὐκ ἐξ [20] ἅπαντος ἀναγκαῖον. ἀλλὰ ἔοικα μὲν πάνυ μηκῦναι τὴν συμβουλίαν: σὺ δὲ αἴτιος ἀναπείσας καὶ προκαλεσάμενος: ὥσπερ οἱ ἐν πάλῃ ὑπερέχοντες τοῖς ἀσθενεστέροις ὑπείκοντες ἐνίοτε ἐποίησαν αὐτοὺς πείθεσθαι ἰσχυροτέρους εἶναι: καὶ σὺ ἔοικας, ἃ κρεῖττον τυγχάνεις εἰδώς, ἐμὲ προτρέψαι ὡς ἔλαττον ἐπισταμένῳ γράψαι. βουλοίμην δ̓ ἄν, εἴ σοι κεχαρισμένον εἴη, καὶ ἐν τῷ αὐτῷ ποτε ἡμᾶς γενέσθαι, ἵνα [21] καὶ ἐντυγχάνοντες τοῖς παλαιοῖς καὶ διαλεγόμενοι περὶ αὐτῶν χρήσιμοί τι γενοίμεθα: ὥσπερ τοῖς ζωγράφοις καὶ πλάσταις οὐκ ἀπόχρη εἰπεῖν ὅτι δεῖ τοιάδε τὰ χρώματα εἶναι καὶ τοιάσδε τὰς γραμμάς, ἀλλὰ μεγίστη ὠφέλεια, εἴ τις αὐτοὺς ἢ γράφοντας [p. 257] ἢ πλάττοντας ἴδοι: καὶ ὡς τοῖς παιδοτρίβαις οὐκ ἀρκεῖ εἰπεῖν τὰ παλαίσματα, ἀλλὰ καὶ δεῖξαι ἀνάγκη τῷ μαθησομένῳ: οὕτω καὶ ἐν ταῖς τοιαύταις συμβουλίαις πλείων ἡ ὠφέλεια γίγνοιτ̓ ἄν, εἴ τις αὐτὸν πράττοντα ἴδοι τὸν συμβεβουλευκότα. ὡς ἔγωγε, καὶ εἰ ἀναγιγνώσκειν με δέοι σοῦ ἀκροωμένου, τῆς σῆς ἕνεκα ὠφελείας οὐκ ἂν ὀκνήσαιμι, στέργων τέ σε καὶ τῆς φιλοτιμίας ἀγάμενος καὶ τῆς πρὸς ἐμὲ τιμῆς χάριν εἰδώς.


BIBLIOGRAFIE:


Sursa: http://www.perseus.tufts.edu