Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (23)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (6)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (41)
   Recenzii (5)
   Repertorii arheologice (3)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (360)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Γαληνός - Περί φυσικών δυνάμεων


Α

I
Ἐπειδὴ τὸ μὲν αἰσθάνεσθαί τε καὶ κινεῖσθαι κατὰ προαίρεσιν ἴδια τῶν ζῴων ἐστί, τὸ δ᾽ αὐξάνεσθαί τε καὶ τρέφεσθαι κοινὰ καὶ τοῖς φυτοῖς, εἴη ἂν τὰ μὲν πρότερα τῆς ψυχῆς, τὰ δὲ δεύτερα τῆς φύσεως ἔργα. εἰ δέ τις καὶ τοῖς φυτοῖς ψυχῆς μεταδίδωσι καὶ διαιρούμενος αὐτὰς ὀνομάζει φυτικὴν μὲν ταύτην, αἰσθητικὴν δὲ τὴν ἑτέραν, λέγει μὲν οὐδ᾽ οὗτος ἄλλα, τῇ λέξει δ᾽ οὐ πάνυ τῇ συνήθει κέχρηται. ἀλλ᾽ ἡμεῖς γε μεγίστην λέξεως ἀρετὴν σαφήνειαν εἶναι πε πεισμένοι καὶ ταύτην εἰδότες ὑπ᾽ οὐδενὸς οὕτως ὡς ὑπὸ τῶν ἀσυνήθων ὀνομάτων διαφθειρομένην, ὡς τοῖς πολλοῖς ἔθος, οὕτως ὀνομάζοντες ὑπὸ μὲν ψυχῆς θ᾽ ἅμα καὶ φύσεως τὰ ζῷα διοικεῖσθαί φαμεν, ὑπὸ δὲ φύσεως μόνης τὰ φυτὰ καὶ τό γ᾽ αὐξάνεσθαί τε καὶ τρέφεσθαι φύσεως ἔργα φαμέν, οὐ ψυχῆς.

II
Καὶ ζητήσομεν κατὰ τόνδε τὸν λόγον, ὑπὸ τίνων γίγνεται δυνάμεων αὐτὰ δὴ ταῦτα καὶ εἰ δή τι ἄλλο φύσεως ἔργον ἐστίν.

Ἀλλὰ πρότερόν γε διελέσθαι τε χρὴ καὶ μηνῦσαι σαφῶς ἕκαστον τῶν ὀνομάτων, οἷς χρησόμεθα κατὰ τόνδε τὸν λόγον, καὶ ἐφ᾽ ὅ τι φέρομεν πρᾶγμα. γενήσεται δὲ τοῦτ᾽ εὐθὺς ἔργων φυσικῶν διδασκαλία σὺν ταῖς τῶν ὀνομάτων ἐξηγήσεσιν.

Ὅταν οὖν τι σῶμα κατὰ μηδὲν ἐξαλλάττηται τῶν προϋπαρχόντων, ἡσυχάζειν αὐτό φαμεν‧ εἰ δ᾽ ἐξίσταιτό πῃ, κατ᾽ ἐκεῖνο κινεῖσθαι. καὶ τοίνυν ἐπεὶ πολυειδῶς ἐξίσταται, πολυειδῶς καὶ κινηθήσεται. καὶ γὰρ εἰ λευκὸν ὑπάρχον μελαίνοιτο καὶ εἰ μέλαν λευκαίνοιτο, κινεῖται κατὰ χρόαν, καὶ εἰ γλυκὺ τέως ὑπάρχον αὖθις αὐστηρὸν ἢ ἔμπαλιν ἐξ αὐστηροῦ γλυκὺ γένοιτο, καὶ τοῦτ᾽ ἂν κινεῖσθαι λέγοιτο κατὰ τὸν χυμόν. ἄμφω δε ταῦτά τε καὶ τὰ προειρημένα κατὰ τὴν ποιότητα κινεῖσθαι λεχθήσεται καὶ οὐ μόνον γε τὰ κατὰ τὴν χρόαν ἢ τὸν χυμὸν ἐξαλλαττόμενα κινεῖσθαί φαμεν, ἀλλὰ καὶ τὸ θερμότερον ἐκ ψυχροτέρου γενόμενον ἢ ψυχρότερον ἐκ θερμοτέρου κινεῖσθαι καὶ τοῦτο λέγομεν, ὥσπερ γε καὶ εἴ τι ξηρὸν ἐξ [p. 6] ὑγροῦ ἢ ὑγρὸν ἐκ ξηροῦ γίγνοιτο. κοινὸν δὲ κατὰ τούτων ἁπάντων ὄνομα φέρομεν τὴν ἀλλοίωσιν.

Ἕν τι τοῦτο γένος κινήσεως. ἕτερον δὲ γένος ἐπὶ τοῖς τὰς χώρας ἀμείβουσι σώμασι καὶ τόπον ἐκ τόπου μεταλλάττειν λεγομένοις, ὄνομα δὲ καὶ τούτῳ φορά.

Αὗται μὲν οὖν αἱ δύο κινήσεις ἁπλαῖ καὶ πρῶται, σύνθετοι δ᾽ ἐξ αὐτῶν αὔξησίς τε καὶ φθίσις, ὅταν ἐξ ἐλάττονός τι μεῖζον ἢ ἐκ μείζονος ἔλαττον γένηται φυλάττον τὸ οἰκεῖον εἶδος. ἕτεραι δὲ δύο κινήσεις γένεσις καὶ φθορά, γένεσις μὲν ἡ εἰς οὐσίαν ἀγωγή, φθορὰ δ᾽ ἡ ἐναντία.

Πάσαις δὲ ταῖς κινήσεσι κοινὸν ἐξάλλαξις τοῦ προϋπάρχοντος, ὥσπερ οὖν καὶ ταῖς ἡσυχίαις ἡ φυλακὴ τῶν προϋπαρχόντων. ἀλλ᾽ ὅτι μὲν ἐξαλλάττεται καὶ πρὸς τὴν ὄψιν καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὴν ἁφὴν αἷμα γιγνόμενα τὰ σιτία, συγχωροῦσιν‧ ὅτι δὲ καὶ κατ᾽ ἀλήθειαν, οὐκέτι τοῦθ᾽ ὁμολογοῦσιν οἱ σοφισταί. οἱ μὲν γάρ τινες αὐτῶν ἅπαντα τὰ τοιαῦτα τῶν ἡμετέρων αἰσθήσεων ἀπάτας τινὰς καὶ παραγωγὰς νομίζουσιν ἄλλοτ᾽ ἄλλως πασχουσῶν, τῆς ὑποκειμένης οὐσίας μηδὲν τούτων, οἷς ἐπονομάζεται, δεχομένης‧ οἱ δέ τινες εἶναι μὲν ἐν αὐτῇ βούλονται τὰς ποιότητας, ἀμεταβλήτους δὲ καὶ ἀτρέπτους [p. 8] ἐξ αἰῶνος εἰς αἰῶνα καὶ τὰς φαινομένας ταύτας ἀλλοιώσεις τῇ διακρίσει τε καὶ συγκρίσει γίγνεσθαί φασιν ὡς Ἀναξαγόρας.

Εἰ δὴ τούτους ἐκτραπόμενος ἐξελέγχοιμι, μεῖζον ἄν μοι τὸ πάρεργον τοῦ ἔργου γένοιτο. εἰ μὲν γὰρ οὐκ ἴσασιν, ὅσα περὶ τῆς καθ᾽ ὅλην τὴν οὐσίαν ἀλλοιώσεως Ἀριστοτέλει τε καὶ μετ᾽ αὐτὸν Χρυσίππῳ γέγραπται, παρακαλέσαι χρὴ τοῖς ἐκείνων αὐτοὺς ὁμιλῆσαι γράμμασιν‧ εἰ δὲ γιγνώσκοντες ἔπειθ᾽ ἑκόντες τὰ χείρω πρὸ τῶν βελτιόνων αἱροῦνται, μάταια δήπου καὶ τὰ ἡμέτερα νομιοῦσιν. ὅτι δὲ καὶ Ἱπποκράτης οὕτως ἐγίγνωσκεν Ἀριστοτέλους ἔτι πρότερος ὤν, ἐν ἑτέροις ἡμῖν ἀποδέδεικται. πρῶτος γὰρ οὗτος ἁπάντων ὧν ἴσμεν ἰατρῶν τε καὶ φιλοσόφων ἀποδεικνύειν ἐπεχείρησε τέτταρας εἶναι τὰς πάσας δραστικὰς εἰς ἀλλήλας ποιότητας, ὑφ᾽ ὧν γίγνεταί τε καὶ φθείρεται πάνθ᾽, ὅσα γένεσίν τε καὶ φθορὰν ἐπιδέχεται. καὶ μέντοι καὶ τὸ κεράννυσθαι δι᾽ ἀλλήλων αὐτὰς ὅλας δι᾽ ὅλων Ἱπποκράτης ἁπάντων πρῶτος ἔγνω‧ καὶ τὰς ἀρχάς γε τῶν ἀποδείξεων, ὧν ὕστερον Ἀριστοτέλης μετεχειρίσατο, παρ᾽ ἐκείνῳ πρώτῳ γεγραμμένας ἔστιν εὑρεῖν.

Εἰ δ᾽ ὥσπερ τὰς ποιότητας οὕτω καὶ τὰς οὐσίας δι᾽ ὅλων κεράννυσθαι χρὴ νομίζειν, ὡς ὕστερον ἀπεφήνατο Ζήνων ὁ Κιττιεύς, οὐχ ἡγοῦμαι δεῖν ἔτι περὶ τούτου κατὰ τόνδε τὸν λόγον ἐπεξιέναι. μόνην γὰρ εἰς τὰ παρόντα δέομαι γιγνώσκεσθαι [p. 10] τὴν δι᾽ ὅλης τῆς οὐσίας ἀλλοίωσιν, ἵνα μή τις ὀστοῦ καὶ σαρκὸς καὶ νεύρου καὶ τῶν ἄλλων ἑκάστου μορίων οἱονεὶ μισγάγκειάν τινα τῷ ἄρτῳ νομίσῃ περιέχεσθαι κἄπειτ᾽ ἐν τῷ σώματι διακρινόμενον ὡς τὸ ὁμόφυλον ἕκαστον ἰέναι. καίτοι πρό γε τῆς διακρίσεως αἷμα φαίνεται γιγνόμενος ὁ πᾶς ἄρτος. εἰ γοῦν παμπόλλῳ τις χρόνῳ μηδὲν ἄλλ᾽ εἴη σιτίον προσφερόμενος, οὐδὲν ἧττον ἐν ταῖς φλεψὶν αἷμα περιεχόμενον ἕξει. καὶ φανερῶς τοῦτο τὴν τῶν ἀμετάβλητα τὰ στοιχεῖα τιθεμένων ἐξελέγχει δόξαν, ὥσπερ οἶμαι καὶ τοὔλαιον εἰς τὴν τοῦ λύχνου φλόγα καταναλισκόμενον ἅπαν καὶ τὰ ξύλα πῦρ μικρὸν ὕστερον γιγνόμενα.

Καίτοι τό γ᾽ ἀντιλέγειν αὐτοῖς ἠρνησάμην, ἀλλ᾽ ἐπεὶ τῆς ἰατρικῆς ὕλης ἦν τὸ παράδειγμα καὶ χρῄζω πρὸς τὸν παρόντα λόγον αὐτοῦ, διὰ τοῦτ᾽ ἐμνημόνευσα. καταλιπόντες οὖν, ὡς ἔφην, τὴν πρὸς τούτους ἀντιλογίαν, ἐνὸν τοῖς βουλομένοις τὰ τῶν παλαιῶν ἐκμανθάνειν κἀξ ὧν ἡμεῖς ἰδίᾳ περὶ αὐτῶν ἐπεσκέμμεθα.

Τὸν ἐφεξῆς λόγον ἅπαντα ποιησόμεθα ζητοῦντες ὑπὲρ ὧν ἐξ ἀρχῆς προὐθέμεθα, πόσαι τε καὶ τίνες εἰσὶν αἱ τῆς φύσεως δυνάμεις καὶ τί ποιεῖν ἔργον [p. 12] ἑκάστη πέφυκεν. ἔργον δὲ δηλονότι καλῶ τὸ γεγονὸς ἤδη καὶ συμπεπληρωμένον ὑπὸ τῆς ἐνεργείας αὐτῶν, οἷον τὸ αἷμα, τὴν σάρκα, τὸ νεῦρον‧ ἐνέργειαν δὲ τὴν δραστικὴν ὀνομάζω κίνησιν καὶ τὴν ταύτης αἰτίαν δύναμιν. ἐπεὶ γὰρ ἐν τῷ τὸ σιτίον αἷμα γίγνεσθαι παθητικὴ μὲν ἡ τοῦ σιτίου, δραστικὴ δ᾽ ἡ τῆς φλεβὸς γίγνεται κίνησις, ὡσαύτως δὲ κἀν τῷ μεταφέρειν τὰ κῶλα κινεῖ μὲν ὁ μῦς, κινεῖται δὲ τὰ ὀστᾶ, τὴν μὲν τῆς φλεβὸς καὶ τῶν μυῶν κίνησιν ἐνέργειαν εἶναί φημι, τὴν δὲ τῶν σιτίων τε καὶ τῶν ὀστῶν σύμπτωμά τε καὶ πάθημα‧ τὰ μὲν γὰρ ἀλλοιοῦται, τὰ δὲ φέρεται. τὴν μὲν οὖν ἐνέργειαν ἐγχωρεῖ καλεῖν καὶ ἔργον τῆς φύσεως, οἷον τὴν πέψιν, τὴν ἀνάδοσιν, τὴν αἱμάτωσιν, οὐ μὴν τό γ᾽ ἔργον ἐξ ἅπαντος ἐνέργειαν‧ ἡ γάρ τοι σὰρξ ἔργον μέν ἐστι τῆς φύσεως, οὐ μὴν ἐνέργειά γε. δῆλον οὖν, ὡς θάτερον μὲν τῶν ὀνομάτων διχῶς λέγεται, θάτερον δ᾽ οὔ.

III
Ἐμοὶ μὲν οὖν καὶ ἡ φλὲψ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστον διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν [p. 14] κρᾶσιν ὡδί πως ἐνεργεῖν δοκεῖ. εἰσὶ δέ γε μὴν οὐκ ὀλίγοι τινὲς ἄνδρες οὐδ᾽ ἄδοξοι, φιλόσοφοί τε καὶ ἰατροί, τῷ μὲν θερμῷ καὶ τῷ ψυχρῷ τὸ δρᾶν ἀναφέροντες, ὑποβάλλοντες δ᾽ αὐτοῖς παθητικὰ τὸ ξηρόν τε καὶ τὸ ὑγρόν. καὶ πρῶτός γ᾽ Ἀριστοτέλης τὰς τῶν κατὰ μέρος ἁπάντων αἰτίας εἰς ταύτας ἀνάγειν πειρᾶται τὰς ἀρχάς, ἠκολούθησε δ᾽ ὕστερον αὐτῷ καὶ ὁ ἀπὸ τῆς στοᾶς χορός. καίτοι τούτοις μέν, ὡς ἂν καὶ αὐτῶν τῶν στοιχείων τὴν εἰς ἄλληλα μεταβολὴν χύσεσί τέ τισι καὶ πιλήσεσιν ἀναφέρουσιν, εὔλογον ἦν ἀρχὰς δραστικὰς ποιήσασθαι τὸ θερμὸν καὶ τὸ ψυχρόν, Ἀριστοτέλει δ᾽ οὐχ οὕτως, ἀλλὰ ταῖς τέτταρσι ποιότησιν εἰς τὴν τῶν στοιχείων γένεσιν χρωμένῳ βέλτιον ἦν καὶ τὰς τῶν κατὰ μέρος αἰτίας ἁπάσας εἰς ταύτας ἀνάγειν. τί δήποτ᾽ οὖν ἐν μὲν τοῖς περὶ γενέσεως καὶ φθορᾶς ταῖς τέτταρσι χρῆται, ἐν δὲ τοῖς μετεωρολογικοῖς καὶ τοῖς προβλήμασι καὶ ἄλλοθι πολλαχόθι ταῖς δύο μόναις; εἰ μὲν γὰρ ὡς ἐν τοῖς ζῴοις τε καὶ τοῖς φυτοῖς μᾶλλον μὲν δρᾷ τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἧττον δὲ τὸ ζηρὸν καὶ τὸ ὑγρὸν ἀποφαίνοιτο τις, ἴσως ἂν ἔχοι καὶ τὸν Ἱπποκράτην σύμψηφον‧ εἰ δ᾽ ὡσαύτως ἐν ἅπασιν, οὐκέτ᾽ οἶμαι συγχωρήσειν τοῦτο μὴ ὅτι τὸν Ἱπποκράτην ἀλλὰ μηδ᾽ αὐτὸν τὸν Ἀριστοτέλην μεμνῆσθαί γε βουλόμενον ὧν ἐν τοῖς περὶ γενέσεως καὶ φθορᾶς οὐχ ἁπλῶς ἀλλὰ μετ᾽ ἀποδείξεως αὐτὸς ἡμᾶς ἐδίδαξεν. ἀλλὰ περὶ μὲν τούτων κἀν τοῖς περὶ κράσεων, εἰς ὅσον ἰατρῷ χρήσιμον, ἐπεσκεψάμεθα.

IV
Ἡ δ᾽ οὖν δύναμις ἡ ἐν ταῖς φλεψὶν ἡ αἱματοποιητικὴ προσαγορευομένη καὶ πᾶσα δ᾽ ἄλλη δύναμις ἐν τῷ πρός τι νενόηται‧ πρώτως μὲν γὰρ τῆς ἐνεργείας αἰτία, ἤδη δὲ καὶ τοῦ ἔργου κατὰ συμβεβηκός. ἀλλ᾽ εἴπερ ἡ αἰτία πρός τι, τοῦ γὰρ ὑπ᾽ αὐτῆς γενομένου μόνου, τῶν δ᾽ ἄλλων οὐδενός, εὔδηλον, ὅτι καὶ ἡ δύναμις ἐν τῷ πρός τι. καὶ μέχρι γ᾽ ἂν ἀγνοῶμεν τὴν οὐσίαν τῆς ἐνεργούσης αἰτίας, δύναμιν αὐτὴν ὀνομάζομεν, εἶναί τινα λέγοντες ἐν ταῖς φλεψὶν αἱματοποιητικήν, ὡσαύτως δὲ κἀν τῇ κοιλίᾳ πεπτικὴν κἀν τῇ καρδίᾳ σφυγμικὴν καὶ καθ᾽ ἕκαστον τῶν ἄλλων ἰδίαν τινὰ τῆς κατὰ τὸ μόριον ἐνεργείας. εἴπερ οὖν μεθόδῳ μέλλοιμεν ἐξευρήσειν, ὁπόσαι τε καὶ ὁποῖαί τινες αἱ δυνάμεις εἰσίν, ἀπὸ τῶν ἔργων αὐτῶν ἀρκτέον‧ ἕκαστον γὰρ αὐτῶν ὑπό τινος ἐνεργείας γίγνεται καὶ τούτων ἑκάστης προηγεῖταί τις αἰτία.

V
Ἔργα τοίνυν τῆς φύσεως ἔτι μὲν κυουμένου τε καὶ διαπλαττομένου τοῦ ζῴου τὰ σύμπαντ᾽ ἐστὶ τοῦ σώματος μόρια, γεννηθέντος δὲ κοινὸν ἐφ᾽ ἅπασιν ἔργον ἡ εἰς τὸ τέλειον ἑκάστῳ μέγεθος ἀγωγὴ καὶ μετὰ ταῦθ᾽ ἡ μέχρι τοῦ δυνατοῦ διαμονή.

Ἐνέργειαι δ᾽ ἐπὶ τρισὶ τοῖς εἰρημένοις ἔργοις τρεῖς ἐξ ἀνάγκης, ἐφ᾽ ἑκάστῳ μία, γένεσίς τε καὶ [p. 18] αὔξησις καὶ θρέψις. ἀλλ᾽ ἡ μὲν γένεσις οὐχ ἁπλῆ τις ἐνέργεια τῆς φύσεως, ἀλλ᾽ ἐξ ἀλλοιώσεώς τε καὶ διαπλάσεώς ἐστι σύνθετος. ἵνα μὲν γὰρ ὀστοῦν γένηται καὶ νεῦρον καὶ φλὲψ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλοιοῦσθαι χρὴ τὴν ὑποβεβλημένην οὐσίαν, ἐξ ἧς γίγνεται τὸ ζῷον‧ ἵνα δὲ καὶ σχῆμα τὸ δέον καὶ θέσιν καὶ κοιλότητάς τινας καὶ ἀποφύσεις καὶ συμφύσεις καὶ τἆλλα τὰ τοιαῦτα κτήσηται, διαπλάττεσθαι χρὴ τὴν ἀλλοιουμένην οὐσίαν, ἣν δὴ καὶ ὕλην τοῦ ζῴου καλῶν, ὡς τῆς νεὼς τὰ ξύλα καὶ τῆς εἰκόνος τὸν κηρόν, οὐκ ἂν ἁμάρτοις.

Ἡ δ᾽ αὔξησις ἐπίδοσίς ἐστι καὶ διάστασις κατὰ μῆκος καὶ πλάτος καὶ βάθος τῶν στερεῶν τοῦ ζῴου μορίων, ὧνπερ καὶ ἡ διάπλασις ἦν, ἡ δὲ θρέψις πρόσθεσις τοῖς αὐτοῖς ἄνευ διαστάσεως.

VI
Περὶ πρώτης οὖν τῆς γενέσεως εἴπωμεν, ἣν ἐξ ἀλλοιώσεώς θ᾽ ἅμα καὶ διαπλάσεως ἐλέγομεν γίγνεσθαι.

Καταβληθέντος δὴ τοῦ σπέρματος εἰς τὴν μήτραν εἰς τὴν γῆν, οὐδὲν γὰρ διαφέρει, χρόνοις τιοὶν ὡρισμένοις πάμπολλα συνίσταται μόρια τῆς γεννωμένης οὐσίας ὑγρότητι καὶ ξηρότητι καὶ ψυχρότητι καὶ θερμότητι καὶ τοῖς ἄλλοις ἅπασιν, [p. 20] ὅσα τούτοις ἕπεται, διαφέροντα. τὰ δ᾽ ἑπόμενα γιγνώσκεις, εἴπερ ὅλως ἐφιλοσόφησάς τι περὶ γενέσεως καὶ φθορᾶς‧ αἱ λοιπαὶ γὰρ τῶν ἁπτῶν ὀνομαζομένων διαφορῶν ταῖς εἰρημέναις ἕπονται πρῶται καὶ μάλιστα, μετὰ δὲ ταύτας αἱ γευσταί τε καὶ ὀσφρηταὶ καὶ ὁραταί. σκληρότης μὲν οὖν καὶ μαλακότης καὶ γλισχρότης καὶ κραυρότης καὶ κουφότης καὶ βαρύτης καὶ πυκνότης καὶ ἀραιότης καὶ λειότης καὶ τραχύτης καὶ παχύτης καὶ λεπτότης ἁπταὶ διαφοραὶ καὶ εἴρηται περὶ πασῶν Ἀριστοτέλει καλῶς. οἶσθα δὲ δήπου καὶ τὰς γευστάς τε καὶ ὀσφρητὰς καὶ ὁρατὰς διαφοράς. ὥστ᾽, εἰ μὲν τὰς πρώτας τε καὶ στοιχειώδεις ἀλλοιωτικὰς δυνάμεις ζητοίης, ὑγρότης ἐστὶ καὶ ξηρότης καὶ ψυχρότης καὶ θερμότης‧ εἰ δὲ τὰς ἐκ τῆς τούτων κράσεως γενομένας, τοσαῦται καθ᾽ ἕκαστον ἔσονται ζῷον, ὅσαπερ ἂν αὐτοῦ τὰ αἰσθητὰ στοιχεῖα ὑπάρχῃ‧ καλεῖται δ᾽ αἰσθητὰ στοιχεῖα τὰ ὁμοιομερῆ πάντα τοῦ σώματος μόρια‧ καὶ ταῦτ᾽ οὐκ ἐκ μεθόδου τινὸς ἀλλ᾽ αὐτόπτην γενόμενον ἐκμαθεῖν χρὴ διὰ τῶν ἀνατομῶν.

Ὀστοῦν δὴ καὶ χόνδρον καὶ νεῦρον καὶ ὑμένα καὶ σύνδεσμον καὶ φλέβα καὶ πάνθ᾽ ὅσα τοιαῦτα κατὰ τὴν πρώτην τοῦ ζῴου γένεσιν ἡ φύσις ἀπεργάζεται δυνάμει χρωμένη καθόλου μὲν εἰπεῖν τῇ γεννητικῇ τε καὶ ἀλλοιωτικῇ, κατὰ μέρος δὲ θερμαντικῇ τε καὶ ψυκτικῇ καὶ ξηραντικῇ [p. 22] καὶ ὑγραντικῇ καὶ ταῖς ἐκ τῆς τούτων κράσεως γενομέναις, οἷον ὀστοποιητικῇ τε καὶ νευροποιητικῇ καὶ χονδροποιητικῇ‧ σαφηνείας γὰρ ἕνεκα καὶ τούτοις τοῖς ὀνόμασι χρηστέον.

Ἔστι γοῦν καὶ ἡ ἰδία σὰρξ τοῦ ἥπατος ἐκ τούτου τοῦ γένους καὶ ἡ τοῦ σπληνὸς καὶ ἡ τῶν νεφρῶν καὶ ἡ τοῦ πνεύμονος καὶ ἡ τῆς καρδίας οὕτω δὲ καὶ τοῦ ἐγκεφάλου τὸ ἴδιον σῶμα καὶ τῆς γαστρὸς καὶ τοῦ στομάχου καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν αἰσθητὸν στοιχεῖόν ἐστιν ὁμοιομερές τε καὶ ἁπλοῦν καὶ ἀσύνθετον‧ ἐὰν γὰρ ἐξέλῃς ἑκάστου τῶν εἰρημένων τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας καὶ τὰ νεῦρα, τὸ ὑπόλοιπον σῶμα τὸ καθ᾽ ἕκαστον ὄργανον ἁπλοῦν ἐστι καὶ στοιχειῶδες ὡς πρὸς αἴσθησιν. ὅσα δὲ τῶν τοιούτων ὀργάνων ἐκ δυοῖν σύγκειται χιτώνων οὐχ ὁμοίων μὲν ἀλλήλοις, ἁπλοῦ δ᾽ ἑκατέρου, τούτων οἱ χιτῶνές εἰσι τὰ στοιχεῖα καθάπερ τῆς τε γαστρὸς καὶ τοῦ στομάχου καὶ τῶν ἐντέρων καὶ τῶν ἀρτηριῶν, καὶ καθ᾽ ἑκάτερόν γε τῶν χιτώνων ἴδιος ἡ ἀλλοιωτικὴ δύναμις ἡ ἐκ τοῦ παρὰ τῆς μητρὸς ἐπιμηνίου γεννήσασα τὸ μόριον, ὥστε τὰς κατὰ μέρος ἀλλοιωτικὰς δυνάμεις τοσαύτας εἶναι καθ᾽ ἕκαστον ζῷον, ὅσαπερ ἂν ἔχῃ τὰ στοιχειώδη μόρια. καὶ μέν γε καὶ τὰς ἐνεργείας ἰδίας ἑκάστῳ τῶν κατὰ μέρος ἀναγκαῖον ὑπάρχειν ὥσπερ καὶ τὰς χρείας, οἷον καὶ τῶν ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν διηκόντων πόρων, οἳ δὴ καὶ οὐρητῆρες καλοῦνται. οὗτοι [p. 24] γὰρ οὔτ᾽ ἀρτηρίαι εἰσίν, ὅτι μήτε σφύζουσι μήτ᾽ ἐκ δυοῖν χιτώνων συνεστήκασιν, οὔτε φλέβες, ὅτι μήθ᾽ αἷμα περιέχουσι μήτ᾽ ἔοικεν αὐτῶν ὁ χιτὼν κατά τι τῷ τῆς φλεβός‧ ἀλλὰ καὶ νεύρων ἐπὶ πλέον ἀφεστήκασιν ἢ τῶν εἰρημένων.

Τί ποτ᾽ οὖν εἰσιν; ἐρωτᾷ τις, ὥσπερ ἀναγκαῖον ὂν ἅπαν μόριον ἢ ἀρτηρίαν ἢ φλέβα ἢ νεῦρον ὑπάρχειν ἢ ἐκ τούτων πεπλέχθαι καὶ μὴ τοῦτ᾽ αὐτὸ τὸ νῦν λεγόμενον, ὡς ἴδιος ἑκάστῳ τῶν κατὰ μέρος ὀργάνων ἐστὶν ἡ οὐσία. καὶ γὰρ καὶ αἱ κύστεις ἑκάτεραι ἥ τε τὸ οὖρον ὑποδεχομένη καὶ ἡ τὴν ξανθὴν χολὴν οὐ μόνον τῶν ἄλλων ἁπάντων ἀλλὰ καὶ ἀλλήλων διαφέρουσι καὶ οἱ εἰς τὸ ἧπαρ ἀποφυόμενοι πόροι, καθάπερ στόμαχοί τινες ἀπὸ τῆς χοληδόχου κύστεως, οὐδὲν οὔτ᾽ ἀρτηρίαις οὔτε φλεψὶν οὔτε νεύροις ἐοίκασιν. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς εἴρηται.

Αἱ δὲ κατὰ μέρος ἅπασαι δυνάμεις τῆς φύσεως αἱ ἀλλοιωτικαὶ αὐτὴν μὲν τὴν οὐσίαν τῶν χιτώνων τῆς κοιλίας καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν ἀπετέλεσαν, οἵαπέρ ἐστι‧ τὴν δὲ σύνθεσιν αὐτῶν καὶ τὴν τῶν ἐμφυομένων πλοκὴν καὶ τὴν εἰς τὸ ἔντερον ἐκφυσιν καὶ τὴν τῆς ἔνδον κοιλότητος ἰδέαν καὶ τἆλλ᾽ ὅσα τοιαῦτα δύναμίς τις ἑτέρα διέπλασεν, ἣν διαπλαστικὴν ὀνομάζομεν, ἣν δὴ καὶ τεχνικὴν εἶναι λέγομεν, μᾶλλον δ᾽ ἀρίστην καὶ ἄκραν τέχνην καὶ πάντα τινὸς ἕνεκα ποιοῦσαν, ὡς μηδὲν ἀργὸν εἶναι μηδὲ περιττὸν μηδ᾽ ὅλως [p. 26] οὕτως ἔχον, ὡς δύνασθαι βέλτιον ἑτέρως ἔχειν. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς περὶ χρείας μορίων ἀπδείξομεν.

VII
Ἐπὶ δὲ τὴν αὐξητικὴν ἤδη μεταβάντες δύναμιν αὐτὸ τοῦθ᾽ ὑπομνήσωμεν πρῶτον, ὡς ὑπάρχει μὲν καὶ αὐτὴ τοῖς κυουμένοις ὥσπερ καὶ ἡ θρεπτική‧ ἀλλ᾽ οἶον ὑπηρέτιδές τινές εἰσι τηνικαῦτα τῶν προειρημένων δυνάμεων, οὐκ ἐν αὑταῖς ἔχουσαι τὸ πᾶν κῦρος. ἐπειδὰν δὲ τὸ τέλειον ἀπολάβῃ μέγεθος τὸ ζῷον, ἐν τῷ μετὰ τὴν ἀποκύησιν χρόνῳ παντὶ μέχρι τῆς ἀκμῆς ἡ μὲν αὐξητικὴ τηνικαῦτα κρατεῖ‧ βοηθοὶ δ᾽ αὐτῆς καὶ οἷον ὑπηρέτιδες ἥ τ᾽ ἀλλοιωτικὴ δύναμίς ἐστι καὶ ἡ θρεπτική. τί οὖν τὸ ἴδιόν ἐστι τῆς αὐξητικῆς δυνάμεως; εἰς πᾶν μέρος ἐκτεῖναι τὰ πεφυκότα. καλεῖται δ᾽ οὕτω τὰ στερεὰ μόρια τοῦ σώματος, ἀρτηρίαι καὶ φλέβες καὶ νεῦρα καὶ ὀστᾶ καὶ χόνδροι καὶ ὑμένες καὶ σύνδεσμοι καὶ οἱ χιτῶνες ἅπαντες, οὓς στοιχειώδεις τε καὶ ὁμοιομερεῖς καὶ ἁπλοῦς ὀλίγον ἔμπροσθεν ἐκαλοῦμεν. ὅτῳ δὲ τρόπῳ τὴν εἰς πᾶν μέρος ἔκτασιν ἴσχουσιν, ἐγὼ φράσω παράδειγμά τι πρότερον εἰπὼν ἕνεκα τοῦ σαφοῦς.

Τὰς κύστεις τῶν ὑῶν λαβόντες οἱ παῖδες πληροῦσί τε πνεύματος καὶ τρίβουσιν ἐπὶ τῆς τέφρας πλησίον τοῦ πυρός, ὡς ἀλεαίνεσθαι μέν, βλάπτεσθαι δὲ μηδέν‧ καὶ πολλή γ᾽ αὕτη ἡ [p. 28] παιδιὰ περί τε τὴν Ἰωνίαν καὶ ἐν ἄλλοις ἔθνεσιν οὐκ ὀλίγοις ἐστίν. ἐπιλέγουσι δὲ δὴ καί τιν᾽ ἔπη τρίβοντες ἐν μέτρῳ τέ τινι καὶ μέλει καὶ Ρ῾υθμῷ καὶ ἔστι πάντα τὰ Ρ῾ήματα ταῦτα παρακέλευσις τῇ κύστει πρὸς τὴν αὔξησιν. ἐπειδὰν δ᾽ ἱκανῶς αὐτοῖς διατετάσθαι δοκῇ, πάλιν ἐμφυσῶσί τε καὶ ἐπιδιατείνουσι καὶ αὖθις τρίβουσι καὶ τοῦτο πλεονάκις ποιοῦσιν, ἄχρις ἂν αὐτοῖς ἡ κύστις ἱκανῶς ἔχειν δοκῇ τῆς αὐξήσεως. ἀλλ᾽ ἐν τούτοις γε τοῖς ἔργοις τῶν παίδων ἐναργῶς, ὅσον εἰς μέγεθος ἐπιδίδωσιν ἡ ἐντὸς εὐρυχωρία τῆς κύστεως, τοσοῦτον ἀναγκαῖον εἰς λεπτότητα καθαιρεῖσθαι τὸ σῶμα καὶ εἴ γε τὴν λεπτότητα ταύτην ἀνατρέφειν οἷοί τ᾽ ἦσαν οἱ παῖδες, ὁμοίως ἂν τῇ φύσει τὴν κύστιν ἐκ μικρᾶς μεγάλην ἀπειργάζοντο. νυνὶ δὲ τοῦτ᾽ αὐτοῖς ἐνδεῖ τὸ ἔργον οὐδὲ καθ᾽ ἕνα τρόπον εἰς μίμησιν ἐνδεχό μενον ἀχθῆναι μὴ ὅτι τοῖς παισὶν ἀλλ᾽ οὐδ᾽ ἄλλῳ τινί‧ μόνης γὰρ τῆς φύσεως ἴδιόν ἐστιν.

Ὥστ᾽ ἤδη σοι δῆλον, ὡς ἀναγκαία τοῖς αὐξανομένοις ἡ θρέψις. εἰ γὰρ διατείνοιτο μέν, ἀνατρέφοιτο δὲ μή, φαντασίαν ψευδῆ μᾶλλον, οὐκ αὔξησιν ἀληθῆ τὰ τοιαῦτα σώματα κτήσεται. καίτοι καὶ τὸ διατείνεσθαι πάντη μόνοις τοῖς ὑπὸ φύσεως αὐξανομένοις ὑπάρχει. τὰ γὰρ ὑφ᾽ ἡμῶν διατεινόμενα σώματα κατὰ μίαν τινὰ διάστασιν τοῦτο πάσχοντα μειοῦται ταῖς λοιπαῖς, οὐδ᾽ ἔστιν εὑρεῖν οὐδέν, ὃ συνεχὲς ἔτι μένον καὶ ἀδιάσπαστον εἰς τὰς τρεῖς διαστάσεις ἐπεκτεῖναι δυνάμεθα. μόνης οὖν τῆς φύσεως τὸ πάντη διιστάναι συνεχὲς ἑαυτῷ μένον ἔτι καὶ τὴν ἀρχαίαν ἅπασαν ἰδέαν φυλάττον τὸ σῶμα.

[p. 30] Καὶ τοῦτ᾽ ἔστιν ἡ αὔξησις ἄνευ τῆς ἐπιρρεούσης τε καὶ προσπλαττομένης τροφῆς μὴ δυναμένη γενέσθαι.

VIII
Καὶ τοίνυν ὁ λόγος ἥκειν ἔοικεν ὁ περὶ τῆς θρέψεως, ὃς δὴ λοιπός ἐστι καὶ τρίτος ὧν ἐξ ἀρχῆς προὐθέμεθα. τοῦ γὰρ ἐπιρρέοντος ἐν εἴδει τροφῆς παντὶ μορίῳ τοῦ τρεφομένου σώματος προσπλαττομένου θρέψις μὲν ἡ ἐνέργεια, θρεπτικὴ δὲ δύναμις ἡ αἰτία. ἀλλοίωσις μὲν δὴ κἀνταῦθα τὸ γένος τῆς ἐνεργείας, ἀλλ᾽ οὐχ οἵαπερ ἡ ἐν τῇ γενέσει. ἐκεῖ μὲν γὰρ οὐκ ὂν πρότερον ὕστερον ἐγένετο, κατὰ δὲ τὴν θρέψιν τῷ ἤδη γεγονότι συνεξομοιοῦται τὸ ἐπιρρέον καὶ διὰ τοῦτ᾽ εὐλόγως ἐκείνην μὲν τὴν ἀλλοίωσιν γένεσιν, ταύτην δ᾽ ἐξομοίωσιν ὠνόμασαν.

IX
Ἐπειδὴ δὲ περὶ τῶν τριῶν δυνάμεων τῆς φύσεως αὐτάρκως εἴρηται καὶ φαίνεται μηδεμιᾶς ἄλλης προσδεῖσθαι τὸ ζῷον, ἔχον γε καὶ ὅπως αὐξηθῇ καὶ ὅπως τελειωθῇ καὶ ὅπως ἕως πλείστου διαφυλαχθῇ, δόξειε μὲν ἂν ἴσως ἱκανῶς ἔχειν ὁ λόγος οὗτος ἤδη καὶ πάσας ἐξηγεῖσθαι τὰς τῆς φύσεως δυνάμεις. ἀλλ᾽ εἴ τις πάλιν ἐννοήσειεν, ὡς οὐδενὸς

[p. 32] οὐδέπω τῶν τοῦ ζῴου μορίων ἐφήψατο, κοιλίας λέγω καὶ ἐντέρων καὶ ἥπατος καὶ τῶν ὁμοίων, οὐδ᾽ ἐξηγήσατο τὰς ἐν αὐτοῖς δυνάμεις, αὖθις δόξειεν ἂν οἷον προοίμιόν τι μόνον εἰρῆσθαι τῆς χρησίμου διδασκαλίας. τὸ γὰρ σύμπαν ὧδ᾽ ἔχει. γένεσις καὶ αὔξησις καὶ θρέψις τὰ πρῶτα καὶ οἷον κεφάλαια τῶν ἔργων ἐστὶ τῆς φύσεως‧ ὥστε καὶ αἱ τούτων ἐργαστικαὶ δυνάμεις αἱ πρῶται τρεῖς εἰσι καὶ κυριώταται‧ δέονται δ᾽ εἰς ὑπηρεσίαν, ὡς ἤδη δέδεικται, καὶ ἀλλήλων καὶ ἄλλων. τίνων μὲν οὖν ἡ γεννητική τε καὶ αὐξητικὴ δέονται, εἴρηται, τίνων δ᾽ ἡ θρεπτική, νῦν εἰρήσεται.

X
Δοκῶ γάρ μοι δείξειν τὰ περὶ τὴν τῆς τροφῆς οἰκονομίαν ὄργανά τε καὶ τὰς δυνάμεις αὐτῶν διὰ ταύτην γεγονότα. ἐπειδὴ γὰρ ἡ ἐνέργεια ταύτης τῆς δυνάμεως ἐξομοίωσίς ἐστιν, ὁμοιοῦσθαι δὲ καὶ μεταβάλλειν εἰς ἄλληλα πᾶσι τοῖς οὖσιν ἀδύνατον, εἰ μή τινα ἔχοι κοινωνίαν ἤδη καὶ συγγένειαν ἐν ταῖς ποιότησι, διὰ τοῦτο πρῶτον μὲν οὐκ ἐκ πάντων ἐδεσμάτων πᾶν ζῷον τρέφεσθαι πέφυκεν, ἔπειτα δ᾽ οὐδ᾽ ἐξ ὧν οἷόν τ᾽ ἐστὶν οὐδ᾽ ἐκ τούτων παραχρῆμα, καὶ διὰ ταύτην [p. 34] τὴν ἀνάγκην πλειόνων ὀργάνων ἀλλοιωτικῶν τῆς τροφῆς ἕκαστον τῶν ζῴων χρῄζει. ἵνα μὲν γὰρ τὸ ξανθὸν ἐρυθρὸν γένηται καὶ τὸ ἐρυθρὸν ξανθόν, ἁπλῆς καὶ μιᾶς δεῖται τῆς ἀλλοιώσεως‧ ἵνα δὲ τὸ λευκὸν μέλαν καὶ τὸ μέλαν λευκόν, ἁπασῶν τῶν μεταξύ. καὶ τοίνυν καὶ τὸ μαλακώτατον οὐκ ἂν ἀθρόως σκληρότατον καὶ τὸ σκληρότατον οὐκ ἂν ἀθρόως μαλακώτατον γένοιτο, ὥσπερ οὐδὲ τὸ δυσωδέστατον εὐωδέστατον οὐδ᾽ ἔμπαλιν τὸ εὐωδέστατον δυσωδέστατον ἐξαίφνης γένοιτ᾽ ἄν.

Πῶς οὖν ἐξ αἵματος ὀστοῦν ἄν ποτε γένοιτο μὴ παχυνθέντος γε πρότερον ἐπὶ πλεῖστον αὐτοῦ καὶ λευκανθέντος ἢ πῶς ἐξ ἄρτου τὸ αἷμα μὴ κατὰ βραχὺ μὲν ἀποθεμένου τὴν λευκότητα, κατὰ βραχὺ δὲ λαμβάνοντος τὴν ἐρυθρότητα; σάρκα μὲν γὰρ ἐξ αἵματος γενέσθαι Ρ῾ᾷστον‧ εἰ γὰρ εἰς τοσοῦτον αὐτὸ παχύνειεν ἡ φύσις, ὡς σύστασίν τινα σχεῖν καὶ μηκέτ᾽ εἶναι Ρ῾υτόν, ἡ πρώτη καὶ νεοπαγὴς οὕτως ἂν εἴη σάρξ‧ ὀστοῦν δ᾽ ἵνα γένηται, πολλοῦ μὲν δεῖται χρόνου, πολλῆς δ᾽ ἐργασίας καὶ μεταβολῆς τῷ αἵματι. ὅτι δὲ καὶ τῷ ἄρτῳ καὶ πολὺ μᾶλλον θριδακίνῃ καὶ τεύτλῳ καὶ τοῖς ὁμοίοις παμπόλλης δεῖται τῆς ἀλλοιώσεως εἰς αἵματος γένεσιν, οὐδὲ τοῦτ᾽ ἄδηλον.

Νʹ μὲν δὴ τοῦτ᾽ αἴτιον τοῦ πολλὰ γενέσθαι τὰ περὶ τὴν τῆς τροφῆς ἀλλοίωσιν ὄργανα. δεύτερον δ᾽ ἡ τῶν περιττωμάτων φύσις. ὡς γὰρ ὑπὸ βοτανῶν οὐδ᾽ ὅλως δυνάμεθα τρέφεσθαι, καίτοι τῶν βοσκημάτων τρεφομένων, οὕτως ὑπὸ Ρ῾αφανίδος [p. 36] τρεφόμεθα μέν, ἀλλ᾽ οὐχ ὡς ὑπὸ τῶν κρεῶν. τούτων μὲν γὰρ ὀλίγου δεῖν ὅλων ἡ φύσις ἡμῶν κρατεῖ καὶ μεταβάλλει καὶ ἀλλοιοῖ καὶ χρηστὸν ἐξ αὐτῶν αἷμα συνίστησιν‧ ἐν δὲ τῇ Ρ῾αφανίδι τὸ μὲν οἰκεῖόν τε καὶ μεταβληθῆναι δυνάμενον, μόγις καὶ τοῦτο καὶ σὺν πολλῇ τῇ κατεργασίᾳ, παντάπασιν ἐλάχιστον‧ ὅλη δ᾽ ὀλίγου δεῖν ἐστι περιττωματικὴ καὶ διεξέρχεται τὰ τῆς πέψεως ὄργανα, βραχέος ἐξ αὐτῆς εἰς τὰς φλέβας ἀναληφθέντος αἵματος καὶ οὐδὲ τούτου τελέως χρηστοῦ. δευτέρας οὖν αὖθις ἐδέησε διακρίσεως τῇ φύσει τῶν ἐν ταῖς φλεψὶ περιττωμάτων. καὶ χρεία καὶ τού τοις ὁδῶν τέ τινων ἑτέρων ἐπὶ τὰς ἐκκρίσεις αὐτὰ παραγουσῶν, ὡς μὴ λυμαίνοιτο τοῖς χρηστοῖς, ὑποδοχῶν τέ τινων οἷον δεξαμενῶν, ἐν αἷς ὅταν εἰς ἱκανὸν πλῆθος ἀφίκηται, τηνικαῦτ᾽ ἐκκριθήσεται.

Δεύτερον δή σοι καὶ τοῦτο τὸ γένος τῶν ἐν τῷ σώματι μορίων ἐξεύρηται τοῖς περιττώμασι τῆς τροφῆς ἀνακείμενον. ἄλλο δὲ τρίτον ὑπὲρ τοῦ πάντη φέρεσθαι, καθάπερ τινὲς ὁδοὶ πολλαὶ διὰ τοῦ σώματος ὅλου κατατετμημέναι.

Μία μὲν γὰρ εἴσοδος ἡ διὰ τοῦ στόματος ἅπασι τοῖς σιτίοις, οὐχ ἓν δὲ τὸ τρεφόμενον ἀλλὰ πάμπολλά τε καὶ πάμπολυ διεστῶτα. μὴ τοίνυν θαύμαζε τὸ πλῆθος τῶν ὀργάνων, ὅσα θρέψεως ἕνεκεν ἡ φύσις ἐδημιούργησε. τὰ μὲν γὰρ ἀλλοιοῦντα [p. 38] προπαρασκευάζει τὴν ἐπιτήδειον ἑκάστῳ μορίῳ τροφήν, τὰ δὲ διακρίνει τὰ περιττώματα, τὰ δὲ παραπέμπει, τὰ δ᾽ ὑποδέχεται, τὰ δ᾽ ἐκκρίνει, τὰ δ᾽ ὁδοὶ τῆς πάντη φορᾶς εἰσι τῶν χρηστῶν χυμῶν, ὥστ᾽, εἴπερ βούλει τὰς δυνάμεις τῆς φύσεως ἁπάσας ἐκμαθεῖν, ὑπὲρ ἑκάστου τούτων ἂν εἴη σοι τῶν ὀργάνων ἐπισκεπτέον.

Ἀρχὴ δ᾽ αὐτῶν τῆς διδασκαλίας, ὅσα τοῦ τέλους ἐγγὺς ἔργα τε τῆς φύσεώς ἐστι καὶ μόρια καὶ δυνάμεις αὐτῶν.

XI
Αὐτοῦ δὲ δὴ πάλιν ἀναμνηστέον ἡμῖν τοῦ τέλους, οὗπερ ἕνεκα τοσαῦτά τε καὶ τοιαῦτα τῇ φύσει δεδημιούργηται μόρια. τὸ μὲν οὖν ὄνομα τοῦ πράγματος, ὥσπερ καὶ πρότερον εἴρηται, θρέψις‧ ὁ δὲ κατὰ τοὔνομα λόγος ὁμοίωσις τοῦ τρέφοντος τῷ τρεφομένῳ. ἵνα δ᾽ αὕτη γένηται, προηγήσασθαι χρὴ πρόσφυσιν, ἵνα δ᾽ ἐκείνη, πρόσθεσιν. ἐπειδὰν γὰρ ἐκπέσῃ τῶν ἀγγείων ὁ μέλλων θρέψειν ὁτιοῦν τῶν τοῦ ζῴου μορίων χυμός, εἰς ἅπαν αὐτὸ διασπείρεται πρῶτον, ἔπειτα προστίθεται κἄπειτα προσφύεται καὶ τελέως ὁμοιοῦται.

[p. 40] Δηλοῦσι δ᾽ αἱ καλούμεναι λεῦκαι τὴν διαφορὰν ὁμοιώσεώς τε καὶ προσφύσεως, ὥσπερ τὸ γένος ἐκεῖνο τῶν ὑδέρων, ὅ τινες ὀνομάζουσιν ἀνὰ σάρκα, διορίζει σαφῶς πρόσθεσιν προσφύσεως. οὐ γὰρ ἐνδείᾳ δήπου τῆς ἐπιρρεούσης ὑγρότητος, ὡς ἔνιαι τῶν ἀτροφιῶν τε καὶ φθίσεων, ἡ τοῦ τοιούτου γένεσις ὑδέρου συντελεῖται. φαίνεται γὰρ ἱκανῶς ἥ τε σὰρξ ὑγρὰ καὶ διάβροχος ἕκαστόν τε τῶν στερεῶν τοῦ σώματος μορίων ὡσαύτως διακείμενον. ἀλλὰ πρόσθεσις μέν τις γίγνεται τῆς ἐπιφερομένης τροφῆς, ἅτε δ᾽ ὑδατωδεστέρας οὔσης ἔτι καὶ μὴ πάνυ τι κεχυμωμένης μηδὲ τὸ γλίσχρον ἐκεῖνο καὶ κολλῶδες, ὃ δὴ τῆς ἐμφύτου θερμασίας οἰκονομίᾳ προσγίγνεται, κεκτημένης ἡ πρόσφυσις ἀδύνατός ἐστιν ἐπιτελεῖσθαι πλήθει λεπτῆς ὑγρότητος ἀπέπτου διαρρεούσης τε καὶ Ρ῾ᾳδίως ὀλισθαινούσης ἀπὸ τῶν στερεῶν τοῦ σωματος μορίων τῆς τροφῆς. ἐν δὲ ταῖς λεύκαις πρόσφυσις μέν τις γίγνεται τῆς τροφῆς, οὐ μὴν ἐξομοίωσίς γε. καὶ δῆλον ἐν τῷδε τὸ μικρῷ πρόσθεν Ρ῾ηθὲν ὡς ὀρθῶς ἐλέγετο τὸ δεῖν πρόσθεσιν μὲν πρῶτον, ἐφεξῆς δὲ πρόσφύσιν, ἔπειτ᾽ ἐξομοίωσιν γενέσθαι τῷ μέλλοντι τρέφεσθαι.

Κυρίως μὲν οὖν τὸ τρέφον ἤδη τροφή, τὸ δ᾽ οἷον μὲν τροφή, οὔπω δὲ τρέφον, ὁποῖόν ἐστι τὸ προσφυόμενον ἢ προστιθέμενον, τροφὴ μὲν οὐ [p. 42] κυρίως, ὁμωνύμως δὲ τροφή‧ τὸ δ᾽ ἐν ταῖς φλεψὶν ἔτι περιεχόμενον καὶ τούτου μᾶλλον ἔτι τὸ κατὰ τὴν γαστέρα τῷ μέλλειν ποτὲ θρέψειν, εἰ καλῶς κατεργασθείη, κέκληται τροφή. κατὰ ταὐτὰ δὲ καὶ τῶν ἐδεσμάτων ἕκαστον τροφὴν ὀνομάζομεν οὔτε τῷ τρέφειν ἤδη τὸ ζῷον οὔτε τῷ τοιοῦτον ὑπάρχειν οἷον τὸ τρέφον, ἀλλὰ τῷ δύνασθαί τε καὶ μέλλειν τρέφειν, εἰ καλῶς κατεργασθείη.

Τοῦτο γὰρ ἦν καὶ τὸ πρὸς Ἱπποκράτους λεγόμενον‧ "Τροφὴ δὲ τὸ τρέφον, τροφὴ καὶ τὸ οἷον τροφὴ καὶ τὸ μέλλον." τὸ μὲν γὰρ ὁμοιούενον ἤδη τροφὴν ὠνόμασε, τὸ δ᾽ οἷον μὲν ἐκεῖνο προστιθέμενον ἢ προσφνόμενον οἷον τροφήν‧ τὸ δ᾽ ἄλλο πᾶν, ὅσον ἐν τῇ γαστρὶ καὶ ταῖς φλεψὶ περιέχεται, μέλλον.

XII
Ὁτι μὲν οὖν ἀναγκαῖον ὁμοίωσίν τιν‧ εἶναι τοῦ τρέφοντος τῷ τρεφομένῳ τὴν θρέψιν, ἄντικρυς δῆλον. οὐ μὴν ὑπάρχουσάν γε ταύτην τὴν ὁμοίωσιν, ἀλλὰ φαινομένην μόνον εἶναί φασιν οἱ μήτε τεχνικὴν οἰόμενοι τὴν φύσιν εἶναι μήτε προνοητικὴν τοῦ ζῴου μήθ᾽ ὅλως τινὰς οἰκείας ἔχειν δυνάμεις, αἷς χρωμένη τὰ μὲν ἀλλοιοῖ, τὰ δ᾽ ἕλκει, τὰ δ᾽ ἐκκρίνει.

Καὶ αὗται δύο γεγόνασιν αἱρέσεις κατὰ γένος ἐν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ τῶν ἀποφηναμένων [p. 44] τι περὶ φύσεως ἀνδρῶν, ὅσοι γ᾽ αὐτῶν γιγνώσκουσιν, ὅ τι λέγουσι, καὶ τὴν ἀκολουθίαν ὧν ὑπέθεντο θεωροῦσι θ᾽ ἅμα καὶ διαφυλάττουσιν. ὅσοι δὲ μηδ᾽ αὐτὸ τοῦτο συνιᾶσιν, ἀλλ᾽ ἁπλῶς, ὅ τι ἂν ἐπὶ γλῶτταν ἔλθῃ, ληροῦσιν, ἐν οὐδετέρᾳ τῶν αἱρέσεων ἀκριβῶς καταμένοντες, οὐδὲ μεμνῆσθαι τῶν τοιούτων προσήκει.

Τίνες οὖν αἱ δύο αἱρέσεις αὗται καὶ τίς ἡ τῶν ἐν αὐταῖς ὑποθέσεων ἀκολουθία; τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ πᾶσαν ἡνωμένην θ᾽ ἅμα καὶ ἀλλοιοῦσθαι δυναμένην ὑπέθετο θάτερον γένος τῆς αἱρέσεως, ἀμετάβλητον δὲ καὶ ἀναλλοίωτον καὶ κατατετμημένην εἰς λεπτὰ καὶ κεναῖς ταῖς μεταξὺ χώραις διειλημμένην ἡ λοιπή.

Καὶ τοίνυν ὅσοι γε τῆς ἀκολουθίας τῶν ὑποθέσεων αἰσθάνονται, κατὰ μὲν τὴν δευτέραν αἵρεσιν οὔτε φύσεως οὔτε ψυχῆς ἰδίαν τινὰ νομίζουσιν οὐσίαν ἢ δύναμιν ὑπάρχειν, ἀλλ᾽ ἐν τῇ ποιᾷ συνόδῳ τῶν πρώτων ἐκείνων σωμάτων τῶν ἀπαθῶν ἀποτελεῖσθαι. κατὰ δὲ τὴν προτέραν εἰρημένην αἵρεσιν οὐχ ὑστέρα τῶν σωμάτων ἡ φύσις, ἀλλὰ πολὺ προτέρα τε καὶ πρεσβυτέρα. καὶ τοίνυν κατὰ μὲν τούτους αὕτη τὰ σώματα τῶν τε φυτῶν καὶ τῶν ζῴων συνίστησι δυνάμεις τινὰς ἔχουσα τὰς μὲν ἑλκτικάς θ᾽ ἅμα καὶ ὁμοιωτικὰς τῶν οἰκείων, τὰς δ᾽ ἀποκριτικὰς τῶν [p. 46] ἀλλοτρίων, καὶ τεχνικῶς ἅπαντα διαπλάττει τε γεννῶσα καὶ προνοεῖται τῶν γεννωμένων ἑτέραις αὖθίς τισι δυνάμεσι, στερκτικῇ μέν τινι καὶ προνοητικῇ τῶν ἐγγόνων, κοινωνικῇ δὲ καὶ φιλικῇ τῶν ὁμογενῶν. κατὰ δ᾽ αὖ τοὺς ἑτέρους οὔτε τούτων οὐδὲν ὑπάρχει ταῖς φύσεσιν οὔτ᾽ ἔννοιά τίς ἐστι τῇ ψυχῇ σύμφυτος ἐξ ἀρχῆς οὐκ ἀκολουθίας οὐ μάχης, οὐ διαιρέσεως οὐ συνθέσεως, οὐ δικαίων οὐκ ἀδίκων, οὐ καλῶν οὐκ αἰσχρῶν, ἀλλ᾽ ἐξ αἰσθήσεώς τε καὶ δι᾽ αἰσθήσεως ἅπαντα τὰ τοιαῦθ᾽ ἡμῖν ἐγγίγνεσθαί φασι καὶ φαντασίαις τισὶ καὶ μνήμαις οἰακίζεσθαι τὰ ζῷα.

Ἔνιοι δ᾽ αὐτῶν καὶ Ρ῾ητῶς ἀπεφήναντο μηδεμίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, ἀλλ᾽ ὑπὸ τῶν αἰσθητῶν ἄγεσθαι παθῶν ἡμᾶς καθάπερ βοσκήματα πρὸς μηδὲν ἀνανεῦσαι μηδ᾽ ἀντειπεῖν δυναμένους. καθ᾽ οὓς δηλονότι καὶ ἀνδρεία καὶ φρόνησις καὶ σωφροσύνη καὶ ἐγκράτεια λῆρός ἐστι μακρὸς καὶ φιλοῦμεν οὔτ᾽ ἀλλήλους οὔτε τὰ ἔγγονα καὶ τοῖς θεοῖς οὐδὲν ἡμῶν μέλει. καταφρονοῦσι δὲ καὶ τῶν ὀνειράτων καὶ τῶν οἰωνῶν καὶ τῶν συμβόλων καὶ πάσης ἀστρολογίας, ὑπὲρ ὧν ἡμεῖς μὲν ἰδίᾳ δι᾽ ἑτέρων γραμμάτων ἐπὶ πλέον ἐσκεψάμεθα περὶ τῶν Ἀσκληπιάδου τοῦ ἰατροῦ σκοπούμενοι δογμάτων. ἔνεστι δὲ τοῖς βουλομένοις κἀκείνοις μὲν ὁμιλῆσαι τοῖς λόγοις καὶ νῦν δ᾽ ἤδη σκοπεῖν, ὥσπερ τινῶν δυοῖν ὁδῶν ἡμῖν προκειμένων, ὁποτέραν βέλτιόν ἐστι τρέπεσθαι. Ἱπποκράτης μὲν γὰρ τὴν προτέραν Ρ῾ηθεῖσαν ἐτράπετο, καθ᾽ ἣν ἥνωται μὲν ἡ οὐσία καὶ ἀλλοιοῦται καὶ σύμπνουν ὅλον ἐστὶ καὶ σύρρουν τὸ [p. 48] σῶμα καὶ ἡ φύσις ἅπαντα τεχνικῶς καὶ δικαίως πράττει δυνάμεις ἔχουσα, καθ᾽ ἃς ἕκαστον τῶν μορίων ἕλκει μὲν ἐφ᾽ ἑαυτὸ τὸν οἰκεῖον ἑαυτῷ χυμόν, ἕλξαν δὲ προσφύει τε παντὶ μέρει τῶν ἐν αὑτῷ καὶ τελέως ἐξομοιοῖ, τὸ δὲ μὴ κρατηθὲν ἐν τούτῳ μηδὲ τὴν παντελῆ δυνηθὲν ἀλλοίωσίν τε καὶ ὁμοιότητα τοῦ τρεφομένου καταδέξασθαι δι᾽ ἑτέρας αὖ τινος ἐκκριτικῆς δυνάμεως ἀποτρίβεται.

XIII
Μαθεῖν δ᾽ ἔνεστιν οὐ μόνον ἐξ ὧν οἱ τἀναντία τιθέμενοι διαφέρονται τοῖς ἐναργῶς φαινομένοις, εἰς ὅσον ὀρθότητός τε καὶ ἀληθείας ἥκει τὰ Ἱπποκράτους δόγματα, ἀλλὰ κἀξ αὐτῶν τῶν κατὰ μέρος ἐν τῇ φυσικῇ θεωρίᾳ ζητουμένων τῶν τ᾽ ἄλλων ἁπάντων καὶ τῶν ἐν τοῖς ζῴοις ἐνεργειῶν. ὅσοι γὰρ οὐδεμίαν οὐδενὶ μορίῳ νομίζουσιν ὑπάρχειν ἑλκτικὴν τῆς οἰκείας ποιότητος δύναμιν, ἀναγκάζονται πολλάκις ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις, ὥσπερ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐπὶ τῶν νεφρῶν ἐποίησεν, οὓς οὐ μόνον Ἱπποκράτης ἢ Διοκλῆς ἢ Ἐρασίστρατος ἢ [p. 50] Πραξαγόρας ἤ τις ἄλλος ἰατρὸς ἄριστος ὄργανα διακριτικὰ τῶν οὔρων πεπιστεύκασιν ὑπάρχειν, ἀλλὰ καὶ οἱ μάγειροι σχεδὸν ἅπαντες ἴσασιν, ὁσημέραι θεώμενοι τήν τε θέσιν αὐτῶν καὶ τὸν ἀφ᾽ ἑκατέρου πόρον εἰς τὴν κύστιν ἐμβάλλοντα, τὸν οὐρητῆρα καλούμενον, ἐξ αὐτῆς τῆς κατασκευῆς ἀναλογιζόμενοι τήν τε χρείαν αὐτῶν καὶ τὴν δύναμιν. καὶ πρό γε τῶν μαγείρων ἅπαντες ἄνθρωποι καὶ δυσουροῦντες πολλάκις καὶ παντάπασιν ἰσχουροῦντες, ὅταν ἀλγῶσι μὲν τὰ κατὰ τὰς ψόας, ψαμμώδη δ᾽ ἐξουρῶσιν, νεφριτικοὺς ὀνομάζουσι σφᾶς αὐτούς.

Ἀσκληπιάδην δ᾽ οἶμαι μηδὲ λίθον οὐρηθέντα ποτὲ θεάσασθαι πρὸς τῶν οὕτω πασχόντων μηδ᾽ ὡς προηγήσατο κατὰ τὴν μεταξὺ τῶν νεφρῶν καὶ τῆς κύστεως χώραν ὀδύνη τις ὀξεῖα διερχομένου τοῦ λίθου τὸν οὐρητῆρα μηδ᾽ ὡς οὐρηθέντος αὐτοῦ τά τε τῆς ὀδύνης καὶ τὰ τῆς ἰσχουρίας ἐπαύσατο παραχρῆμα. πῶς οὖν εἰς τὴν κύστιν τῷ λόγῳ παράγει τὸ οὖρον, ἄξιον ἀκοῦσαι καὶ θαυμάσαι τἀνδρὸς τὴν σοφίαν, ὅς καταλιπὼν οὕτως εὐρείας ὁδοὺς ἐναργῶς φαινομένας ἀφανεῖς καὶ στενὰς καὶ παντάπασιν ἀναισθήτους ὑπέθετο. βούλεται γὰρ εἰς ἀτμοὺς ἀναλυόμενον τὸ πινόμενον ὑγρὸν εἰς τὴν κύστιν διαδίδοσθαι κἄπειτ᾽ ἐξ ἐκείνων αὖθις ἀλλήλοις συνιόντων οὕτως ἀπολαμβάνειν αὐτὸ τὴν ἀρχαίαν ἰδέαν καὶ γίγνεσθαι πάλιν ὑγρὸν ἐξ ἀτμῶν ἀτεχνῶς ὡς περὶ σπογγιᾶς τινος ἢ ἐρίου τῆς κύστεως διανοούμενος, ἀλλ᾽ οὐ σώματος ἀκριβῶς πυκνοῦ καὶ στεγανοῦ δύο χιτῶνας ἰσχυροτάτους κεκτημένου, [p. 52] δι᾽ ὧν εἴπερ διέρχεσθαι φήσομεν τοὺς ἀτμούς, τί δήποτ᾽ οὐχὶ διὰ τοῦ περιτοναίου καὶ τῶν φρενῶν διελθόντες ἐνέπλησαν ὕδατος τό τ᾽ ἐπιγάστριον ἅπαν καὶ τὸν θώρακα; ἀλλὰ παχύτερος, φησίν, ἐστὶ δηλαδὴ καὶ στεγανώτερος ὁ περιτόναιος χιτὼν τῆς κύστεως καὶ διὰ τοῦτ᾽ ἐκεῖνος μὲν ἀποστέγει τοὺς ἀτμούς, ἡ δὲ κύστις παραδέχεται. ἀλλ᾽ εἴπερ ἀνατετμήκει ποτέ, τάχ᾽ ἂν ἠπίστατο τὸν μὲν ἔξωθεν χιτῶνα τῆς κύστεως ἀπὸ τοῦ περιτοναίου πεφυκότα τὴν αὐτὴν ἐκείνῳ φύσιν ἔχειν, τὸν δ᾽ ἔνδοθεν τὸν αὐτῆς τῆς κύστεως ἴδιον πλέον ἢ διπλάσιον ἐκείνου τὸ πάχος ὑπάρχειν.

Ἀλλ᾽ ἴσως οὔτε τὸ πάχος οὔθ᾽ ἡ λεπτότης τῶν χιτώνων, ἀλλ᾽ ἡ θέσις τῆς κύστεως αἰτία τοῦ φέρεσθαι τοὺς ἀτμοὺς εἰς αὐτήν. καὶ μὴν εἰ καὶ διὰ τἆλλα πάντα πιθανὸν ἦν αὐτοὺς ἐνταυθοῖ συναθροίζεσθαι, τό γε τῆς θέσεως μόνης αὔταρκες κωλῦσαι. κάτω μὲν γὰρ ἡ κύστις κεῖται, τοῖς δ᾽ ἀτμοῖς σύμφυτος ἡ πρὸς τὸ μετέωρον φορά, ὥστε πολὺ πρότερον ἂν ἔπλησαν ἅπαντα τὰ κατὰ τὸν θώρακά τε καὶ τὸν πνεύμονα, πρὶν ἐπὶ τὴν κύστιν ἀφικέσθαι.

Καίτοι τί θέσεως κύστεως καὶ περιτοναίου καὶ θώρακος μνημονεύω; διεκπεσόντες γὰρ δήπου τούς τε τῆς κοιλίας καὶ τῶν ἐντέρων χιτῶνας οἱ ἀτμοὶ κατὰ τὴν μεταξὺ χώραν αὐτῶν τε τούτων καὶ τοῦ περιτοναίου συναθροισθήσονται καὶ ὑγρὸν ἐνταυθοῖ γενήσονται, ὥσπερ καὶ τοῖς ὑδερικοῖς ἐν τούτῳ τῷ χωρίῳ τὸ πλεῖστον ἀθροίζεται τοῦ [p. 54] ὕδατος, ἢ πάντως αὐτοὺς χρὴ φέρεσθαι πρόσω διὰ πάντων τῶν ὁπωσοῦν ὁμιλούντων καὶ μηδέποθ᾽ ἵστασθαι. ἀλλ᾽ εἰ καὶ τοῦτό τις ὑπόθοιτο, διεκπεσόντες ἂν οὕτως οὐ τὸ περιτόναιον μόνον ἀλλὰ καὶ τὸ ἐπιγάστριον, εἰς τὸ περιέχον σκε δασθεῖεν ἢ πάντως ἂν ὑπὸ τῷ δέρματι συναθροισθεῖεν.

Ἀλλὰ καὶ πρὸς ταῦτ᾽ ἀντιλέγειν οἱ νῦν Ἀσκληπιάδειοι πειρῶνται, καίτοι πρὸς ἁπάντων ἀεὶ τῶν παρατυγχανόντων αὐτοῖς, ὅταν περὶ τούτων ἐρίζωσι, καταγελώμενοι. οὕτως ἄρα δυσαπότριπτόν τι κακόν ἐστιν ἡ περὶ τὰς αἱρέσεις φιλοτιμία καὶ δυσέκνιπτον ἐν τοῖς μάλιστα καὶ ψώρας ἁπάσης δυσιατότερον.

Τῶν γοῦν καθ᾽ ἡμᾶς τις σοφιστῶν τά τ᾽ ἄλλα καὶ περὶ τοὺς ἐριστικοὺς λόγους ἱκανῶς συγκεκροτημένος καὶ δεινὸς εἰπεῖν, εἴπερ τις ἄλλος, ἀφικόμενος ἐμοί ποθ᾽ ὑπὲρ τούτων εἰς λόγους, τοσοῦτον ἀπέδει τοῦ δυσωπεῖσθαι πρός τινος τῶν εἰρημένων, ὥστε καὶ θαυμάζειν ἔφασκεν ἐμοῦ τὰ σαφῶς φαινόμενα λόγοις ληρώδεσιν ἀνατρέπειν ἐπιχειροῦντος. ἐναργῶς γὰρ ὁσημέραι θεωρεῖσθαι τὰς κύστεις ἁπάσας, εἴ τις αὐτὰς ἐμπλήσειεν ὕδατος ἢ ἀέρος, εἶτα δήσας τὸν τράχηλον πιέζοι πανταχόθεν, οὐδαμόθεν μεθιείσας οὐδέν, ἀλλ᾽ ἀκριβῶς ἅπαν ἐντὸς ἑαυτῶν στεγούσας. καίτοι γ᾽ εἴπερ ἦσάν τινες ἐκ τῶν νεφρῶν εἰς αὐτὰς ἥκοντες αἰσθητοὶ καὶ μεγάλοι πόροι, πάντως ἄν, ἔφη, δι᾽ ἐκείνων, ὥσπερ εἰσῄει τὸ ὑγρὸν εἰς αὐτάς, οὕτω καὶ θλιβόντων ἐξεκρίνετο. ταῦτα καὶ τὰ τοιαῦτ᾽ εἰπὼν ἐξαίφνης [p. 56] ἀπταίστῳ καὶ σαφεῖ τῷ στόματι τελευτῶν ἀναπηδήσας ἀπῄει καταλιπὼν ἡμᾶς ὡς οὐδὲ πιθανῆς τινος ἀντιλογίας εὐπορῆσαι δυναμένους.

Οὕτως οὐ μόνον ὑγιὲς οὐδὲν ἴσασιν οἱ ταῖς αἱρέσεσι δουλεύοιτες, ἀλλ᾽ οὐδὲ μαθεῖν ὑπομένουσι. δέον γὰρ ἀκοῦσαι τὴν αἰτίαν, δι᾽ ἣν εἰσιέναι μὲν δύναται διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν τὸ ὑγρόν, ἐξιέναι δ᾽ αὖθις ὀπίσω τὴν αὐτὴν ὁδὸν οὐκέθ᾽ οἷόν τε, καὶ θαυμάσαι τὴν τέχνην τῆς φύσεως, οὔτε μαθεῖν ἐθέλουσι καὶ λοιδοροῦνται προσέτι μάτην ὑπ᾽ αὐτῆς ἄλλα τε πολλὰ καὶ τοὺς νεφροὺς γεγονέναι φάσκοντες. εἰσὶ δ᾽ οἳ καὶ δειχθῆναι παρόντων αὐτῶν τοὺς ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐμφυομένους οὐρητῆρας ὑπομείναντες ἐτόλμησαν εἰπεῖν οἱ μέν, ὅτι μάτην καὶ οὗτοι γεγόνασιν, οἱ δ᾽, ὅτι σπερματικοί τινές εἰσι πόροι καὶ διὰ τοῦτο κατὰ τὸν τράχηλον αὐτῆς, οὐκ εἰς τὸ κῦτος ἐμφύονται. δείξαντες οὖν ἡμεῖς αὐτοῖς τοὺς ὡς ἀληθῶς σπερματικοὺς πόρους κατωτέρω τῶν οὐρητήρων ἐμβάλλοντας εἰς τὸν τράχηλον, νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ᾠήθημεν ἀπάξειν τε τῶν ψευδῶς ὑπειλημμένων ἐπί τε τἀναντία μεταστήσειν αὐτίκα. οἱ δὲ καὶ πρὸς τοῦτ᾽ ἀντιλέγειν ἐτόλμων οὐδὲν εἶναι θαυμαστὸν εἰπόντες, ἐν ἐκείνοις μὲν ὡς ἂν στεγανωτέροις οὖσιν ἐπὶ πλέον ὑπομένειν τὸ σπέρμα, κατὰ δὲ τοὺς ἀπὸ τῶν νεφρῶν ὡς ἂν ἱκανῶς ἀνευρυσμένους ἐκρεῖν διὰ ταχέων. ἡμεῖς [p. 58] οὖν ἠναγκάσθημεν αὐτοῖς τοῦ λοιποῦ δεικνύειν εἰσρέον τῇ κύστει διὰ τῶν οὐρητήρων τὸ οὖρον ἐναργῶς ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου, μόγις ἂν οὕτω ποτὲ τὴν φλυαρίαν αὐτῶν ἐπισχήσειν ἐλπίζοντες.

Ὁ δὲ τρόπος τῆς δείξεώς ἐστι τοιόσδε. διελεῖν χρὴ τὸ πρὸ τῶν οὐρητήρων περιτόναιον, εἶτα βρόχοις αὐτοὺς ἐκλαβεῖν κἄπειτ᾽ ἐπιδήσαντας ἐᾶσαι τὸ ζῷον‧ οὐ γὰρ ἂν οὐρήσειεν ἔτι. μετὰ δὲ ταῦτα λύειν μὲν τοὺς ἔξωθεν δεσμούς, δεικνύναι δὲ κενὴν μὲν τὴν κύστιν, μεστοὺς δ᾽ ἱκανῶς καὶ διατεταμένους τοὺς οὐρητῆρας καὶ κινδυνεύοντας Ρ῾αγῆναι κἄπειτα τοὺς βρόχους αὐτῶν ἀφελόντας ἐναργῶς ὁρᾶν ἤδη πληρουμένην οὔρου τὴν κύστιν.

Ἐπὶ δὲ τούτω φανέντι, πρὶν οὐρῆσαι τὸ ζῷον, βρόχον αὐτοῦ περιβαλεῖν χρὴ τῷ αἰδοίῳ κἄπειτα θλίβειν πανταχόθεν τὴν κύστιν. οὐδὲ γὰρ ἂν οὐδὲν ἔτι διὰ τῶν οὐρητήρων ἐπανέλθοι πρὸς τοὺς νεφρούς. κἀν τούτῳ δῆλον γίγνεται τὸ μὴ μόνον ἐπὶ τεθνεῶτος ἀλλὰ καὶ περιόντος ἔτι τοῦ ζῴου κωλύεσθαι μεταλαμβάνειν αὖθις ἐκ τῆς κύστεως τοὺς οὐρητῆρας τὸ οὖρον. ἐπὶ τούτοις ὀφθεῖσιν ἐπιτρέπειν ἤδη τὸ ζῷον οὐρεῖν λύοντας αὐτοῦ τὸν ἐπὶ τῷ αἰδοίῳ βρόχον, εἶτ᾽ αὖθις ἐπιβαλεῖν μὲν θατέρῳ τῶν οὐρητήρων, ἐᾶσαι δὲ τὸν ἕτερον εἰς τὴν κύστιν συρρεῖν καί τινα διαλιπόντας χρόνον ἐπιδεικνύειν ἤδη, πῶς ὁ μὲν ἕτερος αὐτῶν ὁ δεδεμένος μεστὸς καὶ διατεταμένος κατὰ τὰ πρὸς τῶν νεφρῶν μέρη φαίνεται, ὁ δ᾽ ἕτερος ὁ λελυμένος αὐτὸς μὲν χαλαρός ἐστι, πεπλήρωκε δ᾽ οὔρου τὴν κύστιν. εἶτ᾽ αὖθις διατεμεῖν πρῶτον μὲν τὸν πλήρη καὶ δεῖξαι, πῶς ἐξακοντίζεται τὸ [p. 60] οὖρον ἐξ αὐτοῦ, καθάπερ ἐν ταῖς φλεβοτομίαις τὸ αἷμα, μετὰ ταῦτα δὲ καὶ τὸν ἕτερον αὖθις διατεμεῖν κἄπειτ᾽ ἐπιδῆσαι τὸ ζῷον ἔξωθεν, ἀμ φοτέρων διῃρημένων, εἶθ᾽ ὅταν ἱκανῶς ἔχειν δοκῇ, λῦσαι τὸν δεσμόν. εὑρεθήσεται γὰρ ἡ μὲν κύστις κενή, πλῆρες δ᾽ οὔρου τὸ μεταξὺ τῶν ἐντέρων τε καὶ τοῦ περιτοναίου χωρίον ἅπαν, ὡς ἂν εἰ καὶ ὑδερικὸν ἦν τὸ ζῷον. ταῦτ᾽ οὖν εἴ τις αὐτὸς καθ᾽ ἑαυτὸν βουληθείη βασανίζειν ἐπὶ ζῴου, μεγάλως μοι δοκεῖ καταγνώσεσθαι τῆς Ἀσκληπιάδου προπετείας. εἰ δὲ δὴ καὶ τὴν αἰτίαν μάθοι, δι᾽ ἣν οὐδὲν ἐκ τῆς κύστεως εἰς τοὺς οὐρητῆρας ἀντεκρεῖ, πεισθῆναι ἄν μοι δοκεῖ καὶ διὰ τοῦδε τὴν εἰς τὰ ζῷα πρόνοιάν τε καὶ τέχνην τῆς φύσεως.

Ἱπποκράτης μὲν οὖν ὧν ἴσμεν ἰατρῶν τε καὶ φιλοσόφων πρῶτος ἁπάντων, ὡς ἂν καὶ πρῶτος ἐπιγνοὺς τὰ τῆς φύσεως ἔργα, θαυμάζει τε καὶ διὰ παντὸς αὐτὴν ὑμνεῖ δικαίαν ὀνομάζων καὶ μόνην ἐξαρκεῖν εἰς ἅπαντα τοῖς ζῴοις φησίν, αὐτὴν ἐξ αὑτῆς ἀδιδάκτως πράττουσαν ἅπαντα τὰ δέοντα‧ τοιαύτην δ᾽ οὖσαν αὐτὴν εὐθέως καὶ δυνάμεις ὑπέλαβεν ἔχειν ἑλκτικὴν μὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων καὶ τρέφειν τε καὶ αὔξειν αὐτὴν τὰ ζῷα καὶ κρίνειν τὰ νοσήματα‧ καὶ διὰ τοῦτ᾽ ἐν τοῖς σώμασιν ἡμῶν σύμπνοιάν τε μίαν εἶναί φησι καὶ σύρροιαν καὶ πάντα συμπαθέα. κατὰ δὲ τὸν Ἀσκληπιάδην [p. 62] οὐδὲν οὐδενὶ συμπαθές ἐστι φύσει, διῃρημένης τε καὶ κατατεθραυσμένης εἰς ἄναρμα στοιχεῖα καὶ ληρώδεις ὄγκους ἁπάσης τῆς οὐσίας. ἐξ ἀνάγκης οὖν ἄλλα τε μυρία τοῖς ἐναργῶς φαινομένοις ἐναντίως ἀπεφήνατο καὶ τῆς φύσεως ἠγνόησε τήν τε τῶν οἰκείων ἐπισπαστικὴν δύναμιν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. ἐπὶ μὲν οὖν τῆς ἐξαιματώσεώς τε καὶ ἀναδόσεως ἐξεῦρέ τινα ψυχρὰν ἀδολεσχίαν‧ εἰς δὲ τὴν τῶν περιττωμάτων κάθαρσιν οὐδὲν ὅλως εὑρὼν εἰπεῖν οὐκ ὤκνησεν ὁμόσε χωρῆσαι τοῖς φαινομένοις, ἐπὶ μὲν τῆς τῶν οὔρων διακρίσεως ἀποστερήσας μὲν τῶν τε νεφρῶν καὶ τῶν οὐρητήρων τὴν ἐνέργειαν, ἀδήλους δέ τινας πόρους εἰς τὴν κύστιν ὑποθέμενος‧ τοῦτο γὰρ ἦν δηλαδὴ μέγα καὶ σεμνὸν ἀπιστήσαντα τοῖς φαινομένοις πιστεῦσαι τοῖς ἀδήλοις.

Ἐπὶ δὲ τῆς ξανθῆς χολῆς ἔτι μεῖζον αὐτῷ καὶ νεανικώτερόν ἐστι τὸ τόλμημα‧ γεννᾶσθαι γὰρ αὐτὴν ἐν τοῖς χοληδόχοις ἀγγείοις, οὐ διακρίνεσθαι λέγει.

Πῶς οὖν τοῖς ἰκτερικοῖς ἅμ᾽ ἄμφω συμπίπτει, τὰ μὲν διαχωρήματα μηδὲν ὅλως ἐν αὑτοῖς ἔχοντα χολῆς, ἀνάπλεων δ᾽ αὐτοῖς γιγνόμενον ὅλον τὸ σῶμα; ληρεῖν πάλιν ἐνταῦθ᾽ ἀναγκάζεται τοῖς ἐπὶ τῶν οὔρων εἰρημένοις παραπλησίως. ληρεῖ δ᾽ οὐδὲν ἧττον καὶ περὶ τῆς μελαίνης χολῆς καὶ τοῦ σπληνὸς οὔτε τί ποθ᾽ ὑφ᾽ Ἱπποκράτους εἴρηται συνιεὶς ἀντιλέγειν τ᾽ ἐπιχειρῶν οἷς οὐκ οἶδεν ἐμπλήκτῳ τινὶ καὶ μανικῷ στόματι. [p. 64] Τί δὴ τὸ κέρδος ἐκ τῶν τοιούτων δογμάτων εἰς τὰς θεραπείας ἐκτήσατο; μήτε νεφριτικόν τι νόσημα δύνασθαι θεραπεῦσαι μήτ᾽ ἰκτερικὸν μήτε μελαγχολικόν, ἀλλὰ καὶ περὶ τοῦ πᾶσιν ἀνθρώποις οὐχ Ἱπποκράτει μόνον ὁμολογουμένου τοῦ καθαίρειν τῶν φαρμάκων ἔνια μὲν τὴν ξανθὴν χολήν, ἔνια δὲ τὴν μέλαιναν, ἄλλα δέ τινα φλέγμα καί τινα τὸ λεπτὸν καὶ ὑδατῶδες περιττωμα, μηδὲ περὶ τούτων συγχωρεῖν, ἀλλ᾽ ὑπ᾽ αὐτῶν τῶν φαρμάκων γίγνεσθαι λέγειν τοιοῦτον ἕκαστον τῶν κενουμένων, ὥσπερ ὑπὸ τῶν χοληδόχων πόρων τὴν χολήν‧ καὶ μηδὲν διαφέρειν κατὰ τὸν θαυμαστὸν Ἀσκληπιάδην ἢ ὑδραγωγὸν διδόναι τοῖς ὑδεριῶσιν ἢ χολαγωγὸν φάρμακον‧ ἅπαντα γὰρ ὁμοίως κενοῦν καὶ συντήκειν τὸ σῶμα καὶ τὸ σύντηγμα τοιόνδε τι φαίνεσθαι ποιεῖν, μὴ πρότερον ὑπάρχον τοιοῦτον.

Ἆρ᾽ οὖν οὐ μαίνεσθαι νομιστέον αὐτὸν ἢ παντάπασιν ἄπειρον εἶναι τῶν ἔργων τῆς τέχνης; τίς γὰρ οὐκ οἶδεν, ὡς, εἰ μὲν φλέγματος ἀγωγὸν δοθείη φάρμακον τοῖς ἰκτεριῶσιν, οὐκ ἂν οὐδὲ τέτταρας κυάθους καθαρθεῖεν‧ οὕτω δ᾽ οὐδ᾽ εἰ τῶν ὑδραγωγῶν τι‧ χολαγωγῷ δὲ φαρμάκῳ πλεῖστον μὲν ἐκκενοῦται χολῆς, αὐτίκα δὲ καθαρὸς τοῖς οὕτω καθαρθεῖσιν ὁ χρὼς γίγνεται. πολλοὺς γοῦν ἡμεῖς μετὰ τὸ θεραπεῦσαι τὴν ἐν τῷ ἥπατι διάθεσιν ἅπαξ καθήραντες ἀπηλλάξαμεν τοῦ παθήματος. οὐ μὴν οὐδ᾽ εἰ φλέγματος ἀγωγῷ καθαίροις φαρμάκῳ, πλέον ἄν τι διαπράξαιο.

[p. 66] Καὶ ταῦτ᾽ οὐχ Ἱπποκράτης μὲν οὕτως οἶδε γιγνόμενα, τοῖς δ᾽ ἀπὸ τῆς ἐμπειρίας μόνης ὁρμω μένοις ἑτέρως ἔγνωσται, ἀλλὰ κἀκείνοις ὡσαύτως καὶ πᾶσιν ἰατροῖς, οἷς μέλει τῶν ἔργων τῆς τέχνης, οὕτω δοκεῖ πλὴν Ἀσκληπιάδου. προδοσίαν γὰρ εἶναι νενόμικε τῶν στοιχείων ὧν ὑπέθετο τὴν ἀληθῆ περὶ τῶν τοιούτων ὁμολογίαν. εἰ γὰρ ὅλως εὑρεθείη τι φάρμακον ἑλκτικὸν τοῦδέ τινος τοῦ χυμοῦ μόνου, κίνδυνος κρατεῖν δηλαδὴ τῷ λόγῳ τὸ ἐν ἑκάστῳ τῶν σωμάτων εἶναί τινα δύναμιν ἐπισπαστικὴν τῆς οἰκείας ποιότητος. διὰ τοῦτο κνῆκον μὲν καὶ κόκκον τὸν κνίδιον καὶ ἱπποφαὲς οὐχ ἕλκειν ἐκ τοῦ σώματος ἀλλὰ ποιεῖν τὸ φλέγμα φησίν‧ ἄνθος δὲ χαλκοῦ καὶ λεπίδα καὶ αὐτὸν τὸν κεκαυμένον χαλκὸν καὶ χαμαίδρυν καὶ χαμαιλέοντα εἰς ὕδωρ ἀναλύειν τὸ σῶμα καὶ τοὺς ὑδερικοὺς ὑπὸ τούτων οὐ καθαιρομένους ὀνίνασθαι ἀλλὰ κενουμένους συναυξόντων δηλαδὴ τὸ πάθος. εἰ γὰρ οὐ κενοῖ τὸ περιεχόμενον ἐν τοῖς σώμασιν ὑδατῶδες ὑγρὸν ἀλλ᾽ αὐτὸ γεννᾷ, τῷ νοσήματι προστιμωρεῖται. καὶ μέν γε καὶ ἡ σκαμμωνία πρὸς τῷ μὴ κενοῦν ἐκ τοῦ σώματος τῶν ἰκτερικῶν τὴν χολὴν ἔτι καὶ τὸ χρηστὸν αἷμα χολὴν ἐργαζομένη καὶ συντήκουσα τὸ σῶμα καὶ τηλικαῦτα κακὰ δρῶσα καὶ τὸ πάθος ἐπαύξουσα κατά γε τὸν Ἀσκληπιάδου λόγον.

Ὅμως ἐναργῶς ὁρᾶται πολλοὺς ὠφελοῦσα. ναί, φησίν, ὀνίνανται μέν, ἀλλ᾽ αὐτῷ μόνῳ τῷ [p. 68] λόγῳ τῆς κενώσεως. καὶ μὴν εἰ φλέγματος ἀγωγὸν αὐτοῖς δοίης φάρμακον, οὐκ ὀνήσονται. καὶ τοῦθ᾽ οὕτως ἐναργές ἐστιν, ὥστε καὶ οἱ ἀπὸ μόνης τῆς ἐμπειρίας ὁρμώμενοι γιγνώσκουσιν αὐτό. καίτοι τούτοις γε τοῖς ἀνδράσιν αὐτὸ δὴ τοῦτ᾽ ἔστι φιλοσόφημα, τὸ μηδενὶ λόγῳ πιστεύειν ἀλλὰ μόνοις τοῖς ἐναργῶς φαινομένοις. ἐκεῖνοι μὲν οὖν σωφρονοῦσιν‧ Ἀσκληπιάδης δὲ παραπαίει ταῖς αἰσθήσεσιν ἡμᾶς ἀπιστεῖν κελεύων, ἔνθα τὸ φαινόμενον ἀνατρέπει σαφῶς αὐτοῦ τὰς ὑποθέσεις. καίτοι μακρῷ γ᾽ ἦν ἄμεινον οὐχ ὁμόσε χωρεῖν τοῖς φαινομένοις ἀλλ᾽ ἐκείνοις ἀναθέσθαι τὸ πᾶν.

Ἆρ᾽ οὖν ταῦτα μόνον ἐναργῶς μάχεται τοῖς Ἀσκληπιάδου δόγμασιν ἢ καὶ τὸ θέρους μὲν πλείονα κενοῦσθαι τὴν ξανθὴν χολὴν ὑπὸ τῶν αὐτῶν φαρμάκων, χειμῶνος δὲ τὸ φλέγμα, καὶ νεανίσκῳ μὲν πλείονα τὴν χολήν, πρεσβύτῃ δὲ τὸ φλέγμα; φαίνεται γὰρ ἕκαστον ἕλκειν τὴν οὖσαν, οὐκ αὐτὸ γεννᾶν τὴν οὐκ οὖσαν. εἰ γοῦν ἐθελήσαις νεανίσκῳ τινὶ τῶν ἰσχνῶν καὶ θερμῶν ὥρᾳ θέρους μήτ᾽ ἀργῶς βεβιωκότι μήτ᾽ ἐν πλησμονῇ φλέγματος ἀγωγὸν δοῦναι φάρμακον, ὀλίγιστον μὲν καὶ μετὰ βίας πολλῆς ἐκκενώσεις τοῦ χυμοῦ, βλάψεις δ᾽ ἐσχάτως τὸν ἄνθρωπον‧ ἔμπαλιν δ᾽ εἰ χολαγωγὸν δοίης, καὶ πάμπολυ κενώσεις καὶ βλάψεις οὐδέν.

Ἆρ᾽ ἀπιστοῦμεν ἔτι τῷ μὴ οὐχ ἕκαστον τῶν φαρμάκων ἐπάγεσθαι τὸν οἰκεῖον ἑαυτῷ χυμόν; [p. 70] ἴσως φήσουσιν οἱ ἀπ᾽ Ἀσκληπιάδου, μᾶλλον δ᾽ οὐκ ἴσως, ἀλλὰ πάντως ἀπιστεῖν ἐροῦσιν, ἵνα μὴ προδῶσι τὰ φίλτατα.

XIV
Πάλιν οὖν καὶ ἡμεῖς ἐφ᾽ ἑτέραν μεταβῶμεν ἀδολεσχίαν‧ οὐ γὰρ ἐπιτρέπουσιν οἱ σοφισταὶ τῶν ἀξίων τι ζητημάτων προχειρίζεσθαι καίτοι παμπόλλων ὑπαρχόντων, ἀλλὰ κατατρίβειν ἀναγκάζουσι τὸν χρόνον εἰς τὴν τῶν σοφισμάτων, ὧν προβάλλουσι, λύσιν.

Τίς οὖν ἡ ἀδολεσχία; ἡ ἔνδοξος αὕτη καὶ πολυθρύλητος λίθος ἡ τὸν σίδηρον ἐπισπωμένη. τάχα γὰρ ἂν αὕτη ποτὲ τὴν ψυχὴν αὐτῶν ἐπισπάσαιτο πιστεύειν εἶναί τινας ἐν ἑκάστῳ τῶν σωμάτων ἑλκτικὰς τῶν οἰκείων ποιοτήτων δυνάμεις.

Ἐπίκουρος μὲν οὖν καίτοι παραπλησίοις Ἀσκληπιάδῃ στοιχείοις πρὸς τὴν φυσιολογίαν χρώμενος ὅμως ὁμολογεῖ, πρὸς μὲν τῆς ἡρακλείας λίθου τὸν σίδηρον ἕλκεσθαι, πρὸς δὲ τῶν ἠλέκτρων τὰ κυρήβια καὶ πειρᾶταί γε καὶ τὴν αἰτίαν ἀποδιδόναι τοῦ φαινομένου. τὰς γὰρ ἀπορρεούσας ἀτόμους ἀπὸ τῆς λίθου ταῖς ἀπορρεούσαις ἀπὸ τοῦ σιδήρου τοῖς σχήμασιν οἰκείας εἶναί φησιν, ὥστε περιπλέκεσθαι Ρ῾ᾳδίως. προσκρουούσας οὖν αὐτὰς τοῖς συγκρίμασιν ἑκατέροις τῆς τε λίθου καὶ τοῦ σιδήρου κἄπειτ᾽ εἰς τὸ μέσον ἀποπαλλομένας οὕτως ἀλλήλαις τε περιπλέκεσθαι καὶ [p. 72] συνεπισπᾶσθαι τὸν σίδηρον. τὸ μὲν οὖν τῶν ὑποθέσεων εἰς τὴν αἰτιολογίαν ἀπίθανον ἄντικρυς δῆλον, ὅμως δ᾽ οὖν ὁμολογεῖ τὴν ὁλκήν. καὶ οὕτω γε καὶ κατὰ τὰ σώματα τῶν ζῴων φησὶ γίγνεσθαι τάς τ᾽ ἀναδόσεις καὶ τὰς διακρίσεις τῶν περιττωμάτων καὶ τὰς τῶν καθαιρόντων φαρμάκων ἐνεργείας.

Ἀσκληπιάδης δὴ τό τε τῆς εἰρημένης αἰτίας ἀπίθανον ὑπιδόμενος καὶ μηδεμίαν ἄλλην ἐφ᾽ οἷς ὑπέθετο στοιχείοις ἐξευρίσκων πιθανὴν ἐπὶ τὸ μηδ᾽ ὅλως ἕλκεσθαι λέγειν ὑπὸ μηδενὸς μηδὲν ἀναισχυντήσας ἐτράπετο, δέον, εἰ μήθ᾽ οἷς Ἐπίκουρος εἶπεν ἠρέσκετο μήτ᾽ ἄλλα βελτίω λέγειν εἶχεν, ἀποστῆναι τῶν ὑποθέσεων καὶ τήν τε φύσιν εἰπεῖν τεχνικὴν καὶ τὴν οὐσίαν τῶν ὄντων ἑνουμένην τε πρὸς ἑαυτὴν ἀεὶ καὶ ἀλλοιουμένην ὑπὸ τῶν ἑαυτῆς μορίων εἰς ἄλληλα δρώντων τε καὶ πασχόντων. εἰ γὰρ ταῦθ᾽ ὑπέθετο, χαλεπὸν οὐδὲν ἦν τὴν τεχνικὴν ἐκείνην φύσιν ὁμολογῆσαι δύναμεις ἔχειν ἐπισπαστικὴν μὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων. οὐ γὰρ δι᾽ ἄλλο τί γ᾽ ἦν αὐτῇ τὸ τεχνικῇ τ᾽ εἶναι καὶ τοῦ ζῴου διασωστικῇ καὶ τῶν νοσημάτων κριτικῇ παρὰ τὸ προσίεσθαι μὲν καὶ φυλάττειν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ ἀλλότριον.

Ἀλλ᾽ Ἀσκληπιάδης κἀνταῦθα τὸ μὲν ἀκόλουθον ταῖς ἀρχαῖς αἷς ὑπέθετο συνεῖδεν, οὐ μὴν τήν γε πρὸς τὸ φαινόμενον ἐναργῶς ᾐδέσθη μάχην, ἀλλ᾽ ὁμόσε χωρεῖ καὶ περὶ τούτου πᾶσιν οὐκ ἰατροῖς μόνον ἀλλ᾽ ἤδη καὶ τοῖς ἄλλοις ἀνθρώποις [p. 74] οὔτε κρίσιν εἶναί τινα λέγων οὔθ᾽ ἡμέραν κρίσιμον οὔθ᾽ ὅλως οὐδὲν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου πραγματεύσασθαι τὴν φύσιν. ἀεὶ γὰρ τὸ μὲν ἀκόλουθον φυλάττειν βούλεται, τὸ δ᾽ ἐναργῶς φαινόμενον ἀνατρέπειν ἔμπαλιν Ἐπικούρῳ. τιθεὶς γὰρ ἐκεῖνος ἀεὶ τὸ φαινόμενον αἰτίαν αὐτοῦ ψυχρὰν ἀποδίδωσι. τὰ γὰρ ἀποπαλλόμενα σμικρὰ σώματα τῆς ἡρακλείας λίθου τοιούτοις ἑτέροις περιπλέκεσθαι μορίοις τοῦ σιδήρου κἄπειτα διὰ τῆς περιπλοκῆς ταύτης μηδαμοῦ φαινομένης ἐπισπᾶσθαι βαρεῖαν οὕτως οὐσίαν οὐκ οἶδ᾽ ὅπως ἄν τις πεισθείη. καὶ γὰρ εἰ τοῦτο συγχωρήσομεν, τό γε τῷ σιδήρῳ πάλιν ἕτερον προστεθέν τι συνάπτεσθαι τὴν αὐτὴν αἰτίαν οὐκέτι προσίεται.

Τί γὰρ ἐροῦμεν; ἢ δηλαδὴ τῶν ἀπορρεόντων τῆς λίθου μορίων ἔνια μὲν προσκρούσαντα τῷ σιδήρῳ πάλιν ἀποπάλλεσθαι καὶ ταῦτα μὲν εἶναι, δι᾽ ὧν κρεμάννυσθαι συμβαίνει τὸν σίδηρον, τὰ δ᾽ εἰς αὐτὸν εἰσδυόμενα διὰ τῶν κενῶν πόρων διεξέρχεσθαι τάχιστα κἄπειτα τῷ παρακειμένῳ σιδήρῳ προσκρούοντα μήτ᾽ ἐκεῖνον διαδῦναι δύνασθαι, καίτοι τόν γε πρῶτον διαδύντα, παλινδρομοῦντα δ᾽ αὖθις ἐπὶ τὸν πρότερον ἑτέρας αὖθις ἐργάζεσθαι ταῖς προτέραις ὁμοίας περιπλοκάς;

Ἐναργῶς γὰρ ἐνταῦθα τὸ ληρῶδες τῆς αἰτίας ἐλέγχεται. γραφεῖα γοῦν οἶδά ποτε σιδηρᾶ πέντε κατὰ τὸ συνεχὲς ἀλλήλοις συναφθέντα, τοῦ πρώτου μὲν μόνου τῆς λίθου ψαύσαντος, ἐξ ἐκείνου [p. 76] δ᾽ εἰς τἆλλα τῆς δυνάμεως διαδοθείσης‧ καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς, εἰ μὲν τῷ κάτω τοῦ γραφείου πέρατι προσάγοις ἕτερον, ἔχεταί τε καὶ συνάπτεται καὶ κρέμαται τὸ προσενεχθέν‧ εἰ δ᾽ ἄλλῳ τινὶ μέρει τῶν πλαγίων προσθείης, οὐ συνάπτεται. πάντη γὰρ ὁμοίως ἡ τῆς λίθου διαδίδοται δύναμις, εἰ μόνον ἅψαιτο κατά τι τοῦ πρώτου γραφείου. καὶ μέντοι κἀκ τούτου πάλιν εἰς τὸ δεύτερον ὅλον ἡ δύναμις ἅμα νοήματι διαρρεῖ κἀξ ἐκείνου πάλιν εἰς τὸ τρίτον ὅλον. εἰ δὴ νοήσαις σμικράν τινα λίθον ἡρακλείαν ἐν οἴκῳ τινὶ κρεμαμένην, εἶτ᾽ ἐν κύκλῳ ψαύοντα πάμπολλα σιδήρια κἀκείνων πάλιν ἕτερα κἀκείνων ἄλλα καὶ τοῦτ᾽ ἄχρι πλεί ονος, ἅπαντα δήπου πίμπλασθαι δεῖ τὰ σιδήρια τῶν ἀπορρεόντων τῆς λίθου σωμάτων. καὶ κινδυνεύει διαφορηθῆναι τὸ σμικρὸν ἐκεῖνο λιθίδιον εἰς τὰς ἀπορροὰς διαλυθέν. καίτοι, κἂν εἰ μηδὲν παρακέοιτ᾽ αὐτῷ σιδήριον, εἰς τὸν ἀέρα σκεδάννυται, μάλιστ᾽ εἰ καὶ θερμὸς ὑπάρχοι.

Ναί, φησί, σμικρὰ γὰρ αὐτὰ χρὴ πάνυ νοεῖν, ὥστε τῶν ἐμφερομένων τῷ ἀέρι ψηγμάτων τούτων δὴ τῶν σμικροτάτων ἐκείνων ἔνια μυριοστὸν εἶναι μέρος. εἶτ᾽ ἐξ οὕτω σμικρῶν τολμᾶτε λέγειν κρεμάννυσθαι βάρη τηλικαῦτα σιδήρου; εἰ γὰρ ἕκαστον αὐτῶν μυριοστόν ἐστι μέρος τῶν ἐν τῷ ἀέρι φερομένων ψηγμάτων, πηλίκον χρὴ νοῆσαι τὸ πέρας αὐτῶν τὸ ἀγκιστροειδές, ᾧ περιπλέκεται πρὸς ἄλληλα; πάντως γὰρ δήπου τοῦτο σμικρότατόν ἐστιν ὅλου τοῦ ψήγματος.

[p. 78] Εἶτα μικρὸν μικρῷ, κινούμενον κινουμένῳ περιπλακὲν οὐκ εὐθὺς ἀποπάλλεται. καὶ γὰρ δὴ καὶ ἄλλ᾽ ἄττα πάντως αὐτοῖς, τὰ μὲν ἄνωθεν, τὰ δὲ κάτωθεν, καὶ τὰ μὲν ἔμπροσθεν, τὰ δ᾽ ὄπισθεν, τὰ δ᾽ ἐκ τῶν δεξιῶν, τὰ δ᾽ ἐκ τῶν ἀριστερῶν ἐκρηγνύμενα σείει τε καὶ βράττει καὶ μένειν οὐκ ἐᾷ. καὶ μέντοι καὶ πολλὰ χρὴ νοεῖν ἐξ ἀνάγκης ἕκαστον ἐκείνων τῶν σμικρῶν σωμάτων ἔχειν ἀγκιστρώδη πέρατα. δι᾽ ἑνὸς μὲν γὰρ ἀλλήλοις συνάπτεται, δι᾽ ἑτέρου δ᾽ ἑνὸς τοῦ μὲν ὑπερκειμένου τῇ λίθῳ, τοῦ δ᾽ ὑποκειμένου τῷ σιδήρῳ. εἰ γὰρ ἄνω μὲν ἐξαφθείη τῆς λίθου, κάτω δὲ τῷ σιδήρῳ μὴ συμπλακείη, πλέον οὐδέν. ὥστε τοῦ μὲν ὑπερκειμένου τὸ ἄνω μέρος ἐκκρέμασθαι χρὴ τῆς λίθου, τοῦ δ᾽ ὑποκειμένου τῷ κάτω πέρατι συνῆφθαι τὸν σίδηρον. ἐπεὶ δὲ κἀκ τῶν πλαγίων ἀλλήλοις περιπλέκεται, πάντως που κἀνταῦθα ἔχει τὰ ἄγκιστρα. καὶ μέμνησό μοι πρὸ πάντων, ὅπως ὄντα σμικρὰ τὰς τοιαύτας καὶ τοσαύτας ἀποφύσεις ἔχει. καὶ τούτου μᾶλλον ἔτι, πῶς, ἵνα τὸ δεύτερον σιδήριον συναφθῇ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ τὸ τρίτον κἀκείνῳ τὸ τέταρτον, ἅμα μὲν διεξέρχεσθαι χρὴ τοὺς πόρους ταυτὶ τὰ σμικρὰ καὶ ληρώδη ψήγματα, ἅμα δ᾽ ἀποπάλλεσθαι τοῦ μετ᾽ αὐτὸ τεταγμένου, καίτοι κατὰ πᾶν ὁμοίου τὴν φύσιν ὑπάρχοντος.

Οὐδὲ γὰρ ἡ τοιαύτη πάλιν ὑπόθεσις ἄτολμος, ἀλλ᾽, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μακρῷ τῶν ἔμπροσθεν ἀναισχυντοτέρα, πέντε σιδηρίων ὁμοίων ἀλλήλοις [p. 80] ἐφεξῆς τεταγμένων διὰ τοῦ πρώτου διαδυόμενα Ρ῾ᾳδίως τῆς λίθου τὰ μόρια κατὰ τὸ δὲύτερον ἀποπάλλεσθαι καὶ μὴ διὰ τούτου κατὰ τὸν αὐτὸν τρόπον ἑτοίμως διεξέρχεσθαι. καὶ μὴν ἑκατέρως ἄτοπον. εἰ μὲν γὰρ ἀποπάλλεται, πῶς εἰς τὸ τρίτον ὠκέως διεξέρχεται; εἰ δ᾽ οὐκ ἀποπάλλεται, πῶς κρεμάννυται τὸ δεύτερον ἐκ τοῦ πρώτου; τὴν γὰρ ἀπόπαλσιν αὐτὸς ὑπέθετο δημιουργὸν τῆς ὁλκῆς.

Ἀλλ᾽, ὅπερ ἔφην, εἰς ἀδολεσχίαν ἀναγκαῖον ἐμπίπτειν, ἐπειδάν τις τοιούτοις ἀνδράσι διαλέγηται. σύντομον οὖν τινα καὶ κεφαλαιώδη λόγον εἰπὼν ἀπαλλάττεσθαι βούλομαι. τοῖς Ἀσκληπιάδου γράμμασιν εἴ τις ἐπιμελῶς ὁμιλήσειε, τήν τε πρὸς τὰς ἀρχὰς ἀκολουθίαν τῶν τοιούτων δογμάτων ἀκριβῶς ἂν ἐκμάθοι καὶ τὴν πρὸς τὰ φαινόμενα μάχην. ὁ μὲν οὖν Ἐπίκουρος τὰ φαινόμενα φυλάττειν βουλόμενος ἀσχημονεῖ φιλοτιμούμενος ἐπιδεικνύειν αὐτὰ ταῖς ἀρχαῖς ὁμολογοῦντα‧ ὁ δ᾽ Ἀσκληπιάδης τὸ μὲν ἀκόλουθον ταῖς ἀρχαῖς φυλάττει, τοῦ φαινομένου δ᾽ οὐδὲν αὐτῷ μέλει. ὅστις οὖν βούλεται τὴν ἀτοπίαν ἐξελέγχειν τῶν ὑποθέσεων, εἰ μὲν πρὸς Ἀσκληπιάδην ὁ λόγος αὐτῷ γίγνοιτο, τῆς πρὸς τὸ φαινόμενον ὑπομιμνησκέτω μάχης‧ εἰ δὲ πρὸς Ἐπίκουρον, τῆς πρὸς τὰς ἀρχὰς διαφωνίας. αἱ δ᾽ ἄλλαι σχεδὸν αἱρέσεις αἱ τῶν ὁμοίων ἀρχῶν ἐχόμεναι τελέως ἀπέσβησαν, αὗται δ᾽ ἔτι μόναι διαρκοῦσιν οὐκ ἀγεννῶς. καίτοι τὰ μὲν Ἀσκληπιάδου Μηόδοτος ὁ ἐμπειρικὸς ἀφύκτως ἐξελέγχει, τήν τε πρὸς τὰ φαινόμενα μάχην ὑπομιμνήσκων αὐτὸν καὶ τὴν πρὸς ἄλληλα‧ τὰ δ᾽ [p. 82] Ἐπικούρου πάλιν ὁ Ἀσκληπιάδης ἐχόμενος ἀεὶ τῆς ἀκολουθίας, ἧς ἐκεῖνος οὐ πάνυ τι φαίνεται φροντίζων.

Ἀλλ᾽ οἱ νῦν ἄνθρωποι, πρὶν καὶ ταύτας ἐκμαθεῖν τὰς αἱρέσεις καὶ τὰς ἄλλας τὰς βελτίους κἄπειτα χρόνῳ πολλῷ κρῖναί τε καὶ βασανίσαι τὸ καθ᾽ ἑκάστην αὐτῶν ἀληθές τε καὶ ψεῦδος, οἱ μὲν ἰατροὺς ἑαυτούς, οἱ δὲ φιλοσόφους ὀνομάζουσι μηδὲν εἰδότες. οὐδὲν οὖν θαυμαστὸν ἐπίσης τοῖς ἀληθέσι τὰ ψευδῆ τετιμῆσθαι. ὅτῳ γὰρ ἂν ἕκαστος πρώτῳ περιτύχῃ διδασκάλῳ, τοιοῦτος ἐγένετο, μὴ περιμείνας μηδὲν ἔτι παρ᾽ ἄλλου μαθεῖν. ἔνιοι δ᾽ αὐτῶν, εἰ καὶ πλείοσιν ἐντύχοιεν, ἀλλ᾽ οὕτω γ᾽ εἰσὶν ἀσύνετοί τε καὶ βραδεῖς τὴν διάνοιαν, ὥστε καὶ γεγηρακότες οὔπω συνιᾶσιν ἀκολουθίαν λόγου. πάλαι δὲ τοὺς τοιούτους ἐπὶ τὰς βαναύσους ἀπέλυον τέχνας. ἀλλὰ ταῦτα μὲν ἐς ὅ τι τελευτήσει θεὸς οἶδεν.

Ἡμεῖς δ᾽ ἐπειδή, καίτοι φεύγοντες ἀντιλέγειν τοῖς ἐν αὐταῖς ταῖς ἀρχαῖς εὐθὺς ἐσφαλμένοις, ὅμως ἠναγκάσθημεν ὑπ᾽ αὐτῆς τῶν πραγμάτων τῆς ἀκολουθίας εἰπεῖν τινα καὶ διαλεχθῆναι πρὸς αὐτούς, ἔτι καὶ τοῦτο προσθήσομεν τοῖς εἰρημένοις, ὡς οὐ μόνον τὰ καθαίροντα φάρμακα πέφυκεν ἐπισπᾶσθαι τὰς οἰκείας ποιότητας ἀλλὰ καὶ τὰ τοὺς σκόλοπας ἀνάγοντα καὶ τὰς τῶν βελῶν ἀκίδας εἰς πολὺ βάθος σαρκὸς ἐμπεπαρμένας ἐνίοτε. καὶ μέντοι καὶ ὅσα τοὺς ἰοὺς τῶν θηρίων ἢ τοὺς ἐμπεφαρμαγμένους τοῖς βέλεσιν ἀνέλκει, καὶ ταῦτα τὴν αὐτὴν ταῖς ἡρακλείαις λίθοις ἐπιδείκνυται δύναμιν. ἔγωγ᾽ οὖν οἶδά ποτε καταπεπαρμένον ἐν ποδὶ νεανίσκου σκόλοπα τοῖς [p. 84] μὲν δακτύλοις ἕλκουσιν ἡμῖν βιαίως οὐκ ἀκολουθήσαντα, φαρμάκου δ᾽ ἐπιτεθέντος ἀλύπως τε καὶ διὰ ταχέων ἀνελθόντα. καίτοι καὶ πρὸς τοῦτό τινες ἀντιλέγουσι φάσκοντες, ὅταν ἡ φλεγμονὴ λυθῇ τοῦ μέρους, αὐτόματον ἐξιέναι τὸν σκόλοπα πρὸς οὐδενὸς ἀνελκόμενον. ἀλλ᾽ οὗτοί γε πρῶτον μὲν ἀγνοεῖν ἐοίκασιν, ὡς ἄλλα μέν ἐστι φλεγμονῆς, ἄλλα δὲ τῶν οὕτω καταπεπαρμένων ἑλκτικὰ φάρμακα‧ καίτοι γ᾽ εἴπερ ἀφλεγμάντων γενομένων ἐξεκρίνετο τὰ παρὰ φύσιν, ὅσα φλεγμονῆς ἐστι λυτικά, ταῦτ᾽ εὐθὺς ἂν ἦν κἀκείνων ἑλκτικά.

Δεύτερον δ᾽, ὃ καὶ μᾶλλον ἄν τις θαυμάσειεν, ὡς οὐ μόνον ἄλλα μὲν τοὺς σκόλοπας, ἄλλα δὲ τοὺς ἰοὺς ἐξάγει φάρμακα, ἀλλὰ καὶ αὐτῶν τῶν τοὺς ἰοὺς ἑλκόντων τὰ μὲν τὸν τῆς ἐχίδνης, τὰ δὲ τὸν τῆς τρυγόνος, τὰ δ᾽ ἄλλου τινὸς ἐπισπᾶται καὶ σαφῶς ἔστιν ἰδεῖν τοῖς φαρμάκοις ἐπικειμένους αὐτούς. ἐνταῦθ᾽ οὖν Ἐπίκουρον μὲν ἐπαινεῖν χρὴ τῆς πρὸς τὸ φαινόμενον αἰδοῦς, μέμφεσθαι δὲ τὸν λόγον τῆς αἰτίας. ὃν γὰρ ἡμεῖς ἕλκοντες τοῖς δακτύλοις οὐκ ἀνηγάγομεν σκόλοπα, τοῦτον ὑπὸ τῶν σμικρῶν ἐκείνων ἀνέλκεσθαι ψηγμάτων, πῶς οὐ παντάπασιν ἄτοπον εἶναι χρὴ νομίζειν;

Ἆρ᾽ οὖν ἤδη πεπείσμεθα τῶν ὄντων ἑκάστῳ δύναμίν τιν᾽ ὑπάρχειν, ᾗ τὴν οἰκείαν ἕλκει ποιότητα, τὸ μὲν μᾶλλον, τὸ δ᾽ ἧττον;

Ἢ καὶ τὸ τῶν πυρῶν ἔτι παράδειγμα προχειρισόμεθα [p. 86] τῷ λόγῳ; φανήσονται γὰρ οἶμαι καὶ τῶν γεωργῶν αὐτῶν ἀμαθέστεροι περὶ τὴν φύσιν οἱ μηδὲν ὅλως ὑπὸ μηδενὸς ἕλκεσθαι συγχωροῦντες‧ ὡς ἔγωγε πρῶτον, μὲν ἀκούσας τὸ γιγνόμενον ἐθαύμασα καὶ αὐτὸς ἠβουλήθην αὐτόπτης αὐτοῦ καταστῆναι. μετὰ ταῦτα δέ, ὡς καὶ τὰ τῆς πείρας ὡμολόγει, τὴν αἰτίαν σκοπούμενος ἐν παμπόλλῳ χρόνῳ κατὰ πάσας τὰς αἱρέσεις οὐδεμίαν ἄλλην εὑρεῖν οἷός τ᾽ ἦν οὐδ᾽ ἄχρι τοῦ πιθανοῦ προϊοῦσαν ἀλλὰ καταγελάστους τε καὶ σαφῶς ἐξελεγχομένας τὰς ἄλλας ἁπάσας πλὴν τῆς τὴν ὁλκὴν πρεσβευούσης.

Ἔστι δὲ τὸ γιγνόμενον τοιόνδε. κατακομί ζοντες οἱ παρ᾽ ἡμῖν γεωργοὶ τοὺς ἐκ τῶν ἀγρῶν πυροὺς εἰς τὴν πόλιν ἐν ἁμάξαις τισίν, ὅταν ὑφελέσθαι βουληθῶσιν, ὥστε μὴ φωραθῆναι, κεράμι᾽ ἄττα πληρώσαντες ὕδατος μέσοις αὐτοῖς ἐνιστᾶσιν. ἕλκοντες οὖν ἐκεῖνοι διὰ τοῦ κεραμίου τὸ ὑγρὸν εἰς αὑτοὺς ὄγκον μὲν καὶ βάρος προσκτῶνται, κατάδηλοι δ᾽ οὐ πάνυ γίγνονται τοῖς ὁρῶσιν, εἰ μή τις προπεπυσμένος ἤδη περιεργότερον ἐπισκοποῖτο. καίτοι γ᾽ εἰ βουληθείης ἐν ἡλίῳ καταθεῖναι πάνυ θερμῷ ταὐτὸν ἀγγεῖον, ἐλάχιστον παντελῶς εὑρήσεις τὸ δαπανώμενον ἐφ᾽ ἑκάστης ἡμέρας. οὕτως ἄρα καὶ τῆς ἡλιακῆς θερμασίας τῆς σφοδρᾶς ἰσχυροτέραν οἱ πυροὶ δύναμιν ἔχουσιν ἕλκειν εἰς ἑαυτοὺς τὴν πλησιάζουσαν ὑγρότητα. λῆρος οὖν ἐνταῦθα μακρὸς ἡ πρὸς τὸ λεπτομερὲς φορὰ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καὶ μάλισθ᾽ ὅταν ἱκανῶς ᾖ θερμός, [p. 88] πολὺ μὲν ὑπάρχοντος ἢ κατὰ τοὺς πυροὺς λεπτομερεστέρου, δεχομένου δ᾽ οὐδὲ τὸ δέκατον μέρος τῆς εἰς ἐκείνους μεταλαμβανομένης ὑγρότητος.

XV
Ἐπεὶ δ᾽ ἱκανῶς ἠδολεσχήσαμεν οὐχ ἑκόντες, ἀλλ᾽, ὡς ἡ παροιμία φησί, μαινομένοις ἀναγ κασθέντες συμμανῆναι, πάλιν ἐπὶ τὴν τῶν οὔρων ἐπανέλθωμεν διάκρισιν, ἐν ᾗ τῶν μὲν Ἀσκληπιάδου λήρων ἐπιλαθώμεθα, μετὰ δὲ τῶν πεπεισμένων διηθεῖσθαι τὰ οὖρα διὰ τῶν νεφρῶν, τίς ὁ τρόπος τῆς ἐνεργείας ἐστίν, ἐπισκεψώμεθα‧ πάντως γὰρ ἢ ἐξ αὑτῶν ἐπὶ τοὺς νεφροὺς φέρεται τὰ οὖρα τοῦτο βέλτιον εἶναι νομίζοντα, καθάπερ ἡμεῖς, ὁπόταν εἰς τὴν ἀγορὰν ἀπίωμεν‧ ἤ, εἰ τοῦτ᾽ ἀδύνατον, ἕτερόν τι χρὴ τῆς φορᾶς αὐτῶν ἐξευρεῖν αἴτιον. τί δὴ τοῦτ᾽ ἔστιν; εἰ γὰρ μὴ τοῖς νεφροῖς δώσομέν τινα δύναμιν ἑλκτικὴν τῆς τοιαύτης ποιότητος, ὡς Ἱπποκράτης ἐνόμιζεν, οὐδὲν ἕτερον ἐξευρήσομεν. ὅτι μὲν γὰρ ἤτοι τούτους ἕλκειν αὐτὸ προσῆκεν ἢ τὰς φλέβας πέμπειν, εἴπερ γε μὴ ἐξ ἑαυτοῦ φέρεται, παντί που δῆλον. ἀλλ᾽ εἰ μὲν αἱ φλέβες περιστελλόμεναι προωθοῖεν, οὐκ ἐκεῖνο μόνον, ἀλλὰ σὺν αὐτῷ καὶ τὸ πᾶν αἷμα τὸ περιεχόμενον ἐν ἑαυταῖς εἰς τοὺς νεφροὺς ἐκθλίψουσιν‧ εἰ δὲ τοῦτ᾽ ἀδύνατον, ὡς δείξομεν, λείπεται τοὺς νεφροὺς ἕλκειν.

[p. 90] Πῶς οὖν ἀδύνατον τοῦτο; τῶν νεφρῶν ἡ θέσις ἀντιβαίνει. οὐ γὰρ δὴ οὕτω γ᾽ ὑπόκεινται τῇ κοίλῃ φλεβὶ καθάπερ τοῖς ἐξ ἐγκεφάλου περιττώμασιν ἔν τε τῇ Ρ῾ινὶ καὶ κατὰ τὴν ὑπερῴαν οἱ τοῖς ἠθμοῖς ὅμοιοι πόροι, ἀλλ᾽ ἑκατέρωθεν αὐτῇ παράκεινται. καὶ μήν, εἴπερ ὁμοίως τοῖς ἠθμοῖς ὅσον ἂν ᾖ λεπτότερον καὶ τελέως ὀρρῶδες, τοῦτο μὲν ἑτοίμως διαπέμπουσι, τὸ δὲ παχύτερον ἀποστέγουσιν, ἅπαν ἐπ᾽ αὐτοὺς ἰέναι χρὴ τὸ αἷμα τὸ περιεχόμενον ἐν τῇ κοίλῃ φλεβί, καθάπερ εἰς τοὺς τρυγητοὺς ὁ πᾶς οἶνος ἐμβάλλεται. καὶ μέν γε καὶ τὸ τοῦ γάλακτος τοῦ τυρουμένου παράδειγμα σαφῶς ἄν, ὃ βούλομαι λέγειν, ἐνδείξαιτο. καὶ γὰρ καὶ τοῦτο πᾶν ἐμβληθὲν εἰς τοὺς ταλάρους οὐ πᾶν διηθεῖται, ἀλλ᾽ ὅσον μὲν ἂν ᾖ λεπτότερον τῆς εὐρύτητος τῶν πλοκάμων, εἰς τὸ κάταντες φέρεται καὶ τοῦτο μὲν ὀρρὸς ἐπονομάζεται‧ τὸ λοιπὸν δὲ τὸ παχὺ τὸ μέλλον ἔσεσθαι τυρός, ὡς ἂν οὐ παραδεχομένων αὐτὸ τῶν ἐν τοῖς ταλάροις πόρων, οὐ διεκπίπτει κάτω. καὶ τοίνυν, εἴπερ οὕτω μέλλει διηθεῖσθαι τῶν νεφρῶν ὁ τοῦ αἵματος ὀρρός, ἅπαν ἐπ᾽ αὐτοὺς ἥκειν χρὴ τὸ αἷμα καὶ μὴ τὸ μὲν ναί, τὸ δ᾽ οὔ.

Πῶς οὖν ἔχει τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς;

Τὸ μὲν ἕτερον μέρος τῆς κοίλης ἄνω πρὸς τὴν καρδίαν ἀναφέρεται, τὸ λοιπὸν δ᾽ ἐπιβαίνει τῇ Ρ῾άχει καθ᾽ ὅλης αὐτῆς ἐκτεινόμενον ἄχρι τῶν σκελῶν, ὥστε τὸ μὲν ἕτερον οὐδ᾽ ἐγγὺς ἀφικνεῖται [p. 92] τῶν νεφρῶν, τὸ λοιπὸν δὲ πλησιάζει μέν, οὐ μὴν εἰς αὐτούς γε καταφύεται. ἐχρῆν δ᾽, εἴπερ ἔμελλεν ὡς δι᾽ ἠθμῶν αὐτῶν καθαρθήσεσθαι τὸ αἷμα, πᾶν ἐμπίπτειν εἰς αὐτοὺς κἄπειτα κάτω μὲν φέρεσθαι τὸ λεπτόν, ἴσχεσθαι δ᾽ ἄνω τὸ παχύ. νυνὶ δ᾽ οὐχ οὕτως ἔχει‧ πλάγιοι γὰρ ἑκατέρωθεν τῆς κοίλης φλεβὸς οἱ νεφροὶ κεῖνται. οὔκουν ὡς ἠθμοὶ διηθοῦσι, πεμπούσης μὲν ἐκείνης, αὐτοὶ δ᾽ οὐδεμίαν εἰσφερόμενοι δύναμιν, ἀλλ᾽ ἕλκουσι δηλονότι‧ τοῦτο γὰρ ἔτι λείπεται.

Πῶς οὖν ἕλκουσιν; εἰ μέν, ὡς Ἐπίκουρος οἴεται τὰς ὁλκὰς ἁπάσας γίγνεσθαι κατὰ τὰς τῶν ἀτόμων ἀποπάλσεις τε καὶ περιπλοκάς, ἄμεινον ἦν ὄντως εἰπεῖν αὐτοὺς μηδ᾽ ἕλκειν ὅλως‧ πολὺ γὰρ ἂν οὕτω γε τῶν ἐπὶ τῆς ἡρακλείας λίθου μικρῷ πρόσθεν εἰρημένων ὁ λόγος ἐξεταζόμενος εὑρεθείη γελοιότερος‧ ἀλλ᾽ ὡς Ἱπποκράτης ἠβούλετο. λεχθήσεται δὲ σαφέστερον ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ γὰρ οὐ τοῦτο πρόκειται διδάσκειν, ἀλλ᾽ ὡς οὔτ᾽ ἄλλο τι δυνατὸν εἰπεῖν αἴτιον εἶναι τῆς τῶν οὔρων διακρίσεως πλὴν τῆς ὁλκῆς τῶν νεφρῶν οὔθ᾽ οὕτω γίγνεσθαι τὴν ὁλκήν, ὡς οἱ μἠδεμίαν οἰκείαν διδόντες τῇ φύσει δύναμιν οἴονται γίγνεσθαι.

Τούτου γὰρ ὁμολογηθέντος, ὡς ἔστιν ὅλως τις ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις δύναμις ἑλκτική, ληρώδης νομίζοιτ᾽ ἂν ὁ περὶ ἀναδόσεως τροφῆς ἄλλο τι λέγειν ἐπιχειρῶν.

XVI
Ἐρασίστρατος δ᾽ οὐκ οἶδ᾽ ὅπως ἑτέραις μέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ μακρῶν, ὑπερέβη δὲ τελέως τὴν Ἱπποκράτους, οὐδ᾽ ἄχρι τοῦ μνημονεῦσαι μόνον αὐτῆς, ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας. ἐν ἐκείνοις μὲν γὰρ ἄχρι τοσούτου φαίνεται μνημονεύων, ὡς τοὔνομ᾽ εἰπεῖν τῆς ὁλκῆς μόνον ὧδέ πως γράφων‧

"Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι"‧ περὶ δὲ τῆς ἀναδόσεως τὸν λόγον ποιούμενος οὐδ᾽ ἄχρι συλλαβῆς μιᾶς ἐμνημόνευσε τῆς Ἱπποκρατείου δόξης. καίτοι γ᾽ ἐπήρκεσεν ἂν ἡμῖν, εἰ καὶ τοῦτ᾽ ἔγραψε μόνον, ὡς Ἱπποκράτης εἰπὼν "Σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν" ψεύδεται‧ οὔτε γὰρ ἐκ τῆς κοιλίας οὔτ᾽ ἔξωθεν ἕλκειν δύνανται. εἰ δὲ καὶ ὅτι μήτρας αἰτιώμενος ἄρρωστον αὐχένα κακῶς εἶπεν "Οὐ γὰρ δύναται αὐτέης ὁ στόμαχος εἰρύσαι τὴν γονήν," ἢ εἰ καί τι τοιοῦτον ἄλλο γράφειν ὁ Ἐρασίστρατος ἠξίωσε, τότ᾽ ἂν καὶ ἡμεῖς πρὸς αὐτὸν ἀπολογούμενοι εἴπομεν‧

Ω῏ γενναῖε, μὴ Ρ῾ητορικῶς ἡμῶν κατάτρεχε χωρὶς ἀποδείξεως, ἀλλ᾽ εἰπέ τινα κατηγορίαν τοῦ δόγματος, ἵν᾽ ἢ πεισθῶμέν σοι ὡς καλῶς ἐξέλεγχοντι τὸν παλαιὸν λόγον ἢ μεταπείσωμεν [p. 96] ὡς ἀγνοοῦντα. καίτοι τί λέγω Ρ῾ητορικῶς; μὴ γάρ, ἐπειδή τινες τῶν Ρ῾ητόρων, ἃ μάλιστ᾽ ἀδυνατοῦσι διαλύεσθαι, ταῦτα διαγελάσαντες οὐδ᾽ ἐπιχειροῦσιν ἀντιλέγειν, ἤδη που τοῦτο καὶ ἡμεῖς ἡγώμεθ᾽ εἶναι τὸ Ρ῾ητορικῶς‧ τὸ γὰρ διὰ λόγου πιθανοῦ ἐστι τὸ Ρ῾ητορικῶς, τὸ δ᾽ ἄνευ λόγου βωμολοχικόν, οὐ Ρ῾ητορικόν. οὔκουν οὔτε Ρ῾ητορικῶς οὔτε διαλεκτικῶς ἀντεῖπεν ὁ Ἐρασίστρατος ἐν τῷ περὶ τῆς καταπόσεως λόγῳ. τί γάρ φησιν; "Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι." πάλιν οὖν αὐτῷ παρ᾽ ἡμῶν ἀντιμαρτυρῶν ὁ αὐτὸς λόγος ἀντιπαραβαλλέσθω‧ περιστολὴ μὲν οὖν τοῦ στομάχου οὐδεμία φαίνεται εἶναι. καὶ πῶς οὐ φαίνεται; τάχ᾽ ἂν ἴσως εἴποι τις τῶν ἀπ᾽ αὐτοῦ‧ τὸ γὰρ ἀεὶ τῶν ἄνωθεν αὐτοῦ μερῶν συστελλομένων διαστέλλεσθαι τὰ κάτω πῶς οὐκ ἔστι τῆς περιστολῆς ἐνδεικτικόν; αὖθις οὖν ἡμεῖς, καὶ πῶς οὐ φαίνεται, φήσομεν, ἡ τῆς κοιλίας ὁλκή; τὸ γὰρ ἀεὶ τῶν κάτωθεν μερῶν τοῦ στομάχου διαστελλομένων συστέλλεσθαι τὰ ἄνω πῶς οὐκ ἔστι τῆς ὁλκῆς ἐνδεικτικόν; εἰ δὲ σωφρονήσειέ ποτε καὶ γνοίη τὸ φαινόμενον τοῦτο μηδὲν μᾶλλον τῆς ἑτέρας τῶν δοξῶν ὑπάρχειν ἐνδεικτικὸν ἀλλ᾽ ἀμφοτέρων εἶναι κοινόν, οὕτως ἂν ἤδη δείξαιμεν αὐτῷ τὴν ὀρθὴν ὁδὸν τῆς τοῦ ἀληθοῦς εὑρέσεως.

Ἀλλὰ περὶ μὲν τῆς κοιλίας αὖθις. ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἅπαξ γε τῆς ἑλκτικῆς δυνάμεως [p. 98] ἐπὶ τῶν νεφρῶν ὡμολογημένης, ἣν καίτοι πάνυ σαφῶς ἀληθῆ γιγνώσκων ὑπάρχειν ὁ Ἐρασίστρατος οὔτ᾽ ἐμνημόνευσεν οὔτ᾽ ἀντεῖπεν οὔθ᾽ ὅλως ἀπεφήνατο, τίν᾽ ἔχει δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως.

Ἢ διὰ τί προειπὼν εὐθὺς κατ᾽ ἀρχὰς τῶν καθ᾽ ὅλου λόγων, ὡς ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν ἐρεῖ, πρῶτον τίνες τ᾽ εἰσὶ καὶ πῶς γίγνονται καὶ διὰ τίνων τόπων, ἐπὶ τῆς τῶν οὔρων διακρίσεως, ὅτι μὲν διὰ νεφρῶν, ἀπεφήνατο, τὸ δ᾽ ὅπως γίγνεται παρέλιπε; μάτην οὖν ἡμᾶς καὶ περὶ τῆς πέψεως ἐδίδαξεν, ὅπως γίγνεται, καὶ περὶ τῆς τοῦ χολώδους περιττώματος διακρίσεως κατατρίβει. ἤρκει γὰρ εἰπεῖν κἀνταῦθα τὰ μόρια, δι᾽ ὧν γίγνεται, τὸ δ᾽ ὅπως παραλιπεῖν. ἀλλὰ περὶ μὲν ἐκείνων εἶχε λέγειν, οὐ μόνον δι᾽ ὧν ὀργάνων ἀλλὰ καὶ καθ᾽ ὅντινα γίγνεται τρόπον, ὥσπερ οἶμαι καὶ περὶ τῆς ἀναδόσεως‧ οὐ γὰρ ἤρκεσεν εἰπεῖν αὐτῷ μόνον, ὅτι διὰ φλεβῶν, ἀλλὰ καὶ πῶς ἐπεξῆλθεν, ὅτι τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ‧ περὶ δὲ τῶν οὔρων τῆς διακρίσεως, ὅτι μὲν διὰ νεφρῶν γίγνεται, γράφει, τὸ δ᾽ ὅπως οὐκέτι προστίθησιν. οὐδὲ γὰρ οἶμαι τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ ἦν εἰπεῖν‧ οὕτω γὰρ ἂν οὐδεὶς ὑπ᾽ ἰσχουρίας ἀπέθανεν οὐδέποτε μὴ δυναμένου πλείονος ἐπιρρυῆναί [p. 100] ποτε παρὰ τὸ κενούμενον‧ ἄλλης γὰρ αἰτίας μηδεμιᾶς προστεθείσης, ἀλλὰ μόνης τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ποδηγούσης τὸ συνεχές, οὐκ ἐγχωρεῖ πλέον ἐπιρρυῆναί ποτε τοῦ κενουμένου. ἀλλ᾽ οὐδ᾽ ἄλλην τινὰ προσθεῖναι πιθανὴν αἰτίαν εἶχεν, ὡς ἐπὶ τῆς ἀναδόσεως τὴν ἔκθλιψιν τῆς γαστρός. ἀλλ᾽ αὕτη γ᾽ ἐπὶ τοῦ κατὰ τὴν κοίλην αἵματος ἀπωλώλει τελέως, οὐ τῷ μήκει μόνον τῆς ἀποστάσεως ἐκλυθεῖσα, ἀλλὰ καὶ τῷ τὴν καρδίαν ὑπερκειμένην ἐξαρπάζειν αὐτῆς σφοδρῶς καθ᾽ ἑκάστην διαστολὴν οὐκ ὀλίγον αἷμα.

Μόνη δή τις ἔτι καὶ πάντων ἔρημος ἀπελείπετο τῶν σοφισμάτων ἐν τοῖς κάτω τῆς κοίης ἡ πρὸς τὸ κενούμενον ἀκολουθία, διά τε τοὺς ἐπὶ ταῖς ἰσχουρίαις ἀποθνήσκοντας ἀπολωλεκυῖα τὴν πιθανότητα καὶ διὰ τὴν τῶν νεφρῶν θέσιν οὐδὲν ἧττον. εἰ μὲν γὰρ ἅπαν ἐπ᾽ αὐτοὺς ἐφέρετο τὸ αἷμα, δεόντως ἄν τις ἅπαν ἔφασκεν αὐτὸ καθαίρεσθαι. νυνὶ δέ, οὐ γὰρ ὅλον ἀλλὰ τοσοῦτον αὐτοῦ μέρος, ὅσον αἱ μέχρι νεφρῶν δέχονται φλέβες, ἐπ᾽ αὐτοὺς ἔρχεται, μόνον ἐκεῖνο καθαρθήσεται. καὶ τὸ μὲν ὀρρῶδες αὐτοῦ καὶ λεπτὸν οἷον δι᾽ ἠθμῶν τινων τῶν νεφρῶν διαδύσεται‧ τὸ δ᾽ αἱματῶδές τε καὶ παχὺ κατὰ τὰς φλέβας ὑπομένον ἐμποδὼν στήσεται τῷ κατόπιν ἐπιρρέοντι. παλινδρομεῖν οὖν αὐτὸ πρότερον ἐπὶ τὴν κοίλην ἀναγκαῖον καὶ κενὰς οὕτως ἐργάζεσθαι τὰς ἐπὶ τοὺς νεφροὺς ἰούσας φλέβας, αἳ δεύτερον οὐκέτι [p. 102] παρακομιοῦσιν ἐπ᾽ αὐτοὺς ἀκάθαρτον αἷμα‧ κατειληφότος γὰρ αὐτὰς τοῦ προτέρου πάροδος οὐδεμία λέλειπται. τίς οὖν ἡμῖν ἡ δύναμις ἀπάξει πάλιν ὀπίσω τῶν νεφρῶν τὸ καθαρὸν αἷμα; τίς δὲ τοῦτο μὲν διαδεξαμένη κελεύσει πάλιν πρὸς τὸ κάτω μέρος ἰέναι τῆς κοίλης, ἑτέρῳ δ᾽ ἄνωθεν ἐπιφερομένῳ προστάξει, πρὶν ἐπὶ τοὺς νεφροὺς ἀπελθεῖν, μὴ φέρεσθαι κάτω;

Ταῦτ᾽ οὖν ἅπαντα συνιδὼν ὁ Ἐρασίστρατος ἀποριῶν μεστὰ καὶ μίαν μόνην δόξαν εὔπορον εὑρὼν ἐν ἅπασι τὴν τῆς ὁλκῆς, οὔτ᾽ ἀπορεῖσθαι βουλόμενος οὔτε τὴν Ἱπποκράτους ἐθέλων λέγειν ἄμεινον ὑπέλαβε σιωπητέον εἶναι περὶ τοῦ τρόπου τῆς διακρίσεως.

Ἀλλ᾽ εἰ κἀκεῖνος ἐσίγησεν, ἡμεῖς οὐ σιωπήσομεν‧ ἴσμεν γάρ, ὡς οὐκ ἐνδέχεται παρελθόντα τὴν Ἱπποκράτειον δόξαν, εἶθ᾽ ἕτερόν τι περὶ νεφρῶν ἐνεργείας εἰπόντα μὴ οὐ καταγέλαστον εἶναι παντάπασι. διὰ τοῦτ᾽ Ἐρασίστρατος μὲν ἐσιώπησεν, Ἀσκληπιάδης δ᾽ ἐψεύσατο παραπλησίως οἰκέταις λάλοις μὲν τὰ πρόσθεν τοῦ βίου καὶ πολλὰ πολλάκις ἐγκλήματα διαλυσαμένοις ὑπὸ περιττῆς πανουργίας, ἐπ᾽ αὐτοφώρῳ δέ ποτε κατειλημμένοις, εἶτ᾽ οὐδὲν ἐξευρίσκουσι σόφισμα κἄπειτ᾽ ἐνταῦθα τοῦ μὲν αἰδημονεστέρου σιωπῶντος, οἷον ἀποπληξίᾳ τινὶ κατειλημμένου, τοῦ δ᾽ ἀναισχυντοτέρου κρύπτοντος μὲν ἔθ᾽ ὑπὸ μάλης τὸ ζητούμενον, ἐξομνυμένου δὲ καὶ μηδ᾽ ἑωρακέναι πώποτε φάσκοντος. οὕτω γάρ τοι καὶ ὁ Ἀσκλη πιάδης ἐπιλειπόντων αὐτὸν τῶν τῆς πανουργίας σοφισμάτων καὶ μήτε τῆς πρὸς τὸ λεπτομερὲς [p. 104] φορᾶς ἐχούσης ἔτι χώραν ἐνταυθοῖ ληρεῖσθαι μήθ᾽ ὡς ὑπὸ τῶν νεφρῶν γεννᾶται τουτὶ τὸ περίττωμα, καθάπερ ὑπὸ τῶν ἐν ἥπατι πόρων ἡ χολή, δυνατὸν ὂν εἰπόντα μὴ οὐ μέγιστον ὀφλεῖν γέλωτα, ἐξόμνυταί τε καὶ ψεύδεται φανερῶς, οὐ διήκειν λέγων ἐπὶ τοὺς νεφροὺς τὸ οὖρον ἀλλ᾽ ἀτμοειδῶς εὐθὺς ἐκ τῶν κατὰ τὴν κοίλην μερῶν εἰς τὴν κύστιν ἀθροίζεσθαι.

Οὗτοι μὲν οὖν τοῖς ἐπ᾽ αὐτοφώρῳ κατειλημμένοις οἰκέταις ὁμοίως ἐκπλαγέντες ὁ μὲν ἐσιώπησεν, ὁ δ᾽ ἀναισχύντως ψεύδεται.

XVII
Τῶν δὲ νεωτέρων ὅσοι τοῖς τούτων ὀνόμασιν ἑαυτοὺς ἐσέμνυναν Ἐρασιστρατείους τε καὶ Ἀσκληπιαδείους ἐπονομάσαντες, ὁμοίως τοῖς ὑπὸ τοῦ βελτίστου Μενάνδρου κατὰ τὰς κωμῳδίας εἰσαγομένοις οἰκέταις, Δάοις τέ τισι καὶ Γέταις, οὐδὲν ἡγουμένοις σφίσι πεπρᾶχθαι γενναῖον, εἰ μὴ τρὶς ἐξαπατήσειαν τὸν δεσπότην, οὕτω καὶ αὐτοὶ κατὰ πολλὴν σχολὴν ἀναίσχυντα σοφίσματα συνέθεσαν, οἱ μέν, ἵνα μηδ᾽ ὅλως ἐξελεγχθείη ποτ᾽ Ἀσκληπιάδης ψευδόμενος, οἱ δ᾽, ἵνα κακῶς εἴπωσιν, ἃ καλῶς ἐσιώπησεν Ἐρασίστρατος.

Ἀλλὰ τῶν μὲν Ἀσκληπιαδείων ἅλις. οἱ δ᾽ Ἐρασιστράτειοι λέγειν ἐπιχειροῦντες, ὅπως οἱ νεφροὶ διηθοῦσι τὸ οὖρον, ἅπαντα δρῶσί τε καὶ [p. 106] πάσχουσι καὶ παντοῖοι γίγνονται πιθανὸν ἐξευρεῖν τι ζητοῦντες αἴτιον ὁλκῆς μὴ δεόμενον.

Οἱ μὲν δὴ πλησίον Ἐρασιστράτου τοῖς χρόνοις γενόμενοι τὰ μὲν ἄνω τῶν νεφρῶν μόρια καθαρὸν αἷμα λαμβάνειν φασί, τῷ δὲ βάρος ἔχειν τὸ ὑδατῶδες περίττωμα βρίθειν τε καὶ ὑπορρεῖν κάτω‧ διηθούμενον δ᾽ ἐνταῦθα κατὰ τοὺς νεφροὺς αὐτοὺς χρηστὸν οὕτω γενόμενον ἅπασι τοῖς κάτω τῶν νεφρῶν ἐπιπέμπεσθαι τὸ αἷμα.

Καὶ μέχρι γέ τινος εὐδοκίμησεν ἥδε ἡ δόξα καὶ ἤκμασε καὶ ἀληθὴς ἐνομίσθη‧ χρόνῳ δ᾽ ὕστερον καὶ αὐτοῖς τοῖς Ἐρασιστρατείοις ὕποπτος ἐφάνη καὶ τελευτῶντες ἀπέστησαν αὐτῆς. αἰτεῖσθαι γὰρ ἐδόκουν δύο ταῦτα μήτε συγχωρούμενα πρός τινος ἀλλ᾽ οὐδ᾽ ἀποδειχθῆναι δυνάμενα, πρῶτον μὲν τὸ βάρος τῆς ὀρρώδους ὑγρότητος ἐν τῇ κοίλῃ φλεβὶ γεννώενον, ὥσπερ οὐκ ἐξ ἀρχῆς ὑπάρχον, ὁπότ᾽ ἐκ τῆς κοιλίας εἰς ἧπαρ ἀνεφέρετο. τί δὴ οὖν οὐκ εὐθὺς ἐν ἐκείνοις τοῖς χωρίοις ὑπέρρει κάτω; πῶς δ᾽ ἄν τῳ δόξειεν εὐλόγως εἰρῆσθαι συντελεῖν εἰς τὴν ἀνάδοσιν ἡ ὑδατώδης ὑγρότης, εἴπερ οὕτως ἐστὶ βαρεῖα;

Δεύτερον δ᾽ ἄτοπον, ὅτι κἂν κάτω συγχωρηθῇ φέρεσθαι πᾶσα καὶ μὴ κατ᾽ ἄλλο χωρίον ἢ τὴν κοίλην φλέβα, τίνα τρόπον εἰς τοὺς νεφροὺς ἐμπεσεῖται, χαλεπόν, μᾶλλον δ᾽ ἀδύνατον εἰπεῖν, μήτ᾽ ἐν τοῖς κάτω μέρεσι κειμένων αὐτῶν τῆς φλεβὸς ἀλλ᾽ ἐκ τῶν πλαγίων μήτ᾽ ἐμφυομένης εἰς αὐτοὺς τῆς κοίλης ἀλλ᾽ ἀπόφυσίν τινα μόνον [p. 108] εἰς ἑκάτερον πεμπούσης, ὥσπερ καὶ εἰς τἆλλα πάντα μόρια.

Τίς οὖν ἡ διαδεξαμένη ταύτην δόξα καταγνωσθεῖσαν; ἐμοὶ μὲν ἠλιθιωτέρα μακρῷ φαίνεται τῆς προτέρας. ἤκμασε δ᾽ οὖν καὶ αὕτη ποτέ. φασὶ γάρ, εἰ κατὰ τῆς γῆς ἐκχυθείη μεμιγμένον ἔλαιον ὕδατι, διάφορον ἑκάτερον ὁδὸν βαδιεῖσθαι καὶ Ρ῾υήσεσθαι τὸ μὲν τῇδε, τὸ δὲ τῇδε. θαυμαστὸν οὖν οὐδὲν εἶναί φασιν, εἰ τὸ μὲν ὑδατῶδες ὑγρὸν εἰς τοὺς νεφροὺς Ρ῾εῖ, τὸ δ᾽ αἷμα διὰ τῆς κοίλης φέρεται κάτω. κατέγνωσται οὖν ἤδη καὶ ἥδε ἡ δόξα. διὰ τί γὰρ ἀπὸ τῆς κοίλης μυρίων ἐκπεφυκυιῶν φλεβῶν αἷμα μὲν εἰς τὰς ἄλλας ἁπάσας, ἡ δ᾽ ὀρρώδης ὑγρότης εἰς τὰς ἐπὶ τοὺς νεφροὺς φερομένας ἐκτρέπεται; τοῦτ᾽ αὐτὸ τὸ ζητούμενον οὐκ εἰρήκασιν, ἀλλὰ τὸ γιγνόμενον εἰπόντες μόνον οἴονται τὴν αἰτίαν ἀποδεδωκέναι.

Πάλιν οὖν, τὸ τρίτον τῷ σωτῆρι, τὴν χειρίστην ἁπασῶν δόξαν ἐξευρημένην νῦν ὑπὸ Λύκου τοῦ Μακεδόνος, εὐδοκιμοῦσαν δὲ διὰ τὸ καινὸν ἤδη λέγωμεν. ἀπεφήνατο γὰρ δὴ ὁ Λύκος οὗτος, ὥσπερ ἐξ ἀδύτου τινὸς χρησμὸν ἀποφθεγγόμενος, περίττωμα τῆς τῶν νεφρῶν θρέψεως εἶναι τὸ οὖρον. ὅτι μὲν οὖν αὐτὸ τὸ πινόμενον ἅπαν οὖρον γίγνεται, πλὴν εἴ τι μετὰ τῶν διαχωρημάτων ὑπῆλθεν ἢ εἰς ἱδρῶτας ἀπεχώρησεν ἢ εἰς τὴν ἄδηλον διαπνοήν, ἐναργῶς ἐνδείκνυται τὸ πλῆθος τῶν καθ᾽ ἑκάστην ἡμέραν οὐρουμένων. ἐν χειμῶνι δὲ μάλιστα μαθεῖν ἔστιν ἐπὶ τῶν ἀργούντων μέν, κωθωνιζομένων δέ, καὶ μάλιστ᾽ εἰ λεπτὸς ὁ οἶνος εἴη καὶ πόριμος. οὐροῦσι γὰρ [p. 110] οὗτοι διὰ ταχέων ὀλίγου δεῖν, ὅσονπερ καὶ πίνουσιν. ὅτι δὲ καὶ ὁ Ἐρασίστρατος οὕτως ἐγίγνωσκεν, οἱ τὸ πρῶτον ἀνεγνωκότες αὐτοῦ σύγγραμμα τῶν καθόλου λόγων ἐπίστανται. ὥσθ᾽ ὁ Λύκος οὔτ᾽ ἀληθῆ φαίνεται λέγων οὔτ᾽ Ἐρασιστράτεια, δῆλον δ᾽ ὡς οὐδ᾽ Ἀσκληπιάδεια, πολὺ δὲ μᾶλλον οὐδ᾽ Ἱπποκράτεια. λευκῷ τοίνυν κατὰ τὴν παροιμίαν ἔοικε κόρακι μήτ᾽ αὐτοῖς τοῖς κόραξιν ἀναμιχθῆναι δυναμένῳ διὰ τὴν χρόαν μήτε ταῖς περιστεραῖς διὰ τὸ μέγεθος, ἀλλ᾽ οὔτι που τούτου γ᾽ ἕνεκα παροπτέος‧ ἴσως γάρ τι λέγει θαυμαστόν, ὃ μηδεὶς τῶν ἔμπροσθεν ἔγνω.

Τὸ μὲν οὖν ἅπαντα τὰ τρεφόμενα μόρια ποιεῖν τι περίττωμα συγχωρούμενον, τὸ δὲ τοὺς νεφροὺς μόνους, οὕτω σμικρὰ σώματα, χόας ὅλους τέτταρας ἢ καὶ πλείους ἴσχειν ἐνίοτε περιττώματος οὔθ᾽ ὁμολογούμενον οὔτε λόγον ἔχον‧ τὸ γὰρ ἑκάστου τῶν μειζόνων σπλάγχνων περίττωμα πλεῖον ἀναγκαῖον ὑπάρχειν. οἷον αὐτίκα τὸ τοῦ πνεύμονος, εἴπερ ἀνάλογον τῷ μεγέθει τοῦ σπλάγχνου γίγνοιτο, πολλαπλάσιον ἔσται δήπου τοῦ κατὰ τοὺς νεφρούς, ὥσθ᾽ ὅλος μὲν ὁ θώραξ ἐμπλησθήσεται, πνιγήσεται δ᾽ αὐτίκα τὸ ζῷον. ἀλλ᾽ εἰ ἴσον φήσει τις γίγνεσθαι τὸ καθ᾽ ἕκαστον τῶν ἄλλων μορίων περίττωμα, διὰ ποίων κύστεων ἐκκρίνεται; εἰ γὰρ οἱ νεφροὶ τοῖς κωθωνιζομένοις τρεῖς ἢ τέτταρας ἐνίοτε χόας ποιοῦσι περιττώματος, ἑκάστου τῶν ἄλλων σπλάγχνων πολλῷ πλείους ἔσονται καὶ πίθου τινὸς οὕτω μεγίστου δεήσει τοῦ δεξομένου τὰ πάντων περιττώματα. [p. 112] καίτοι πολλάκις, ὅσον ἔπιέ τις, ὀλίγου δεῖν οὔρησεν ἅπαν, ὡς ἂν ἐπὶ τοὺς νεφροὺς φερομένου τοῦ πόματος ἅπαντος.

Ἔοικεν οὖν ὁ τὸ τρίτον ἐξαπατῶν οὗτος οὐδὲν ἀνύειν ἀλλ᾽ εὐθὺς γεγονέναι κατάφωρος καὶ μένειν ἔτι τὸ ἐξ ἀρχῆς ἄπορον Ἐρασιστράτῳ τε καὶ τοῖς ἄλλοις ἅπασι πλὴν Ἱπποκράτους. διατρίβω δ᾽ ἑκὼν ἐν τῷ τόπῳ σαφῶς εἰδώς, ὅτι μηδὲν εἰπεῖν ἔχει μηδεὶς ἄλλος περὶ τῆς τῶν νεφρῶν ἐνεργείας, ἀλλ᾽ ἀναγκαῖον ἢ τῶν μαγείρων ἀμαθεστέρους φαίνεσθαι μηδ᾽ ὅτι διηθεῖται δι᾽ αὐτῶν τὸ οὖρον ὁμολογοῦντας ἢ τοῦτο συγχωρήσαντας μηδὲν ἔτ᾽ ἔχειν εἰπεῖν ἕτερον αἴτιον τῆς διακρίσεως πλὴν τῆς ὁλκῆς.

Ἀλλ᾽ εἰ μὴ τῶν οὔρων ἡ φορὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ γίγνεται, δῆλον, ὡς οὐδ᾽ ἡ τοῦ αἵματος οὐδ᾽ ἡ τῆς χολῆς ἢ εἴπερ ἐκείνων καὶ τούτου‧ πάντα γὰρ ὡσαύτως ἀναγκαῖον ἐπιτελεῖσθαι καὶ κατ᾽ αὐτὸν τὸν Ἐρασίστρατον.

Εἰρήσεται δ᾽ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τῷ μετὰ ταῦτα γράμματι.


Β

[p. 74] Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν οὐκ Ἐρασιστράτῳ μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσοι μέλλουσι περὶ διακρίσεως οὔρων ἐρεῖν τι χρηστόν, ὁμολογῆσαι δύναμίν τιν᾽ ὑπάρχειν τοῖς νεφροῖς ἕλκουσαν εἰς ἑαυτοὺς ποιότητα τοιαύτην, οἵα ἐν τοῖς οὔροις ἐστί, διὰ τοῦ πρόσθεν ἐπιδέδεικται γράμματος, ἀναμιμνησκόντων ἅμ᾽ αὐτῷ καὶ τοῦθ᾽ ἡμῶν, ὡς οὐκ ἄλλως μὲν εἰς τὴν κύστιν φέρεται τὰ οὖρα διὰ τῶν νεφρῶν, ἄλλως δ᾽ εἰς ἅπαντα τοῦ ζῴου τὰ μόρια τὸ αἷμα, κατ᾽ ἄλλον δέ τινα τρόπον ἡ ξανθὴ χολὴ διακρίνεται. [p. 75] δειχθείσης γὰρ ἐναργῶς ἐφ᾽ ἑνὸς οὑτινοσοῦν ὀργάνου τῆς ἑλκτικῆς τε καὶ ἐπισπαστικῆς ὀνομαζομένης δυνάμεως οὐδὲν ἔτι χαλεπὸν ἐπὶ τὰ λοιπὰ μεταφέρειν αὐτήν: οὐ γὰρ δὴ τοῖς μὲν νεφροῖς ἡ φύσις ἔδωκέ τινα τοιαύτην δύναμιν, οὐχὶ δέ γε καὶ τοῖς τὸ χολῶδες ὑγρὸν ἕλκουσιν ἀγγείοις οὐδὲ τούτοις μέν, οὐκέτι δὲ καὶ τῶν ἄλλων μορίων ἑκάστῳ. καὶ μὴν εἰ τοῦτ᾽ ἀληθές ἐστι, θαυμάζειν χρὴ τοῦ Ἐρασιστράτου ψευδεῖς οὕτω λόγους ὑπὲρ ἀναδόσεως [p. 118] τροφῆς εἰπόντος, ὡς μηδ᾽ Ἀσκληπιάδην λαθεῖν. καίτοι γ᾽ οἴεται παντὸς μᾶλλον ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀπορρέοι τι, δυοῖν θάτερον ἢ κενὸς ἔσται τόπος ἀθρόως ἢ τὸ συνεχὲς ἐπιρρυήσεται τὴν βάσιν ἀναπληροῦν τοῦ κενουμένου. ἀλλ᾽ ὅ γ᾽ Ἀσκληπιάδης οὐ δυοῖν θάτερόν φησιν, ἀλλὰ τριῶν ἕν τι χρῆναι λέγειν ἐπὶ τοῖς κενουμένοις ἀγγείοις ἕπεσθαι ἢ κενὸν ἀθρόως τόπον ἢ τὸ συνεχὲς ἀκολουθήσειν ἢ συσταλήσεσθαι τὸ ἀγγεῖον. ἐπὶ μὲν γὰρ τῶν καλάμων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων ἀληθὲς εἰπεῖν, ὅτι κενουμένου τοῦ [p. 76] περιεχομένου κατὰ τὴν εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόως ἔσται τόπος ἢ ἀκολουθήσει τὸ συνεχές: ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτ᾽ ἐγχωρεῖ, δυναμένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν καὶ διὰ τοῦτο καταπίπτειν εἰς τὴν ἐντὸς εὐρυχωρίαν. οὕτω μὲν δὴ ψευδὴς ἡ περὶ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας οὐκ ἀπόδειξις μὰ Δι᾽ εἴποιμ᾽ ἂν ἀλλ᾽ ὑπόθεσις Ἐρασιστράτειος.

καθ᾽ ἕτερον δ᾽ αὖ τρόπον, εἰ καὶ ἀληθὴς εἴη, περιττή, τῆς μὲν κοιλίας ἐνθλίβειν ταῖς φλεψὶ δυναμένης, ὡς αὐτὸς ὑπέθετο, τῶν φλεβῶν δ᾽ αὖ περιστέλλεσθαι τῷ ἐνυπάρχοντι καὶ προωθεῖν αὐτό. τά τε γὰρ ἄλλα καὶ πλῆθος οὐκ ἂν ἐν τῷ σώματι γένοιτο, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ μόνῃ τῆς ἀναδόσεως ἐπιτελουμένης. εἰ μὲν οὖν ἡ τῆς γαστρὸς ἔνθλιψις ἐκλύεται προϊοῦσα καὶ [p. 120] μέχρι παντὸς ἀδυνατός ἐστιν ἐξικνεῖσθαι καὶ διὰ τοῦτ᾽ ἄλλης τινὸς δεῖ μηχανῆς εἰς τὴν πάντη φορὰν τοῦ αἵματος, ἀναγκαία μὲν ἡ πρὸς τὸ κενούμενον ἀκολουθία προσεξεύρηται: πλῆθος δ᾽ [p. 77] ἐν οὐδενὶ τῶν μεθ᾽ ἧπαρ ἔσται μορίων, ἤ, εἴπερ ἄρα, περὶ τὴν καρδίαν τε καὶ τὸν πνεύμονα. μόνη γὰρ αὕτη τῶν μεθ᾽ ἧπαρ εἰς τὴν δεξιὰν αὑτῆς κοιλίαν ἕλκει τὴν τροφήν, εἶτα διὰ τῆς φλεβὸς τῆς ἀρτηριώδους ἐκπέμπει τῷ πνεύμονι: τῶν γὰρ ἄλλων οὐδὲν οὐδ᾽ αὐτὸς ὁ Ἐρασίστρατος ἐκ καρδίας βούλεται τρέφεσθαι διὰ τὴν τῶν ὑμένων ἐπίφυσιν. εἰ δέ γ᾽, ἵνα πλῆθος γένηται, φυλάξομεν ἄχρι παντὸς τὴν Ρ῾ώμην τῆς κατὰ τὴν κοιλίαν ἐνθλίψεως, οὐδὲν ἔτι δεόμεθα τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας, μάλιστ᾽ εἰ καὶ τὴν τῶν φλεβῶν συνυποθοίμεθα περιστολήν, ὡς αὖ καὶ τοῦτ᾽ αὐτῷ πάλιν ἀρέσκει τῷ Ἐρασιστράτῳ.

Ἀναμνηστέον οὖν αὖθις αὐτόν, κἂν μὴ βούληται, τῶν νεφρῶν καὶ λεκτέον, ὡς ἔλεγχος οὗτοι φανερώτατος ἁπάντων τῶν ἀποχωρούντων τῆς ὁλκῆς: οὐδεὶς γὰρ οὐδὲν οὔτ᾽ εἶπε πιθανόν, ἀλλ᾽ οὐδ᾽ ἐξευρεῖν εἶχε κατ᾽ οὐδένα τρόπον, ὡς [p. 122] ἔμπροσθεν ἐδείκνυμεν, ἕτερον αἴτιον οὔρων διακρίσεως, ἀλλ᾽ ἀναγκαῖον ἢ μαίνεσθαι δοκεῖν, εἰ [p. 78] φήσαιμεν ἀτμοειδῶς εἰς τὴν κύστιν ἴέναι τὸ οὖρον ἢ ἀσχημονεῖν τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας μνημονεύοντας, ληρώδους μὲν οὔσης κἀπὶ τοῦ αἵματος, ἀδυνάτου δὲ καὶ ἠλιθίου παντάπασιν ἐπὶ τῶν οὔρων.

Ν̔ μὲν δὴ τοῦτο σφάλμα τῶν ἀποστάντων τῆς ὁλκῆς: ἕτερον δὲ τὸ περὶ τῆς κατὰ τὴν ξανθὴν χολὴν διακρίσεως. οὐδὲ γὰρ οὐδ᾽ ἐκεῖ παραρρέοντος τοῦ αἵματος τὰ στόματα τῶν χοληδόχων ἀγγείων ἀκριβῶς διακριθήσεται τὸ χολῶδες περίττωμα. καὶ μὴ διακρινέσθω, φασίν, ἀλλὰ συναναφερέσθω τῷ αἵματι πάντη τοῦ σώματος. ἀλλ᾽, ὦ σοφώτατοι, προνοητικὴν τοῦ ζῴου καὶ τεχνικὴν αὐτὸς ὁ Ἐρασίστρατος ὑπέθετο τὴν φυσιν. ἀλλὰ καὶ τὸ χολῶδες ὑγρὸν ἄχρηστον εἶναι πανταπάσι τοῖς ζῴοις ἔφασκεν. οὐ συμβαίνει δ᾽ ἀλλήλοις ἄμφω ταῦτα. πῶς γὰρ ἂν ἔτι προνοεῖσθαι τοῦ ζῴου δόξειεν ἐπιτρέπουσα συναναφέρεσθαι τῷ αἵματι μοχθηρὸν οὕτω χυμόν;

ἀλλὰ ταῦτα μὲν σμικρά: τὸ δὲ μέγιστον καὶ σαφέστατον πάλιν ἐνταῦθ᾽ ἁμάρτημα καὶ δὴ φράσω. εἴπερ γὰρ δι᾽ οὐδὲν ἄλλ᾽ ἢ ὅτι παχύτερον [p. 79] μέν ἐστι τὸ αἷμα, λεπτοτέρα δ᾽ ἡ ξανθὴ χολὴ καὶ τὰ μὲν τῶν φλεβῶν εὐρύτερα στόματα, τὰ [p. 124] δὲ τῶν χοληδόχων ἀγγείων στενότερα, διὰ τοῦθ᾽ ἡ μὲν χολὴ τοῖς στενοτέροις ἀγγείοις τε καὶ στόμασιν ἐναρμόττει, τὸ δ᾽ αἷμα τοῖς εὐρυτέροις, δῆλον, ὡς καὶ τὸ ὑδατῶδες τοῦτο καὶ ὀρρῶδες περίττωμα τοσούτῳ πρότερον εἰσρυήσεται τοῖς χοληδόχοις ἀγγείοις, ὅσῳ λεπτότερόν ἐστι τῆς χολῆς. πῶς οὖν οὐκ εἰσρεῖ; ὅτι παχύτερόν ἐστι νὴ Δία τὸ οὖρον τῆς χολῆς: τοῦτο γὰρ ἐτόλμησέ τις εἰπεῖν τῶν καθ᾽ ἡμᾶς Ἐρασιστρατείων ἀποστὰς δηλονότι τῶν αἰσθήσεων, αἷς ἐπίστευσεν ἐπί τε τῆς χολῆς καὶ τοῦ αἵματος. εἴτε γὰρ ὅτι μᾶλλον ἡ χολὴ τοῦ αἵματος Ρ῾εῖ, διὰ τοῦτο λεπτοτέραν αὐτὴν ἡμῖν ἐστι νομιστέον, εἴθ᾽ ὅτι δι᾽ ὀθόνης ἢ Ρ῾άκους ἤ τινος ἠθμοῦ Ρ῾ᾷον διεξέρχεται καὶ ταύτης τὸ ὀρρῶδες περίττωμα, κατὰ ταῦτα τὰ γνωρίσματα παχυτέρα τῆς ὑδατώδους ὑγρότητος καὶ αὕτη γενήσεται. πάλιν γὰρ οὐδ᾽ ἐνταῦθα λόγος οὐδείς ἐστιν, ὃς ἀποδείξει λεπτὸτέραν τὴν χολὴν τῶν ὀρρωδῶν περιττωμάτων.

ἀλλ᾽ ὅταν τις ἀναισχυντῇ περιπλέκων τε καὶ [p. 80] μήπω καταπεπτωκέναι συγχωρῶν, ὅμοιος ἔσται τοῖς ἰδιώταις τῶν παλαιστῶν, οἳ καταβληθέντες ὑπὸ τῶν παλαιστρικῶν καὶ κατὰ τῆς γῆς ὕπτιοι κείμενοι τοσούτου δέουσι τὸ πτῶμα γνωρίζειν, ὥστε καὶ κρατοῦσι τῶν αὐχένων αὐτοὺς τοὺς καταβαλόντας οὐκ ἐῶντες ἀπαλλάττεσθαι, κἀν τούτῳ νικᾶν ὑπολαμβάνουσι.

[p. 126]
λῆρος οὖν μακρὸς ἅπασα πόρων ὑπόθεσις εἰς φυσικὴν ἐνέργειαν. εἰ μὴ γὰρ δύναμίς τις σύμφυτος ἑκάστῳ τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς δοθείη, διαρκεῖν οὐ δυνήσεται τὰ ζῷα, μὴ ὅτι τοσοῦτον ἀριθμὸν ἐτῶν ἀλλ᾽ οὐδ᾽ ἡμερῶν ὀλιγίστων: ἀνεπιτρόπευτα γὰρ ἐάσαντες αὐτὰ καὶ τέχνης καὶ προνοίας ἔρημα μόναις ταῖς τῶν ὑλῶν οἰακιζόμενα Ρ῾οπαῖς, οὐδαμοῦ δυνάμεως οὐδεμιᾶς τῆς μὲν ἑλκούσης τὸ προσῆκον ἑαυτῇ, τῆς δ᾽ ἀπωθούσης τὸ ἀλλότριον, τῆς δ᾽ ἀλλοιούσης τε καὶ προσφυούσης τὸ θρέψον, οὐκ οἶδ᾽ ὅπως οὐκ ἂν εἴημεν καταγέλαστοι περί τε τῶν φυσικῶν ἐνεργειῶν διαλεγόμενοι καὶ πολὺ μᾶλλον ἔτι περὶ [p. 81] τῶν ψυχικῶν καὶ συμπάσης γε τῆς ζωῆς.

οὐδὲ γὰρ ζῆν οὐδὲ διαμένειν οὐδενὶ τῶν ζῴων οὐδ᾽ εἰς ἐλάχιστον χρόνον ἔσται δυνατόν, εἰ τοσαῦτα κεκτημένον ἐν ἑαυτῷ μόρια καὶ οὕτω διαφέροντα μήθ᾽ ἑλκτικῇ τῶν οἰκείων χρήσεται δυνάμει μήτ᾽ ἀποκριτικῇ τῶν ἀλλοτρίων μήτ᾽ ἀλλοιωτικῇ τῶν θρεψόντων. καὶ μὴν εἰ ταύτας ἔχοιμεν, οὐδὲν ἔτι πόρων μικρῶν ἢ μεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαμβανομένων εἰς οὔρου καὶ χολῆς διάκρισιν δεόμεθα καί τινος ἐπικαίρου θέσεως, ἐν ᾧ μόνῳ σωφρονεῖν ἔοικεν ὁ Ἐρασίστρατος ἅπαντα καλῶς τεθῆναί τε καὶ διαπλας θῆναι [p. 128] τὰ μόρια τοῦ σώματος ὑπὸ τῆς φύσεως οἰόμενος.

ἀλλ᾽ εἰ παρακολουθήσειεν ἑαυτῷ φύσιν ὀνομάζοντι τεχνικήν, εὐθὺς μὲν ἐξ ἀρχῆς ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν τοῦ ζῴου τὰ μόρια, μετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι δυνάμεσιν, ὧν ἄνευ ζῆν οὐκ ἠδύνατο, καὶ μετὰ ταῦτα κατὰ βραχὺ προσαυξήσασαν ἄχρι τοῦ πρέποντος μεγέθους, οὐκ οἶδα πῶς ὑπομένει [p. 82] πόρων σμικρότησιν ἢ μεγέθεσιν ἤ τισιν ἄλλαις οὕτω ληρώδεσιν ὑποθέσεσι φυσικὰς ἐνεργείας ἐπιτρέπειν. ἡ γὰρ διαπλάττουσα τὰ μόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου δι᾽ ὅλων αὐτῶν ἐκτέταται: καὶ γὰρ ὅλα δι᾽ ὅλων οὐκ ἔξωθεν μόνον αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. Πραξιτέλης μὲν γὰρ ἢ Φειδίας ἤ τις ἄλλος ἀγαλματοποιὸς ἔξωθεν μόνον ἐκόσμουν τὰς ὕλας, καθὰ καὶ ψαύειν αὐτῶν ἠδύναντο, τὸ βάθος δ᾽ ἀκόσμητον καὶ ἀργὸν καὶ ἄτεχνον καὶ ἀπρονόητον ἀπέλιπον, ὡς ἂν μὴ δυνάμενοι κατελθεῖν εἰς αὐτὸ καὶ καταδῦναι καὶ θιγεῖν ἁπάντων τῆς ὕλης τῶν μερῶν. ἡ φύσις δ᾽ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ὀστοῦ μέρος ἅπαν ὀστοῦν ἀποτελεῖ, τὸ δὲ σαρκὸς σάρκα, τὸ δὲ πιμελῆς πιμελὴν καὶ τῶν ἄλλων ἕκαστον: οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ μέρος οὐδ᾽ ἀνεξέργαστον οὐδ᾽ ἀκόσμητον. ἀλλὰ τὸν μὲν κηρὸν ὁ Φειδίας οὐκ ἠδύνατο ποιεῖν ἐλέφαντα καὶ χρυσόν, ἀλλ᾽ οὐδὲ τὸν χρυσὸν κηρόν: ἕκαστον γὰρ αὐτῶν μένον, οἷον ἦν ἐξ ἀρχῆς, ἔξωθεν μόνον ἠμφιεσμένον εἶδός τι [p. 130] [p. 83] καὶ σχῆμα τεχνικόν, ἄγαλμα τέλειον γέγονεν. ἡ φύσις δ᾽ οὐδεμιᾶς ἔτι φυλάττει τῶν ὑλῶν τὴν ἀρχαίαν ἰδέαν: αἷμα γὰρ ἂν ἦν οὕτως ἅπαντα τοῦ ζῴου τὰ μόρια, τὸ παρὰ τῆς κυούσης ἐπιρρέον τῷ σπέρματι, δίκην κηροῦ τινος ὕλη μία καὶ μονοειδὴς ὑποβεβλημένη τῷ τεχνίτῃ. γίγνεται δ᾽ ἐξ αὐτῆς οὐδὲν τῶν τοῦ ζῴου μορίων οὔτ᾽ ἐρυθρὸν οὕτως οὔθ᾽ ὑγρόν. ὀστοῦν γὰρ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον καὶ χόνδρος καὶ πιμελὴ καὶ ἀδὴν καὶ ὑμὴν καὶ μυελὸς ἄναιμα μέν, ἐξ αἵματος δὲ γέγονε.

τίνος ἀλλοιώσαντος καὶ τίνος πήξαντος καὶ τίνος διαπλάσαντος ἐδεόμην ἄν μοι τὸν Ἐρασίστρατον αὐτὸν ἀποκρίνασθαι. πάντως γὰρ ἂν εἶπεν ἤτοι τὴν φύσιν ἢ τὸ σπέρμα, ταὐτὸν μὲν λέγων καθ᾽ ἑκάτερον, διαφόροις δ᾽ ἐπινοίαις ἑρμηνεύων: ὃ γὰρ ἦν πρότερον σπέρμα, τοῦθ᾽, ὅταν ἄρξηται φύειν τε καὶ διαπλάττειν τὸ ζῷον, φύσις τις γίγνεται. καθάπερ γὰρ ὁ Φειδίας εἶχε μὲν τὰς δυνάμεις τῆς τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δ᾽ αὐταῖς περὶ τὴν ὕλην--ἅπασα γὰρ δύναμις ἀργεῖ ἀποροῦσα τῆς οἰκείας ὕλησ--, οὕτω [p. 84] καὶ τὸ σπέρμα τὰς μὲν δυνάμεις οἴκοθεν ἐκέκτητο, τὰς δ᾽ ἐνεργείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο.

καὶ μὴν εἰ πολλῷ μὲν ἐπικλύζοιτο τῷ αἵματι τὸ σπέρμα, διαφθείροιτ᾽ ἄν: εἰ δ᾽ ὅλως ἀποροίη [p. 132] παντάπασιν ἀργοῦν, οὐκ ἂν γένοιτο φύσις. ἵν᾽ οὖν μήτε φθείρηται καὶ γίγνηται φύσις ἀντὶ σπέρματος, ὀλίγον ἐπιρρεῖν ἀναγκαῖον αὐτῷ τοῦ αἵματος, μᾶλλον δ᾽ οὐκ ὀλίγον λέγειν χρή, ἀλλὰ σύμμετρον τῷ πλήθει τοῦ σπέρματος. τίς οὖν ὁ μετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵν᾽ ἐνδεέστερον μὴ ἴῃ; τίνα ζητήσομεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρματι τὸ σύμμετρον αἷμα; τί ἂν εἶπεν Ἐρασίστρατος, εἰ ζῶν ταῦτ᾽ ἠρωτήθη; τὸ σπέρμα αὐτὸ δηλονότι: τοῦτο γάρ ἐστιν ὁ τεχνίτης ὁ ἀναλογῶν τῷ Φειδίᾳ, τὸ δ᾽ αἷμα τῷ κηρῷ προσέοικεν.

οὔκουν πρέπει τὸν κηρὸν αὐτὸν ἑαυτῷ τὸ μέτρον ἐξευρίσκειν, ἀλλὰ τὸν Φειδίαν. ἕλξει δὴ τοσοῦτον αἵματος ὁ τεχνίτης εἰς ἑαυτόν, ὁπόσου [p. 85] δεῖται. ἀλλ᾽ ἐνταῦθα χρὴ προσέχειν ἤδη τὸν νοῦν καὶ σκοπεῖν, μή πως λάθωμεν τῷ σπέρματι λογισμόν τινα καὶ νοῦν χαρισάμενοι: οὕτω γὰρ ἂν οὔτε σπέρμα ποιήσαιμεν οὔτε φύσιν ἀλλ᾽ ἤδη ζῷον αὐτό. καὶ μὴν εἰ φυλάξομεν ἀμφότερα, τήν θ᾽ ὁλκὴν τοῦ συμμέτρου καὶ τὸ χωρὶς λογισμοῦ, δύναμίν τινα, καθάπερ ἡ λίθος ἑλκτικὴν εἶχε τοῦ σιδήρου, καὶ τῷ σπέρματι φήσομεν ὑπάρχειν αἵματος ἐπισπαστικήν. ἠναγκάσθημεν οὖν πάλιν κἀνταῦθα, καθάπερ ἤδη πολλάκις ἔμπροσθεν, ἑλκτικήν τινα δύναμιν ὁμολογῆσαι κατὰ τὸ σπέρμα.

[p. 134] τί δ᾽ ἦν τὸ σπέρμα; ἡ ἀρχὴ τοῦ ζῴου δηλονότι ἡ δραστική: ἡ γὰρ ὑλικὴ τὸ καταμήνιόν ἐστιν. εἶτ᾽ αὐτῆς τῆς ἀρχῆς πρώτῃ ταύτῃ τῇ δυνάμει χρωμένης, ἵνα γένηται τῶν ὑπ᾽ αὐτῆς τι δεδημιουργημένων, ἄμοιρον εἶναι τῆς οἰκείας δυνάμεως οὐκ νδέχεται. πῶς οὖν Ἐρασίστρατος αὐτὴν οὐκ οἶδεν, εἰ δὴ πρώτη μὲν αὕτη τοῦ σπέρματος ἐνέργ ια τὸ σύμμετρον αἵματος ἐπισπᾶσθαι πρὸς ἑαυτό; σύμμετρον δ᾽ ἂν εἴη τὸ λεπτὸν οὕτω καὶ ἀτμῶδες, ὥστ᾽ εὐθὺς εἰς πᾶν μόριον ἑλκόμενον τοῦ [p. 86] σπέρματος δροσοειδῶς μηδαμοῦ τὴν ἑαυτοῦ παρεμφαίνειν ἰδέαν. οὕτω γὰρ αὐτοῦ καὶ κρατήσει Ρ῾αδίως τὸ σπέρμα καὶ ταχέως ἐξομοιώσει καὶ τροφὴν ἑαυτῷ ποιήσεται κἄπειτ᾽ οἶμαι δεύτερον ἐπισπάσεται καὶ τρίτον, ὡς ὄγκον ἑαυτῷ καὶ πλῆθος ἀξιόλογον ἐργάσασθαι τραφέντι. καὶ μὴν ἤδη καὶ ἡ ἀλλοιωτικὴ δύναμις ἐξεύρηται μηδ᾽ αὐτὴ πρὸς Ἐρασιστράτου γεγραμμένη. τρίτη δ᾽ ἂν ἡ διαπλαστικὴ φανείη, καθ᾽ ἣν πρῶτον μὲν οἷον ἐπίπαγόν τινα λεπτὸν ὑμένα περιτίθησιν ἑαυτῷ τὸ σπέρμα, τὸν ὑφ᾽ Ἱπποκράτους ἐπὶ τῆς ἑκταίας γονῆς, ἣν ἐκπεσεῖν ἔλεγε τῆς μουσουργοῦ, τῷ τῶν ὠῶν εἰκασθέντα χιτῶνι: μετὰ δὲ τοῦτον ἤδη καὶ τἆλλ᾽, ὅσα πρὸς ἐκείνου λέγεται διὰ τοῦ περὶ φύσιος παιδίου συγγράμματος.

ἀλλ᾽ εἰ τῶν διαπλασθέντων ἕκαστον οὕτω μείνειε σμικρόν, ὡς ἐξ ἀρχῆς ἐγένετο, τί ἂν εἴη πλέον; αὐξάνεσθαι τοίνυν αὐτὰ χρή. πῶς οὖν [p. 136] αὐξηθήσεται; πάντη διατεινόμενα θ᾽ ἅμα καὶ τρεφόμενα. καί μοι τῶν ἔμπροσθεν εἰρημένων ἐπὶ τῆς κύστεως, ἣν οἱ παῖδες ἐμφυσῶντες [p. 87] ἔτριβον, ἀναμνησθεὶς μαθήσῃ μᾶλλον κἀκ τῶν νῦν Ρ῾ηθησομένων.

ἐννόησον γὰρ δὴ τὴν καρδίαν οὕτω μὲν μικρὰν εἶναι κατ᾽ ἀρχάς, ὡς κέγχρου μηδὲν διαφέρειν ἤ, εἰ βούλει, κυάμου, καὶ ζήτησον, ὅπως ἂν ἄλλως αὕτη γένοιτο μεγάλη χωρὶς τοῦ πάντη διατεινομένην τρέφεσθαι δι᾽ ὅλης ἑαυτῆς, ὡς ὀλίγῳ πρόσθεν ἐδείκνυτο τὸ σπέρμα τρεφόμενον. ἀλλ᾽ οὐδὲ τοῦτ᾽ Ἐρασίστρατος οἶδεν ὁ τὴν τέχνην τῆς φύσεως ὑμνῶν, ἀλλ᾽ οὕτως αὐξάνεσθαι τὰ ζῷα νομίζει καθάπερ τινὰ κρησέραν ἢ σειρὰν ἢ σάκκον ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκομένων ὁμοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν ἡ πρόσθεσις γίγνεται.

ἀλλὰ τοῦτό γ᾽ οὐκ αὔξησίς ἐστιν ἀλλὰ γένεσις, ὦ σοφώτατε: γίγνεται γὰρ ὁ θύλακος ἔτι καὶ ὁ σάκκος καὶ θοἰμάτιον καὶ ἡ οἰκία καὶ τὸ πλοῖον καὶ τῶν ἄλλων ἕκαστον, ὅταν μηδέπω τὸ προσῆκον εἶδος, οὗ χάριν ὑπὸ τοῦ τεχνίτου δημιουργεῖται, συμπεπληρωμένον ᾖ. πότ᾽ οὖν αὐξάνεται; ὅταν ἤδη τέλειος ὢν ὁ τάλαρος, ὡς ἔχειν πυθμένα τέ τινα καὶ στόμα καὶ οἷον γαστέρα καὶ τὰ τούτων μεταξύ, μείζων ἅπασι τούτοις γένηται. [p. 88] καὶ πῶς ἔσται τοῦτο; φήσει τις. πῶς δ᾽ ἄλλως ἢ εἰ ζῷον ἐξαίφνης ἢ φυτὸν ὁ τάλαρος ἡμῖν γένοιτο; μόνων γὰρ τῶν ζώντων ἡ αὔξησις. σὺ δ᾽ ἴσως οἴει τὴν οἰκίαν οἰκοδομουμένην αὐξάνεσθαι [p. 138] καὶ τὸν τάλαρον πλεκόμενον καὶ θοἰμάτιον ὑφαινόμενον. ἀλλ᾽ οὐχ ὧδ᾽ ἔχει: τοῦ μὲν γὰρ ἤδη συμπεπληρωμένου κατὰ τὸ εἶδος ἡ αὔξησις, τοῦ δ᾽ ἔτι γιγνομένου ἡ εἰς τὸ εἶδος ὁδὸς οὐκ αὔξησις ἀλλὰ γένεσις ὀνομάζεται: αὐξάνεται μὲν γὰρ τὸ ὄν, γίγνεται δὲ τὸ οὐκ ὄν.

καὶ ταῦτ᾽ Ἐρασίστρατος οὐκ οἶδεν, ὃν οὐδὲν λανθάνει, εἴπερ ὅλως ἀληθεύουσιν οἱ ἀπ᾽ αὐτοῦ φάσκοντες ὡμιληκέναι τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις αὐτόν. ἄχρι μὲν οὖν τοῦ τὴν φύσιν ὑμνεῖν ὡς τεχνικὴν κἀγὼ γνωρίζω τὰ τοῦ περιπάτου δόγματα, τῶν δ᾽ ἄλλων οὐδὲν οὐδ᾽ ἐγγύς. εἰ γάρ τις ὁμιλήσειε τοῖς Ἀριστοτέλους καὶ Θεοφράστου γράμμασι, τῆς Ἱπποκράτους ἂν αὐτὰ δόξειε φυσιολογίας ὑπομνήματα συγκεῖσθαι, [p. 89] τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα καὶ τούτων αὐτῶν δραστικώτατον μὲν τὸ θερμόν, δεύτερον δὲ τῇ δυνάμει τὸ ψυχρὸν Ἱπποκράτους ταῦτα σύμπαντα πρώτου, δευτέρου δ᾽ Ἀριστοτέλους εἰπόντος. τρέφεσθαι δὲ δι᾽ ὅλων αὑτῶν τὰ τρεφόμενα καὶ κεράννυσθαι δι᾽ ὅλων τὰ κεραννύμενα καὶ ἀλλοιοῦσθαι δι᾽ ὅλων τὰ ἀλλοιούμενα, καὶ ταῦθ᾽ Ἱπποκράτειά θ᾽ ἅμα καὶ Ἀριστοτέλεια. καὶ τὴν πέψιν ἀλλοίωσίν τιν᾽ [p. 140] ὑπάρχειν καὶ μεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα, τὴν δ᾽ ἐξαιμάτωσιν ἀλλοίωσιν εἶναι καὶ τὴν θρέψιν ὡσαύτως καὶ τὴν αὔξησιν ἐκ τῆς πάντη διατάσεως καὶ θρέψεως γίγνεσθαι, τὴν δ᾽ ἀλλοίωσιν ὑπὸ τοῦ θερμοῦ μάλιστα συντελεῖσθαι καὶ διὰ τοῦτο καὶ τὴν πέψιν καὶ τὴν θρέψιν καὶ τὴν τῶν χυμῶν ἁπάντων γένεσιν, ἤδη δὲ καὶ τοῖς περιττώμασι τὰς ποιότητας ὑπὸ τῆς ἐμφύτου θερμασίας ἐγγίγνεσθαι, ταῦτα σύμπαντα καὶ πρὸς τούτοις ἕτερα πολλὰ τά τε τῶν προειρημένων δυνάμεων καὶ [p. 90] τὰ τῶν νοσημάτων τῆς γενέσεως καὶ τὰ τῶν ἰαμάτων τῆς εὑρέσεως Ἱπποκράτης μὲν πρῶτος ἁπάντων ὧν ἴσμεν ὀρθῶς εἶπεν, Ἀριστοτέλης δὲ δεύτερος ὀρθῶς ἐξηγήσατο. καὶ μὴν εἰ ταῦτα σύμπαντα τοῖς ἐκ τοῦ περιπάτου δοκεῖ, καθάπερ οὖν δοκεῖ, μηδὲν δ᾽ αὐτῶν ἀρέσκει τῷ Ἐρασιστράτῳ, τί ποτε βούλεται τοῖς Ἐρασιστρατείοις ἡ προς τοὺς φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνος ὁμιλία; θαυμάζουσι μὲν γὰρ αὐτὸν ὡς θεὸν καὶ πάντ᾽ ἀληθεύειν νομίζουσιν. εἰ δ᾽ οὕτως ἔχει ταῦτα, πάμπολυ δήπου τῆς ἀληθείας ἐσφάλθαι χρὴ νομίζειν τοὺς ἐκ τοῦ περιπάτου φιλοσόφους, οἷς μηδὲν ὧν Ἐρασίστρατος ὑπελάμβανεν ἀρέσκει. καὶ μὴν ὥσπερ τιν᾽ εὐγένειαν αὐτῷ τῆς φυσιολογίας τὴν πρὸς τοὺς ἄνδρας ἐκείνους συνουσίαν ἐκπορίζουσι.

πάλιν οὖν ἀναστρέψωμεν τὸν λόγον ἑτέρως ἢ ὡς ὀλίγῳ πρόσθεν ἐτύχομεν εἰπόντες. εἴπερ γὰρ οἱ ἐκ τοῦ περιπάτου καλῶς ἐφυσιολόγησαν, οὐδὲν ἂν εἴη ληρωδέστερον Ἐρασιστράτου καὶ δίδωμι τοῖς Ἐρασιστρατείοις αὐτοῖς τὴν αἵρεσιν:

[p. 142] [p. 91] ἢ γὰρ τὸν πρότερον λόγον ἢ τοῦτον προσήσονται. λέγει δ᾽ ὁ μὲν πρότερος οὐδὲν ὀρθῶς ἐγνωκέναι περὶ φύσεως τοὺς περιπατητικούς, ὁ δὲ δεύτερος Ἐρασίστρατον. ἐμὸν μὲν οὖν ὑπομνῆσαι τῶν δογμάτων τὴν μάχην, ἐκείνων δ᾽ ἡ αἵρεσις.

ἀλλ᾽ οὐκ ἂν ἀποσταῖεν τοῦ θαυμάζειν Ἐρασίστρατον: οὐκοῦν σιωπάτωσαν περὶ τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων. παμπόλλων γὰρ ὄντων δογμάτων φυσικῶν περί τε γένεσιν καὶ φθορὰν τῶν ζῴων καὶ ὑγίειαν καὶ νόσους καὶ τὰς θεραπείας αὐτῶν ἓν μόνον εὑρεθήσεται ταὐτὸν Ἐρασιστράτῳ κἀκείνοις τοῖς ἀνδράσι, τό τινος ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ μάτην μηδέν.

ἀλλὰ καὶ αὐτὸ τοῦτο μέχρι λόγου κοινόν, ἔργῳ δὲ μυριάκις Ἐρασίστρατος αὐτὸ διαφθείρει: μάτην μὲν γὰρ ὁ σπλὴν ἐγένετο, μάτην δὲ τὸ ἐπίπλοον, μάτην δ᾽ αἱ εἰς τοὺς νεφροὺς ἀρτηρίαι καταφυόμεναι, σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς μεγάλης ἀρτηρίας ἀποβλαστανουσῶν οὖσαι μέγισται, μάτην δ᾽ ἄλλα μυρία κατά γε τὸν Ἐρασιστράτειον λόγον: ἅπερ εἰ μὲν οὐδ᾽ ὅλως γιγνώσκει, βραχεῖ μαγείρου σοφώτερός ἐστιν ἐν ταῖς ἀνατομαῖς, εἰ δ᾽ εἰδὼς οὐ λέγει τὴν χρείαν [p. 92] αὐτῶν, οἴεται δηλονότι παραπλησίως τῷ σπληνὶ μάτην αὐτὰ γεγονέναι. καίτοι τί ταῦτ᾽ ἐπεξέρχομαι τῆς περὶ χρείας μορίων πραγματείας ὄντα μελλούσης ἡμῖν ἰδίᾳ περαίνεσθαι;

[p. 144] πάλιν οὖν ἀναλάβωμεν τὸν αὐτὸν λόγον εἰπόντες τέ τι βραχὺ πρὸς τοὺς Ἐρασιστρατείους ἔτι τῶν ἐφεξῆς ἐχώμεθα. δοκοῦσι γάρ μοι μηδὲν ἀνεγνωκέναι τῶν Ἀριστοτέλους οὗτοι συγγραμμάτων, ἀλλ᾽ ἄλλων ἀκούοντες, ὡς δεινὸς ἦν περὶ φύσιν ὁ ἄνθρωπος καὶ ὡς οἱ ἀπὸ τῆς στοᾶς κατ᾽ ἴχνη τῆς ἐκείνου φυσιολογίας βαδίζουσιν, εἶθ᾽ εὑρόντες ἕν τι τῶν περιφερομένων δογμάτων κοινὸν αὐτῷ πρὸς Ἐρασίστρατον ἀναπλάσαι τινὰ συνουσίαν αὐτοῦ πρὸς ἐκείνους τοὺς ἄνδρας. ἀλλ᾽ ὅτι μὲν τῆς Ἀριστοτέλους φυσιολογίας οὐδὲν Ἐρασιστράτῳ μέτεστιν, ὁ κατάλογος τῶν προειρημένων ἐνδείκνυται δογμάτων, ἃ πρώτου μὲν Ἱπποκράτους ἦν, δευτέρου δ᾽ Ἀριστοτέλους, τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς μόνου μετατιθεμένου τοῦ τὰς ποιότητας εἶναι σώματα.

τάχα δ᾽ ἂν τῆς λογικῆς ἕνεκα θεωρίας ὡμιληκέναι φαῖεν τὸν Ἐρασίστρατον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, οὐκ εἰδότες, ὡς ἐκεῖνοι [p. 93] μὲν ψευδεῖς καὶ ἀπεράντους οὐκ ἔγραψαν λόγους, τὰ δ᾽ Ἐρασιστράτεια βιβλία παμπόλλους ἔχει τοὺς τοιούτους.

τάχ᾽ ἂν οὖν ἤδη τις θαυμάζοι καὶ διαποροίη, τί παθὼν ὁ Ἐρασίστρατος εἰς τοσοῦτον τῶν Ἱπποκράτους δογμάτων ἀπετράπετο καὶ διὰ τί τῶν ἐν ἥπατι πόρων τῶν χοληδόχων, ἅλις γὰρ ἤδη νεφρῶν, ἀφελόμενος τὴν ἑλκτικὴν δύναμιν ἐπίκαιρον αἰτιᾶται θέσιν καὶ στομάτων [p. 146] στενότητα καὶ χώραν τινὰ κοινήν, εἰς ἣν παράγουσι μὲν αἱ ἀπὸ τῶν πυλῶν τὸ ἀκάθαρτον αἷμα, μεταλαμβάνουσι δὲ πρότεροι μὲν οἱ πόροι τὴν χολήν, δεύτεραι δ᾽ αἱ ἀπὸ τῆς κοίλης φλεβὸς τὸ καθαρὸν αἷμα. πρὸς γὰρ τῷ μηδὲν ἂν βλαβῆναι τὴν ὁλκὴν εἰπὼν ἄλλων μυρίων ἔμελλεν ἀμφισβητουμένων ἀπαλλάξεσθαι λόγων.

ὡς νῦν γε πόλεμος οὐ σμικρός ἐστι τοῖς Ἐρασιστρατείοις οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς ἀλλήλους, οὐκ ἔχουσιν, ὅπως ἐξηγήσωνται τὴν ἐκ τοῦ πρώτου τῶν καθόλου [p. 94] λόγων λέξιν, ἐν ᾗ φησιν: "Εἰς τὸ αὐτὸ δ᾽ ἀνεστομωμένων ἑτέρων δύο ἀγγείων τῶν τ᾽ ἐπὶ τὴν χοληδόχον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα συμβαίνει τῆς ἀναφερομένης ἐκ τῆς κοιλίας τροφῆς τὰ ἐναρμόζοντα ἑκατέροις τῶν στομάτων εἰς ἑκάτερα τῶν ἀγγείων μεταλαμβάνεσθαι καὶ τὰ μὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι, τὰ δ᾽ ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι." τὸ γὰρ "εἰς τὸ αὐτὸ ἀνεστομωμένων," ὃ κατ᾽ ἀρχὰς τῆς λέξεως γέγραπται, τί ποτε χρὴ νοῆσαι, χαλεπὸν εἰπεῖν. ἤτοι γὰρ οὕτως εἰς ταὐτόν, ὥστε τῷ τῆς ἐν τοῖς σιμοῖς φλεβὸς πέρατι συνάπτειν δύο ἕτερα πέρατα, τό τ᾽ ἐν τοῖς [p. 148] κυρτοῖς καὶ τὸ τοῦ χοληδόχου πόρου, ἤ, εἰ μὴ οὕτω, χώραν τινὰ κοινὴν ἐπινοῆσαι χρὴ τῶν τριῶν ἀγγείων οἷον δεξαμενήν τινα, πληρουμένην μὲν ὑπὸ τῆς κάτω φλεβός, ἐκκενουμένην δ᾽ εἴς τε τοὺς χοληδόχους πόρους καὶ τὰς τῆς κοίλης ἀποσχίδας: καθ᾽ ἑκατέραν δὲ τῶν ἐξηγήσεων ἄτοπα πολλά, περὶ ὧν εἰ πάντων λέγοιμι, λάθοιμ᾽ ἂν ἐμαυτὸν ἐξηγήσεις Ἐρασιστράτου γράφων, οὐχ, ὅπερ ἐξ ἀρχῆς προὐθέμην, περαίνων. κοινὸν δ᾽ ἀμφοτέραις ταῖς ἐξηγήσεσιν ἄτοπον τὸ μὴ [p. 95] καθαίρεσθαι πᾶν τὸ αἷμα. χρὴ γὰρ ὡς εἰς ἠθμόν τινα τὸ χοληδόχον ἀγγεῖον ἐμπίπτειν αὐτό, οὐ παρέρχεσθαι καὶ παραρρεῖν ὠκέως εἰς τὸ μεῖζον στόμα τῇ Ρ῾ύμῃ τῆς ἀναδόσεως φερόμενον.

ἆρ᾽ οὖν ἐν τούτοις μόνον ἀπορίαις ἀφύκτοις ὁ Ἐρασιστράτου λόγος ἐνέχεται μὴ βουληθέντος χρήσασθαι ταῖς ἑλκτικαῖς δυνάμεσιν εἰς μηδέν, ἢ σφοδρότατα μὲν ἐν τούτοις καὶ σαφῶς οὕτως, ὡς ἂν μηδὲ παῖδα λαθεῖν;

εἰ δ᾽ ἐπισκοποῖτό τις ἐπιμελῶς, οὐδ᾽ ὁ περὶ θρέψεως αὐτοῦ λόγος, ὃν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων διεξέρχεται, τὰς αὐτὰς ἀπορίας ἐκφεύγει. τῇ γὰρ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ συγχωρηθέντος ἑνὸς λήμματος, ὡς πρόσθεν ἐδείκνυμεν, ἐπέραινέ τι περὶ φλεβῶν μόνων καὶ τοῦ κατ᾽ αὐτὰς αἵματος. ἐκρέοντος γάρ τινος [p. 150] κατὰ τὰ στόματ᾽ αὐτῶν καὶ διαφορουμένου καὶ μήτ᾽ ἀθρόως τόπου κενοῦ δυναμένου γενέσθαι μήτε τῶν φλεβῶν συμπεσεῖν, τοῦτο γὰρ ἦν τὸ παραλειπόμενον, ἀναγκαῖον ἦν ἕπεσθαι τὸ συνεχὲς [p. 96] ἀναπληροῦν τοῦ κενου μένου τὴν βάσιν. αἱ μὲν δὴ φλέβες ἡμῖν οὕτω θρέψονται τοῦ περιεχομένου κατ᾽ αὐτὰς αἵματος ἀπολαύουσαι: τὰ δὲ νεῦρα πῶς; οὐ γὰρ δὴ κἀν τούτοις ἐστὶν αἷμα. πρόχειρον μὲν γὰρ ἦν εἰπεῖν, ἕλκοντα παρὰ τῶν φλεβῶν: ἀλλ᾽ οὐ βούλεται. τί ποτ᾽ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱμάντων διαφερόντων τῇ φύσει πεπλεγμένην. ὠήθη γὰρ ἐκ ταύτης τῆς ὑποθέσεως ἐκφεύξεσθαι τῷ λόγῳ τὴν ὁλκήν: οὐ γὰρ ἂν ἔτι δεήσεσθαι τὸ νεῦρον ἐν ἑαυτῷ περιέχον αἵματος ἀγγεῖον ἐπιρρύτου τινὸς ἔξωθεν ἐκ τῆς παρακειμένης φλεβὸς τῆς ἀληθινῆς αἵματος ἑτέρου, ἀλλ᾽ ἱκανὸν αὐτῷ πρὸς τὴν θρέψιν ἔσεσθαι τὸ κατεψευσμένον ἀγγεῖον ἐκεῖνο τὸ λόγῳ θεωρητόν.

ἀλλὰ κἀνταῦθα πάλιν αὐτὸν ὁμοία τις ἀπορία διεδέξατο. τουτὶ γὰρ τὸ σμικρὸν ἀγγεῖον ἑαυτὸ μὲν θρέψει, τὸ παρακείμενον μέντοι νεῦρον ἐκεῖνο τὸ ἁπλοῦν ἢ τὴν ἀρτηρίαν οὐχ οἷόν τ᾽ ἔσται τρέφειν ἄνευ τοῦ σύμφυτόν τιν᾽ ὑπάρχειν αὐτοῖς [p. 97] ὁλκὴν τῆς τροφῆς. τῇ μὲν γὰρ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ πῶς ἂν ἔτι δύναιτο τὴν τροφὴν ἐπισπᾶσθαι τὸ ἁπλοῦν νεῦρον, ὥσπερ αἱ φλέβες [p. 152] αἱ σύνθετοι; κοιλότης μὲν γάρ τίς ἐστιν ἐν αὐτῷ κατ᾽ αὐτόν, ἀλλ᾽ οὐχ αἵματος αὕτη γ᾽ ἀλλὰ πνεύματος ψυχικοῦ μεστή. δεόμεθα δ᾽ ἡμεῖς οὐκ εἰς τὴν κοιλότητα ταύτην εἰσάγειν τῷ λόγῳ τὴν τροφὴν ἀλλ᾽ εἰς τὸ περιέχον αὐτὴν ἀγγεῖον, εἴτ᾽ οὖν τρέφεσθαι μόνον εἴτε καὶ αὔξεσθαι δέοιτο. πῶς οὖν εἰσάξομεν; οὕτω γάρ ἐστι σμικρὸν ἐκεῖνο τὸ ἁπλοῦν ἀγγεῖον καὶ μέντοι καὶ τῶν ἄλλων ἑκάτερον, ὥστ᾽, εἰ τῇ λεπτοτάτῃ βελόνῃ νύξειάς τι μέρος, ἅμα διαιρήσεις τὰ τρία. τόπος οὖν αἰσθητὸς ἀθρόως κενὸς οὐκ ἄν ποτ᾽ ἐν αὐτῷ γένοιτο: λόγῳ δὲ θεωρητὸς τόπος κενούμενος οὐκ ἦν ἀναγκαστικὸς τῆς τοῦ συνεχοῦς ἀκολουθίας.

ἠβουλόμην δ᾽ αὖ πάλιν μοι κἀνταῦθα τὸν Ἐρασίστρατον αὐτὸν ἀποκρίνασθαι περὶ τοῦ στοιχειώδους ἐκείνου νεύρου τοῦ σμικροῦ, πότερον ἕν τι καὶ συνεχὲς ἀκριβῶς ἐστιν ἢ ἐκ πολλῶν καὶ σμικρῶν σωμάτων, ὧν Ἐπίκουρος καὶ [p. 98] Λεύκιππος καὶ Δημόκριτος ὑπέθεντο, σύγ κειται. καὶ γὰρ καὶ περὶ τούτου τοὺς Ἐρασιστρατείους ὁρῶ διαφερομένους. οἱ μὲν γὰρ ἕν τι καὶ συνεχὲς αὐτὸ νομίζουσιν ἢ οὐκ ἂν ἁπλοῦν εἰρῆσθαι πρὸς αὐτοῦ φασι: τινὲς δὲ καὶ τοῦτο διαλύειν εἰς ἕτερα στοιχειώδη τολμῶσιν. ἀλλ᾽ εἰ μὲν ἕν τι καὶ συνεχές ἐστι, τὸ κενούμενον ἐξ αὐτοῦ κατὰ τὴν ἄδηλον ὑπὸ τῶν ἰατρῶν ὀνομαζομένην διαπνοὴν [p. 154] οὐδεμίαν ἐν ἑαυτῷ καταλείψει χώραν κενήν. οὕτω γὰρ οὐχ ἓν ἀλλὰ πολλὰ γενήσεται, διειργόμενα δήπου ταῖς κεναῖς χώραις. εἰ δ᾽ ἐκ πολλῶν σύγκειται, τῇ κηπαίᾳ κατὰ τὴν παροιμίαν πρὸς Ἀσκληπιάδην ἀπεχωρήσαμεν ἄναρμά τινα στοιχεῖα τιθέμενοι. πάλιν οὖν ἄτεχνος ἡμῖν ἡ φύσις λεγέσθω: τοῖς γὰρ τοιούτοις στοιχείοις ἐξ ἀνάγκης τοῦθ᾽ ἕπεται.

διὸ δή μοι καὶ δοκοῦσιν ἀμαθῶς πάνυ τὴν εἰς τὰ τοιαῦτα στοιχεῖα τῶν ἁπλῶν ἀγγείων εἰσάγειν διάλυσιν ἔνιοι τῶν Ἐρασιστρατείων. ἐμοὶ γοῦν οὐδὲν διαφέρει. καθ᾽ ἑκατέρους γὰρ ἄτοπος ὁ τῆς θρέψεως ἔσται λόγος, ἐκείνοις τοῖς ἁπλοῖς ἀγγείοις τοῖς σμικροῖς τοῖς συντιθεῖσι τὰ μεγάλα [p. 99] τε καὶ αἰσθητὰ νεῦρα κατὰ μὲν τοὺς συνεχῆ φυλάττοντας αὐτὰ μὴ δυναμένης γενέσθαι τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας, ὅτι μηδὲν ἐν τῷ συνεχεῖ γίγνεται κενόν, κἂν ἀπορρέῃ τι: συνέρχεται γὰρ πρὸς ἄλληλα τὰ καταλειπόμενα μόρια, καθάπερ ἐπὶ τοῦ ὕδατος ὁρᾶται, καὶ πάλιν ἓν γίγνεται πάντα τὴν χώραν τοῦ διαφορηθέντος αὐτὰ καταλαμβάνοντα: κατὰ δὲ τοὺς ἑτέρους, ὅτι τῶν στοιχείων ἐκείνων οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας. ἐπὶ γὰρ τῶν αἰσθητῶν μόνων, οὐκ ἐπὶ τῶν λόγῳ θεωρητῶν ἔχει δύναμιν, ὡς αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ διαρρήδην, οὐ περὶ τοῦ τοιούτου κενοῦ φάσκων ἑκάστοτε ποιεῖσθαι τὸν λόγον, ὃ κατὰ βραχὺ παρέσπαρται τοῖς σώμασιν, ἀλλὰ περὶ τοῦ σαφοῦς καὶ αἰσθητοῦ καὶ ἀθρόου καὶ μεγάλου καὶ ἐναργοῦς καὶ ὅπως ἂν ἄλλως ὀνομάζειν ἐθέλῃς. Ἐρασίστρατος μὲν γὰρ αὐτὸς αἰσθητὸν ἀθρόως οὔ φησι δύνασθαι [p. 156] γενέσθαι κενόν: ἐγὼ δ᾽ ἐκ περιουσίας εὐπορήσας ὀνομάτων ταὐτὸν δηλοῦν ἔν γε τῷ νῦν προκειμένῳ λόγῳ δυναμένων καὶ τἆλλα προσέθηκα.

[p. 100] Κάλλιον οὖν μοι δοκεῖ καὶ ἡμᾶς τι συνεισενέγκασθαι τοῖς Ἐρασιστρατείοις, ἐπειδὴ κατὰ τοῦτο γεγόναμεν, καὶ συμβουλεῦσαι τοῖς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν ὑπ᾽ Ἐρασιστράτου καλούμενον ἀγγεῖον εἰς ἕτερ᾽ ἄττα σώματα στοιχειώδη διαλύουσιν ἀποστῆναι τῆς ὑπολήψεως, ὡς πρὸς τῷ μηδὲν ἔχειν πλέον ἔτι καὶ διαφερομένοις Ἐρασιστράτῳ. ὅτι μὲν οὖν οὐδὲν ἔχει πλέον, ἐπιδέδεικται σαφῶς: οὐδὲ γὰρ ἠδυνήθη διαφυγεῖν τὴν περὶ τῆς θρεψεως ἀπορίαν ἡ ὑπόθεσις: ὅτι δ᾽ οὐδ᾽ Ἐρασιστράτῳ σύμφωνός ἐστιν, ὃ ἐκεῖνος ἁπλοῦν καὶ πρῶτον ὀνομάζει, σύνθετον ἀποφαίνουσα, καὶ τὴν τῆς φύσεως τέχνην ἀναιροῦσα, πρόδηλον καὶ τοῦτ᾽ εἶναί μοι δοκεῖ. εἰ μὴ γὰρ κἀν τοῖς ἁπλοῖς τούτοις ἕνωσίν τινα τῆς οὐσίας ἀπολείψομεν, ἀλλ᾽ εἰς ἄναρμα καὶ ἀμέριστα καταβησόμεθα στοιχεῖα, παντάπασιν ἀναιρήσομεν τῆς φύσεως τὴν τέχνην, ὥσπερ καὶ πάντες οἱ ἐκ ταύτης ὁρμώμενοι τῆς ὑποθέσεως ἰατροὶ καὶ φιλόσοφοι. δευτέρα γὰρ τῶν τοῦ ζῴου μορίων κατὰ τὴν τοιαύτην ὑπόθεσιν ἡ φύσις, οὐ πρώτη [p. 101] γίγνεται. διαπλάττειν δὲ καὶ δημιουργεῖν οὐ τοῦ δευτέρου γεγονότος, ἀλλὰ τοῦ προϋπάρχοντός ἐστιν: ὥστ᾽ ἀναγκαῖόν ἐστιν εὐθὺς ἐκ σπερμάτων ὑποθέσθαι τὰς δυνάμεις τῆς φύσεως, αἷς διαπλάττει [p. 158] τε καὶ αὐξάνει καὶ τρέφει τὸ ζῷον: ἀλλ᾽ ἐκείνων τῶν σωμάτων τῶν ἀνάρμων καὶ ἀμερῶν οὐδὲν ἐν ἑαυτῷ διαπλαστικὴν ἔχει δύναμιν ἢ αὐξητικὴν ἢ θρεπτικὴν ἢ ὅλως τεχνικήν: ἀπαθὲς γὰρ καὶ ἀμετάβλητον ὑπόκειται. τῶν δ᾽ εἰρημένων οὐδὲν ἄνευ μεταβολῆς καὶ ἀλλοιώσεως καὶ τῆς δι᾽ ὅλων κράσεως γίγνεται, καθάπερ καὶ διὰ τῶν ἔμπροσθεν ἐνεδειξάμεθα. καὶ διὰ ταύτην τὴν ἀνάγκην οὐκ ἔχοντες, ὅπως τὰ ἀκόλουθα τοῖς στοιχείοις, οἷς ὑπέθεντο, φυλάττοιεν, οἱ ἀπὸ τῶν τοιούτων αἱρέσεων ἅπαντες ἄτεχνον ἠναγκάσθησαν ἀποφήνασθαι τὴν φύσιν. καίτοι ταῦτά γ᾽ οὐ παρ᾽ ἡμῶν ἐχρῆν μανθάνειν τοὺς Ἐρασιστρατείους, ἀλλὰ παρ᾽ αὐτῶν τῶν φιλοσόφων, οἷς μάλιστα δοκεῖ πρῶτον ἐπισκοπεῖσθαι τὰ στοιχεῖα τῶν ὄντων ἁπάντων.

οὔκουν οὐδ᾽ Ἐρασίστρατον ἄν τις ὀρθῶς ἄχρι τοσαύτης ἀμαθίας νομίζοι προήκειν, ὡς μηδὲ [p. 102] ταύτην γνωρίσαι δυνηθῆναι τὴν ἀκολου θίαν, ἀλλ᾽ ἅμα μὲν ὑποθέσθαι τεχνικὴν τὴν φύσιν, ἅμα δ᾽ εἰς ἀπαθῆ καὶ ἄναρμα καὶ ἀμετάβλητα στοιχεῖα καταθραῦσαι τὴν οὐσίαν. καὶ μὴν εἰ δώσει τιν᾽ ἐν τοῖς στοιχείοις ἀλλοίωσίν τε καὶ μεταβολὴν καὶ ἕνωσιν καὶ συνέχειαν, ἓν ἀσύνθετον αὐτῷ τὸ ἁπλοῦν ἀγγεῖον ἐκεῖνο, καθάπερ καὶ αὐτὸς ὀνομάζει, γενήσεται. ἀλλ᾽ ἡ μὲν ἁπλῆ φλὲψ ἐξ αὑτῆς τραφήσεται, τὸ νεῦρον δὲ καὶ ἡ ἀρτηρία παρὰ τῆς φλεβός.

[p. 160] πῶς καὶ τίνα τρόπον; ἐν τούτῳ γὰρ δὴ καὶ πρόσθεν γενόμενοι τῷ λόγῳ τῆς τῶν Ἐρασιστρατείων διαφωνίας ἐμνημονεύσαμεν, ἐπεδείξαμεν δὲ καὶ καθ᾽ ἑκατέρους μὲν ἄπορον εἶναι τὴν τῶν ἁπλῶν ἐκείνων ἀγγείων θρέψιν, ἀλλὰ καὶ κρῖναι τὴν μάχην αὐτῶν οὐκ ὠκνήσαμεν καὶ τιμῆσαι τὸν Ἐρασίστρατον εἰς τὴν βελτίονα μεταστήσαντες αἵρεσιν.

αὖθις οὖν ἐπὶ τὴν ἓν ἁπλοῦν ἡνωμένον ἑαυτῷ πάντη τὸ στοιχειῶδες ἐκεῖνο νεῦρον ὑποτιθεμένην αἵρεσιν ὁ λόγος μεταβὰς ἐπισκοπείσθω, πῶς τραφήσεται: τὸ γὰρ εὑρεθὲν ἐνταῦθα κοινὸν ἂν ἤδη καὶ τῆς Ἱπποκράτους αἱρέσεως γένοιτο.

[p. 103] Κάλλιον δ᾽ ἄν μοι δοκῶ τὸ ζητού μενον ἐπὶ τῶν νενοσηκότων καὶ σφόδρα καταλελεπτυσμένων βασανισθῆναι. πάντα γὰρ τούτοις ἐναργῶς φαίνεται τὰ μόρια τοῦ σώματος ἄτροφα καὶ λεπτὰ καὶ πολλῆς προσθήκης τε καὶ ἀναθρέψεως δεόμενα. καὶ τοίνυν καὶ τὸ νεῦρον τοῦτο τὸ αἰσθητόν, ἐφ᾽ οὗπερ ἐξ ἀρχῆς ἐποιησάμην τὸν λόγον, ἰσχνὸν μὲν ἱκανῶς γέγονε, δεῖται δὲ θρέψεως. ἔχει δ᾽ ἐν ἑαυτῷ μέρη πάμπολλα μὲν ἐκεῖνα τὰ πρῶτα καὶ ἀόρατα νεῦρα τὰ σμικρὰ καί τινας ἀρτηρίας ἁπλᾶς ὀλίγας καὶ φλέβας ὁμοίως. ἅπαντ᾽ οὖν αὐτοῦ τὰ νεῦρα τὰ στοιχειώδη καταλελέπτυνται δηλονότι καὶ αὐτά, ἤ, εἰ μηδ᾽ ἐκεῖνα, οὐδὲ τὸ ὅλον. καὶ τοίνυν καὶ θρέψεως οὐ τὸ μὲν ὅλον δεῖται νεῦρον, ἕκαστον δ᾽ ἐκείνων οὐ δεῖται. καὶ μὴν εἰ δεῖται μὲν ἀναθρέψεως, οὐδὲν δ᾽ ἡ πρὸς τὸ κενούμενον ἀκολουθία [p. 162] βοηθεῖν αὐτοῖς δύναται διά τε τὰς ἔμπροσθεν εἰρημένας ἀπορίας καὶ διὰ τὴν ὑπόγυιον ἰσχνότητα, καθάπερ δείξω, ζητητέον ἡμῖν ἐστιν ἑτέραν αἰτίαν θρέψεως.

πῶς οὖν ἡ πρὸς τὸ κενούμενον ἀκολουθία τρέφειν ἀδύνατός ἐστι τὸν οὕτω διακείμενον; [p. 104] ὅτι τοσοῦτον ἀκολουθεῖν ἀναγκάζει τῶν συνεχῶν, ὅσον ἀπορρεῖ. τοῦτο δ᾽ ἐπὶ μὲν τῶν εὐεκτούντων ἱκανόν ἐστιν εἰς τὴν θρέψιν, ἴσα γὰρ ἐπ᾽ αὐτῶν εἶναι χρὴ τοῖς ἀπορρέουσι τὰ προστιθέμενα: ἐπὶ δὲ τῶν ἐσχάτως ἰσχνῶν καὶ πολλῆς ἀναθρέψεως δεομένων εἰ μὴ πολλαπλάσιον εἴη τὸ προστιθέμενον τοῦ κενουμένου, τὴν ἐξ ἀρχῆς ἕξιν ἀναλαβεῖν οὐκ ἄν ποτε δύναιντο. δῆλον οὖν, ὡς ἕλκειν αὐτὰ δεήσει τοσούτῳ πλεῖον, ὅσῳ καὶ δεῖται πλείονος. Ἐρασίστρατος δὲ κἀνταῦθα πρότερον ποιήσας τὸ δεύτερον οὐκ οἶδ᾽ ὅπως οὐκ αἰσθάνεται. διότι γάρ, φησί, πολλὴ πρόσθεσις εἰς ἀνάθρεψιν γίγνεται τοῖς νενοσηκόσι, διὰ τοῦτο καὶ ἡ πρὸς ταύτην ἀκολουθία πολλή. πῶς δ᾽ ἂν πολλὴ πρόσθεσις γένοιτο μὴ προηγουμένης ἀναδόσεως δαψιλοῦς; εἰ δὲ τὴν διὰ τῶν φλεβῶν φορὰν τῆς τροφῆς ἀνάδοσιν καλεῖ, τὴν δ᾽ εἰς ἕκαστον τῶν ἁπλῶν καὶ ἀοράτων ἐκείνων νεύρων καὶ ἀρτηριῶν μετάληψιν οὐκ ἀνάδοσιν ἀλλὰ διάδοσιν, ὥς τινες ὀνομάζειν [p. 105] ἠξίωσαν, εἶτα τὴν διὰ τῶν φλεβῶν μόνῃ τῇ [p. 164] πρὸς τὸ κενούμενον ἀκολουθίᾳ φησὶ γίγνεσθαι, τὴν εἰς τὰ λόγῳ θεωρητὰ μετάληψιν ἡμῖν ἐξηγησάσθω. ὅτι μὲν γὰρ οὐκέτ᾽ ἐπὶ τούτων ἡ πρὸς τὸ κενούμενον ἀκολουθία λέγεσθαι δύναται καὶ μάλιστ᾽ ἐπὶ τῶν ἐσχάτως ἰσχνῶν, ἀποδέδεικται. τί δέ φησιν ἐπ᾽ αὐτῶν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων ὁ Ἐρασίστρατος, ἄξιον ἐπακοῦσαι τῆς λέξεως: "Τοῖς δ᾽ ἐσχάτοις τε καὶ ἁπλοῖς, λεπτοῖς τε καὶ στενοῖς οὖσιν, ἐκ τῶν παρακειμένων ἀγγείων ἡ πρόσθεσις συμβαίνει εἰς τὰ κενώματα τῶν ἀπενεχθέντων κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκομένης τῆς τροφῆς καὶ καταχωριζομένης." ἐκ ταύτης τῆς λέξεως πρῶτον μὲν τὸ κατὰ τὰ πλάγια προσίεμαί τε καὶ ἀποδέχομαι: κατὰ μὲν γὰρ αὐτὸ τὸ στόμα τὸ ἁπλοῦν νεῦρον οὐκ ἂν δύναιτο δεχόμενον τὴν τροφὴν οὕτως εἰς ὅλον ἑαυτὸ διανέμειν: ἀνάκειται γὰρ ἐκεῖνο τῷ ψυχικῷ πνεύματι: κατὰ δὲ τὸ πλάγιον ἐκ τῆς παρακειμένης φλεβὸς τῆς ἁπλῆς ἐγχωρεῖ λαβεῖν αὐτό. δεύτερον δ᾽ ἀποδέχομαι τῶν ἐκ τῆς Ἐρασιστράτου λέξεως ὀνομάτων τὸ [p. 106] γεγραμμένον ἐφεξῆς τῷ κατὰ τὰ πλάγια. τί γάρ φησι; "Κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκομένης τῆς τροφῆς." ὅτι μὲν οὖν ἕλκεται, καὶ ἡμεῖς ὁμολογοῦμεν, ὅτι δ᾽ οὐ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, δέδεικται πρόσθεν.

Ἐξεύρωμεν οὖν κοινῇ, τῶς ἕλκεται. πῶς δ᾽ ἄλλως ἢ ὡς ὁ σίδηρος ὑπὸ τῆς ἡρακλείας λίθου [p. 166] δύναμιν ἐχούσης ἑλκτικὴν τοιαύτης ποιότητος; ἀλλ᾽ εἰ τὴν μὲν ἀρχὴν τῆς ἀναδόσεως ἡ τῆς κοιλίας ἔνθλιψις παρέχεται, τὴν δὲ μετὰ ταῦτα φορὰν ἅπασαν αἵ τε φλέβες περιστελλόμεναι καὶ προωθοῦσαι καὶ τῶν τρεφομένων ἕκαστον ἐπισπώμενον εἰς ἑαυτό, τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἀποστάντες, ὡς οὐ πρεπούσης ἀνδρὶ τεχνικὴν ὑποθεμένῳ τὴν φύσιν, οὕτως ἂν ἤδη καὶ τὴν ἀντιλογίαν εἴημεν πεφευγότες τὴν Ἀσκληπιάδου μὴ δυνάμενοί γε λύειν αὐτήν. τὸ γὰρ εἰς τὴν ἀπόδειξιν παραλαμβανόμενον λῆμμα τὸ διεζευγμένον οὐκ ἐκ δυοῖν ἀλλ᾽ ἐκ τριῶν ἐστι κατά γε τὴν ἀλήθειαν διεζευγμένον. εἰ μὲν οὖν [p. 107] ὡς ἐκ δυοῖν αὐτῷ χρησαίμεθα, ψεῦδος ἔσται τι τῶν εἰς τὴν ἀπόδειξιν παρειλημμένων: εἰ δ᾽ ὡς ἐκ τριῶν, ἀπέραντος ὁ λόγος γενήσεται.

καὶ ταῦτ᾽ οὐκ ἐχρῆν ἀγνοεῖν τὸν Ἐρασίστρατον, εἴπερ κἂν ὄναρ ποτὲ τοῖς ἐκ τοῦ περιπάτου συνέτυχεν, ὥσπερ οὖν οὐδὲ τὰ περὶ τῆς γενέσεως τῶν χυμῶν, ὑπὲρ ὧν οὐδὲν ἔχων εἰπεῖν οὐδὲ μέχρι τοῦ μετρίου πιθανὸν οἴεται παρακρούεσθαι σκηπτόμενος, ὡς οὐδὲ χρήσιμος ὅλως ἐστὶν ἡ τῶν τοιούτων ἐπίσκεψις. εἶτ᾽, ὦ πρὸς θεῶν, ὅπως μὲν τὰ σιτία κατὰ τὴν γαστέρα πέττεται χρήσιμον ἐπίστασθαι, πῶς δ᾽ ἐν ταῖς φλεψὶν ἡ [p. 168] χολὴ γίγνεται, περιττόν; καὶ τῆς κενώσεως ἄρα φροντιστέον αὐτῆς μόνης, ἀμελητέον δὲ τῆς γενέσεως; ὥσπερ οὐκ ἄμεινον ὑπάρχον μακρῷ τὸ κωλύειν εὐθὺς ἐξ ἀρχῆς γεννᾶσθαι πλείονα τοῦ πράγματ᾽ ἔχειν ἐκκενοῦντας. θαυμαστὸν δὲ καὶ τὸ διαπορεῖν, εἴτ᾽ ἐν τῷ σώματι τὴν γένεσιν αὐτῆς ὑποθετέον εἴτ᾽ εὐθὺς ἔξωθεν ἐν τοῖς σιτίοις περιέχεσθαι φατέον, εἰ γὰρ δὴ τοῦτο καλῶς ἠπόρηται, τί οὐχὶ καὶ περὶ τοῦ αἵματος [p. 108] ἐπισκεψόμεθα, πότερον ἐν τῷ σώματι λαμβάνει τὴν γένεσιν ἢ τοῖς σιτίοις παρέσπαρται, καθάπερ οἱ τὰς ὁμοιομερείας ὑποτιθέμενοί φασι; καὶ μὴν πολλῷ γ᾽ ἦν χρησιμώτερον ζητεῖσθαι, ποῖα τῶν σιτίων ὁμολογεῖ τῇ τῆς αἱματώσεως ἐνεργείᾳ καὶ ποῖα διαφέρεται, τοῦ ζητεῖν, τίνα μὲν τῇ τῆς γαστρὸς ἐνεργείᾳ νικᾶται Ρ῾ᾳδίως, τίνα δ᾽ ἀντιβαίνει καὶ μάχεται. τούτων μὲν γὰρ ἡ ἔκλεξις εἰς πέψιν μόνην, ἐκείνων δ᾽ εἰς αἵματος χρηστοῦ διαφέρει γένεσιν. οὐδὲ γὰρ ἴσον ἐστὶν ἢ μὴ καλῶς ἐν τῇ γαστρὶ χυλωθῆναι τὴν τροφὴν ἢ μὴ χρηστὸν αἷμα γεννηθῆναι. πῶς δ᾽ οὐκ αἰδεῖται τὰς μὲν τῆς πέψεως ἀποτυχίας διαιρούμενος, ὡς πολλαί τ᾽ εἰσὶ καὶ κατὰ πολλὰς γίγνονται προφάσεις, ὑπὲρ δὲ τῶν τῆς αἱματώσεως σφαλμάτων οὐδ᾽ ἄχρι Ρ῾ήματος ἑνὸς οὐδ᾽ ἄχρι συλλαβῆς μιᾶς φθεγξάμενος; καὶ μὴν εὑρίσκεταί γε καὶ παχὺ καὶ λεπτὸν ἐν ταῖς φλεψὶν αἷμα καὶ τοῖς μὲν ἐρυθρότερον, τοῖς δὲ ξανθότερον, τοῖς δὲ μελάντερον, τοῖς δὲ φλεγματωδέστερον. εἰ δ᾽ ὅτι [p. 170] καὶ δυσῶδες οὐχ ἕνα τρόπον ἀλλ᾽ ἐν πολλαῖς [p. 109] πάνυ διαφοραῖς ἀρρήτοις μὲν λόγῳ, σαφεστάταις δ᾽ αἰσθήσεσι φαίνεται γιγνόμενον, εἰδείη τις, οὐκ ἂν οἶμαι μετρίως ἔτι καταγνώσεσθαι τῆς Ἐρασιστράτου Ρ῾ᾳθυμίας αὐτὸν οὕτω γ᾽ ἀναγκαίαν εἰς τὰ ἔργα τῆς τέχνης θεωρίαν παραλιπόντος.

ἐναργῆ γὰρ δὴ καὶ τὰ περὶ τῶν ὑδέρων ἁμαρτήματα τῇ Ρ῾ᾳθυμίᾳ ταύτῃ κατὰ λόγον ἠκολουθηκότα. τό τε γὰρ τῇ στενοχωρίᾳ τῶν ὁδῶν κωλύεσθαι νομίζειν πρόσω τοῦ ἥπατος ἰέναι τὸ αἷμα καὶ μηδέποτ᾽ ἂν ἄλλως ὕδερον δύνασθαι συστῆναι πῶς οὐκ ἐσχάτην ἐνδείκνυται Ρ῾ᾳθυμίαν; τό τε μὴ διὰ τὸν σπλῆνα μηδὲ δι᾽ ἄλλο τι μόριον, ἀλλ᾽ ἀεὶ διὰ τὸν ἐν τῷ ἥπατι σκίρρον ὕδερον οἴεσθαι γίγνεσθαι τελέως ἀργοῦ τὴν διάνοιαν ἀνθρώπου καὶ μηδενὶ τῶν ὁσημέραι γιγνομένων παρακολουθοῦντος. ἐπὶ μέν γε χρονίαις αἱμορροΐσιν ἐπισχεθείσαις ἢ διὰ κένωσιν ἄμετρον εἰς ψῦξιν ἐσχάτην ἀγαγούσαις τὸν ἄνθρωπον οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολλάκις ἤδη τεθεάμεθα συστάντας ὑδέρους, ὥσπερ γε καὶ γυναιξὶν ἥ τε τῆς ἐφ᾽ ἑκάστῳ μηνὶ καθάρσεως ἀπώλεια παντελὴς καὶ ἄμετρος κένωσις, ὅταν αἱμορραγήσωσί [p. 110] ποθ᾽ αἱ μῆτραι σφοδρῶς, ἐπεκαλέσαντο πολλάκις ὕδερον καί τισιν αὐτῶν καὶ ὁ γυναικεῖος ὀνομαζόμενος Ρ῾οῦς εἰς τοῦτ᾽ ἐτελεύτησε τὸ πάθος, ἵνα [p. 172] τοὺς ἀπὸ τῶν κενεώνων ἀρχομένους ἢ ἄλλου τινὸς τῶν ἐπικαίρων μορίων ὑδέρους παραλίπω, σαφῶς μὲν καὶ αὐτοὺς ἐξελέγχοντας τὴν Ἐρασιστράτειον ὑπόληψιν, ἀλλ᾽ οὐχ οὕτως ἐναργῶς ὡς οἱ διὰ κατάψυξιν σφοδρὰν τῆς ὅλης ἕξεως ἀποτελούμενοι. πρώτη γὰρ αὕτη γενέσεως ὑδέρων αἰτία διὰ τὴν ἀποτυχίαν τῆς αἱματώσεως γιγνομένη τρόπον ὁμοιότατον ταῖς ἐπὶ τῇ τῶν σιτίων ἀπεψίᾳ διαρροίαις. οὐ μὴν ἐσκίρρωταί γε κατὰ τοὺς τοιούτους ὑδέρους οὐδ᾽ ἄλλο τι σπλάγχνον οὐδὲ τὸ ἧπαρ.

ἀλλ᾽ Ἐρασίστρατος ὁ σοφὸς ὑπεριδὼν καὶ καταφρονήσας, ὧν οὔθ᾽ Ἱπποκράτης οὔτε Διοκλῆς οὔτε Πραξαγόρας οὔτε Φιλιστίων ἀλλ᾽ οὐδὲ τῶν ἀρίστων φιλοσόφων οὐδεὶς κατεφρόνησεν οὔτε Πλάτων οὔτ᾽ Ἀριστοτέλης οὔτε Θεόφραστος, ὅλας ἐνεργείας ὑπερβαίνει καθάπερ τι σμικρὸν καὶ τὸ τυχὸν τῆς τέχνης παραλιπὼν μέρος οὐδ᾽ [p. 111] ἀντειπεῖν ἀξιώσας, εἴτ᾽ ὀρθῶς εἴτε καὶ μὴ σύμπαντες οὗτοι θερμῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ ὑγρῷ, τοῖς μὲν ὡς δρῶσι, τοῖς δ᾽ ὡς πάσχουσι, τὰ κατὰ τὸ σῶμα τῶν ζῴων ἁπάντων διοικεῖσθαί φασι καὶ ὡς τὸ θερμὸν ἐν αὐτοῖς εἴς τε τὰς ἄλλας ἐνεργείας καὶ μάλιστ᾽ εἰς τὴν τῶν χυμῶν γένεσιν τὸ πλεῖστον δύναται. ἀλλὰ τὸ μὲν μὴ πείθεσθαι τοσούτοις τε καὶ τηλικούτοις ἀνδράσι καὶ πλέον αὐτῶν οἴεσθαί τι γιγνώσκειν ἀνεμέσητον, τὸ δὲ μήτ᾽ ἀντιλογίας ἀξιῶσαι μήτε μνήμης οὕτως ἔνδοξον δόγμα θαυμαστήν τινα τὴν ὑπεροψίαν ἐνδείκνυται.

[p. 174] καὶ μὴν σμικρότατός ἐστι τὴν γνώμην καὶ ταπεινὸς ἐσχάτως ἐν ἁπάσαις ταῖς ἀντιλογίαις ἐν μὲν τοῖς περὶ τῆς πέψεως λόγοις τοῖς σήπεσθαι τὰ σιτία νομίζουσι φιλοτίμως ἀντιλέγων, ἐν δὲ τοῖς περὶ τῆς ἀναδόσεως τοῖς διὰ τὴν παράθεσιν τῶν ἀρτηριῶν ἀναδίδοσθαι τὸ διὰ τῶν φλεβῶν αἷμα νομίζουσιν, ἐν δὲ τοῖς περὶ τῆς ἀναπνοῆς τοῖς περιωθεῖσθαι τὸν ἀέρα φάσκουσιν. οὐκ ὤκνησε δ᾽ οὐδὲ τοῖς ἀτμοειδῶς εἰς τὴν κύστιν ἰέναι τὰ οὖρα νομίζουσιν ἀντειπεῖν οὐδὲ τοῖς εἰς [p. 112] τὸν πνεύμονα φέρεσθαι τὸ ποτόν. οὕτως ἐν ἅπασι τὰς χειρίστας ἐπιλεγόμενος δόξας ἀγάλλεται διατρίβων ἐπὶ πλέον ἐν ταῖς ἀντιλογίαις: ἐπὶ δὲ τῆς τοῦ αἵματος γενέσεως οὐδὲν ἀτιμοτέρας οὔσης τῆς ἐν τῇ γαστρὶ χυλώσεως τῶν σιτίων οὔτ᾽ ἀντειπεῖν τινι τῶν πρεσβυτέρων ἠξίωσεν οὔτ᾽ αὐτὸς εἰσηγήσασθαί τιν᾽ ἑτέραν γνώμην ἐτόλμησεν, ὁ περὶ πασῶν τῶν φυσικῶν ἐνεργειῶν ἐν ἀρχῇ τῶν καθόλου λόγων ὑποσχόμενος ἐρεῖν, ὅπως τε γίγνονται καὶ δι᾽ ὧντινων τοῦ ζῴου μορίων. ἢ τῆς μὲν πέττειν τὰ σιτία πεφυκυίας δυνάμεως ἀρρωστούσης ἀπεπτήσει τὸ ζῷον, τῆς δ᾽ αἱματούσης τὰ πεφθέντα οὐδὲν ἔσται πάθημα τὸ παράπαν, ἀλλ᾽ ἀδαμαντίνη τις ἡμῖν αὕτη μόνη καὶ ἀπαθής ἐστιν; ἢ ἄλλο τι τῆς ἀρρωστίας αὐτῆς ἔκγονον ὑπάρξει [p. 176] καὶ οὐχ ὕδερος; δῆλος οὖν ἐναργῶς ἐστιν ὁ Ἐρασίστρατος ἐξ ὧν ἐν μὲν τοῖς ἄλλοις οὐδὲ ταῖς φαυλοτάταις δόξαις ἀντιλέγειν ὤκνησεν, ἐνταυθοῖ δ᾽ οὔτ᾽ ἀντειπεῖν τοῖς πρόσθεν οὔτ᾽ αὐτὸς εἰπεῖν τι καινὸν ἐτόλμησε, τὸ σφάλμα τῆς ἑαυτοῦ γνωρίζων αἱρέσεως.

τί γὰρ ἂν καὶ λέγειν ἔσχεν ὑπὲρ αἵματος [p. 113] ἄνθρωπος εἰς μηδὲν τῷ συμφύτῳ θερμῷ χρώμενος; τί δὲ περὶ ξανθῆς χολῆς ἢ μελαίνης ἢ φλέγματος; ὅτι νὴ Δία δυνατόν ἐστιν ἀναμεμιγμένην τοῖς σιτίοις εὐθὺς ἔξωθεν παραγίγνεσθαι τὴν χολήν. λέγει γοῦν ὧδέ πως αὐτοῖς ὀνόμασι: "Πότερον δ᾽ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται τοιαύτη ὑγρασία ἢ μεμιγμένη τοῖς ἔξωθεν προσφερομένοις παραγίγνεται, οὐδὲν χρήσιμον πρὸς ἰατρικὴν ἐπεσκέφθαι." καὶ μήν, ὦ γενναιότατε, καὶ κενοῦσθαι χρῆναι φάσκεις ἐκ τοῦ ζῴου τὸν χυμὸν τοῦτον καὶ μεγάλως λυπεῖν, εἰ μὴ κενωθείη. πῶς οὖν οὐδὲν ἐξ αὐτοῦ χρηστὸν ὑπολαμβάνων γίγνεσθαι τολμᾷς ἄχρηστον λέγειν εἰς ἰατρικὴν εἶναι τὴν περὶ τῆς γενέσεως αὐτοῦ σκέψιν;

ὑποκείσθω γὰρ ἐν μὲν τοῖς σιτίοις περιέχεσθαι, μὴ διακρίνεσθαι δ᾽ ἀκριβῶς ἐν ἥπατι: ταῦτα γὰρ ἀμφότερα νομίζεις εἶναι δυνατά. καὶ μὴν οὐ σμικρὸν ἐνταῦθα τὸ διαφέρον ἢ ἐλαχίστην ἢ παμπόλλην χολὴν ἐν ἑαυτοῖς περιέχοντα προσάρασθαι σιτία. τὰ μὲν γὰρ ἀκίνδυνα, τὰ δὲ παμπόλλην περιέχοντα τῷ μὴ δύνασθαι πᾶσαν [p. 178] [p. 114] αὐτὴν ἐν ἥπατι καθαρθῆναι καλῶς αἴτια καταστήσεται τῶν τ᾽ ἄλλων παθῶν, ὧν αὐτὸς ὁ Ἐρασίστρατος ἐπὶ πλήθει χολῆς γίγνεσθαί φησι, καὶ τῶν ἰκτέρων οὐχ ἥκιστα. πῶς οὖν οὐκ ἀναγκαιότατον ἰατρῷ γιγνώσκειν, πρῶτον μέν, ὡς ἐν τοῖς σιτίοις αὐτοῖς ἔξωθεν ἡ χολὴ περιέχεται, δεύτερον δ᾽, ὡς τὸ μὲν τεῦτλον, εἰ τύχοι, παμπόλλην, ὁ δ᾽ ἄρτος ἐλαχίστην καὶ τὸ μὲν ἔλαιον πλείστην, ὁ δ᾽ οἶνος ὀλιγίστην ἕκαστόν τε τῶν ἄλλων ἄνισον τῷ πλήθει περιέχει τὴν χολήν; πῶς γὰρ οὐκ ἂν εἴη γελοιότατος, ὃς ἂν ἑκὼν αἱρῆται τὰ πλείονα χολὴν ἐν ἑαυτοῖς περιέχοντα πρὸ τῶν ἐναντίων;

τί δ᾽ εἰ μὴ περιέχεται μὲν ἐν τοῖς σιτίοις ἡ χολή, γίγνεται δ᾽ ἐν τοῖς τῶν ζῴων σώμασιν; ἢ οὐχὶ καὶ κατὰ τοῦτο χρήσιμον ἐπίστασθαι, τίνι μὲν καταστάσει σώματος ἕπεται πλείων αὐτῆς ἡ γένεσις, τίνι δ᾽ ἐλάττων; ἀλλοιοῦν γὰρ δήπου καὶ μεταβάλλειν οἷοί τ᾽ ἐς μὲν καὶ τρέπειν ἐπὶ τὸ βέλτιον ἀεὶ τὰς μοχθηρὰς καταστάσεις τοῦ σώματος. ἀλλ᾽ εἰ μὴ γιγνώσκοιμεν, καθότι μοχθηραὶ καὶ ὅπῃ τῆς δεούσης ἐξίστανται, πῶς ἂν αὐτὰς [p. 115] ἐπανάγειν οἷοί τ᾽ εἴημεν ἐπὶ τὸ κρεῖττον;

οὔκουν ἄχρηστόν ἐστιν εἰς τὰς ἰάσεις, ὡς Ἐρασίστρατός φησιν, ἐπίστασθαι τἀληθὲς αὐτὸ περὶ γενέσεως χολῆς. οὐ μὴν οὐδ᾽ ἀδύνατον οὐδ᾽ ἀσαφὲς ἐξευρεῖν, ὅτι μὴ τῷ πλείστην ἐν ἑαυτῷ περιέχειν τὸ μέλι τὴν ξανθὴν χολὴν ἀλλ᾽ ἐν τῷ σώματι μεταβαλλόμενον εἰς αὐτὴν ἀλλοιοῦταί τε καὶ τρέπεται. πικρόν τε γὰρ ἂνͅ ἦν γευομένοις, εἰ χολὴν ἔξωθεν εὐθὺς ἐν ἑαυτῷ περιεῖχεν ἅπασί τ᾽ ἂν ὡσαύτως τοῖς ἀνθρώποις ἴσον αὐτῆς ἐγέννα [p. 180] τὸ πλῆθος. ἀλλ᾽ οὐχ ὧδ᾽ ἔχει τἀληθές. ἐν μὲν γὰρ τοῖς ἀκμάζουσι καὶ μάλιστ᾽ εἰ φύσει θερμότεροι καὶ βίον εἶεν βιοῦντες ταλαίπωρον, ἅπαν εἰς ξανθὴν χολὴν μεταβάλλει τὸ μέλι: τοῖς γέρουσι δ᾽ ἱκανῶς ἐστιν ἐπιτήδειον, ὡς ἂν οὐκ εἰς χολὴν ἀλλ᾽ εἰς αἷμα τὴν ἀλλοίωσιν ἐν ἐκείνοις λαμβάνον. Ἐρασίστρατος δὲ πρὸς τῷ μηδὲν τούτων γιγνώσκειν οὐδὲ περὶ τὴν διαίρεσιν τοῦ λόγου σωφρονεῖ, πότερον ἐν τοῖς σιτίοις ἡ χολὴ περιέχεται εὐθὺς ἐξ ἀρχῆς ἢ κατὰ τὴν ἐν τῇ κοιλίᾳ κατεργασίαν ἐγένετο, μηδὲν εἶναι [p. 116] χρήσιμον εἰς ἰατρικὴν ἐπεσκέφθαι λέγων. ἐχρῆν γὰρ δήπου προσθεῖναί τι καὶ περὶ τῆς ἐν ἥπατι καὶ φλεψὶ γενέσεως αὐτῆς, ἐν τοῖσδε τοῖς ὀργάνοις γεννᾶσθαι τὴν χολὴν ἅμα τῷ αἵματι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀποφηναμένων. ἀλλὰ τοῖς εὐθὺς ἐξ ἀρχῆς σφαλεῖσι καὶ διαμαρτάνουσι τῆς ὀρθῆς ὁδοῦ τοιαῦτά τε ληρεῖν ἀναγκαῖόν ἐστι καὶ προσέτι τῶν χρησιμωτάτων εἰς τὴν τέχνην παραλιπεῖν τὴν ζήτησιν.

ἡδέως δ᾽ ἂν ἐνταῦθα τοῦ λόγου γεγονὼς ἠρόμην τοὺς ὁμιλῆσαι φάσκοντας αὐτὸν ἐπὶ πλεῖστον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, εἰ γιγνώσκουσιν, ὅσα περὶ τοῦ κεκρᾶσθαι τὰ σώμαθ᾽ ἡμῶν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πρὸς Ἀριστοτέλους εἴρηταί τε καὶ ἀποδέδεικται, καὶ ὡς τὸ θερμὸν ἐν αὐτοῖς ἐστι τὸ δραστικώτατον καὶ ὡς τῶν ζῴων ὅσα μὲν θερμότερα φύσει, ταῦτα πάντως ἔναιμα, τὰ δ᾽ ἐπὶ πλέον ψυχρότερα πάντως ἄναιμα καὶ διὰ τοῦτο τοῦ χειμῶνος ἀργὰ [p. 182] καὶ ἀκίνητα κεῖται φωλεύοντα δίκην νεκρῶν. εἴρηται δὲ καὶ περὶ τῆς χροιᾶς τοῦ αἵματος οὐκ Ἀριστοτέλει μόνον, ἀλλὰ καὶ Πλάτωνι. καὶ [p. 117] ἡμεῖς νῦν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, οὐ τὰ καλῶς ἀποδεδειγμένα τοῖς παλαιοῖς λέγειν προὐθέμεθα, μήτε τῇ γνώμῃ μήτε τῇ λέξει τοὺς ἄνδρας ἐκείνους ὑπερβαλέσθαι δυνάμενοι: τὰ δ᾽ ἤτοι χωρὶς ἀποδείξεως ὡς ἐναργῆ πρὸς αὐτῶν εἰρημένα διὰ τὸ μηδ᾽ ὑπονοῆσαι μοχθηροὺς οὕτως ἔσεσθαί τινας σοφιστάς, οἳ καταφρονήσουσι τῆς ἐν αὐτοῖς ἀληθείας, ἢ καὶ παραλελειμμένα τελέως ὑπ᾽ ἐκείνων ἀξιοῦμεν εὑρίσκειν τε καὶ ἀποδεικνύναι.

περὶ δὲ τῆς τῶν χυμῶν γενέσεως οὐκ οἶδ᾽, εἰ ἔχει τις ἕτερον προσθεῖναι σοφώτερον ὧν Ἱπποκράτης εἶπε καὶ Ἀριστοτέλης καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ ἄλλοι πολλοὶ τῶν παλαιῶν. ἀποδέδεικται γὰρ ἐκείνοις τοῖς ἀνδράσιν ἀλλοιουμένης τῆς τροφῆς ἐν ταῖς φλεψὶν ὑπὸ τῆς ἐμφύτου θερμασίας αἷμα μὲν ὑπὸ τῆς συμμετρίας τῆς κατ᾽ αὐτήν, οἱ δ᾽ ἄλλοι χυμοὶ διὰ τὰς ἀμετρίας γιγνόμενοι: καὶ τούτῳ τῷ λόγῳ πάνθ᾽ ὁμολογεῖ τὰ φαινόμενα. καὶ γὰρ τῶν ἐδεσμάτων ὅσα μέν ἐστι θερμότερα φύσει, χολωδέστερα, τὰ δὲ ψυχρότερα φλεγματικώτερα: καὶ τῶν ἡλικιῶν ὡσαύτως [p. 118] χολωδέστεραι μὲν αἱ θερμότεραι φύσει, φλεγματωδέστεραι δ᾽ αἱ ψυχρότεραι: καὶ τῶν ἐπιτηδευμάτων δὲ καὶ τῶν χωρῶν καὶ τῶν ὡρῶν καὶ πολὺ δὴ πρότερον ἔτι τῶν φύσεων αὐτῶν αἱ μὲν ψυχρότεραι φλεγματωδέστεραι, χολωδέστεραι δ᾽ αἱ [p. 184] θερμότεραι: καὶ νοσημάτων τὰ μὲν ψυχρὰ τοῦ φλέγματος ἔκγονα, τὰ δὲ θερμὰ τῆς ξανθῆς χολῆς: καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν τῶν πάντων, ὃ μὴ τούτῳ τῷ λόγῳ μαρτυρεῖ. πῶς δ᾽ οὐ μέλλει; διὰ γὰρ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ἑκάστου τῶν μορίων ὡδί πως ἐνεργοῦντος ἀνάγκη πᾶσα καὶ διὰ τὴν βλάβην αὐτῶν ἢ διαφθείρεσθαι τελέως ἢ ἐμποδίζεσθαί γε τὴν ἐνέργειαν καὶ οὕτω νοσεῖν τὸ ζῷον ἢ ὅλον ἢ κατὰ τὰ μόρια.

καὶ τὰ πρῶτά γε καὶ γενικώτατα νοσήματα τέτταρα τὸν ἀριθμὸν ὑπάρχει θερμότητι καὶ ψυχρότητι καὶ ξηρότητι καὶ ὑγρότητι διαφέροντα. τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ καίτοι μὴ βουλόμενος. ὅταν γὰρ ἐν τοῖς πυρετοῖς χείρους τῶν σιτίων τὰς πέψεις γίγνεσθαι λέγῃ, [p. 119] μὴ διότι τῆς ἐμφύτου θερμασίας ἡ συμμετρία διέφθαρται, καθάπερ οἱ πρόσθεν ὑπελάμβανον, ἀλλ᾽ ὅτι περιστέλλεσθαι καὶ τρίβειν ἡ γαστὴρ οὐχ ὁμοίως δύναται βεβλαμμένη τὴν ἐνέργειαν, ἐρέσθαι δίκαιον αὐτόν, ὑπὸ τίνος ἡ τῆς γαστρὸς ἐνέργεια βέβλαπται.

γενομένου γάρ, εἰ τύχοι, βουβῶνος ἐπὶ προσπταίσματι, πρὶν μὲν πυρέξαι τὸν ἄνθρωπον, οὐκ ἂν χεῖρον ἡ γαστὴρ πέψειεν: οὐ γὰρ ἱκανὸν ἦν οὐδέτερον αὐτῶν οὔθ᾽ ὁ βουβὼν οὔτε τὸ ἕλκος ἐμποδίσαι τι καὶ βλάψαι τὴν ἐνέργειαν τῆς κοιλίας: εἰ δὲ πυρέξειεν, εὐθὺς μὲν αἱ πέψεις γίγνονται χείρους, εὐθὺς δὲ καὶ τὴν ἐνέργειαν τῆς γαστρὸς βεβλάφθαι φαμὲν ὀρθῶς λέγοντες. ἀλλ᾽ ὑπὸ τίνος ἐβλάβη, προσθεῖναι [p. 186] χρὴ τῷ λόγῳ. τὸ μὲν γὰρ ἕλκος οὐχ οἷόν τ᾽ ἦν αὐτὴν βλάπτειν, ὥσπερ οὐδ᾽ ὁ βουβών: ἦ γὰρ ἂν ἔβλαψε καὶ πρὸ τοῦ πυρετοῦ. εἰ δὲ μὴ ταῦτα, δῆλον, ὡς ἡ τῆς θερμασίας πλεονεξία. δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερμασίας πλεονεξία. ἀλλ᾽ ἡ μὲν τῆς κινήσεως ἀλλοίωσις οὐ μόνον οὐδὲν [p. 120] βλάψει τὴν ἐνέργειαν τῆς γαστρός, ἀλλὰ καὶ προσωφελήσει κατ᾽ ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς τὴν πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐμπῖπτον πνεῦμα. διὰ λοιπὴν οὖν ἔτι καὶ μόνην τὴν ἄμετρον θερμασίαν ἡ βλάβη τῆς ἐνεργείας τῇ γαστρί. τὸ μὲν γὰρ πνεῦμα σφοδρότερόν τε καὶ συνεχέστερον καὶ πλέον ἐμπίπτει νῦν ἢ πρότερον. ὥστε ταύτῃ μὲν μᾶλλον πέψει τὰ διὰ τὸ πνεῦμα καλῶς πέττοντα ζῷα, διὰ λοιπὴν δ᾽ ἔτι τὴν παρὰ φύσιν θερμασίαν ἀπεπτήσει. τὸ γὰρ καὶ τῷ πνεύματι φάναι τιν᾽ ὑπάρχειν ἰδιότητα, καθ᾽ ἣν πέττει, κἄπειτα ταύτην πυρεττόντων διαφθείρεσθαι καθ᾽ ἕτερον τρόπον ἐστὶν ὁμολογῆσαι τὸ ἄτοπον. ἐρωτηθέντες γὰρ αὖθις, ὑπὸ τίνος ἠλλοιώθη τὸ πνεῦμα, μόνην ἕξουσιν ἀποκρίνεσθαι τὴν παρὰ φύσιν θερμασίαν καὶ μάλιστ᾽ ἐπὶ τοῦ κατὰ τὴν [p. 188] κοιλίαν: οὐδὲ γὰρ πλησιάζει κατ᾽ οὐδὲν τοῦτο τῷ βουβῶνι.

καίτοι τί τῶν ζῴων ἐκείνων, ἐν οἷς ἡ τοῦ πνεύματος ἰδιότης μέγα δύναται, μνημονεύω, παρὸν ἐπ᾽ ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν ἢ παντάπασιν [p. 121] ἀμυδρόν τι καὶ μικρὸν ὠφελεῖ, ποιεῖσθαι τὸν λόγον; ἀλλ᾽ ὅτι μὲν ἐν τοῖς πυρετοῖς οὗτοι κακῶς πέττουσιν, ὁμολογεῖ καὶ αὐτὸς καὶ τήν γ᾽ αἰτίαν προστιθεὶς βεβλάφθαι φησὶ τῆς γαστρὸς τὴν ἐνέργειαν. οὐ μὴν ἄλλην γέ τινα πρόφασιν τῆς βλάβης εἰπεῖν ἔχει πλὴν τῆς παρὰ φύσιν θερμασίας. ἀλλ᾽ εἰ βλάπτει τὴν ἐνέργειαν ἡ παρὰ φύσιν θερμασία μὴ κατά τι συμβεβηκός, ἀλλὰ διὰ τὴν αὑτῆς οὐσίαν τε καὶ δύναμιν, ἐκ τῶν πρώτων ἂν εἴη νοσημάτων: καὶ μὴν οὐκ ἐνδέχεται τῶν πρώτων μὲν εἶναι νοσημάτων τὴν ἀμετρίαν τῆς θερμασίας, τὴν δ᾽ ἐνέργειαν ὑπὸ τῆς εὐκρασίας μὴ γίγνεσθαι. οὐδὲ γὰρ δι᾽ ἄλλο τι δυνατὸν γίγνεσθαι τὴν δυσκρασίαν αἰτίαν τῶν πρώτων νοσημάτων ἀλλ᾽ ἢ διὰ τὴν εὐκρασίαν διαφθειρομένην. τῷ γὰρ ὑπὸ ταύτης γίγνεσθαι τὰς ἐνεργείας ἀνάγκη καὶ τὰς πρώτας αὐτῶν βλάβας διαφθειρομένης γίγνεσθαι.

ὅτι μὲν οὖν καὶ κατ᾽ αὐτὸν τὸν Ἐρασίστρατον ἡ εὐκρασία τοῦ θερμοῦ τῶν ἐνεργειῶν αἰτία, τοῖς θεωρεῖν τὸ ἀκόλουθον δυναμένοις ἱκανῶς ἀποδεδεῖχθαι νομίζω. τούτου δ᾽ ὑπάρχοντος [p. 122] ἡμῖν οὐδὲν ἔτι χαλεπὸν ἐφ᾽ ἑκάστης ἐνεργείας [p. 190] τῇ μὲν εὐκρασία τὸ βέλτιον ἕπεσθαι λέγειν, τῇ δὲ δυσκρασίᾳ τὰ χείρω. καὶ τοίνυν εἴπερ ταῦθ᾽ οὕτως ἔχει, τὸ μὲν αἷμα τῆς συμμέτρου θερμασίας, τὴν δὲ ξανθὴν χολὴν τῆς ἀμέτρου νομιστέον ὑπάρχειν ἔγγονον. οὕτω γὰρ καὶ ἡμῖν ἔν τε ταῖς θερμαῖς ἡλικίαις καὶ τοῖς θερμοῖς χωρίοις καὶ ταῖς ὥραις τοῦ ἔτους ταῖς θερμαῖς καὶ ταῖς θερμαῖς καταστάσεσιν, ὡσαύτως δὲ καὶ ταῖς θερμαῖς κράσεσι τῶν ἀνθρώπων καὶ τοῖς ἐπιτηδεύμασί τε καὶ τοῖς διαιτήμασι καὶ τοῖς νοσήμασι τοῖς θερμοῖς εὐλόγως ἡ ξανθὴ χολὴ πλείστη φαίνεται γιγνομένη.

τὸ δ᾽ ἀπορεῖν, εἴτ᾽ ἐν τοῖς σώμασι τῶν ἀνθρώπων ὁ χυμὸς οὗτος ἔχει τὴν γένεσιν εἴτ᾽ ἐν τοῖς σιτίοις περιέχεται, μηδ᾽ ὅτι τοῖς ὑγιαίνουσιν ἀμέμπτως, ὅταν ἀσιτήσωσι παρὰ τὸ ἔθος ὑπό τινος περιστάσεως πραγμάτων ἀναγκασθέντες, πικρὸν μὲν τὸ στόμα γίγνεται, χολώδη δὲ τὰ οὖρα, δάκνεται δ᾽ ἡ γαστήρ, ἑωρακότος ἐστὶν ἀλλ᾽ ὥσπερ ἐξαίφνης νῦν εἰς τὸν κόσμον ἐληλυθότος καὶ μήπω τὰ κατ᾽ αὐτὸν φαινόμενα γιγνώσκοντος. ἐπεὶ τίς οὐκ οἶδεν, ὡς ἕκαστον τῶν ἑψομένων ἐπὶ πλέον ἁλυκώτερον μὲν τὸ [p. 123] πρῶτον, ὕστερον δὲ πικρότερον γίγνεται; κἂν εἰ τὸ μέλι βουληθείης αὐτὸ τὸ πάντων γλυκύτατον ἐπὶ πλεῖστον ἕψειν, ἀποδείξεις καὶ τοῦτο πικρότατον: ὃ γὰρ τοῖς ἄλλοις, ὅσα μὴ φύσει θερμά, παρὰ τῆς ἑψήσεως ἐγγίγνεται, τοῦτ᾽ ἐκ φύσεως ὑπάρχει τῷ μέλιτι. διὰ τοῦτ᾽ οὖν ἑψόμενον οὐ γίγνεται γλυκύτερον: ὅσον γὰρ ἐχρῆν εἶναι θερμότητος εἰς γένεσιν γλυκύτητος, ἀκριβῶς αὐτῷ τοῦτο πᾶν οἴκοθεν ὑπάρχει. ὃ τοίνυν [p. 192] ἔξωθεν τοῖς ἐλλιπῶς θερμοῖς ἦν ὠφέλιμον, τοῦτ᾽ ἐκείνῳ βλάβη τε καὶ ἀμετρία γίγνεται καὶ διὰ τοῦτο θᾶττον τῶν ἄλλων ἑψόμενον ἀποδείκνυται πικρόν. δι᾽ αὐτὸ δὲ τοῦτο καὶ τοῖς θερμοῖς φύσει καὶ τοῖς ἀκμάζουσιν εἰς χολὴν ἑτοίμως μεταβάλλεται. θερμῷ γὰρ θερμὸν πλησιάζον εἰς ἀμετρίαν κράσεως ἑτοίμως ἐξίσταται καὶ φθάνει χολὴ γιγνόμενον, οὐχ αἷμα. δεῖται τοίνυν ψυχρᾶς μὲν κράσεως ἀνθρώπου, ψυχρᾶς δ᾽ ἡλικίας, ἵν᾽ εἰς αἵματος ἄγηται φύσιν. οὔκουν ἄπο τρόπου συνεβούλευσεν Ἱπποκράτης τοῖς φύσει πικροχόλοις μὴ προσφέρειν τὸ μέλι, ὡς [p. 124] ἂν θερμοτέρας δηλονότι κράσεως ὑπάρχουσιν. οὕτω δὲ καὶ τοῖς νοσήμασι τοῖς πικροχόλοις πολέμιον εἶναι τὸ μέλι καὶ τῇ τῶν γερόντων ἡλικίᾳ φίλιον οὐχ Ἱπποκράτης μόνον ἀλλὰ καὶ πάντες ἰατροὶ λέγουσιν, οἱ μὲν ἐκ τῆς φύσεως αὐτοῦ τὴν δύναμιν ἐνδειξαμένης εὑρόντες, οἱ δ᾽ ἐκ τῆς πείρας μόνης. οὐδὲ γὰρ οὐδὲ τοῖς ἀπὸ τῆς ἐμπειρίας ἰατροῖς ἕτερόν τι παρὰ ταῦτα τετήρηται γιγνόμενον, ἀλλὰ χρηστὸν μὲν γέροντι, νέῳ δ᾽ οὐ χρηστόν, καὶ τῷ μὲν φύσει πικροχόλῳ βλαβερόν, ὠφέλιμον δὲ τῷ φλεγματώδει: καὶ τῶν νοσημάτων ὡσαύτως τοῖς μὲν πικροχόλοις ἐχθρόν, τοῖς δὲ φλεγματώδεσι φίλιον: ἑνὶ δὲ λόγῳ τοῖς μὲν θερμοῖς σώμασιν ἢ διὰ φύσιν ἢ διὰ νόσον ἢ δι᾽ ἡλικίαν ἢ δι᾽ ὥραν ἢ διὰ χώραν ἢ δι᾽ ἐπιτήδευμα χολῆς γεννητικόν, αἵματος δὲ τοῖς ἐναντίοις.

καὶ μὴν οὐκ ἐνδέχεται ταὐτὸν ἔδεσμα τοῖς μὲν χολὴν γεννᾶν, τοῖς δ᾽ αἷμα μὴ οὐκ ἐν τῷ σώματι [p. 194] τῆς γενέσεως αὐτῶν ἐπιτελουμένης. εἰ γὰρ δὴ οἴκοθέν γε καὶ παρ᾽ ἑαυτοῦ τῶν ἐδεσμάτων ἕκαστον ἔχον καὶ οὐκ ἐν τοῖς τῶν ζῴων σώμασι [p. 125] μεταβαλλόμενον ἐγέννα τὴν χολήν, ἐν ἅπασιν ἂν ὁμοίως αὐτὴν τοῖς σώμασιν ἐγέννα καὶ τὸ μὲν πικρὸν ἔξω γευομένοις ἦν ἂν οἶμαι χολῆς ποιητικόν, εἰ δέ τι γλυκὺ καὶ χρηστόν, οὐκ ἂν οὐδὲ τὸ βραχύτατον ἐξ αὐτοῦ χολῆς ἐγεννᾶτο. καὶ μὴν οὐ τὸ μέλι μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον τῶν γλυκέων τοῖς προειρημένοις σώμασι τοῖς δι᾽ ὁτιοῦν τῶν εἰρημένων θερμοῖς οὖσιν εἰς χολὴν ἑτοίμως ἐξίσταται.

καίτοι ταῦτ᾽ οὐκ οἶδ᾽ ὅπως ἐξηνέχθην εἰπεῖν οὐ προελόμενος ἀλλ᾽ ὑπ᾽ αὐτῆς τοῦ λόγου τῆς ἀκολουθίας ἀναγκασθείς. εἴρηται δ᾽ ἐπὶ πλεῖστον ὑπὲρ αὐτῶν Ἀριστοτέλει τε καὶ Πραξαγόρᾳ τὴν Ἱπποκράτους καὶ Πλάτωνος γνώμην ὀρθῶς ἐξηγησαμένοις.

μὴ τοίνυν ὡς ἀποδείξεις ὑφ᾽ ἡμῶν εἰρῆσθαι νομίζειν τὰ τοιαῦτα μᾶλλον ἢ περὶ τῆς τῶν ἄλλως γιγνωσκόντων ἀναισθησίας ἐνδείξεις, οἳ μηδὲ τὰ πρὸς ἁπάντων ὁμολογούμενα καὶ καθ᾽ ἑκάστην ἡμέραν φαινόμενα γιγνώσκουσιν: τὰς δ᾽ ἀποδείξεις αὐτῶν τὰς κατ᾽ ἐπιστήμην ἐξ ἐκείνων χρὴ λαμβάνειν τῶν ἀρχῶν, ὧν ἤδη [p. 126] καὶ πρόσθεν εἴπομεν, ὡς τὸ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα τοῖς σώμασιν ὑπάρχει κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. καὶ [p. 196] εἴτε φλέβας εἴθ᾽ ἧπαρ εἴτ᾽ ἀρτηρίας εἴτε καρδίαν εἴτε κοιλίαν εἴτ᾽ ἄλλο τι μόριον ἐνεργεῖν τις φήσειεν ἡντινοῦν ἐνέργειαν, ἀφύκτοις ἀνάγκαις ἀναγκασθήσεται διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ὁμολογῆσαι τὴν ἐνέργειαν ὑπάρχειν αὐτῷ. διὰ τί γὰρ ἡ γαστὴρ περιστέλλεται τοῖς σιτίοις, διὰ τί δ᾽ αἱ φλέβες αἷμα γεννῶσι, παρὰ τῶν Ἐρασιστρατείων ἐδεόμην ἀκοῦσαι. τὸ γὰρ ὅτι περιστέλλεται μόνον αὐτὸ καθ᾽ ἑαυτὸ γιγνώσκειν οὐδέπω χρηστόν, εἰ μὴ καὶ τὴν αἰτίαν εἰδείημεν: οὕτω γὰρ ἂν οἶμαι καὶ τὰ σφάλματα θεραπεύσαιμεν. οὐ μέλει, φασίν, ἡμῖν οὐδὲ πολυπραγμονοῦμεν ἔτι τὰς τοιαύτας αἰτίας: ὑπὲρ ἰατρὸν γάρ εἰσι καὶ τῷ φυσικῷ προσήκουσι. πότερον οὖν οὐδ᾽ ἀντερεῖτε τῷ φάσκοντι τὴν μὲν εὐκρασίαν τὴν κατὰ φύσιν αἰτίαν εἶναι τῆς ἐνεργείας ἑκάστῳ τῶν ὀργάνων, τὴν δ᾽ αὖ δυσκρασίαν [p. 127] νόσον τ᾽ ἤδη καλεῖσθαι καὶ πάντως ὑπ᾽ αὐτῆς βλάπτεσθαι τὴν ἐνέργειαν; ἢ πεισθήσεσθε ταῖς τῶν παλαιῶν ἀποδείξεσιν; ἢ τρίτον τι καὶ μέσον ἑκατέρου τούτων πράξετε μήθ᾽ ὡς ἀληθέσι τοῖς λόγοις ἐξ ἀνάγκης πειθόμενοι μήτ᾽ ἀντιλέγοντες ὡς ψευδέσιν, ἀλλ᾽ ἀπορητικοί τινες ἐξαίφνης καὶ Πυρρώνειοι γενήσεσθε; καὶ μὴν εἰ τοῦτο δράσετε, τὴν ἐμπειρίαν ἀναγκαῖον ὑμῖν προστήσασθαι. τῷ γὰρ ἂν ἔτι τρόπῳ καὶ τῶν ἰαμάτων εὐποροίητε τὴν οὐσίαν ἑκάστου τῶν νοσημάτων ἀγνοοῦντες; τί οὖν οὐκ ἐξ ἀρχῆς ἐμπειρικοὺς ὑμᾶς αὐτοὺς ἐκαλέσατε; τί δὲ πράγμαθ᾽ ἡμῖν παρέχετε φυσικὰς [p. 198] ἐνεργείας ἐπαγγελλόμενοι ζητεῖν ἰάσεως ἕνεκεν; εἰ γὰρ ἀδύνατος ἡ γαστήρ ἐστί τινι περιστέλλεσθαι καὶ τρίβειν, πῶς αὐτὴν εἰς τὸ κατὰ φύσιν ἐπανάξομεν ἀγνοοῦντες τὴν αἰτίαν τῆς ἀδυναμίας; ἐγὼ μέν φημι τὴν μὲν ὑπερτεθερμασμένην ἐμψυκτέον ἡμῖν εἶναι, τὴν δ᾽ ἐψυγμένην θερμαντέον: οὕτω δὲ καὶ τὴν ἐξηρασμένην ὑγραντέον, τὴν δ᾽ ὑγρασμένην ξηραντέον. ἀλλὰ [p. 128] καὶ κατὰ συζυγίαν, εἰ θερμοτέρα τοῦ κατὰ φύσιν ἅμα καὶ ξηροτέρα τύχοι γεγενημένη, κεφάλαιον εἶναι τῆς ἰάσεως ἐμψύχειν θ᾽ ἅμα καὶ ὑγραίνειν: εἰ δ᾽ αὖ ψυχροτέρα τε καὶ ὑγροτέρα, θερμαίνειν τε καὶ ξηραίνειν κἀπὶ τῶν ἄλλων ὡσαύτως: οἱ δ᾽ ἀπ᾽ Ἐρασιστράτου τί ποτε καὶ πράξουσιν οὐδ᾽ ὅλως ζητεῖν τῶν ἐνεργειῶν τὰς αἰτίας ὁμολογοῦντες; ὁ γάρ τοι καρπὸς τῆς περὶ τῶν ἐνεργειῶν ζητήσεως οὗτός ἐστι, τὸ τὰς αἰτίας τῶν δυσκρασιῶν εἰδότα εἰς τὸ κατὰ φύσιν ἐπανάγειν αὐτάς, ὡς αὐτό γε μόνον τὸ γνῶναι τὴν ἑκάστου τῶν ὀργάνων ἐνέργειαν ἥτις ἐστὶν οὔπω χρηστὸν εἰς τὰς ἰάσεις.

Ἐρασίστρατος δέ μοι δοκεῖ καὶ αὐτὸ τοῦτ᾽ ἀγνοεῖν, ὡς, ἥτις ἂν ἐν τῷ σώματι διάθεσις βλάπτῃ τὴν ἐνέργειαν μὴ κατά τι συμβεβηκὸς ἀλλὰ πρώτως τε καὶ καθ᾽ ἑαυτήν, αὕτη τὸ νόσημά ἐστιν αὐτό. πῶς οὖν ἔτι διαγνωστικός τε καὶ ἰατικὸς ἔσται τῶν νοσημάτων ἀγνοῶν ὅλως αὐτὰ τίνα τ᾽ ἐστὶ καὶ πόσα καὶ ποῖα; κατὰ μὲν δὴ τὴν γαστέρα τό γε τοσοῦτον Ἐρασίστρατος ἠξίωσε [p. 200] [p. 129] ζητεῖσθαι τὸ πῶς πέττεται τὰ σιτία: τὸ δ᾽ ἥτις πρώτη τε καὶ ἀρχηγὸς αἰτία τούτου, πῶς οὐκ ἐπεσκέψατο; κατὰ δὲ τὰς φλέβας καὶ τὸ αἷμα καὶ αὐτὸ τὸ πῶς παρέλιπεν.

ἀλλ᾽ οὔθ᾽ Ἱπποκράτης οὔτ᾽ ἄλλος τις ὧν ὀλίγῳ πρόσθεν ἐμνημόνευσα φιλοσόφων ἢ ἰατρῶν ἄξιον ᾤετ᾽ εἶναι παραλιπεῖν: ἀλλὰ τὴν κατὰ φύσιν ἐν ἑκάστῳ ζῴῳ θερμασίαν εὔκρατόν τε καὶ μετρίως ὑγρὰν οὖσαν αἵματος εἶναί φασι γεννητικὴν καὶ δι᾽ αὐτό γε τοῦτο καὶ τὸ αἷμα θερμὸν καὶ ὑγρὸν εἶναί φασι τῇ δυνάμει χυμόν, ὥσπερ τὴν ξανθὴν χολὴν θερμὴν καὶ ξηρὰν εἶναι, εἰ καὶ ὅτι μάλισθ᾽ ὑγρὰ φαίνεται. διαφέρειν γὰρ αὐτοῖς δοκεῖ τὸ κατ φαντασίαν ὑγρὸν τοῦ κατὰ δύναμιν. ἢ τίς οὐκ οἶδεν, ὡς ἅλμη μὲν καὶ θάλαττα ταριχεύει τὰ κρέα καὶ ἄσηπτα διαφυλάττει, τὸ δ᾽ ἄλλο πᾶν ὕδωρ τὸ πότιμον ἑτοίμως διαφθείρει τε καὶ σήπει; τίς δ᾽ οὐκ οἶδεν, ὡς ξανθῆς χολῆς ἐν τῇ γαστρὶ περιεχομένης πολλῆς ἀπαύστῳ δίψει συνεχόμεθα καὶ ὡς ἐμέσαντες αὐτὴν εὐθὺς ἄδιψοι γιγνόμεθα μᾶλλον ἢ εἰ [p. 130] πάμπολυ ποτὸν προσηράμεθα; θερμὸς οὖν εὐλόγως ὁ χυμὸς οὗτος εἴρηται καὶ ξηρὸς κατὰ δύναμιν, ὥσπερ γε καὶ τὸ φλέγμα ψυχρὸν καὶ ὑγρόν. ἐναργεῖς γὰρ καὶ περὶ τούτου πίστεις Ἱπποκράτει τε καὶ τοῖς ἄλλοις εἴρηνται παλαιοῖς.

Πρόδικος δ᾽ ἐν τῷ περὶ φύσεως ἀνθρώπου γράμματι τὸ συγκεκαυμένον καὶ οἷον ὑπερωπτημένον ἐν τοῖς χυμοῖς ὀνομάζων φλέγμα παρὰ τὸ πεφλέχθαι τῇ λέξει μὲν ἑτέρως χρῆται, φυλάττει [p. 202] μέντοι τὸ πρᾶγμα κατὰ ταὐτὸ τοῖς ἄλλοις. τὴν δ᾽ ἐν τοῖς ὀνόμασι τἀνδρὸς τούτου καινοτομίαν ἱκανῶς ἐνδείκνυται καὶ Πλάτων. ἀλλὰ τοῦτό γε τὸ πρὸς ἁπάντων ἀνθρώπων ὀνομαζόμενον φλέγμα τὸ λευκὸν τὴν χρόαν, ὃ βλένναν ὀνομάζει Πρόδικος, ὁ ψυχρὸς καὶ ὑγρὸς χυμός ἐστιν οὗτος καὶ πλεῖστος τοῖς τε γέρουσι καὶ τοῖς ὁπωσδήποτε ψυγεῖσιν ἀθροίζεται καὶ οὐδεὶς οὐδὲ μαινόμενος ἂν ἄλλο τι ἢ ψυχρὸν καὶ ὑγρὸν εἴποι ἂν αὐτόν.

ἆρ᾽ οὖν θερμὸς μέν τίς ἐστι καὶ ὑγρὸς χυμὸς καὶ θερμὸς καὶ ξηρὸς ἕτερος καὶ ὑγρὸς καὶ ψυχρὸς ἄλλος, οὐδεὶς δ᾽ ἐστὶ ψυχρὸς καὶ ξηρὸς τὴν δύναμιν, ἀλλ᾽ ἡ τετάρτη συζυγία τῶν [p. 131] κράσεων ἐν ἅπασι τοῖς ἄλλοις ὑπάρχουσα μόνοις τοῖς χυμοῖς οὐχ ὑπάρχει; καὶ μὴν ἥ γε μέλαινα χολὴ τοιοῦτός ἐστι χυμός, ὃν οἱ σωφρονοῦντες ἰατροὶ καὶ φιλόσοφοι πλεονεκτεῖν ἔφασαν τῶν μὲν ὡρῶν τοῦ ἔτους ἐν φθινοπώρῳ μάλιστα, τῶν δ᾽ ἡλικιῶν ἐν ταῖς μετὰ τὴν ἀκμήν. οὕτω δὲ καὶ διαιτήματα καὶ χωρία καὶ καταστάσεις καὶ νόσους τινὰς ψυχρὰς καὶ ξηρὰς εἶναί φασιν: οὐ γὰρ δὴ χωλὴν ἐν ταύτῃ μόνῃ τῇ συζυγίᾳ τὴν φύσιν εἶναι νομίζουσιν ἀλλ᾽ ὥσπερ τὰς ἄλλας τρεῖς οὕτω καὶ τήνδε διὰ πάντων ἐκτετάσθαι.

ηὐξάμην οὖν κἀνταῦθ᾽ ἐρωτῆσαι δύνασθαι τὸν Ἐρασίστρατον, εἰ μηδὲν ὄργανον ἡ τεχνικὴ φύσις ἐδημιούργησε καθαρτικὸν τοῦ τοιούτου χυμοῦ, ἀλλὰ τῶν μὲν οὔρων ἄρα τῆς διακρίσεώς ἐστιν ὄργανα δύο καὶ τῆς ξανθῆς χολῆς ἕτερον οὐ [p. 204] σμικρόν, ὁ δὲ τούτων κακοηθέστερος χυμὸς ἀλᾶται διὰ παντὸς ἐν ταῖς φλεψὶν ἀναμεμιγμένος τῷ αἵματι. καίτοι "Δυσεντερίη," φησί που Ἱπποκράτης, "ἢν ἀπὸ χολῆς μελαίνης [p. 132] ἄρξηται, θανάσιμον," οὐ μὴν ἥ γ᾽ ἀπὸ τῆς ξανθῆς χολῆς ἀρχομένη πάντως ὀλέθριος, ἀλλ᾽ οἱ πλείους ἐξ αὐτῆς διασῴζονται. τοσούτῳ κακοηθεστέρα τε καὶ δριμυτέρα τὴν δύναμιν ἡ μέλαινα χολὴ τῆς ξανθῆς ἐστιν. ἆρ᾽ οὖν οὔτε τῶν ἄλλων ἀνέγνω τι τῶν τοῦ Ἱπποκράτους γραμμάτων ὁ Ἐρασίστρατος οὐδὲν οὔτε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἵν᾽ οὕτως ἀργῶς παρέλθοι τὴν περὶ τῶν χυμῶν ἐπίσκεψιν, ἢ γιγνώσκει μέν, ἑκὼν δὲ παραλείπει καλλίστην τῆς τέχνης θεωρίαν; ἐχρῆν οὖν αὐτὸν μηδὲ περὶ τοῦ σπληνὸς εἰρηκέναι τι μηδ᾽ ἀσχημονεῖν ὑπὸ τῆς τεχνικῆς φύσεως ὄργανον τηλικοῦτον μάτην ἡγούμενον κατεσκευάσθαι. καὶ μὴν οὐχ Ἱπποκράτης μόνον ἢ Πλάτων, οὐδέν τι χείρους Ἐρασιστράτου περὶ φύσιν ἄνδρες, ἕν τι τῶν καθαιρόντων τὸ αἷμα καὶ τοῦτ᾽ εἶναί φασι τὸ σπλάγχνον, ἀλλὰ καὶ μυρίοι σὺν αὐτοῖς ἄλλοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὧν ἁπάντων προσποιησάμενος ὑπερφρονεῖν ὁ γενναῖος Ἐρασίστρατος οὔτ᾽ ἀντεῖπεν οὔθ᾽ ὅλως τῆς δόξης αὐτῶν ἐμνημόνευσε. καὶ μὴν ὅσοις γε τὸ σῶμα θάλλει, τούτοις ὁ σπλὴν φθίνει, φησὶν Ἱπποκράτης, καὶ οἱ ἀπὸ [p. 133] τῆς ἐμπειρίας ὁρμώμενοι πάντες ὁμολογοῦσιν ἰατροί. καὶ ὅσοις γ᾽ αὖ μέγας καὶ ὕπουλος [p. 206] αὐξάνεται, τούτοις καταφθείρει τε καὶ κακόχυμα τὰ σώματα τίθησιν, ὡς καὶ τοῦτο πάλιν οὐχ Ἱπποκράτης μόνον ἀλλὰ καὶ Πλάτων ἄλλοι τε πολλοὶ καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας ὁμολογοῦσιν ἰατροί. καὶ οἱ ἀπὸ σπληνὸς δὲ κακοπραγοῦντος ἴκτεροι μελάντεροι καὶ τῶν ἑλκῶν αἱ οὐλαὶ μέλαιναι. καθόλου γάρ, ὅταν ἐνδεέστερον ἢ προσῆκεν εἰς ἑαυτὸν ἕλκῃ τὸν μελαγχολικὸν χυμόν, ἀκάθαρτον μὲν τὸ αἷμα, κακόχρουν δὲ τὸ πᾶν γίγνεται σῶμα. πότε δ᾽ ἐνδεέστερον ἕλκει; ἢ δῆλον ὅτι κακῶς διακείμενος; ὥσπερ οὖν τοῖς νεφροῖς ἐνεργείας οὔσης ἕλκειν τὰ οὖρα κακῶς ἕλκειν ὑπάρχει κακοπραγοῦσιν, οὕτω καὶ τῷ σπληνὶ ποιότητος μελαγχολικῆς ἑλκτικὴν ἐν ἑαυτῷ δύναμιν ἔχοντι σύμφυτον ἀρρωστήσαντί ποτε ταύτην ἀναγκαῖον ἕλκειν κακῶς κἀν τῷδε παχύτερον ἤδη καὶ μελάντερον γίγνεσθαι τὸ αἷμα.

ταῦτ᾽ οὖν ἅπαντα πρός τε τὰς διαγνώσεις τῶν νοσημάτων καὶ τὰς ἰάσεις μεγίστην [p. 134] παρεχόμενα χρείαν ὑπερεπήδησε τελέως ὁ Ἐρασίστρατος καὶ καταφρονεῖν προσεποιήσατο τηλικούτων ἀνδρῶν ὁ μηδὲ τῶν τυχόντων καταφρονῶν ἀλλ᾽ ἀεὶ φιλοτίμως ἀντιλέγων ταῖς ἤλιθιωτάταις δόξαις. ᾧ καὶ δῆλον, ὡς οὐδὲν ἔχων οὔτ᾽ ἀντειπεῖν τοῖς πρεσβυτέροις ὑπὲρ ὧν ἀπεφήναντο περὶ σπληνὸς ἐνεργείας τε καὶ χρείας οὔτ᾽ αὐτὸς ἐξευρίσκων τι καινὸν εἰς τὸ μηδὲν ὅλως εἰπεῖν ἀφίκετο. ἀλλ᾽ ἡμεῖς γε πρῶτον μὲν ἐκ τῶν αἰτίων, οἷς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς [p. 208] φυσεις, τοῦ θερμοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δεύτερον δ᾽ ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων κατὰ τὸ σῶμα ψυχρὸν καὶ ξηρὸν εἶναί τινα χρῆναι χυμὸν ἀπεδείξαμεν. ἑξῆς δ᾽, ὅτι καὶ μελαγχολικὸς οὗτος ὑπάρχει καὶ τὸ καθαῖρον αὐτὸν σπλάγχνον ὁ σπλήν ἐστιν, διὰ βραχέων ὡς ἔνι μάλιστα τῶν τοῖς παλαιοῖς ἀποδεδειγμένων ἀναμνήσαντες ἐπὶ τὸ λεῖπον ἔτι τοῖς παροῦσι λόγοις ἀφιξόμεθα.

τί δ᾽ ἂν εἴη λεῖπον ἄλλο γ᾽ ἢ ἐξηγήσασθαι [p. 135] σαφῶς, οἷόν τι βούλονταί τε καὶ ἀποδεικνύουσι περὶ τὴν τῶν χυμῶν γένεσιν οἱ παλαιοὶ συμβαίνειν. ἐναργέστερον δ᾽ ἂν γνωσθείη διὰ παραδείγματος. οἶνον δή μοι νόει γλεύκινον οὐ πρὸ πολλοῦ τῶν σταφυλῶν ἐκτεθλιμμένον ζέοντά τε καὶ ἀλλοιούμενον ὑπὸ τῆς ἐν αὐτῷ θερμασίας: ἔπειτα κατὰ τὴν αὐτοῦ μεταβολὴν δύο γεννώμενα περιττώματα τὸ μὲν κουφότερόν τε καὶ ἀερωδέστερον, τὸ δὲ βαρύτερόν τε καὶ γεωδέστερον, ὧν τὸ μὲν ἄνθος, οἶμαι, τὸ δὲ τρύγα καλοῦσι. τούτων τῷ μὲν ἑτέρῳ τὴν ξανθὴν χολήν, τῷ δ᾽ ἑτέρῳ τὴν μέλαιναν εἰκάζων οὐκ ἂν ἁμάρτοις, οὐ τὴν αὐτὴν ἐχόντων ἰδέαν τῶν χυμῶν τούτων ἐν τῷ κατὰ φύσιν διοικεῖσθαι τὸ ζῷον, οἵαν καὶ παρὰ φύσιν ἔχοντος ἐπιφαίνονται πολλάκις. ἡ μὲν γὰρ ξανθὴ λεκιθώδης γίγνεται: καὶ γὰρ ὀνομάζουσιν οὕτως αὐτήν, ὅτι ταῖς τῶν ὠῶν λεκίθοις ὁμοιοῦται κατά τε χρόαν καὶ πάχος. ἡ δ᾽ αὖ μέλαινα κακοηθέστερα μὲν πολὺ καὶ [p. 210] αὕτη τῆς κατὰ φύσιν: ὄνομα δ᾽ οὐδὲν ἴδιον κεῖται τῷ τοιούτῳ χυμῷ, πλὴν εἴ πού τινες ἢ ξυστικὸν ἢ ὀξώδη κεκλήκασιν αὐτόν, ὅτι καὶ δριμὺς ὁμοίως [p. 136] ὄξει γίγνεται καὶ ξύει γε τὸ σῶμα τοῦ ζῴου καὶ τὴν γῆν, εἰ κατ᾽ αὐτῆς ἐκχυθείη, καί τινα μετὰ πομφολύγων οἷον ζύμωσίν τε καὶ ζέσιν ἐργάζεται, σηπεδόνος ἐπικτήτου προσελθούσης ἐκείνῳ τῷ κατὰ φύσιν ἔχοντι χυμῷ τῷ μέλανι. καί μοι δοκοῦσιν οἱ πλεῖστοι τῶν παλαιῶν ἰατρῶν αὐτὸ μὲν τὸ κατὰ φύσιν ἔχον τοῦ τοιούτου χυμοῦ καὶ διαχωροῦν κάτω καὶ πολλάκις ἐπιπολάζον ἄνω μέλανα καλεῖν χυμόν, οὐ μέλαιναν χολήν, τὸ δ᾽ ἐκ συγκαύσεώς τινος καὶ σηπεδόνος εἰς τὴν ὀξεῖαν μεθιστάμενον ποιότητα μέλαιναν ὀνομάζειν χολήν. ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὐ χρὴ διαφέρεσθαι, τὸ δ᾽ ἀληθὲς ὧδ᾽ ἔχον εἰδέναι.

κατὰ τὴν τοῦ αἵματος γένεσιν ὅσον ἂν ἱκανῶς παχὺ καὶ γεῶδες ἐκ τῆς τῶν σιτίων φύσεως ἐμφερόμενον τῇ τροφῇ μὴ δέξηται καλῶς τὴν ἐκ τῆς ἐμφύτου θερμασίας ἀλλοίωσιν, ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει τοῦτο. τὸ δ᾽ ὀπτηθέν, ὡς ἄν τις εἴποι, καὶ συγκαυθὲν τῆς τροφῆς, εἴη δ᾽ ἂν τοῦτο τὸ θερμότατον ἐν αὐτῇ καὶ γλυκύτατον, οἷον τό τε μέλι καὶ ἡ πιμελή, ξανθὴ γενόμενον χολὴ διὰ τῶν χοληδόχων ὀνομαζομένων ἀγγείων [p. 137] ἐκκαθαίρεται. λεπτὸν δ᾽ ἐστὶ τοῦτο καὶ ὑγρὸν καὶ Ρ῾υτὸν οὐχ ὥσπερ ὅταν ὀπτηθὲν ἐσχάτως ξανθὸν καὶ πυρῶδες καὶ παχὺ γένηται ταῖς τῶν [p. 212] ὠῶν ὅμοιον λεκίθοις. τοῦτο μὲν γὰρ ἤδη παρὰ φύσιν: θάτερον δὲ τὸ πρότερον εἰρημένον κατὰ φύσιν ἐστίν: ὥσπερ γε καὶ τοῦ μέλανος χυμοῦ τὸ μὲν μήπω τὴν οἷον ζέσιν τε καὶ ζύμωσιν τῆς γῆς ἐργαζόμενον κατὰ φύσιν ἐστί, τὸ δ᾽ εἰς τοιαύτην μεθιστάμενον ἰδέαν τε καὶ δύναμιν ἤδη παρὰ φύσιν, ὡς ἂν τὴν ἐκ τῆς συγκαύσεως τοῦ παρὰ φύσιν θερμοῦ προσειληφὸς δριμύτητα καὶ οἷον τέφρα τις ἤδη γεγονός. ὧδέ πως καὶ ἡ κεκαυμένη τρὺξ τῆς ἀκαύστου διήνεγκε. θερμὸν γάρ τι χρῆμα αὕτη γ᾽ ἱκανῶς ἐστιν, ὥστε καίειν τε καὶ τήκειν καὶ διαφθείρειν τὴν σάρκα. τῇ δ᾽ ἑτέρᾳ τῇ μήπω κεκαυμένῃ τοὺς ἰατροὺς ἔστιν εὑρεῖν χρωμένους εἰς ὅσαπερ καὶ τῇ γῇ τῇ καλουμένῃ κεραμίτιδι καὶ τοῖς ἄλλοις, ὅσα ξηραίνειν θ᾽ ἅμα καὶ ψύχειν πέφυκεν.

εἰς τὴν τῆς οὕτω συγκαυθείσης μελαίνης χολῆς ἰδέαν καὶ ἡ λεκιθώδης ἐκείνη μεθίσταται πολλάκις, ὅταν καὶ αὐτή ποθ᾽ οἷον ὀπτηθεῖσα [p. 138] τύχῃ πυρώδει θερμασίᾳ. τὰ δ᾽ ἄλλα τῶν χολῶν εἴδη σύμπαντα τὰ μὲν ἐκ τῆς τῶν εἰρημένων κράσεως γίγνεται, τὰ δ᾽ οἷον ὁδοί τινές εἰσι τῆς τούτων γενέσεώς τε καὶ εἰς ἄλληλα μεταβολῆς. διαφέρουσι δὲ τῷ τὰς μὲν ἀκράτους εἶναι καὶ μόνας, τὰ δ᾽ οἷον ὀρροῖς τισιν ἐξυγρασμένας. ἀλλ᾽ οἱ μὲν ὀρροὶ τῶν χυμῶν ἅπαντες περιττώματα καὶ καθαρὸν αὐτῶν εἶναι δεῖται τοῦ ζῴου τὸ σῶμα. τῶν δ᾽ εἰρημένων χυμῶν ἐστί τις χρεία τῇ φύσει καὶ τοῦ παχέος καὶ τοῦ λεπτοῦ καὶ καθαίρεται πρός τε τοῦ σπληνὸς καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως τὸ αἷμα καὶ ἀποτίθεται τοσοῦτόν τε καὶ τοιοῦτον ἑκατέρου μέρος, ὅσον καὶ οἷον, εἴπεο εἰς [p. 214] ὅλον ἠνέχθη τοῦ ζῴου τὸ σῶμα, βλάβην ἄν τιν᾽ εἰργάσατο. τὸ γὰρ ἱκανῶς παχὺ καὶ γεῶδες καὶ τελέως διαπεφευγὸς τὴν ἐν τῷ ἥπατι μεταβολὴν ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει: τὸ δ᾽ ἄλλο τὸ μετρίως παχὺ σὺν τῷ κατειργάσθαι πάντη φέρεται. δεῖται γὰρ ἐν πολλοῖς τοῦ ζῴου μορίοις παχύτητός τινος [p. 139] τὸ αἷμα καθάπερ οἶμαι καὶ τῶν ἐμφερομένων ἰνῶν. καὶ εἴρηται μὲν καὶ Πλάτωνι περὶ τῆς χρείας αὐτῶν, εἰρήσεται δὲ καὶ ἡμῖν ἐν ἐκείνοις τοῖς γράμμασιν, ἐν οἷς ἂν τὰς χρείας τῶν μορίων διερχώμεθα: δεῖται δ᾽ οὐχ ἥκιστα καὶ τοῦ ξανθοῦ χυμοῦ τοῦ μήπω πυρώδους ἐσχάτως γεγενημένου τὸ αἷμα καὶ τίς αὐτῷ καὶ ἡ παρὰ τοῦδε χρεία, δι᾽ ἐκείνων εἰρήσεται.

φλέγματος δ᾽ οὐδὲν ἐποίησεν ἡ φύσις ὄργανον καθαρτικόν, ὅτι ψυχρὸν καὶ ὑγρόν ἐστι καὶ οἷον ἡμίπεπτός τις τροφή. δεῖται τοίνυν οὐ κενοῦσθαι τὸ τοιοῦτον ἀλλ᾽ ἐν τῷ σώματι μένον ἀλλοιοῦσθαι. τὸ δ᾽ ἐξ ἐγκεφάλου καταρρέον περίττωμα τάχα μὲν ἂν οὐδὲ φλέγμα τις ὀρθῶς ἀλλὰ βλένναν τε καὶ κόρυζαν, ὥσπερ οὖν καὶ ὀνομάζεται, καλοίη. εἰ δὲ μή, ἀλλ᾽ ὅτι γε τῆς τούτου κενώσεως ὀρθῶς ἡ φύσις προὐνοήσατο, καὶ τοῦτ᾽ ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται. καὶ γὰρ οὖν καὶ τὸ κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα συνιστάμενον φλέγμα ὅπως ἂν ἐκκενωθῇ καὶ αὐτὸ τάχιστά τε καὶ κάλλιστα, τὸ παρεσκευασμένον τῇ φύσει μηχάνημα δι᾽ ἐκείνων εἰρήσεται καὶ αὐτὸ τῶν [p. 216] [p. 140] ὑπομνημάτων. ὅσον οὖν ἐμφέρεται ταῖς φλεψὶ φλέγμα χρήσιμον ὑπάρχον τοῖς ζῴοις, οὐδεμιᾶς δεῖται κενώσεως. προσέχειν δὲ χρὴ κἀνταῦθα τὸν νοῦν καὶ γιγνώσκειν, ὥσπερ τῶν χολῶν ἑκατέρας τὸ μέν τι χρήσιμόν ἐστι καὶ κατὰ φύσιν τοῖς ζῴοις, τὸ δ᾽ ἄχρηστόν τε καὶ παρὰ φύσιν, οὕτω καὶ τοῦ φλέγματος, ὅσον μὲν ἂν ᾖ γλυκύ, χρηστὸν εἶναι τοῦτο τῷ ζῴῳ καὶ κατὰ φύσιν, ὅσον δ᾽ ὀξὺ καὶ ἁλμυρὸν ἐγένετο, τὸ μὲν ὀξὺ τελέως ἠπεπτῆσθαι, τὸ δ᾽ ἁλμυρὸν διασεσῆφθαι. τελείαν δ᾽ ἀπεψίαν φλέγματος ἀκούειν χρὴ τὴν τῆς δευτέρας πέψεως δηλονότι τῆς ἐν φλεψίν: οὐ γὰρ δὴ τῆς γε πρώτης τῆς κατὰ τὴν κοιλίαν: ἢ οὐδ᾽ ἂν ἐγεγένητο τὴν ἀρχὴν χυμός, εἰ καὶ ταύτην διεπεφεύγει.

ταῦτ᾽ ἀρκεῖν μοι δοκεῖ περὶ γενέσεώς τε καὶ διαφθορᾶς χυμῶν ὑπομνήματ᾽ εἶναι τῶν Ἱπποκράτει τε καὶ Πλάτωνι καὶ Ἀριστοτέλει καὶ Πραξαγόρόρᾳ καὶ Διοκλεῖ καὶ πολλοῖς ἄλλοις τῶν παλαιῶν εἰρημένων: οὐ γὰρ ἐδικαίωσα πάντα μεταφέρειν εἰς τόνδε τὸν λόγον τὰ τελέως ἐκείνοις γεγραμμένα. τοσοῦτον δὲ μόνον ὑπὲρ ἑκάστου [p. 141] εἶπον, ὅσον ἐξορμήσει τε τοὺς ἐντυγχάνοντας, εἰ μὴ παντάπασιν εἶεν σκαιοί, τοῖς τῶν παλαιῶν ὁμιλῆσαι γράμμασι καὶ τὴν εἰς τὸ Ρ῾ᾷον αὐτοῖς συνεῖναι βοήθειαν παρέξει. γέγραπται δέ που καὶ δι᾽ ἑτέρου λόγου περὶ τῶν κατὰ Πραξαγόραν τὸν Νικάρχου χυμῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα [p. 218] δέκα ποιεῖ χωρὶς τοῦ αἵματος, ἑνδέκατος γὰρ ἂν εἴη χυμὸς αὐτὸ τὸ αἷμα, τῆς Ἱπποκράτους οὐκ ἀποχωρεῖ διδασκαλίας. ἀλλ᾽ εἰς εἴδη τινὰ καὶ διαφορὰς τέμνει τοὺς ὑπ᾽ ἐκείνου πρώτου πάντων ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν εἰρημένους χυμούς.

ἐπαινεῖν μὲν οὖν χρὴ τούς τ᾽ ἐξηγησαμένους τὰ καλῶς εἰρημένα καὶ τοὺς εἴ τι παραλέλειπται προστιθέντας: οὐ γὰρ οἷόν τε τὸν αὐτὸν ἄρξασθαί τε καὶ τελειῶσαι: μέμφεσθαι δὲ τοὺς οὕτως ἀταλαιπώρους, ὡς μηδὲν ὑπομένειν μαθεῖν τῶν ὀρθῶς εἰρημένων, καὶ τοὺς εἰς τοσοῦτον φιλοτίμους, ὥστ᾽ ἐπιθυμίᾳ νεωτέρων δογμάτων ἀεὶ πανουργεῖν τι καὶ σοφίζεσθαι, τὰ μὲν ἑκόντας παραλιπόντας, ὥσπερ Ἐρασίστρατος ἐπὶ τῶν [p. 142] χυμῶν ἐποίησε, τὰ δὲ πανούργως ἀντιλέγοντας, ὥσπερ αὐτός θ᾽ οὗτος καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων.

ἀλλ᾽ οὗτος μὲν ὁ λόγος ἐνταυθοῖ τελευτάτω, τὸ δ᾽ ὑπόλοιπον ἅπαν ἐν τῷ τρίτῳ προσθήσω.


Γ

[p. 143] Ὅτι μὲν οὖν ἡ θρέψις ἀλλοιουμένου τε καὶ ὁμοιουμένου γίγνεται τοῦ τρέφοντος τῷ τρεφομένῳ καὶ ὡς ἐν ἑκάστῳ τῶν τοῦ ζῴου μορίων ἐστί τις δύναμις, ἣν ἀπὸ τῆς ἐνεργείας ἀλλοιωτικὴν μὲν κατὰ γένος, ὁμοιωτικὴν δὲ καὶ θρεπτικὴν κατ᾽ εἶδος ὀνομάζομεν, ἐν τῷ πρόσθεν δεδήλωται λόγῳ. τὴν δ᾽ εὐπορίαν τῆς ὕλης, ἣν τροφὴν ἑαυτῷ ποιεῖται τὸ τρεφόμενον, ἐξ ἑτέρας τινὸς ἔχειν ἐδείκνυτο δυνάμεως ἐπισπᾶσθαι πεφυκυίας τὸν οἰκεῖον χυμόν, εἶναι δ᾽ οἰκεῖον [p. 144] ἑκάστῳ τῶν μορίων χυμόν, ὃς ἂν ἐπιτήδειος εἰς τὴν ἐξομοίωσιν ᾖ, καὶ τὴν ἕλκουσαν αὐτὸν δύναμιν ἀπὸ τῆς ἐνεργείας ἑλκτικήν τέ τινα καὶ ἐπισπαστικὴν ὀνομάζεσθαι. δέδεικται δὲ καί, ὡς πρὸ μὲν τῆς ὁμοιώσεως ἡ πρόσφυσίς ἐστιν, ἐκείνης δ᾽ ἔμπροσθεν ἡ πρόσθεσις γίγνεται, τέλος, ὡς ἂν εἴποι τις, οὖσα τῆς κατὰ τὴν ἐπισπαστικὴν δύναμιν ἐνεργείας. αὐτὸ μὲν γὰρ τὸ παράγεσθαι τὴν τροφὴν ἐκ τῶν φλεβῶν εἰς ἕκαστον τῶν μορίων τῆς ἑλκτικῆς ἐνεργούσης γίγνεται δυνάμεως, [p. 224] τὸ δ᾽ ἤδη παρῆχθαί τε καὶ προστίθεσθαι τῷ μορίῳ τὸ τέλος ἐστὶν αὐτό, δι᾽ ὃ καὶ τῆς τοιαύτης ἐνεργείας ἐδεήθημεν: ἵνα γὰρ προστεθῇ, διὰ τοῦθ᾽ ἕλκεται. χρόνου δ᾽ ἐντεῦθεν ἤδη πλείονος εἰς τὴν θρέψιν τοῦ ζῴου δεῖ: ἑλχθῆναι μὲν γὰρ καὶ διὰ ταχέων τι δύναται, προσφῦναι δὲ καὶ ἀλλοιωθῆναι καὶ τελέως ὁμοιωθῆναι τῷ τρεφομένῳ καὶ μέρος αὐτοῦ γενέσθαι παραχρῆμα μὲν οὐχ οἷόν τε, χρόνῳ δ᾽ ἂν πλείονι συμβαίνοι καλῶς. ἀλλ᾽ εἰ μὴ μένοι κατὰ τὸ μέρος ὁ προστεθεὶς οὗτος χυμός, εἰς ἕτερον δέ τι μεθίσταιτο καὶ παραρρέοι διὰ παντὸς ἀμείβων τε καὶ [p. 145] ὑπαλλάττων τὰ χωρία, κατ᾽ οὐδὲν αὐτῶν οὔτε πρόσφυσις οὔτ᾽ ἐξομοίωσις ἔσται. δεῖ δὲ κἀνταῦθά τινος τῇ φύσει δυνάμεως ἑτέρας εἰς πολυχρόνιον μονὴν τοῦ προστεθέντος τῷ μορίῳ χυμοῦ καὶ ταύτης οὐκ ἔξωθέν ποθεν ἐπιρρεούσης ἀλλ᾽ ἐν αὐτῷ τῷ θρεψομένῳ κατῳκισμένης, ἣν ἀπὸ τῆς ἐνεργείας πάλιν οἱ πρὸ ἡμῶν ἠναγκάσθησαν ὀνομάσαι καθεκτικήν.

ὁ μὲν δὴ λόγος ἤδη σαφῶς ἐνεδείξατο τὴν ἀνάγκην τῆς γενέσεως τῆς τοιαύτης δυνάμεως καὶ ὅστις ἀκολουθίας σύνεσιν ἔχει, πέπεισται βεβαίως ἐξ ὧν εἴπομεν, ὡς ὑποκειμένου τε καὶ προαποδεδειγμένου τοῦ τεχνικὴν εἶναι τὴν φύσιν καὶ τοῦ ζῴου κηδεμονικὴν ἀναγκαῖον ὑπάρχειν αὐτῇ καὶ τὴν τοιαύτην δύναμιν.

[p. 226]
ἀλλ᾽ ἡμεῖς οὐ τούτῳ μόνῳ τῷ γένει τῆς ἀποδείξεως εἰθισμένοι χρῆσθαι, προστιθέντες δ᾽ αὐτῷ καὶ τὰς ἐκ τῶν ἐναργῶς φαινομένων ἀναγκαζούσας τε καὶ βιαζομένας πίστεις ἐπὶ τὰς τοιαύτας καὶ νῦν ἀφιξόμεθα καὶ δείξομεν ἐπὶ μέν τινων μορίων τοῦ σώματος οὕτως ἐναργῆ τὴν καθεκτικὴν [p. 146] δύναμιν, ὡς αὐταῖς ταῖς αἰσθήσεσι διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς, ἐπὶ δέ τινων ἧττον μὲν ἐναργῶς ταῖς αἰσθήσεσι, λόγῳ δὲ κἀνταῦθα φωραθῆναι δυναμένην.

Ἀρξώμεθ᾽ οὖν τῆς διδασκαλίας ἀπ᾽ αὐτοῦ τοῦ τέως πρῶτον μεθόδῳ τινὶ προχειρίσασθαι μόρι᾽ ἄττα τοῦ σώματος, ἐφ᾽ ὧν ἀκριβῶς ἔστι βασανίσαι τε καὶ ζητῆσαι τὴν καθεκτικὴν δύναμιν ὁποία ποτ᾽ ἐστίν.

ἆρ᾽ οὖν ἄμεινον ἄν τις ἑτέρωθεν ἢ ἀπὸ τῶν μεγίστων τε καὶ κοιλοτάτων ὀργάνων ὑπάρξαιτο τῆς ζητήσεως; ἐμοὶ μὲν οὖν οὐκ ἂν δοκεῖ βέλτιον. ἐναργεῖς γοῦν εἰκὸς ἐπὶ τούτων φανῆναι τὰς ἐνεργείας διὰ τὸ μέγεθος: ὡς τά γε σμικρὰ τάχ᾽ ἄν, εἰ καὶ σφοδρὰν ἔχει τὴν τοιαύτην δύναμιν, ἀλλ᾽ οὐκ αἰσθήσει γ᾽ ἑτοίμην διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς.

ἀλλ᾽ ἔστιν ἐν τοῖς μάλιστα κοιλότατα καὶ μέγιστα τῶν τοῦ ζῴου μορίων ἥ τε γαστὴρ καὶ αἱ μῆτραί τε καὶ ὑστέραι καλούμεναι. τί οὖν κωλύει ταῦτα πρῶτα προχειρισαμένους ἐπισκέψασθαι τὰς ἐνεργείας αὐτῶν, ὅσαι μὲν καὶ πρὸ τῆς ἀνατομῆς [p. 228] δῆλαι, τὴν ἐξέτασιν ἐφ᾽ ἡμῶν αὐτῶν ποιουμένους, ὅσαι δ᾽ ἀμυδρότεραι, τὰ παραπλήσια διαιροῦντας [p. 147] ἀνθ ρώπῳ ζῷα, οὐχ ὡς οὐκ ἂν ἱκανῶς τό γε καθόλου περὶ τῆς ζητουμένης δυνάμεως καὶ τῶν ἀνομοίων ἐνδειξομένων, ἀλλ᾽ ὡς ἵν᾽ ἅμα τῷ κοινῷ καὶ τὸ ἴδιον ἐφ᾽ ἡμῶν αὐτῶν ἐγνωκότες εἴς τε τὰς διαγνώσεις τῶν νοσημάτων καὶ τὰς ἰάσεις εὐπορώτεροι γιγνώμεθα.

περὶ μὲν οὖν ἀμφοτέρων τῶν ὀργάνων ἅμα λέγειν ἀδύνατον, ἐν μέρει δ᾽ ὑπὲρ ἑκατέρου ποιησόμεθα τὸν λόγον ἀπὸ τοῦ σαφέστερον ἐνδείξασθαι δυναμένου τὴν καθεκτικὴν δύναμιν ἀρξάμενοι. κατέχει μὲν γὰρ καὶ ἡ γαστὴρ τὰ σιτία, μέχρι περ ἂν ἐκπέψῃ, κατέχουσι δὲ καὶ αἱ μῆτραι τὸ ἔμβρυον, ἔστ᾽ ἂν τελειώσωσιν: ἀλλὰ πολλαπλάσιός ἐστιν ὁ τῆς τῶν ἐμβρύων τελειώσεως χρόνος τῆς τῶν σιτίων πέψεως.

εἰκὸς οὖν καὶ τὴν δύναμιν ἐναργέστερον ἐν ταῖς μήτραις φωράσειν ἡμᾶς τὴν καθεκτικήν, ὅσῳ καὶ πολυχρονιωτέραν τῆς γαστρὸς τὴν ἐνέργειαν κέκτηται. μησὶ γὰρ ἐννέα που ταῖς πλείσταις τῶν γυναικῶν ἐν αὐταῖς τελειοῦται τὰ κυήματα, μεμυκυίαις μὲν ἅπαντι τῷ αὐχένι, περιεχούσαις δὲ πανταχόθεν αὐτὰ σὺν τῷ χορίῳ. [p. 148] καὶ πέρας γε τῆς τοῦ στόματος μύσεως καὶ τῆς τοῦ κυουμένου κατὰ τὰς μήτρας μονῆς ἡ χρεία τῆς ἐνεργείας ἐστίν: οὐ γὰρ ὡς ἔτυχεν οὐδ᾽ ἀλόγως ἱκανὰς περιστέλλεσθαι καὶ κατέχειν τὸ [p. 230] ἔμβρυον ἡ φύσις ἀπείργασατο τὰς ὑστέρας, ἀλλ᾽ ἵν᾽ εἰς τὸ πρέπον ἀφίκηται μέγεθος τὸ κυούμενον. ὅταν οὖν, οὗ χάριν ἐνήργουν τῇ καθεκτ́ικῇ δυνάμει, συμπεπληρωμένον ᾖ, ταύτην μὲν ἀνέπαυσάν τε καὶ εἰς ἠρεμίαν ἐπανήγαγον, ἀντ᾽ αὐτῆς δ᾽ ἑτέρᾳ χρῶνται τῆς τέως ἡσυχαζούσῃ, τῇ προωστικῇ. ἦν δ᾽ ἄρα καὶ τῆς ἐκείνης ἡσυχίας ὅρος ἡ χρεία καὶ τῆς γ᾽ ἐνεργείας ὡσαύτως ἡ χρεία: καλούσης μὲν γὰρ αὐτῆς ἐνεργεῖ, μὴ καλούσης δ᾽ ἡσυχάζει.

καὶ χρὴ πάλιν κἀνταῦθα καταμαθεῖν τῆς φύσεως τὴν τέχνην, ὡς οὐ μόνον ἐνεργειῶν χρησίμων δυνάμεις ἐνέθηκεν ἑκάστῳ τῶν ὀργάνων, ἀλλὰ καὶ τοῦ τῶν ἡσυχιῶν τε καὶ κινήσεων καιροῦ προὐνοήσατο. καλῶς μὲν γὰρ ἁπάντων γιγνομένων τῶν κατὰ τὴν κύησιν ἡ ἀποκριτικὴ δύναμις ἡσυχάζει τελέως ὥσπερ οὐκ οὖσα, κακοπραγίας δέ τινος γενομένης ἢ περὶ τὸ χορίον ἢ [p. 149] περί τινα τῶν ἄλλων ὑμένων ἢ περὶ τὸ κυούμενον αὐτὸ καὶ τῆς τελειώσεως αὐτοῦ παντάπασιν ἀπογνωσθείσης οὐκέτ᾽ ἀναμένουσι τὸν ἐννεάμηνον αἱ μῆτραι χρόνον, ἀλλ᾽ ἡ μὲν καθεκτικὴ δύναμις αὐτίκα δὴ πέπαυται καὶ παραχωρεῖ κινεῖσθαι τῇ πρότερον ἀργούσῃ, πράττει δ᾽ ἤδη τι καὶ πραγματεύεται χρηστὸν ἡ ἀποκριτική τε καὶ προωστική: καὶ γὰρ οὖν καὶ ταύτην οὕτως ἐκάλεσαν ἀπὸ τῶν ἐνεργειῶν αὐτῇ τὰ ὀνόματα θέμενοι καθάπερ καὶ ταῖς ἄλλαις.

καί πως ὁ λόγος ἔοικεν ὑπὲρ ἀμφοτέρων ἀποδείξειν ἅμα: καὶ γάρ τοι καὶ διαδεχομένας αὐτὰς ἀλλήλας καὶ παραχωροῦσαν ἀεὶ τὴν ἑτέραν τῇ λοιπῇ, καθότι ἂν ἡ χρεία κελεύῃ, καὶ [p. 232] τὴν διδασκαλίαν κοινὴν οὐκ ἀπεικός ἐστι δέχεσθαι. τῆς μὲν οὖν καθεκτικῆς δυνάμεως ἔργον περιστεῖλαι τὰς μήτρας τῷ κυουμένῳ πανταχόθεν, ὥστ᾽ εὐλόγως ἁπτομέναις μὲν ταῖς μαιευτρίαις τὸ στόμα μεμυκὸς αὐτῶν φαίνεται, ταῖς κυούσαις δ᾽ αὐταῖς κατὰ τὰς πρώτας ἡμέρας καὶ μάλιστα κατ᾽ αὐτὴν ἐκείνην, ἐν ᾗπερ ἂν ἡ τῆς γονῆς σύλληψις γένηται, κινουμένων τε καὶ [p. 150] συντρεχουσῶν εἰς ἑαυτὰς τῶν ὑστερῶν αἴσθησις γίγνεται καὶ ἢν ἄμφω ταῦτα συμβῇ, μῦσαι μὲν τὸ στόμα χωρὶς φλεγμονῆς ἤ τινος ἄλλου παθήματος, αἴσθησιν δὲ τῆς κατὰ τὰς μήτρας κινήσεως ἀκολουθῆσαι, πρὸς αὑτὰς ἤδη τὸ σπέρμα τὸ παρὰ τἀνδρὸς εἰληφέναι τε καὶ κατέχειν αἱ γυναῖκες νομίζουσι.

ταῦτα δ᾽ οὐχ ἡμεῖς νῦν ἀναπλάττομεν ἡμῖν αὐτοῖς, ἀλλ᾽ ἐκ μακρᾶς πείρας δοκιμασθέντα πᾶσι γέγραπται σχεδόν τι τοῖς περὶ τούτων πραγματευσαμένοις. Ἡρόφιλος μέν γε καὶ ὡς οὐδὲ πυρῆνα μήλης ἂν δέχοιτο τῶν μητρῶν τὸ στόμα, πρὶν ἀποκυεῖν τὴν γυναῖκα, καὶ ὡς οὐδὲ τοὐλάχιστον ἔτι διέστηκεν, ἢν ὑπάρξηται κύειν, καὶ ὡς ἐπὶ πλέον ἀναστομοῦνται κατὰ τὰς τῶν ἐπιμηνίων φοράς, οὐκ ὤκνησε γράφειν: συνομολογοῦσι δ᾽ αὐτῷ καὶ οἱ ἄλλοι πάντες οἱ περὶ τούτων πραγματευσάμενοι καὶ πρῶτός γ᾽ ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων Ἱπποκράτης ἀπεφήνατο μύειν τὸ στόμα τῶν ὑστερῶν ἔν τε ταῖς κυήσεσι καὶ ταῖς φλεγμοναῖς, ἀλλ᾽ ἐν μὲν ταῖς κυήσεσιν οὐκ ἐξιστάμενον τῆς φύσεως, ἐν δὲ ταῖς φλεγμοναῖς σκληρὸν γιγνόμενον.

[p. 234] ἐπὶ δέ γε τῆς ἐναντίας τῆς ἐκκριτικῆς ἀνοίγνυται μὲν τὸ στόμα, προέρχεται δ᾽ ὁ πυθμὴν [p. 151] ἅπας ὅσον οἷόν τ᾽ ἐγγυτάτω τοῦ στόματος ἀπωθούμενος ἔξω τὸ ἔμβρυον, ἅμα δ᾽ αὐτῷ καὶ τὰ συνεχῆ μέρη τὰ οἷον πλευρὰ τοῦ παντὸς ὀργάνου συνεπιλαμβανόμενα τοῦ ἔργου θλίβει τε καὶ προωθεῖ πᾶν ἔξω τὸ ἔμβρυον. καὶ πολλαῖς τῶν γυναικῶν ὠδῖνες βίαιοι τὰς μήτρας ὅλας ἐκπεσεῖν ἠνάγκασαν ἀμέτρως χρησαμέναις τῇ τοιαύτῃ δυνάμει, παραπλησίου τινὸς γιγνομένου τῷ πολλάκις ἐν πάλαις τισὶ καὶ φιλονεικίαις συμβαίνοντι, ὅταν ἀνατρέψαι τε καὶ καταβαλεῖν ἑτέρους σπεύδοντες αὐτοὶ συγκαταπέσωμεν. οὕτω γὰρ καὶ αἱ μῆτραι τὸ ἔμβρυον ὠθοῦσαι συνεξέπεσον ἐνίοτε καὶ μάλισθ᾽, ὅταν οἱ πρὸς τὴν Ρ῾άχιν αὐτῶν σύνδεσμοι χαλαροὶ φύσει τυγχάνωσιν ὄντες.

ἔστι δὲ καὶ τοῦτο θαυμαστόν τι τῆς φύσεως σόφισμα, τὸ ζῶντος μὲν τοῦ κυήματος ἀκριβῶς πάνυ μεμυκέναι τὸ στόμα τῶν μητρῶν, ἀποθανόντος δὲ παραχρῆμα διανοίγεσθαι τοσοῦτον, ὅσον εἰς τὴν ἔξοδον αὐτοῦ διαφέρει. καὶ μέντοι καὶ αἱ μαῖαι τὰς τικτούσας οὐκ εὐθὺς ἀνιστᾶσιν οὐδ᾽ ἐπὶ τὸν δίφρον καθίζουσιν, ἀλλ᾽ ἅπτονται [p. 152] πρότερον ἀνοιγομένου τοῦ στόματος κατὰ βραχὺ καὶ πρῶτον μέν, ὥστε τὸν μικρὸν δάκτυλον καθιέναι, διεστηκέναι φασίν, ἔπειτ᾽ ἤδη καὶ μεῖζον καὶ κατὰ βραχὺ δὴ πυνθανομένοις ἡμῖν ἀποκρίνονται τὸ μέγεθος τῆς διαστάσεως ἐπαυξανόμενον. ὅταν δ᾽ ἱκανὸν ᾖ πρὸς τὴν τοῦ κυουμένου δίοδον, ἀνιστᾶσιν αὐτὰς καὶ καθίζουσι [p. 236] καὶ προθυμεῖσθαι κελεύουσιν ἀπώσασθαι τὸ παιδίον. ἔστι δ᾽ ἤδη τοῦτο τὸ ἔργον, ὃ παρ᾽ ἑαυτῶν αἱ κύουσαι προστιθέασιν, οὐκέτι τῶν ὑστερῶν, ἀλλὰ τῶν κατ᾽ ἐπιγάστριον μυῶν, οἳ πρὸς τὴν ἀποπάτησίν τε καὶ τὴν οὔρησιν ἡμῖν συνεργοῦσιν.

οὕτω μὲν ἐπὶ τῶν μητρῶν ἐναργῶς αἱ δύο φαίνονται δυνάμεις, ἐπὶ δὲ τῆς γαστρὸς ὧδε. πρῶτον μὲν τοῖς κλύδωσιν, οἳ δὴ καὶ πεπίστευνται τοῖς ἰατροῖς ἀρρώστου κοιλίας εἶναι συμπτώματα καὶ κατὰ λόγον πεπίστευνται: ἐνίοτε μὲν γὰρ ἐλάχιστα προσενηνεγμένων οὐ γίγνονται περιστελλομένης ἀκριβῶς αὐτοῖς τῆς γαστρὸς καὶ σφιγγούσης πανταχόθεν, ἐνίοτε δὲ μεστὴ μὲν ἡ [p. 153] γαστήρ ἐστιν, οἱ κλύδωνες δ᾽ ὡς ἐπὶ κενῆς ἐξακούονται. κατὰ φύσιν μὲν γὰρ ἔχουσα καὶ χρωμένη καλῶς τῇ περισταλτικῇ δυνάμει, κἂν ὀλίγον ᾖ τὸ περιεχόμενον, ἅπαν αὐτὸ περιλαμβάνουσα χώραν οὐδεμίαν ἀπολείπει κενήν, ἀρρωστοῦσα δέ, καθότι ἂν ἀδυνατήσῃ περιλαβεῖν ἀκριβῶς, ἐνταῦθ᾽ εὐρυχωρίαν τιν᾽ ἐργαζομένη συγχωρεῖ τοῖς περιεχομένοις ὑγροῖς κατὰ τὰς τῶν σχημάτων μεταλλαγὰς ἄλλοτ᾽ ἀλλαχόσε μεταρρεουσι κλύδωνας ἀποτελεῖν.

εὐλόγως οὖν, ὅτι μηδὲ πέψουσιν ἱκανῶς, οἱ ἐν τῶδε τῷ συμπτώματι γενόμενοι προσδοκῶσιν: οὐ γὰρ ἐνδέχεται πέψαι καλῶς ἄρρωστον γαστέρα. τοῖς τοιούτοις δὲ καὶ μέχρι πλείονος ἐν αὐτῇ [p. 238] φαίνεται παραμένον τὸ βάρος, ὡς ἂν καὶ βραδύτερον πέττουσι. καὶ μὴν θαυμάσειεν ἄν τις ἐπ᾽ αὐτῶν τούτων μάλιστα τὸ πολυχρόνιον τῆς ἐν τῇ γαστρὶ διατριβῆς οὐ τῶν σιτίων μόνον ἀλλὰ καὶ τοῦ πόματος: οὐ γάρ, ὅπερ ἂν οἰηθείη τις, ὡς τὸ τῆς γαστρὸς στόμα τὸ κάτω στενὸν ἱκανῶς ὑπάρχον οὐδὲν παρίησι πρὶν ἀκριβῶς λειωθῆναι, τοῦτ᾽ αἴτιον ὄντως ἐστί. πολλὰ γοῦν πολλάκις [p. 154] ὀπωρῶν ὀστᾶ μέγιστα καταπίνουσι πάμπολλοι καί τις δακτύλιον χρυσοῦν ἐν τῷ στόματι φυλάττων ἄκων κατέπιε καὶ ἄλλος τις νόμισμα καὶ ἄλλος ἄλλο τι σκληρὸν καὶ δυσκατέργαστον, ἀλλ᾽ ὅμως ἅπαντες οὗτοι Ρ῾ᾳδίως ἀπεπάτησαν, ἃ κατέπιον, οὐδενὸς αὐτοῖς ἀκολουθήσαντος συμπτώματος. εἰ δέ γ᾽ ἡ στενότης τοῦ πόρου τῆς γαστρὸς αἰτία τοῦ μένειν ἐπὶ πλέον ἦν τοῖς ἀτρίπτοις σιτίοις, οὐδὲν ἂν τούτων ποτὲ διεχώρησεν. ἀλλὰ καὶ τὸ τὰ πόματ᾽ αὐτοῖς ἐν τῇ γαστρὶ παραμένειν ἐπὶ πλεῖστον ἱκανὸν ἀπάγειν τὴν ὑπόνοιαν τοῦ πόρου τῆς στενότητος: ὅλως γάρ, εἴπερ ἦν ἐν τῷ κεχυλῶσθαι τὸ θᾶττον ὑπιέναι, τά τε Ρ῾οφήματ᾽ ἂν οὕτω καὶ τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς αὐτίκα διεξῄει πᾶσιν. ἀλλ᾽ οὐχ ὧδ᾽ ἔχει: τοῖς μὲν γὰρ ἀσθενέσιν ἐπὶ πλεῖστον ἐμπλεῖ ταῦτα καὶ κλύδωνας ἐργάζεται παραμένοντα καὶ θλίβει καὶ βαρύνει τὴν γαστέρα, τοῖς δ᾽ ἰσχυροῖς οὐ μόνον τούτων οὐδὲν συμβαίνει, ἀλλὰ καὶ πολὺ πλῆθος ἄρτων καὶ κρεῶν ὑποχωρεῖ ταχέως.

[p. 240] οὐ μόνον δ᾽ ἐκ τοῦ περιτετάσθαι τὴν γαστέρα [p. 155] καὶ βαρύνεσθαι καὶ μεταρρεῖν ἄλλοτ᾽ εἰς ἄλλα μέρη μετὰ κλύδωνος τὸ παραμένειν ἐπὶ πλέον ἐν αὐτῇ πάντως τοῖς οὕτως ἔχουσι τεκμήραιτ᾽ ἄν τις ἀλλὰ κἀκ τῶν ἐμέτων: ἔνιοι γὰρ οὐ μετὰ τρεῖς ὥρας ἢ τέτταρας ἀλλὰ νυκτῶν ἤδη μέσων παμπόλλου μεταξὺ χρόνου διελθόντος ἐπὶ ταῖς προσφοραῖς ἀνήμεσαν ἀκριβῶς ἅπαντα τὰ ἐδηδεσμένα.

καὶ μὲν δὴ καὶ ζῷον ὁτιοῦν ἐμπλήσας ὑγρᾶς τροφῆς, ὥσπερ ἡμεῖς πολλάκις ἐπὶ συῶν ἐπειράθημεν ἐξ ἀλεύρων μέθ᾽ ὕδατος οἷον κυκεῶνά τινα δόντες αὐτοῖς, ἔπειτα μετὰ τρεῖς που καὶ τέτταρας ὥρας ἀνατεμόντες, εἰ οὕτω καὶ σὺ πράξειας, εὑρήσεις ἔτι κατὰ τὴν γαστέρα τὰ ἐδηδεσμένα: πέρας γὰρ αὐτοῖς ἐστι τῆς ἐνταῦθα μονῆς οὐχ ἡ χύλωσις, ἣν καὶ ἐκτὸς ἔτι ὄντων μηχανήσασθαι δυνατόν ἐστιν, ἀλλ᾽ ἡ πέψις, ἕτερόν τι τῆς χυλώσεως οὖσα, καθάπερ αἱμάτωσίς τε καὶ θρέψις. ὡς γὰρ κἀκεῖνα δέδεικται ποιοτήτων μεταβολῇ γιγνόμενα, τὸν αὐτὸν τρόπον καὶ ἡ ἐν τῇ γαστρὶ πέψις τῶν σιτίων εἰς τὴν οἰκείαν ἐστὶ τῷ [p. 156] τρεφομένῳ ποιότητα μεταβολὴ καὶ ὅταν γε πεφθῇ τελέως, ἀνοίγνυται μὲν τηνικαῦτα τὸ κάτω στόμα, διεκπίπτει δ᾽ αὐτοῦ τὰ σιτία Ρ῾ᾳδίως, εἰ καὶ πλῆθός τι μεθ᾽ ἑαυτῶν ἔχοντα τύχοι λίθων ἢ ὀστῶν ἢ γιγάρτων ἤ τινος ἄλλου χυλωθῆναι μὴ δυναμένου. καί σοι τοῦτ᾽ ἔνεστιν ἐπὶ ζῴου [p. 242] θεάσασθαι στοχασαμένῳ τὸν καιρὸν τῆς κάτω διεξόδου. καὶ μέν γε καὶ εἰ σφαλείης ποτὲ τοῦ καιροῦ καὶ μηδὲν μήπω κάτω παρέρχοιτο πεττομένων ἔτι κατὰ τὴν γαστέρα τῶν σιτίων, οὐδ᾽ οὕτως ἄκαρπος ἡ ἀνατομή σοι γενήσεται: θεάσῃ γὰρ ἐπ᾽ αὐτῶν, ὅπερ ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἀκριβῶς μὲν μεμυκότα τὸν πυλωρόν, ἅπασαν δὲ τὴν γαστέρα περιεσταλμένην τοῖς σιτίοις τρόπον ὁμοιότατον, οἷόνπερ καὶ αἱ μῆτραι τοῖς κυουμένοις. οὐ γὰρ ἔστιν οὐδέποτε κενὴν εὑρεῖν χώραν οὔτε κατὰ τὰς ὑστέρας οὔτε κατὰ τὴν κοιλίαν οὔτε κατὰ τὰς κύστεις ἀμφοτέρας οὔτε κατὰ τὴν χοληδόχον ὀνομαζομένην οὔτε τὴν ἑτέραν: ἀλλ᾽ εἴτ᾽ ὀλίγον εἴη τὸ περιεχόμενον ἐν αὐταῖς εἴτε πολύ, μεσταὶ καὶ πλήρεις αὐτῶν αἱ κοιλίαι φαίνονται περιστελλομένων ἀεὶ τῶν χιτώνων τοῖς περιεχομένοις, ὅταν γε κατὰ φύσιν ἔχῃ τὸ ζῷον.

[p. 157] Ἐρασίστρατος δ᾽ οὐκ οἶδ᾽ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει καὶ τῆς λειώσεως τῶν σιτίων καὶ τῆς τῶν περιττωμάτων ὑποχωρήσεως καὶ τῆς τῶν κεχυλωμένων ἀναδόσεως.

ἐγὼ μὲν γὰρ μυριάκις ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου διελὼν τὸ περιτόναιον εὗρον ἀεὶ τὰ μὲν ἔντερα πάντα περιστελλόμενα τοῖς ἐνυπάρχουσι, τὴν κοιλίαν δ᾽ οὐχ ἁπλῶς, ἀλλ᾽ ἐπὶ μὲν ταῖς ἐδωδαῖς ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ καὶ πανταχόθεν ἀκριβῶς [p. 244] περιειληφυῖαν ἀκίνητον, ὡς δοκεῖν ἡνῶσθαι καὶ περιπεφυκέναι τοῖς σιτίοις: ἐν δὲ τούτῳ καὶ τὸν πυλωρὸν εὕρισκον ἀεὶ μεμυκότα καὶ κεκλεισμένον ἀκριβῶς ὥσπερ τὸ τῶν ὑστερῶν στόμα ταῖς ἐγκύμοσιν.

ἐπὶ μέντοι ταῖς πέψεσι συμπεπληρωμέναις ἀνέῳκτο μὲν ὁ πυλωρός, ἡ γαστὴρ δὲ περισταλτικῶς ἐκινεῖτο παραπλησίως τοῖς ἐντέροις.

ἅπαντ᾽ οὖν ἀλλήλοις ὁμολογεῖ ταῦτα καὶ τῇ γαστρὶ καὶ ταῖς ὑστέραις καὶ ταῖς κύστεσιν εἶναί τινας ἐμφύτους δυνάμεις καθεκτικὰς μὲν τῶν [p. 158] οἰκείων ποιοτήτων, ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι μὲν γὰρ ἕλκει τὴν χολὴν εἰς ἑαυτὴν ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἔμπροσθεν δέδεικται, ὅτι δὲ καὶ ἀποκρίνει καθ᾽ ἑκάστην ἡμέραν εἰς τὴν γαστέρα, καὶ τοῦτ᾽ ἐναργῶς φαίνεται. καὶ μὴν εἰ διεδέχετο τὴν ἑλκτικὴν δύναμιν ἡ ἐκκριτικὴ καὶ μὴ μέση τις ἀμφοῖν ἦν ἡ καθεκτική, διὰ παντὸς ἐχρῆν ἀνατεμνομένων τῶν ζῴων ἴσον πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστιν: οὐ μὴν εὑρίσκεταί γε. ποτὲ μὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενοτάτη, ποτὲ δὲ τὰς ἐν τῷ μεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ καὶ ἡ ἑτέρα κύστις ἡ τὸ οὖρον ὑποδεχομένη. ταύτης μέν γε καὶ πρὸ τῆς ἀνατομῆς αἰσθανόμεθα, πρὶν ἀνιαθῆναι τῷ πλήθει βαρυνθεῖσαν ἢ τῇ δριμύτητι δηχθεῖσαν, [p. 246] ἀθροιζούσης ἔτι τὸ οὖρον, ὡς οὔσης τινὸς κἀνταῦθα δυνάμεως καθεκτικῆς.

οὕτω δὲ καὶ ἡ γαστὴρ ὑπὸ δριμύτητος πολλάκις δηχθεῖσα πρωιαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται. αὖθις δ᾽ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα ἢ καὶ κατ᾽ ἄμφω συνελθόντα κακῶς διατεθεῖσα διαρροίαις ἑάλω. καὶ μέν γε καὶ οἱ ἔμετοι, τῷ πλήθει βαρυνθείσης [p. 159] αὐτῆς ἢ τὴν ποιότητα τῶν ἐν αὐτῇ σιτίων τε καὶ περιττωμάτων μὴ φερούσης, ἀνάλογόν τι ταῖς διαρροίαις πάθημα τῆς ἄνω γαστρός ἐστιν. ὅταν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσιν αὐτῆς ἡ τοιαύτη γένηται διάθεσις, ἐρρωμένων τῶν κατὰ τὸν στόμαχον, εἰς διαρροίας ἐτελεύτησεν, ὅταν δ᾽ ἐν τοῖς κατὰ τὸ στόμα, τῶν ἄλλων εὐρωστούντων, εἰς ἐμέτους.

ἔνεστι δὲ καὶ τοῦτο πολλάκις ἐναργῶς ἰδεῖν ἐπὶ τῶν ἀποσίτων: ἀναγκαζόμενοι γὰρ ἐσθίειν οὔτε καταπίνειν εὐσθενοῦσιν οὔτ᾽, εἰ καὶ βιάσαιντο, κατέχουσιν, ἀλλ᾽ εὐθὺς ἀνεμοῦσι. καὶ οἱ ἄλλως δὲ τῶν ἐδεσμάτων πρὸς ὁτιοῦν δυσχεραίνοντες βιασθέντες ἐνίοτε προσάρασθαι ταχέως ἐξεμοῦσιν, ἢ εἰ κατάσχοιεν βιασάμενοι, ναυτιώδεις τ᾽ εἰσὶ καὶ τῆς γαστρὸς ὑπτίας αἰσθάνονται καὶ σπευδούσης ἀποθέσθαι τὸ λυποῦν.

οὕτως ἐξ ἁπάντων τῶν φαινομένων, ὅπερ ἐξ ἀρχῆς ἐρρέθη, μαρτυρεῖται τὸ δεῖν ὑπάρχειν τοῖς τοῦ ζῴου μορίοις σχεδὸν ἅπασιν ἔφεσιν μέν τινα [p. 248] καὶ οἷον ὄρεξιν τῆς οἰκείας ποιότητος, ἀποστροφὴν [p. 160] δέ τινα καὶ οἷον μῖσός τι τῆς ἀλλοτρίας. ἀλλ᾽ ἐφιέμενα μὲν ἕλκειν εὔλογον, ἀποστρεφόμενα δ᾽ ἐκκρίνειν.

κἀκ τούτων πάλιν ἥ θ᾽ ἑλκτικὴ δύναμις ἀποδείκνυται καθ᾽ ἅπαν ὑπάρχουσα καὶ ἡ προωστική.

ἀλλ᾽ εἴπερ ἔφεσίς τέ τίς ἐστι καὶ ἕλξις, εἴη ἄν τις καὶ ἀπόλαυσις: οὐδὲν γὰρ τῶν ὄντων ἕλκει τι δι᾽ αὐτὸ τὸ ἕλκειν, ἀλλ᾽ ἵν᾽ ἀπολαύσῃ τοῦ διὰ τῆς ὁλκῆς εὐπορηθέντος. καὶ μὴν ἀπολαύειν οὐ δύναται μὴ κατασχόν. κἀν τούτῳ πάλιν ἡ καθεκτικὴ δύναμις ἀποδείκνυται τὴν γένεσιν ἀναγκαίαν ἔχουσα: σαφῶς γὰρ ἐφίεται μὲν τῶν οἰκείων ποιοτήτων ἡ γαστήρ, ἀποστρέφεται δὲ τὰς ἀλλοτρίας.

ἀλλ᾽ εἴπερ ἐφίεταί τε καὶ ἕλκει καὶ ἀπολαύει κατέχουσα καὶ περιστελλομένη, εἴη ἄν τι καὶ πέρας αὐτῇ τῆς ἀπολαύσεως κἀπὶ τῷδ᾽ ὁ καιρὸς ἤδη τῆς ἐκκριτικῆς δυνάμεως ἐνεργούσης.

ἀλλ᾽ εἰ καὶ κατέχει καὶ ἀπολαύει, καταχρῆται πρὸς ὃ πέφυκε. πέφυκε δὲ τοῦ [p. 161] προσήκοντος ἑαυτῇ κατὰ ποιότητα καὶ οἰκείου [p. 250] μεταλαμβάνειν: ὥσθ᾽ ἕλκει τῶν σιτίων ὅσον χρηστότατον ἀτμωδῶς τε καὶ κατὰ βραχὺ καὶ τοῦτο τοῖς ἑαυτῆς χιτῶσιν ἐναποτίθεταί τε καὶ προστίθησιν. ὅταν δ᾽ ἱκανῶς ἐμπλησθῇ, καθάπερ ἄχθος τι τὴν λοιπὴν ἀποτίθεται τροφὴν ἐσχηκυῖάν τι χρηστὸν ἤδη καὶ αὐτὴν ἐκ τῆς πρὸς τὴν γαστέρα κοινωνίας: οὐδὲ γὰρ ἐνδέχεται δύο σώματα δρᾶν καὶ πάσχειν ἐπιτήδεια συνελθόντα μὴ οὐκ ἤτοι πάσχειν θ᾽ ἅμα καὶ δρᾶν ἢ θάτερον μὲν δρᾶν, θάτερον δὲ πάσχειν. ἐὰν μὲν γὰρ ἰσάζῃ ταῖς δυνάμεσιν, ἐξ ἴσου δράσει τε καὶ πείσεται, ἂν δ᾽ ὑπερέχῃ πολὺ καὶ κρατῇ θάτερον, ἐνεργήσει περὶ τὸ πάσχον: ὥστε δράσει μέγα μέν τι καὶ αἰσθητόν, αὐτὸ δ᾽ ἤτοι σμικρόν τι καὶ οὐκ αἰσθητὸν ἢ παντάπασιν οὐδὲν πείσεται. ἀλλ᾽ ἐν τούτῳ δὴ καὶ μάλιστα διήνεγκε φαρμάκου δηλητηρίου τροφή: τὸ μὲν γὰρ κρατεῖ τῆς ἐν τῷ σώματι δυνάμεως, ἡ δὲ κρατεῖται.

οὔκουν ἐνδέχεται τροφὴν μὲν εἶναί τι τῷ ζῴῳ προσήκουσαν, οὐ μὴν καὶ κρατεῖσθαί γ᾽ ὁμοίως [p. 162] πρὸς τῶν ἐν τῷ ζῴῳ ποιοτήτων: τὸ κρατεῖσθαι δ᾽ ἦν ἀλλοιοῦσθαι. ἀλλ᾽ ἐπεὶ τὰ μὲν ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι μόρια, τὰ δ᾽ ἀσθενέστερα, κρατήσει μὲν πάντα τῆς οἰκείας τῷ ζῴῳ τροφῆς, οὐχ ὁμοίως δὲ πάντα: κρατήσει δ᾽ ἄρα καὶ ἡ γαστὴρ καὶ ἀλλοιώσει μὲν τὴν τροφήν, οὐ μὴν ὁμοίως ἥπατι καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ καρδίᾳ.

πόσον οὖν ἐστιν, ὃ ἀλλοιοῖ, καὶ δὴ θεασώμεθα: πλέον μὲν ἢ κατὰ τὸ στόμα, μεῖον δ᾽ ἢ κατὰ τὸ [p. 252] ἧπάρ τε καὶ τὰς φλέβας. αὕτη μὲν γὰρ ἡ ἀλλοίωσις εἰς αἵματος οὐσίαν ἄγει τὴν τροφήν, ἡ δ᾽ ἐν τῷ στόματι μεθίστησι μὲν αὐτὴν ἐναργῶς εἰς ἕτερον εἶδος, οὐ μὴν εἰς τέλος γε μετακοσμεῖ. μάθοις δ᾽ ἂν ἐπὶ τῶν ἐγκαταλειφθέντων ταῖς διαστάσεσι τῶν ὀδόντων σιτίων καὶ καταμεινάντων δι᾽ ὅλης νυκτός: οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ ἄρτος οὔτε κρέας ἐστὶ τὸ κρέας, ἀλλ᾽ ὄζει μὲν τοιοῦτον, οἷόνπερ καὶ τοῦ ζῴου τὸ στόμα, διαλέλυται δὲ καὶ διατέτηκε καὶ τὰς ἐν τῷ ζῴῳ τῆς σαρκὸς ἀπομέμακται ποιότητας. ἔνεστι δέ σοι [p. 163] θεάσασθαι τὸ μέγεθος τῆς ἐν τῷ στόματι τῶν σιτίων ἀλλοιώσεως, εἰ πυροὺς μασησάμενος ἐπιθείης ἀπέπτοις δοθιῆσιν: ὄψει γὰρ αὐτοὺς τάχιστα μεταβάλλοντάς τε καὶ συμπέττοντας, οὐδὲν τοιοῦτον, ὅταν ὕδατι φυραθῶσιν, ἐργάσασθαι δυναμένους. καὶ μὴ θαυμάσῃς: τὸ γάρ τοι φλέγμα τουτὶ τὸ κατὰ τὸ στόμα καὶ λειχήνων ἐστὶν ἄκος καὶ σκορπίους ἀναιρεῖ παραχρῆμα καὶ πολλὰ τῶν ἰοβόλων θηρίων τὰ μὲν εὐθέως ἀποκτείνει, τὰ δ᾽ ἐς ὕστερον: ἅπαντα γοῦν βλάπτει μεγάλως. ἀλλὰ τὰ μεμασημένα σιτία πρῶτον μὲν τούτῳ τῷ φλέγματι βέβρεκταί τε καὶ πεφύραται, δεύτερον δὲ καὶ τῷ χρωτὶ τοῦ στόματος ἅπαντα πεπλησίακεν, ὥστε πλείονα μεταβολὴν εἴληφε τῶν ἐν ταῖς κεναῖς χώραις τῶν ὀδόντων ἐσφηνωμένων.

ἀλλ᾽ ὅσον τὰ μεμασημένα τούτων ἐπὶ πλέον ἠλλοίωται, τοσοῦτον ἐκείνων τὰ καταποθέντα. [p. 254] μὴ γὰρ οὐδὲ παραβλητὸν ᾖ τὸ τῆς ὑπερβολῆς, εἰ τὸ κατὰ τὴν κοιλίαν ἐννοήσαιμεν φλέγμα καὶ χολὴν καὶ πνεῦμα καὶ θερμασίαν καὶ ὅλην τὴν οὐσίαν τῆς γαστρός. εἰ δὲ καὶ συνεπινοήσαις [p. 164] αὐτῇ τὰ παρακείμενα σπλάγχνα καθάπερ τινὶ λέβητι μεγάλῳ πυρὸς ἑστίας πολλάς, ἐκ δεξιῶν μὲν τὸ ἧπαρ, ἐξ ἀριστερῶν δὲ τὸν σπλῆνα, τὴν καρδίαν δ᾽ ἐκ τῶν ἄνω, σὺν αὐτῇ δὲ καὶ τὰς φρένας αἰωρουμένας τε καὶ διὰ παντὸς κινουμένας, ἐφ᾽ ἅπασι δὲ τούτοις σκέπον τὸ ἐπίπλοον, ἐξαίσιόν τινα πεισθήσῃ τὴν ἀλλοίωσιν γίγνεσθαι τῶν εἰς τὴν γαστέρα καταποθέντων σιτίων.

πῶς δ᾽ ἂν ἠδύνατο Ρ῾ᾳδίως αἱματοῦσθαι μὴ προπαρασκευασθέντα τῇ τοιαύτῃ μεταβολῇ; δέδεικται γὰρ οὖν καὶ πρόσθεν, ὡς οὐδὲν εἰς τὴν ἐναντίαν ἀθρόως μεθίσταται ποιότητα. πῶς οὖν ὁ ἄρτος αἷμα γίγνεται, πῶς δὲ τὸ τεῦτλον ἢ ὁ κύαμος ἤ τι τῶν ἄλλων, εἰ μὴ πρότερόν τιν᾽ ἑτέραν ἀλλοίωσιν ἐδέξατο; πῶς δ᾽ ἡ κόπρος ἐν τοῖς λεπτοῖς ἐντέροις ἀθρόως γεννηθήσεται; τί γὰρ ἐν τούτοις σφοδρότερον εἰς ἀλλοίωσίν ἐστι τῶν κατὰ τὴν γαστέρα; ποτερα τῶν χιτώνων τὸ πλῆθος ἢ τῶν γειτνιώντων σπλάγχνων ἡ περίθεσις ἢ τῆς μονῆς ὁ χρόνος ἢ σύμφυτός τις ἐν τοῖς ὀργάνοις θερμασία; καὶ μὴν κατ᾽ οὐδὲν τούτων πλεονεκτεῖ τὰ ἔντερα τῆς γαστρός. τί ποτ᾽ οὖν ἐν μὲν τῇ [p. 165] γαστρὶ νυκτὸς ὅλης πολλάκις μείναντα τὸν ἄρτον ἔτι φυλάττεσθαι βούλονται τὰς ἀρχαίας διασῴζοντα ποιότητας, ἐπειδὰν δ᾽ ἅπαξ ἐμπέσῃ [p. 256] τοῖς ἐντέροις, εὐθὺς γίγνεσθαι κόπρον; εἰ μὲν γὰρ ὁ τοσοῦτος χρόνος ἀδύνατος ἀλλοιοῦν, οὐδ᾽ ὁ βραχὺς ἱκανός: εἰ δ᾽ οὗτος αὐτάρκης, πῶς οὐ πολὺ μᾶλλον ὁ μακρός; ἆρ᾽ οὖν ἀλλοιοῦται μὲν ἡ τροφὴ κατὰ τὴν κοιλίαν, ἄλλην δέ τιν᾽ ἀλλοίωσιν καὶ οὐχ οἵαν ἐκ τῆς φύσεως ἴσχει τοῦ μεταβάλλοντος ὀργάνου; ἢ ταύτην μέν, οὐ μὴν τήν γ᾽ οἰκείαν τῷ τοῦ ζῴου σώματι; μακρῷ τοῦτ᾽ ἀδυνατώτερόν ἐστι. καὶ μὴν οὐκ ἄλλο γ᾽ ἦν ἡ πέψις ἢ ἀλλοίωσις εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα. εἴπερ οὖν ἡ πέψις τοῦτ᾽ ἔστι καὶ ἡ τροφὴ κατὰ τὴν γαστέρα δέδεικται δεχομένη ποιότητα τῷ μέλλοντι πρὸς αὐτῆς θρέψεσθαι ζῴῳ προσήκουσαν, ἱκανῶς ἀποδέδεικται τὸ πέττεσθαι κατὰ τὴν γαστέρα τὴν τροφήν.

καὶ γελοῖος μὲν Ἀσκληπιάδης οὔτ᾽ ἐν ταῖς ἐρυγαῖς λέγων ἐμφαίνεσθαί ποτε τὴν ποιότητα τῶν πεφθέντων σιτίων οὔτ᾽ ἐν τοῖς ἐμέτοις οὔτ᾽ [p. 166] ἐν ταῖς ἀνατομαῖς: αὐτὸ γὰρ δὴ τὸ τοῦ σώματος ἐξόζειν αὐτὰ τῆς κοιλίας ἐστὶ τὸ πεπέφθαι. ὁ δ᾽ οὕτως ἐστὶν εὐήθης, ὥστ᾽, ἐπειδὴ τῶν παλαιῶν ἀκούει λεγόντων ἐπὶ τὸ χρηστὸν ἐν τῇ γαστρὶ μεταβάλλειν τὰ σιτία, δοκιμάζει ζητεῖν οὐ τὸ κατὰ δύναμιν ἀλλὰ τὸ κατὰ γεῦσιν χρηστόν, ὥσπερ ἢ τοῦ μήλου μηλωδεστέρου--χρὴ γὰρ οὕτως αὐτῷ διαλέγεσθαι--γιγνομένου κατὰ τὴν κοιλίαν ἢ τοῦ μέλιτος μελιτωδεστέρου.

[p. 258] πολὺ δ᾽ εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ Ἐρασίστρατος ἢ μὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις ἑψήσει παραπλήσιος ὑπάρχειν, ἢ ἑκὼν σοφιζόμενος ἑαυτόν. ἑψήσει μὲν οὖν, φησίν, οὕτως ἐλαφρὰν ἔχουσαν θερμασίαν οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτνην δέον ὑποθεῖναι τῇ γαστρὶ ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης ἢ δυναμένης μὲν ἀλλοιοῦν, οὐ κατὰ τὴν ἔμφυτον δὲ θερμασίαν, ὑγρὰν οὖσαν δηλονότι καὶ διὰ τοῦθ᾽ ἕψειν οὐκ ὀπτᾶν εἰρημένην.

ἐχρῆν δ᾽ αὐτόν, εἴπερ περὶ πραγμάτων ἀντιλέγειν ἐβούλετο, πειραθῆναι δεῖξαι μάλιστα μὲν [p. 167] καὶ πρῶτον, ὡς οὐδὲ μεταβάλλει τὴν ἀρχὴν οὐδ᾽ ἀλλοιοῦται κατὰ ποιότητα πρὸς τῆς γαστρὸς τὰ σιτία, δεύτερον δ᾽, εἴπερ μὴ οἷός τ᾽ ἦν τοῦτο πιστώσασθαι, τὸ τὴν ἀλλοίωσιν αὐτῶν ἄχρηστον εἶναι τῷ ζῴῳ: εἰ δὲ μηδὲ τοῦτ᾽ εἶχε διαβάλλειν, ἐξελέγξαι τὴν περὶ τὰς δραστικὰς ἀρχὰς ὑπόληψιν καὶ δεῖξαι τὰς ἐνεργείας ἐν τοῖς μορίοις οὐ διὰ τὴν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιὰν κρᾶσιν ὑπάρχειν ἀλλὰ δι᾽ ἄλλο τι: εἰ δὲ μηδὲ τοῦτ᾽ ἐτόλμα διαβάλλειν, ἀλλ᾽ ὅτι γε μὴ τὸ θερμόν ἐστιν ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις τὸ τῶν ἄλλων δραστικώτατον. ἢ εἰ μήτε τοῦτο μήτε τῶν ἄλλων τι τῶν ἔμπροσθεν εἶχεν ἀποδεικνύναι, μὴ ληρεῖν ὀνόματι προσπαλαίοντα [p. 260] μάτην, ὥσπερ οὐ σαφῶς Ἀριστοτέλοὺς ἔν τ᾽ ἄλλοις πολλοῖς κἀν τῷ τετάρτῳ τῶν μετεωρολογικῶν ὅπως ἡ πέψις ἑψήσει παραπλήσιος εἶναι λέγεται, καὶ ὅτι μὴ πρώτως μηδὲ κυρίως ὀνομαζόντων, εἰρηκότος.

ἀλλ᾽, ὡς ἤδη λέλεκται πολλάκις, ἀρχὴ τούτων ἁπάντων ἐστὶ μία τὸ περὶ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ διασκέψασθαι, καθάπερ Ἀριστοτέλης ἐποίησεν ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ [p. 168] φθορᾶς, ἀποδείξας ἁπάσας τὰς κατὰ τὰ σώματα μεταβολὰς καὶ ἀλλοιώσεις ὑπὸ τούτων γίγνεσθαι. ἀλλ᾽ Ἐρασίστρατος οὔτε τούτοις οὔτ᾽ ἄλλῳ τινὶ τῶν προειρημένων ἀντειπὼν ἐπὶ τοὔνομα μόνον ἐτράπετο τῆς ἑψήσεως.

ἐπὶ μὲν οὖν τῆς πέψεως, εἰ καὶ τἆλλα πάντα παρέλιπε, τὸ γοῦν ὅτι διαφέρει τῆς ἐκτὸς ἑψήσεως ἡ ἐν τοῖς ζῴοις πέψις, ἐπειράθη δεικνύναι, περὶ δὲ τῆς καταπόσεως οὐδ᾽ ἄχρι τοσούτου. τί γάρ φησιν;

"Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι."

καὶ μὴν δύο χιτῶνας ἡ γαστὴρ ἔχει πάντως ἕνεκά του γεγονότας καὶ διήκουσιν οὗτοι μέχρι τοῦ στόματος, ὁ μὲν ἔνδον, οἷός ἐστι κατὰ τὴν γαστέρα, τοιοῦτος διαμένων, ὁ δ᾽ ἕτερος ἐπὶ τὸ [p. 262] σαρκωδέστερον ἐν τῷ στομάχῳ τρεπόμενος. ὅτι μὲν οὖν ἐναντίας ἀλλήλαις τὰς ἐπιβολὰς τῶν ἰνῶν ἔχουσιν οἱ χιτῶνες οὗτοι, τὸ φαινόμενον αὐτὸ μαρτυρεῖ. τίνος δ᾽ ἕνεκα τοιοῦτοι γεγόνασιν, Ἐρασίστρατος μὲν οὐδ᾽ ἐπεχείρησεν εἰπεῖν, ἡμεῖς δ᾽ ἐροῦμεν.

ὁ μὲν ἔνδον εὐθείας ἔχει τὰς ἶνας, ὁλκῆς γὰρ [p. 169] ἕνεκα γέγονεν: ὁ δ᾽ ἔξωθεν ἐγκαρσίας ὑπὲρ τοῦ κατὰ κύκλον περιστέλλεσθαι: ἑκάστῳ γὰρ τῶν κινουμένων ὀργάνων ἐν τοῖς σώμασι κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις εἰσίν. ἐπ᾽ αὐτῶν δὲ πρῶτον τῶν μυῶν, εἰ βούλει, βασάνισον τὸν λόγον, ἐφ᾽ ὧν καὶ αἱ ἶνες ἐναργέσταται καὶ αἱ κινήσεις αὐτῶν ὁρῶνται διὰ σφοδρότητα. μετὰ δὲ τοὺς μῦς ἐπὶ τὰ φυσικὰ τῶν ὀργάνων ἴθι καὶ πάντ᾽ ὄψει κατὰ τὰς ἶνας κινούμενα καὶ διὰ τοῦθ᾽ ἑκάστῳ μὲν τῶν ἐντέρων στρογγύλαι καθ᾽ ἑκάτερον τῶν χιτώνων αἱ ἶνές εἰσι: περιστέλλονται γὰρ μόνον, ἕλκουσι δ᾽ οὐδέν. ἡ γαστὴρ δὲ τῶν ἰνῶν τὰς μὲν εὐθείας ἔχει χάριν ὁλκῆς, τὰς δ᾽ ἐγκαρσίας ἕνεκα περιστολῆς: ὥσπερ γὰρ ἐν τοῖς μυσὶν ἑκάστης τῶν ἰνῶν τεινομένης τε καὶ πρὸς τὴν ἀρχὴν ἑλκομένης αἱ κινήσεις γίγνονται, κατὰ τὸν αὐτὸν λόγον κἀν τῇ γαστρί: τῶν μὲν οὖν ἐγκαρσίων ἰνῶν τεινομένων ἔλαττον ἀνάγκη γίγνεσθαι [p. 264] τὸ εὖρος τῆς περιεχομένης ὑπ᾽ αὐτῶν κοιλότητος, τῶν δ᾽ εὐθειῶν ἑλκομένων τε καὶ εἰς ἑαυτὰς συναγομένων οὐκ ἐνδέχεται μὴ οὐ [p. 170] συναιρεῖσθαι τὸ μῆκος. ἀλλὰ μὴν ἐναργῶς γε φαίνεται καταπινόντων συναιρούμενον καὶ τοσοῦτον ὁ λάρυγξ ἀνατρέχων, ὅσον ὁ στόμαχος κατασπᾶται, καὶ ὅταν γε συμπληρωθείσης τῆς ἐν τῷ καταπίνειν ἐνεργείας ἀφεθῇ τῆς τάσεως ὁ στόμαχος, ἐναργῶς πάλιν φαίνεται καταφερόμενος ὁ λάρυγξ: ὁ γὰρ ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἶνας ἔχων ὁ καὶ τὸν στόμαχον ὑπαλείφων καὶ τὸ στόμα τοῖς ἐντὸς μέρεσιν ἐπεκτείνεται τοῦ λάρυγγος, ὥστ᾽ οὐκ ἐνδέχεται κατασπώμενον αὐτὸν ὑπὸ τῆς κοιλίας μὴ οὐ συνεπισπᾶσθαι καὶ τὸν λάρυγγα.

ὅτι δ᾽ αἱ περιφερεῖς ἶνες, αἷς περιστέλλεται τά τ᾽ ἄλλα μόρια καὶ ἡ γαστήρ, οὐ συναιροῦσι τὸ μῆκος, ἀλλὰ συστέλλουσι καὶ στενοῦσι τὴν εὐρύτητα, καὶ παρ᾽ αὐτοῦ λαβεῖν ἔστιν ὁμολογούμενον Ἐρασιστράτου: περιστέλλεσθαι γάρ φησι τοῖς σιτίοις τὴν γαστέρα κατὰ τὸν τῆς πέψεως ἅπαντα χρόνον. ἀλλ᾽ εἰ περιστέλλεται μέν, οὐδὲν δὲ τοῦ μήκους ἀφαιρεῖται τῆς κοιλίας, οὐκ ἔστι τῆς περισταλτικῆς κινήσεως ἴδιον τὸ κατασπᾶν κάτω τὸν στόμαχον. ὅπερ γὰρ αὐτὸς ὁ Ἐρασίστρατος εἶπε, τοῦτο μόνον αὐτὸ [p. 171] συμβήσεται τὸ τῶν ἄνω συστελλομένων διαστέλλεσθαι τὰ κάτω. τοῦτο δ᾽ ὅτι, κἂν εἰς νεκροῦ τὸν στόμαχον ὕδατος ἐγχέῃς, φαίνεται γιγνόμενον, οὐδεὶς ἀγνοεῖ. ταῖς γὰρ τῶν ὑλῶν διὰ στενοῦ [p. 266] σώματος ὁδοιπορίαις ἀκόλουθόν ἐστι τὸ σύμπτωμα: θαυμαστὸν γάρ, εἰ διερχομένου τινὸς αὐτὸν ὄγκου μὴ διασταλήσεται. οὐκοῦν τὸ μὲν τῶν ἄνω συστελλομένων διαστέλλεσθαι τὰ κάτω κοινόν ἐστι καὶ τοῖς νεκροῖς σώμασι, δι᾽ ὧν ὁπωσοῦν τι διεξέρχεται, καὶ τοῖς ζῶσιν, εἴτε περιστέλλοιτο τοῖς διερχομένοις εἴθ᾽ ἕλκοιτο.

τὸ δὲ τῆς τοῦ μήκους συναιρέσεως ἴδιον τῶν τὰς εὐθείας ἶνας ἐχόντων ὀργάνων, ἵν᾽ ἐπισπάσωνταί τι. ἀλλὰ μὴν ἐδείχθη κατασπώμενος ὁ στόμαχος, οὐ γὰρ ἂν εἷλκε τὸν λάρυγγα: δῆλον οὖν, ὡς ἡ γαστὴρ ἕλκει τὰ σιτία διὰ τοῦ στομάχου.

καὶ ἡ κατὰ τὸν ἔμετον δὲ τῶν ἐμουμένων ἄχρι τοῦ στόματος φορὰ πάντως μέν που καὶ αὐτὴ τὰ μὲν ὑπὸ τῶν ἀναφερομένων διατεινόμενα μέρη τοῦ στομάχου διεστῶτα κέκτηται, τῶν πρόσω δ᾽ ὅ τι ἂν ἑκάστοτ᾽ ἐπιλαμβάνηται, τοῦτ᾽ ἀρχόμενον [p. 172] διαστέλλεται, τὸ δ᾽ ὄπισθεν καταλείπει δηλονότι συστελλόμενον, ὥσθ᾽ ὁμοίαν εἶναι πάντη τὴν διάθεσιν τοῦ στομάχου κατά γε τοῦτο τῇ τῶν καταπινόντων: ἀλλὰ τῆς ὁλκῆς μὴ παρούσης τὸ μῆκος ὅλον ἴσον ἐν τοῖς τοιούτοις συμπτώμασι διαφυλάττεται.

διὰ τοῦτο δὲ καὶ καταπίνειν Ρ῾ᾷόν ἐστιν ἢ ἐμεῖν, ὅτι καταπίνεται μὲν ἀμφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ μὲν ἐντὸς ἕλκοντος, τοῦ δ᾽ ἐκτὸς περιστελλομένου τε καὶ συνεπωθοῦντος, ἐμεῖται δὲ θατέρου μόνου τοῦ ἔξωθεν ἐνεργοῦντος, [p. 268] οὐδενὸς ἕλκοντος εἰς τὸ στόμα. οὐ γὰρ δὴ ὥσπερ ἡ τῆς γαστρὸς ὄρεξις προηγεῖτο τοῦ καταπίνειν τὰ σιτία, τὸν αὐτὸν τρόπον κἀν τοῖς ἐμέτοις ἐπιθυμεῖ τι τῶν κατὰ τὸ στόμα μορίων τοῦ γιγνομένου παθήματος, ἀλλ᾽ ἄμφω τῆς γαστρὸς αὐτῆς εἰσιν ἐναντίαι διαθέσεις, ὀρεγομένης μὲν καὶ προσιεμένης τὰ χρήσιμά τε καὶ οἰκεῖα, δυσχεραινούσης δὲ καὶ ἀποτριβομένης τὰ ἀλλότρια. διὸ καὶ τὸ καταπίνειν αὐτὸ τοῖς μὲν ἱκανῶς ὀρεγομένοις τῶν οἰκείων ἐδεσμάτων τῇ γαστρὶ τάχιστα γίγνεται, σαφῶς ἑλκούσης αὐτὰ καὶ κατασπώσης πρὶν ἢ μασηθῆναι, τοῖς δ᾽ ἤτοι φάρμακόν τι κατ᾽ [p. 173] ἀνάγκην πίνουσιν ἢ σιτίον ἐν χώρᾳ φαρμάκου προσφερομένοις ἀνιαρὰ καὶ μόγις ἡ κατάποσις αὐτῶν ἐπιτελεῖται.

δῆλος οὖν ἐστιν ἐκ τῶν εἰρημένων ὁ μὲν ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἔχων ἶνας τῆς ἐκ τοῦ στόματος εἰς αὐτὴν ὁλκῆς ἕνεκα γεγονὼς καὶ διὰ τοῦτ᾽ ἐν ταῖς καταπόσεσι μόναις ἐνεργῶν, ὁ δ᾽ ἔξωθεν ὁ τὰς ἐγκαρσίας ἔχων ἕνεκα μὲν τοῦ περιστέλλεσθαι τοῖς ἐνυπάρχουσι καὶ προωθεῖν αὐτὰ τοιοῦτος ἀποτελεσθείς, ἐνεργῶν δ᾽ οὐδὲν ἧττον ἐν τοῖς ἐμέτοις ἢ ταῖς καταπόσεσιν. ἐναργέστατα δὲ μαρτυρεῖ τῷ λεγομένῳ καὶ τὸ κατὰ τὰς χάννας τε καὶ τοὺς συνόδοντας γιγνόμενον: εὑρίσκεται γὰρ ἐνίοτε τούτων ἡ γαστὴρ ἐν τῷ στόματι καθάπερ καὶ ὁ Ἀριστοτέλης ἐν ταῖς περὶ [p. 270] ζῴων ἔγραψεν ἱστορίαις καὶ προστίθησί γε τὴν αἰτίαν ὑπὸ λαιμαργίας αὐτοῖς τοῦτο συμβαίνειν φάσκων.

ἔχει γὰρ ὧδε: κατὰ τὰς σφοδροτέρας ὀρέξεις ἄνω προστρέχει πᾶσι τοῖς ζῴοις ἡ γαστήρ, ὥστε τινὲς τοῦ πάθους αἴσθησιν ἐναργῆ σχόντες ἐξέρπειν αὑτοῖς φασι τὴν κοιλίαν, ἐνίων δὲ [p. 174] μασωμένων ἔτι καὶ μήπω καλῶς ἐν τῷ στόματι τὰ σιτία κατεργασαμένων ἐξαρπάζει φανερῶς ἀκόντων. ἐφ᾽ ὧν οὖν ζῴων φύσει λαιμάργων ὑπαρχόντων ἥ τ᾽ εὐρυχωρία τοῦ στόματός ἐστι δαψιλὴς ἥ τε τῆς γαστρὸς θέσις ἐγγύς, ὡς ἐπὶ συνόδοντός τε καὶ χάννης, οὐδὲν θαυμαστόν, ὅταν ἱκανῶς πεινάσαντα διώκῃ τι τῶν μικροτέρων ζῴων, εἶτ᾽ ἤδη πλησίον ᾖ τοῦ συλλαβεῖν, ἀνατρέχειν ἐπειγούσης τῆς ἐπιθυμίας εἰς τὸ στόμα τὴν γαστέρα. γενέσθαι δ᾽ ἄλλως ἀμήχανον τοῦτο μὴ οὐχ ὥσπερ διὰ χειρὸς τοῦ στομάχου τῆς γαστρὸς ἐπισπωμένης εἰς ἑαυτὴν τὰ σιτία. καθάπερ γὰρ καὶ ἡμεῖς ὑπὸ προθυμίας ἐνίοτε τῇ χειρὶ συνεπεκτείνομεν ὅλους ἡμᾶς αὐτοὺς ἕνεκα τοῦ θᾶττον ἐπιδράξασθαι τοῦ προκειμένου σώματος, οὕτω καὶ ἡ γαστὴρ οἷον χειρὶ τῷ στομάχῳ συνεπεκτείνεται. καὶ διὰ τοῦτ᾽ ἐφ᾽ ὧν ζῴων ἅμα τὰ τρία ταυτὶ συνέπεσεν, ἔφεσίς τε σφοδρὰ τῆς τροφῆς ὅ τε στόμαχος μικρὸς ἥ τ᾽ εὐρυχωρία τοῦ στόματος δαψιλής, ἐπὶ τούτων ὀλίγη Ρ῾οπὴ τῆς ἐπεκτάσεως εἰς τὸ στόμα τὴν κοιλίαν ὅλην ἀναφέρει.

ἤρκει μὲν οὖν ἴσως ἀνδρὶ φυσικῷ παρ᾽ αὐτῆς [p. 175] μόνης τῆς κατασκευῆς τῶν ὀργάνων τὴν ἔνδειξιν τῆς ἐνεργείας λαμβάνειν. οὐ γὰρ δὴ μάτην γ᾽ [p. 272] ἂν ἡ φύσις ἐκ δυοῖν χιτώνων ἐναντίως ἀλλήλοις ἐχόντων ἀπειργάσατο τὸν οἰσοφάγον, εἰ μὴ καὶ διαφόρως ἑκάτερος αὐτῶν ἐνεργεῖν ἔμελλεν. ἀλλ᾽ ἐπεὶ πάντα μᾶλλον ἢ τὰ τῆς φύσεως ἔργα διαγιγνώσκειν οἱ περὶ τὸν Ἐρασίστρατόν εἰσιν ἱκανοί, φέρε κἀκ τῆς τῶν ζῴων ἀνατομῆς ἐπιδείξωμεν αὐτοῖς, ὡς ἑκάτερος τῶν χιτώνων ἐνεργεῖ τὴν εἰρημένην ἐνέργειαν. εἰ δή τι λαβὼν ζῷον, εἶτα γυμνώσας αὐτοῦ τὰ περικείμενα τῷ στομάχῳ σώματα χωρὶς τοῦ διατεμεῖν τινα τῶν νεύρων ἢ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν τῶν αὐτόθι τεταγμένων ἐθέλοις ἀπὸ τῆς γένυος ἕως τοῦ θώρακος εὐθείαις τομαῖς διελεῖν τὸν ἔξω χιτῶνα τὸν τὰς ἐγκαρσίας ἶνας ἔχοντα κἄπειτα τῷ ζῴῳ τροφὴν προσενέγκοις, ὄψει καταπῖνον αὐτὸ καίτοι τῆς περισταλτικῆς ἐνεργείας ἀπολωλυίας. εἰ δ᾽ αὖ πάλιν ἐφ᾽ ἑτέρου ζῴου διατέμοις ἀμφοτέρους τοὺς χιτῶνας τομαῖς ἐγκαρσίαις, θεάσῃ καὶ τοῦτο καταπῖνον οὐκέτ᾽ ἐνεργοῦντος τοῦ ἐντός. ᾧ δῆλον, ὅτι καὶ διὰ θατέρου μὲν αὐτῶν καταπίνειν οἷόν [p. 176] τ᾽ ἐστίν, ἀλλὰ χεῖρον ἢ δι᾽ ἀμφοτέρων. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτ᾽ ἔστι θεάσασθαι σαφῶς ἐπὶ τῆς εἰρημένης ἀνατομῆς, ὡς ἐν τῷ καταπίνειν ὑποπίμπλαται πνεύματος ὁ στόμαχος τοῦ συγκαταπινομένου τοῖς σιτίοις, ὃ περιστελλομένου μὲν τοῦ ἔξωθεν χιτῶνος ὠθεῖται Ρ῾αδίως εἰς τὴν γαστέρα σὺν τοῖς ἐδέσμασι, μόνου δὲ τοῦ ἔνδον ὑπάρχοντος ἐμποδὼν ἵσταται τῇ φορᾷ τῶν [p. 274] σιτίων διατεῖνόν τ᾽ αὐτὸν καὶ τὴν ἐνέργειαν ἐμποδίζον.

ἀλλ᾽ οὔτε τούτων οὐδὲν Ἐρασίστρατος εἶπεν οὔθ᾽ ὡς ἡ σκολιὰ θέσις τοῦ στομάχου διαβάλλει σαφῶς τὸ δόγμα τῶν νομιζόντων ὑπὸ τῆς ἄνωθεν βολῆς μόνης ποδηγούμενα μέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόμενα. μόνον δ᾽ ὅτι πολλὰ τῶν μακροτραχήλων ζῴων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν. ᾧ δῆλον, ὅτι τὸ φαινόμενον οὐ τὸ πῶς καταπίνομεν ἀποδείκνυσιν, ἀλλὰ τὸ πῶς οὐ καταπίνομεν: ὅτι γὰρ μὴ διὰ μόνης τῆς ἄνωθεν βολῆς, ἐκ τούτου δῆλον: οὐ μὴν εἴθ᾽ ἑλκούσης τῆς κοιλίας εἴτε παράγοντος αὐτὰ τοῦ στομάχου, [p. 177] δῆλον ἤδη πω. ἀλλ᾽ ἡμεῖς γε πάντας τοὺς λογισμοὺς εἰπόντες τούς τ᾽ ἐκ τῆς κατασκευῆς τῶν ὀργάνων ὁρμωμένους καὶ τοὺς ἀπὸ τῶν ἄλλων συμπτωμάτων τῶν τε πρὸ τοῦ γυμνωθῆναι τὸν στόμαχον καὶ γυμνωθέντος, ὡς ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἱκανῶς ἐνεδειξάμεθα τοῦ μὲν ἕλκειν ἕνεκα τὸν ἐντὸς χιτῶνα, τοῦ δ᾽ ἀπωθεῖν τὸν ἐκτὸς γεγονέναι.

προὐθέμεθα μὲν οὖν ἀποδεῖξαι τὴν καθεκτικὴν δύναμιν ἐν ἑκάστῳ τῶν ὀργάνων οὖσαν, ὥσπερ ἐν τῷ πρόσθεν λόγῳ τὴν ἑλκτικήν τε καὶ προσέτι τὴν ἀλλοιωτικήν. ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου τὰς τέτταρας ἀπεδείξαμεν ὑπαρχούσας τῇ γαστρί, τὴν ἑλκτικὴν μὲν ἐν τῷ καταπίνειν, τὴν καθεκτικὴν δ᾽ ἐν τῷ πέττειν, τὴν ἀπωστικὴν δ᾽ ἐν τοῖς ἐμέτοις καὶ ταῖς τῶν πεπεμμένων σιτίων εἰς τὸ λεπτὸν ἔντερον ὑποχωρήσεσιν, αὐτὴν δὲ τὴν πέψιν ἀλλοίωσιν ὑπάρχειν.

[p. 276]
οὔκουν ἔτ᾽ ἀπορήσομεν οὐδὲ περὶ τοῦ σπληνός, εἰ ἕλκει μὲν τὸ οἰκεῖον, ἀποκρίνει δὲ τὸ ἀλλότριον, ἀλλοιοῦν δὲ καὶ κατέχειν, ὅσον ἂν ἐπισπάσηται, πέφυκεν, οὐδὲ περὶ ἥπατος ἢ φλεβὸς ἢ ἀρτηρίας [p. 178] ἢ καρδίας ἢ τῶν ἄλλων τινός: ἀναγκαῖαι γὰρ ἐδείχθησαν αἱ τέτταρες αὗται δυνάμεις ἅπαντι μορίῳ τῷ μέλλοντι θρέψεσθαι καὶ διὰ τοῦτ᾽ αὐτὰς ὑπηρέτιδας εἶναι θρέψεως ἔφαμεν: ὡς γὰρ τὸ τῶν ἀνθρώπων ἀποπάτημα τοῖς κυσὶν ἥδιστον, οὕτω καὶ τὰ τοῦ ἥπατος περιττώματα τὸ μὲν τῷ σπληνί, τὸ δὲ τῇ χοληδόχῳ κύστει, τὸ δὲ τοῖς νεφροῖς οἰκεῖον.

καὶ λέγειν ἔτι περὶ τῆς τούτων γενέσεως οὐκ ἂν ἐθέλοιμι μεθ᾽ Ἱπποκράτην καὶ Πλάτωνα καὶ Ἀριστοτέλην καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιμον: οὐδὲ γὰρ οὐδὲ περὶ τῶν δυνάμεων εἶπον ἄν, εἴ τις τῶν ἔμπροσθεν ἀκριβῶς ἐξειργάσατο τὸν ὑπὲρ αὐτῶν λόγον.

ἐπεὶ δ᾽ οἱ μὲν παλαιοὶ καλῶς ὑπὲρ αὐτῶν ἀποφηνάμενοι παρέλιπον ἀγωνίσασθαι τῷ λόγῳ, μηδ᾽ ὑπονοήσαντες ἔσεσθαί τινας εἰς τοσοῦτον ἀναισχύντους σοφιστάς, ὡς ἀντιλέγειν ἐπιχειρῆσαι τοῖς ἐναργέσιν, οἱ νεώτεροι δὲ τὸ μέν τι [p. 278] νικηθέντες ὑπὸ τῶν σοφισμάτων ἐπείσθησαν αὐτοῖς, τὸ δέ τι καὶ ἀντιλέγειν ἐπιχειρήσαντες ἀποδεῖν μοι πολὺ τῆς τῶν παλαιῶν ἔδοξαν [p. 179] δυνάμεως, διὰ τοῦθ᾽, ὡς ἂν ἐκείνων αὐτῶν, εἴπερ ἔτ᾽ ἦν τις, ἀγωνίσασθαί μοι δοκεῖ πρὸς τοὺς ἀνατρέποντας τῆς τέχνης τὰ κάλλιστα, καὶ αὐτὸς οὕτως ἐπειράθην συνθεῖναι τοὺς λόγους.

ὅτι δ᾽ ἢ οὐδὲν ἢ παντάπασιν ἀνύσω τι σμικρόν, οὐκ ἀγνοῶ: πάμπολλα γὰρ εὑρίσκω τελέως μὲν ἀποδεδειγμένα τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν νῦν δι᾽ ἀμαθίαν ἀλλ᾽ οὐδ᾽ ἐπιχειρούμενα γιγνώσκεσθαι διὰ Ρ῾ᾳθυμίαν, οὔτ᾽, εἰ καὶ γνωσθείη τινί, δικαίως ἐξεταζόμενα.

χρὴ γὰρ τὸν μέλλοντα γνώσεσθαί τι τῶν πολλῶν ἄμεινον εὐθὺς μὲν καὶ τῇ φύσει καὶ τῇ πρώτῃ διδασκαλίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν: ἐπειδὰν δὲ γένηται μειράκιον, ἀληθείας τινὰ σχεῖν ἐρωτικὴν μανίαν, ὥσπερ ἐνθουσιῶντα καὶ μήθ᾽ ἡμέρας μήτε νυκτὸς διαλείπειν σπεύδοντά τε καὶ συντεταμένον ἐκμαθεῖν, ὅσα τοῖς ἐνδοξοτάτοις εἴρηται τῶν παλαιῶν: ἐπειδὰν δ᾽ ἐκμάθῃ, κρίνειν αὐτὰ καὶ βασανίζειν χρόνῳ παμπόλλῳ καὶ σκοπεῖν, πόσα μὲν ὁμολογεῖ τοῖς ἐναργῶς φαινομένοις, [p. 180] πόσα δὲ διαφέρεται, καὶ οὕτω τὰ μὲν αἱρεῖσθαι, τὰ δ᾽ ἀποστρέφεσθαι. τῷ μὲν δὴ τοιούτῳ πάνυ σφόδρα χρησίμους ἤλπικα τοὺς ἡμετέρους ἔσεσθαι [p. 280] λόγους: εἶεν δ᾽ ἂν ὀλίγοι παντάπασιν οὗτοι: τοῖς δ᾽ ἄλλοις οὕτω γενήσεται τὸ γράμμα περιττόν, ὡς εἰ καὶ μῦθον ὄνῳ τις λέγοι.

Συμπεραντέον οὖν ἡμῖν τὸν λόγον ἕνεκα τῶν τῆς ἀληθείας ἐφιεμένων ὅσα λείπει κατ᾽ αὐτὸν ἔτι προσθεῖσιν. ὡς γὰρ ἡ γαστὴρ ἕλκει μὲν ἐναργῶς καὶ κατασπᾷ τὰ σιτία τοῖς σφόδρα πεινώδεσι, πρὶν ἀκριβῶς ἐν τῷ στόματι λειωθῆναι, δυσχεραίνει δὲ καὶ ἀπωθεῖται τοῖς ἀποσίτοις τε καὶ πρὸς ἀνάγκην ἐσθίουσιν, οὕτω καὶ τῶν ἄλλων ὀργάνων ἕκαστον ἀμφοτέρας ἔχει τὰς δυνάμεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. καὶ διὰ τοῦτο, κἂν ἐξ ἑνὸς ᾖ χιτῶνος ὄργανόν τι συνεστώς, ὥσπερ καὶ αἱ κύστεις ἀμφότεραι καὶ αἱ μῆτραι καὶ αἱ φλέβες, ἀμφότερα τῶν ἰνῶν ἔχει τὰ γένη, τῶν εὐθειῶν τε καὶ τῶν ἐγκαρσίων.

[p. 181] Καὶ μέν γε καὶ τρίτον τι γένος ἰνῶν ἐστι τῶν λοξῶν, ἔλαττον πολὺ τῷ πλήθει τῶν προειρημένων δύο γενῶν. εὑρίσκεται δ᾽ ἐν μὲν τοῖς ἐκ δυοῖν χιτώνων συνεστηκόσιν ὀργάνοις ἐν θατέρῳ μόνῳ ταῖς εὐθείαις ἰσὶν ἀναμεμιγμένον, ἐν δὲ τοῖς ἐξ ἑνὸς ἅμα τοῖς ἄλλοις δύο γένεσι. συνεπιλαμβάνουσι δ᾽ αὗται μέγιστον τῇ τῆς καθεκτικῆς ὀνομασθείσης δυνάμεως ἐνεργείᾳ: δεῖται γὰρ ἐν τούτῳ τῷ χρόνῳ πανταχόθεν ἐσφίγχθαι καὶ περιτετάσθαι τοῖς ἐνυπάρχουσι τὸ μόριον, ἡ [p. 282] μὲν γαστὴρ ἐν τῷ τῆς πέψεως, αἱ μῆτραι δ᾽ ἐν τῷ τῆς κυήσεως χρόνῳ παντί.

ταῦτ᾽ ἄρα καὶ ὁ τῆς φλεβὸς χιτὼν εἷς ὢν ἐκ πολυειδῶν ἰνῶν ἐγένετο καὶ τῶν τῆς ἀρτηρίας ὁ μὲν ἔξωθεν ἐκ τῶν στρογγύλων, ὁ δ᾽ ἔσωθεν ἐκ μὲν τῶν εὐθειῶν πλείστων, ὀλίγων δέ τινων σὺν αὐταῖς καὶ τῶν λοξῶν, ὥστε τὰς μὲν φλέβας ταῖς μήτραις καὶ ταῖς κύστεσιν ἐοικέναι κατά γε τὴν τῶν ἰνῶν σύνθεσιν, εἰ καὶ τῷ πάχει λείπονται, τὰς δ᾽ ἀρτηρίας τῇ γαστρί. μόνα δὲ πάντων ὀργάνων ἐκ δυοῖν θ᾽ ἅμα καὶ ἀμφοτέρων ἐγκαρσίας ἐχόντων τὰς ἶνας ἐγένετο τὰ ἔντερα. τὸ δ᾽ ὅτι [p. 182] βέλτιον ἦν τῶν τ᾽ ἄλλων ἑκάστῳ τοιούτῳ τὴν φύσιν ὑπάρχειν, οἷόνπερ καὶ νῦν ἐστι, τοῖς τ᾽ ἐντέροις ἐκ δυοῖν ὁμοίων χιτώνων συγκεῖσθαι, τῆς περὶ χρείας μορίων πραγματείας ἐστίν. οὔκουν νῦν χρὴ ποθεῖν ἀκούειν περὶ τῶν τοιούτων, ὥσπερ οὐδὲ διὰ τί περὶ τοῦ πλήθους τῶν χιτώνων ἑκάστου τῶν ὀργάνων διαπεφώνηται τοῖς ἀνατομικοῖς ἀνδράσιν. ὑπὲρ μὲν γὰρ τούτων αὐτάρκως ἐν τοῖς περὶ τῆς ἀνατομικῆς διαφωνίας εἴρηται: περὶ δὲ τοῦ διότι τοιοῦτον ἕκαστον ἐγένετο τῶν ὀργάνων, ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται.

νυνὶ δ᾽ οὐδέτερον τούτων πρόκειται λέγειν, ἀλλὰ τὰς φυσικὰς δυνάμεις μόνας ἀποδεικνύειν ἐν ἑκάστῳ τῶν ὀργάνων τέτταρας ὑπαρχούσας. ἐπὶ τοῦτ᾽ οὖν πάλιν ἐπανελθόντες ἀναμνήσωμέν τε [p. 284] τῶν ἔμπροσθεν εἰρημένων ἐπιθῶμέν τε κεφαλὴν ἤδη τῷ λόγῳ παντὶ τὸ λεῖπον ἔτι προσθέντες. ἐπειδὴ γὰρ ἕκαστον τῶν ἐν τῷ ζῴῳ μορίων ἕλκειν εἰς ἑαυτὸ τὸν οἰκεῖον χυμὸν ἀποδέδεικται καὶ πρώτη σχεδὸν αὕτη τῶν φυσικῶν ἐστι δυνάμεων, [p. 183] ἐφεξῆς ἐκείνῳ γνωστέον, ὡς οὐ πρότερον ἀποτρίβεται τὴν ἑλχθεῖσαν τροφὴν ἤτοι σύμπασαν ἢ καί τι περίττωμα αὐτῆς, πρὶν ἂν εἰς ἐναντίαν μεταπέσῃ διάθεσιν ἢ αὐτὸ τὸ ὄργανον ἢ καὶ τῶν περιεχομένων ἐν αὐτῷ τὰ πλεῖστα. ἡ μὲν οὖν γαστήρ, ἐπειδὰν μὲν ἱκανῶς ἐμπλησθῇ τῶν σιτίων καὶ τὸ χρηστότατον αὐτῶν εἰς τοὺς ἑαυτῆς χιτῶνας ἐναπόθηται βδάλλουσα, τηνικαῦτ᾽ ἤδη τὸ λοιπὸν ἀποτρίβεται καθάπερ ἄχθος ἀλλότριον: αἱ κύστεις δ᾽, ἐπειδὰν ἕκαστον τῶν ἑλχθέντων ἢ τῷ πλήθει διατεῖνον ἢ τῇ ποιότητι δάκνον ἀνιαρὸν γένηται.

τῷ δ᾽ αὐτῷ τρόπῳ καὶ αἱ μῆτραι: ἤτοι γάρ, ἐπειδὰν μηκέτι φέρωσι διατεινόμεναι, τὸ λυποῦν ἀποθέσθαι σπεύδουσιν ἢ τῇ ποιότητι δακνόμεναι τῶν ἐκχυθέντων εἰς αὐτὰς ὑγρῶν. ἑκάτερον δὲ τῶν εἰρημένων γίγνεται μὲν καὶ βιαίως ἔστιν ὅτε καὶ ἀμβλώσκουσι τηνικαῦτα, γίγνεται δ᾽ ὡς τὰ πολλὰ καὶ προσηκόντως, ὅπερ οὐκ ἀμβλώσκειν ἀλλ᾽ ἀποκυΐσκειν τε καὶ τίκτειν ὀνομάζεται. τοῖς μὲν οὖν ἀμβλωθριδίοις φαρμάκοις ἤ τισιν ἄλλοις [p. 184] παθήμασι διαφθείρουσι τὸ ἔμβρυον ἤ τινας τῶν ὑμένων αὐτοῦ Ρ῾ηγνύουσιν αἱ ἀμβλώσεις ἕπονται, οὕτω δὲ κἀπειδὰν ἀνιαθῶσί ποθ᾽ αἱ μῆτραι κακῶς ἔχουσαι τῇ διατάσει, ταῖς δὲ τῶν ἐμβρύων αὐτῶν κινήσεσι ταῖς σφοδροτάταις οἱ τόκοι, καθάπερ καὶ τοῦθ᾽ Ἱπποκράτει καλῶς εἴρηται. κοινὸν δ᾽ [p. 286] ἁπασῶν τῶν διαθέσεων ἡ ἀνία καὶ ταύτης αἴτιον τριττὸν ἢ ὄγκος περιττὸς ἤ τι βάρος ἢ δῆξις: ὄγκος μέν, ἐπειδὰν μηκέτι φέρωσι διατεινόμεναι, βάρος δ᾽, ἐπειδὰν ὑπὲρ τὴν Ρ῾ώμην αὐτῶν ᾖ τὸ περιεχόμενον, δῆξις δ᾽, ἐπειδὰν ἤτοι τὰ πρότερον ἐν τοῖς ὑμέσιν ὑγρὰ στεγόμενα Ρ῾αγέντων αὐτῶν εἰς αὐτὰς ἐκχυθῇ τὰς μήτρας ἢ καὶ σύμπαν ἀποφθαρὲν τὸ κύημα σηπόμενόν τε καὶ διαλυόμενον εἰς μοχθηροὺς ἰχῶρας οὕτως ἐρεθίζῃ τε καὶ δάκνῃ τὸν χιτῶνα τῶν ὑστερῶν.

ἀνάλογον οὖν ἐν ἅπασι τοῖς ὀργάνοις ἕκαστα τῶν τ᾽ ἔργων αὐτῶν τῶν φυσικῶν καὶ μέντοι τῶν παθημάτων τε καὶ νοσημάτων φαίνεται γιγνόμενα, τὰ μὲν ἐναργῶς καὶ σαφῶς οὕτως, ὡς ἀποδείξεως δεῖσθαι μηδέν, τὰ δ᾽ ἧττον μὲν [p. 185] ἐναργῶς, οὐ μὴν ἄγνωστά γε παντάπασι τοῖς ἐθέλουσι προσέχειν τὸν νοῦν.

ἐπὶ μὲν οὖν τῆς γαστρὸς αἵ τε δήξεις ἐναργεῖς, διότι πλείστης αἰσθήσεως μετέχει, τά τ᾽ ἄλλα παθήματα τά τε ναυτίαν ἐμποιοῦντα καὶ οἱ καλούμενοι καρδιωγμοὶ σαφῶς ἐνδείκνυνται τὴν ἀποκριτικήν τε καὶ ἀπωστικὴν τῶν ἀλλοτρίων δύναμιν, οὕτω δὲ κἀπὶ τῶν ὑστερῶν τε καὶ τῆς κύστεως τῆς τὸ οὖρον ὑποδεχομένης: ἐναργῶς γὰρ οὖν καὶ αὕτη φαίνεται μέχρι τοσούτου τὸ ὑγρὸν ὑποδεχομένη τε καὶ ἀθροίζουσα, ἄχρις ἂν ἤτοι πρὸς τοῦ πλήθους αὐτοῦ διατεινομένη μηκέτι φέρῃ τὴν ἀνίαν ἢ πρὸς τῆς ποιότητος δακνομένη: χρονίζον γὰρ ἕκαστον τῶν περιττωμάτων ἐν τῷ σώματι σήπεται δηλονότι, τὸ μὲν ἐλάττονι, τὸ δὲ πλείονι χρόνῳ, καὶ οὕτω δακνῶδές τε καὶ δριμὺ καὶ ἀνιαρὸν τοῖς περιέχουσι γίγνεται. οὐ μὴν [p. 288] ἐπί γε τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁμοίως. ἔχει: ᾧ δῆλον, ὅτι νεύρων ἥκιστα μετέχει. χρὴ δὲ κἀνταῦθα τόν γε φυσικὸν ἄνδρα τὸ ἀνάλογον ἐξευρίσκειν. εἰ γὰρ ἕλκειν τε τὸν οἰκεῖον ἀπεδείχθη χυμόν, ὡς φαίνεσθαι πολλάκις μεστήν, [p. 186] ἀποκρίνειν τε τὸν αὐτὸν τοῦτον οὐκ εἰς μακράν, ἀναγκαῖόν ἐστιν αὐτὴν ἢ διὰ τὸ πλῆθος βαρυνομένην ἢ τῆς ποιότητος μεταβαλλούσης ἐπὶ τὸ δακνῶδές τε καὶ δριμὺ τῆς ἀποκρίσεως ἐφίεσθαι. οὐ γὰρ δὴ τὰ μὲν σιτία τὴν ἀρχαίαν ὑπαλλάττει ποιότητα ταχέως οὕτως, ὥστ᾽, ἐπειδὰν ἐμπέσῃ τοῖς λεπτοῖς ἐντέροις, εὐθὺς εἶναι κόπρον, ἡ χολὴ δ᾽ οὐ πολὺ μᾶλλον ἢ τὸ οὖρον, ἐπειδὰν ἅπαξ ἐκπέσῃ τῶν φλεβῶν, ἐξαλλάττει τὴν ποιότητα, τάχιστα μεταβάλλοντα καὶ σηπόμενα. καὶ μὴν εἴπερ ἐπί τε τῶν κατὰ τὰς ὑστέρας καὶ τὴν κοιλίαν καὶ τὰ ἔντερα καὶ προσέτι τὴν τὸ οὖρον ὑποδεχομένην κύστιν ἐναργῶς φαίνεται διάτασίς τις ἢ δῆξις ἢ ἄχθος ἐπεγεῖρον ἕκαστον τῶν ὀργάνων εἰς ἀπόκρισιν, οὐδὲν χαλεπὸν κἀπὶ τῆς χοληδόχου κύστεως ταὐτὸ τοῦτ᾽ ἐννοεῖν ἐπί τε τῶν ἄλλων ἁπάντων ὀργάνων, ἐξ ὧν δηλονότι καὶ αἱ ἀρτηρίαι καὶ αἱ φλέβες εἰσίν.

οὐ μὴν οὐδὲ τὸ διὰ τοῦ αὐτοῦ πόρου τήν θ᾽ ὁλκὴν γίγνεσθαι καὶ τὴν ἀπόκρισιν ἐν [p. 187] διαφέρουσι χρόνοις οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἴ γε καὶ τῆς γαστρὸς ὁ στόμαχος οὐ μόνον ἐδέσματα [p. 290] καὶ πόματα παράγων εἰς αὐτήν, ἀλλὰ κἀν ταῖς ναυτίαις τὴν ἐναντίαν ὑπηρεσίαν ὑπηρετῶν ἐναργῶς φαίνεται, καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁ αὐχὴν εἷς ὢν ἅμα μὲν πληροῖ δι᾽ αὑτοῦ τὴν κύστιν, ἅμα δ᾽ ἐκκενοῖ, καὶ τῶν μητρῶν ὁ στόμαχος ὡσαύτως ὁδός ἐστιν εἴσω μὲν τοῦ σπέρματος, ἔξω δὲ τοῦ κυήματος.

ἀλλὰ κἀνταῦθα πάλιν ἡ μὲν ἐκκριτικὴ δύναμις ἐναργής, οὐ μὴν ὁμοίως γ᾽ αὐτῇ σαφὴς τοῖς πολλοῖς ἡ ἑλκτική: ἀλλ᾽ Ἱπποκράτης μὲν ἀρρώστου μήτρας αἰτιώμενος αὐχένα φησί: "Οὐ γὰρ δύναται αὐτέης ὁ στόμαχος εἰρύσαι τὴν γονήν."

Ἐρασίστρατος δὲ καὶ Ἀσκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστ᾽ οὐ μόνον τὴν κοιλίαν καὶ τὰς μήτρας ἀποστεροῦσι τῆς τοιαύτης δυνάμεως ἀλλὰ καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅμα τοῖς νεφροῖς. καίτοι γ᾽ ὅτι μηδ᾽ εἰπεῖν δυνατὸν ἕτερον αἴτιον ἢ οὔρων ἢ χολῆς διακρίσεως, ἐν τῷ πρώτῳ δέδεικται λόγῳ.

καὶ μήτραν οὖν καὶ γαστέρα καὶ τὴν ἐπὶ [p. 188] τῷ ἥπατι κύστιν δι᾽ ἑνὸς καὶ ταὐτοῦ στομάχου τήν θ᾽ ὁλκὴν καὶ τὴν ἀπόκρισιν εὑρίσκοντες ποιουμένας μηκέτι θαυμάζωμεν, εἰ καὶ διὰ τῶν φλεβῶν ἡ φύσις ἐκκρίνει πολλάκις εἰς τὴν γαστέρα περιττώματα. τούτου δ᾽ ἔτι μᾶλλον οὐ χρὴ θαυμάζειν, εἰ, δι᾽ ὧν εἰς ἧπαρ ἀνεδόθη φλεβῶν ἐκ γαστρός, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς μακροτέραις ἀσιτίαις ἕλκεσθαί τις δύναται τροφή. τὸ γὰρ τοῖς τοιούτοις ἀπιστεῖν [p. 292] ὅμοιόν ἐστι δήπου τῷ μηκέτι πιστεύειν μηδ᾽ ὅτι τὰ καθαίροντα φάρμακα διὰ τῶν αὐτῶν στομάτων ἐξ ὅλου τοῦ σώματος εἰς τὴν γαστέρα τοὺς οἰκείους ἐπισπᾶται χυμούς, δι᾽ ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγένετο, ἀλλ᾽ ἕτερα μὲν ζητεῖν ἀναδόσεως, ἕτερα δὲ καθάρσεως στόματα. καὶ μὴν εἴπερ ἓν καὶ ταὐτὸ στόμα διτταῖς ὑπηρετεῖ δυνάμεσιν, ἐν διαφόροις χρόνοις εἰς τἀναντία τὴν ὁλκὴν ποιουμέναις, ἔμπροσθεν μὲν τῇ κατὰ τὸ ἧπαρ, ἐν δὲ τῷ τῆς καθάρσεως καιρῷ τῇ τοῦ φαρμάκου, τί θαυμαστόν ἐστι διττὴν ὑπηρεσίαν τε καὶ χρείαν εἶναι ταῖς φλεψὶ ταῖς ἐν τῷ μέσῳ τεταγμέναις ἥπατός τε καὶ τῶν κατὰ τὴν κοιλίαν, ὥσθ᾽, ὁπότε μὲν ἐν τούτοις ἄφθονος εἴη περιεχομένη τροφή, διὰ τῶν [p. 189] εἰρημένων εἰς ἧπαρ ἀναφέρεσθαι φλεβῶν, ὁπότε δ᾽ εἴη κενὰ καὶ δεόμενα τρέφεσθαι, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι;

πᾶν γὰρ ἐκ παντὸς ἕλκειν φαίνεται καὶ παντὶ μεταδιδόναι καὶ μία τις εἶναι σύρροια καὶ σύμπνοια πάντων, καθάπερ καὶ τοῦθ᾽ ὁ θειότατος Ἱπποκράτης εἶπεν. ἕλκει μὲν οὖν τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον.

ἰσχυρότερον δὲ καὶ ἀσθενέστερον ἕτερον ἑτέρου μόριον ἢ ἁπλῶς καὶ φύσει καὶ κοινῇ πᾶσίν ἐστιν ἢ ἰδίως τῷδέ τινι γίγνεται. φύσει μὲν καὶ κοινῇ πᾶσιν ἀνθρώποις θ᾽ ἅμα καὶ ζώοις ἡ μὲν καρδία τοῦ ἥπατος, τὸ δ᾽ ἧπαρ τῶν ἐντέρων τε καὶ τῆς γαστρός, αἱ δ᾽ ἀρτηρίαι τῶν φλεβῶν ἑλκύσαι τε τὸ χρήσιμον ἑαυταῖς ἀποκρῖναί τε τὸ μὴ τοιοῦτον [p. 294] ἰσχυρότεραι. καθ᾽ ἕκαστον δ᾽ ἡμῶν ἰδίως ἐν μὲν τῷδε τῷ καιρῷ τὸ ἧπαρ ἰσχυρότερον ἕλκειν, ἡ γαστὴρ δ᾽ ἐν τῷδε. πολλῆς μὲν γὰρ ἐν τῇ κοιλίᾳ περιεχομένης τροφῆς καὶ σφοδρῶς ὀρεγομένου τε καὶ χρῄζοντος τοῦ ἥπατος, πάντως ἰσχυρότερον ἕλκει τὸ σπλάγχνον: ἔμπαλιν δὲ τοῦ μὲν ἥπατος [p. 190] ἐμπεπλησμένου τε καὶ διατεταμένου, τῆς γαστρὸς δ᾽ ὀρεγομένης καὶ κενῆς ὑπαρχούσης ἡ τῆς ὁλκῆς ἰσχὺς εἰς ἐκείνην μεθίσταται.

ὡς γάρ, εἰ κἂν ταῖς χερσί τινα σιτία κατέχοντες ἀλλήλων ἁρπάζοιμεν, εἰ μὲν ὁμοίως εἴημεν δεόμενοι, περιγίγνεσθαι τὸν ἰσχυρότερον εἰκός, εἰ δ᾽ οὗτος μὲν ἐμπεπλησμένος εἴη καὶ διὰ τοῦτ᾽ ἀμελῶς κατέχων τὰ περιττὰ ἢ καί τινι μεταδοῦναι ποθῶν, ὁ δ᾽ ἀσθενέστερος ὀρέγοιτο δεινῶς, οὐδὲν ἂν εἴη κώλυμα τοῦ μὴ πάντα λαβεῖν αὐτόν, οὕτω καὶ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται Ρ῾ᾳδίως, ὅταν αὐτὴ μὲν ἱκανῶς ὀρέγηται τροφῆς, ἐμπεπλησμένον δ᾽ ᾖ τὸ σπλάγχνον. καὶ τοῦ γε μὴ πεινῆν ἐνίοτε τὸ ζῷον ἡ περιουσία τῆς ἐν ἥπατι τροφῆς αἰτία: κρείττονα γὰρ ἔχουσα καὶ ἑτοιμοτέραν ἡ γαστὴρ τροφὴν οὐδὲν δεῖται τῆς ἔξωθεν: εἰ δέ γέ ποτε δέοιτο μέν, ἀποροίη δέ, πληροῦται περιττωμάτων. ἰχῶρες δέ τινές εἰσι ταῦτα χολώδεις τε καὶ φλεγματώδεις καὶ ὀρρώδεις, οὓς μόνους ἑλκούσῃ μεθίησιν αὐτῇ τὸ ἧπαρ, ὅταν ποτὲ καὶ αὐτὴ δέηται τροφῆς.

ὥσπερ οὖν ἐξ ἀλλήλων ἕλκει τὰ μόρια [p. 191] τροφήν, οὕτω καὶ ἀποτίθεταί ποτ᾽ εἰς ἄλληλα [p. 296] τὸ περιττὸν καὶ ὥσπερ ἑλκόντων ἐπλεονέκτει τὸ ἰσχυρότερον, οὕτω καὶ ἀποτιθεμένων καὶ τῶν γε καλουμένων Ρ῾ευμάτων ἥδε ἡ πρόφασις. ἕκαστον γὰρ τῶν μορίων ἔχει τινὰ τόνον σύμφυτον, ᾧ διωθεῖται τὸ περιττόν. ὅταν οὖν ἓν ἐξ αὐτῶν ἀρρωστότερον γένηται κατὰ δή τινα διάθεσιν, ἐξ ἁπάντων εἰς ἐκεῖνο συρρεῖν ἀνάγκη τὰ περιττώματα. τὸ μὲν γὰρ ἰσχυρότατον ἐναποτίθεται τοῖς πλησίον ἅπασιν, ἐκείνων δ᾽ αὖ πάλιν ἕκαστον εἰς ἕτερ᾽ ἄττα τῶν ἀσθενεστέρων, εἶτ᾽ αὖθις ἐκείνων ἕκαστον εἰς ἄλλα καὶ τοῦτ᾽ ἐπὶ πλεῖστον γίγνεται, μέχρι περ ἂν ἐξ ἁπάντων ἐλαυνόμενον τὸ περίττωμα καθ᾽ ἕν τι μείνῃ τῶν ἀσθενεστάτων: ἐντεῦθεν γὰρ οὐκέτ᾽ εἰς ἄλλο δύναται μεταρρεῖν, ὡς: ἂν μήτε δεχομένου τινὸς αὐτὸ τῶν ἰσχυροτέρων μήτ᾽ ἀπώσασθαι δυναμένου τοῦ πεπονθότος.

ἀλλὰ περὶ μὲν τῶν παθῶν τῆς γενέσεως καὶ τῆς ἰάσεως αὖθις ἡμῶν ἐπιδεικνύντων ἱκανὰ κἀξ ἐκείνων ἔσται λαβεῖν μαρτύρια τῶν ἐν τῷδε τῷ [p. 192] λόγῳ παντὶ δεδειγμένων ὀρθῶς. ὃ δ᾽ ἐν τῷ παρόντι δεῖξαι προὔκειτο, πάλιν ἀναλάβωμεν, ὡς οὐδὲν θαυμαστὸν ἐξ ἥπατος ἥκειν τινὰ τροφὴν ἐντέροις τε καὶ γαστρὶ διὰ τῶν αὐτῶν φλεβῶν, δι᾽ ὧν ἔμπροσθεν ἐξ ἐκείνων εἰς ἧπαρ ἀνεδίδοτο. καὶ πολλοῖς ἀθρόως τε καὶ τελέως ἀποστᾶσιν ἰσχυρῶν γυμνασίων ἤ τι κῶλον ἀποκοπεῖσιν αἵματος διὰ τῶν ἐντέρων γίγνεται κένωσις ἔκ τινων περιόδων, ὥς που καὶ Ἱπποκράτης ἔλεγεν, οὐδὲν μὲν ἄλλο λυποῦσα, καθαίρουσα δ᾽ ὀξέως τὸ πᾶν σῶμα καὶ τὰς πλησμονὰς ἐκκενοῦσα, διὰ τῶν [p. 298] αὐτῶν δήπου φλεβῶν τῆς φορᾶς τῶν περιττῶν ἐπιτελουμένης, δι᾽ ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγίγνετο.

πολλάκις δ᾽ ἐν νόσοις ἡ φύσις διὰ μὲν τῶν αὐτῶν δήπου φλεβῶν τὸ πᾶν ἐκκαθαίρει ζῷον, οὐ μὴν αἱματώδης γ᾽ ἡ κένωσις αὐτοῖς, ἀλλὰ κατὰ τὸν λυποῦντα γίγνεται χυμόν. οὕτω δὲ κἀν ταῖς χολέραις ἐκκενοῦται τὸ πᾶν σῶμα διὰ τῶν εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν.

τὸ δ᾽ οἴεσθαι μίαν εἶναι ταῖς ὕλαις φορὰν [p. 193] τελέως ἀγνοοῦντός ἐστι τὰς φυσικὰς δυνάμεις τάς τ᾽ ἄλλας καὶ τὴν ἐκκριτικὴν ἐναντίαν οὖσαν τῇ ἑλκτικῇ: ταῖς γὰρ ἐναντίαις δυνάμεσιν ἐναντίας κινήσεις τε καὶ φορὰς τῶν ὑλῶν ἀναγκαῖον ἀκολουθεῖν. ἕκαστον γὰρ τῶν μορίων, ὅταν ἑλκύσῃ τὸν οἰκεῖον χυμόν, ἔπειτα κατάσχῃ καὶ ἀπολαύσῃ, τὸ περιττὸν ἅπαν ἀποθέσθαι σπεύδει, καθότι μάλιστα δύναται τάχιστά θ᾽ ἅμα καὶ κάλλιστα, κατὰ τὴν τοῦ περιττοῦ Ρ῾οπήν.

ὅθεν ἡ γαστὴρ τὰ μὲν ἐπιπολάζοντα τῶν περιττωμάτων ἐμέτοις ἐκκαθαίρει, τὰ δ᾽ ὑφιστάμενα διαρροίαις. καὶ τό γε ναυτιῶδες γίγνεσθαι τὸ ζῷον τοῦτ᾽ ἔστιν ὁρμῆσαι τὴν γαστέρα κενωθῆναι δι᾽ ἐμέτου. οὕτω δὲ δή τι βίαιον καὶ σφοδρὸν ἡ ἐκκριτικὴ δύναμις ἔχει, ὥστ᾽ ἐν τοῖς εἰλεοῖς, ὅταν ἀποκλεισθῇ τελέως ἡ κάτω διέξοδος, ἐμεῖται κόπρος. καίτοι πρὶν διελθεῖν τό τε λεπτὸν ἔντερον ἅπαν καὶ τὴν νῆστιν καὶ τὸν πυλωρὸν καὶ τὴν γαστέρα καὶ τὸν οἰσοφάγον οὐχ οἷόν τε. διὰ τοῦ στόματος ἐκπεσεῖν οὐδενὶ τοιούτῳ περιττώματι. τί δὴ θαυμαστόν, εἰ κἀκ τῆς ἐσχάτης [p. 300] ἐπιφανείας τῆς κατὰ τὸ δέρμα μέχρι τῶν ἐντέρων [p. 194] τε καὶ τῆς γαστρὸς ἀφικνοῖτό τι μεταλαμβανόμενον, ὡς καὶ τοῦθ᾽ Ἱπποκράτης ἡμᾶς ἐδίδαξεν, οὐ πνεῦμα μόνον ἢ περίττωμα φάσκων ἀλλὰ καὶ τὴν τροφὴν αὐτὴν ἐκ τῆς ἐσχάτης ἐπιφανείας αὖθις ἐπὶ τὴν ἀρχήν, ὅθεν ἀνηνέχθη, καταφέρεσθαι. ἐλάχισται γὰρ Ρ῾οπαὶ κινήσεων τὴν ἐκκριτικὴν ταύτην οἰακίζουσι δύναμιν, ὡς ἂν διὰ τῶν ἐγκαρσίων μὲν ἰνῶν γιγνομένην, ὠκύτατα δὲ διαδιδομένην ἀπὸ τῆς κινησάσης ἀρχῆς ἐπὶ τὰ καταντικρὺ πέρατα. οὔκουν ἀπεικὸς οὐδ᾽ ἀδύνατον ἀήθει ποτὲ ψύξει τὸ πρὸς τῷ δέρματι μόριον ἐξαίφνης πιληθὲν ἅμα μὲν ἀρρωστότερον αὐτὸ γενόμενον, ἅμα δ᾽ οἷον ἄχθος τι μᾶλλον ἢ παρασκευὴν θρέψεως ἔχον τὴν ἔμπροσθεν ἀλύπως αὐτῷ παρεσπαρμένην ὑγρότητα καὶ διὰ τοῦτ᾽ ἀπωθεῖσθαι σπεῦδον, ἅμα δὲ τῆς ἔξω φορᾶς ἀποκεκλεισμένης τῇ πυκνώσει, πρὸς τὴν λοιπὴν ἐπιστραφῆναι καὶ οὕτω βιασάμενον εἰς τὸ παρακείμενον αὐτῷ μόριον ἀθρόως ἀπώσασθαι τὸ περιττόν, ἐκεῖνο δ᾽ αὖ πάλιν εἰς τὸ μετ᾽ αὐτό, [p. 195] καὶ τοῦτο μὴ παύσασθαι γιγνόμενον, ἄχρις ἂν ἡ μετάληψις ἐπὶ τὰ ἐντὸς πέρατα τῶν φλεβῶν τελευτήσῃ.

αἱ μὲν δὴ τοιαῦται κινήσεις θᾶττον ἀποπαύονται, αἱ δ᾽ ἀπὸ τῶν ἔνδοθεν διερεθιζόντων, ὡς ἔν τε τοῖς καθαίρουσι φαρμάκοις καὶ ταῖς χολέραις ἰσχυρότεραί τε πολὺ καὶ μονιμώτεραι γίγνονται καὶ διαμένουσιν, ἔστ᾽ ἂν καὶ ἡ περὶ τοῖς στόμασι τῶν ἀγγείων διάθεσις, ἡ τὸ πλησίον [p. 302] ἕλκουσα, παραμένῃ. αὕτη μὲν γὰρ τὸ συνεχὲς ἐκκενοῖ μόριον, ἐκεῖνο δ᾽ αὖ τὸ μετ᾽ αὐτὸ καὶ τοῦτ᾽ οὐ παύεται μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὥστε διαδιδόντων τῶν ἐφεξῆς ἀεὶ μορίων ἑτέρων ἑτέροις τὸ πρῶτον πάθος ὠκύτατα διικνεῖσθαι μέχρι τῶν ἐσχάτων. οὕτως οὖν ἔχει κἀπὶ τῶν εἰλεῶν. αὐτὸ μὲν γὰρ τὸ φλεγμαῖνον ἔντερον οὔτε τοῦ βάρους οὔτε τῆς δριμύτητος ἀνέχεται τῶν περιττωμάτων καὶ διὰ τοῦτ᾽ ἐκκρίνειν αὐτὰ σπεύδει καὶ ἀπωθεῖσθαι πορρωτάτω. κωλυόμενον δὲ κάτω ποιεῖσθαι τὴν δίωσιν, ὅταν ἐνταυθοῖ ποτε τὸ σφοδρότατον ᾖ τῆς φλεγμονῆς, εἰς τὰ πλησιάζοντα τῶν ὑπερκειμένων ἐντέρων ἀπωθεῖται. καὶ οὕτως ἤδη [p. 196] κατὰ τὸ συνεχὲς τὴν Ρ῾οπὴν τῆς ἐκκριτικῆς δυνάμεως ἄνω ποιησαμένης ἄχρι τοῦ στόματος ἐπανέρχεται τὰ περιττώματα.

ταῦτα μὲν οὖν δὴ κἀν τοῖς τῶν νοσημάτων λογισμοῖς ἐπὶ πλέον εἰρήσεται. τὸ δ᾽ ἐκ παντὸς εἰς πᾶν φέρεσθαί τι καὶ μεταλαμβάνεσθαι καὶ μίαν ἁπάντων εἶναι σύμπνοιάν τε καὶ σύρροιαν, ὡς Ἱπποκράτης ἔλεγεν, ἤδη μοι δοκῶ δεδεῖχθαι σαφῶς καὶ μηκέτ᾽ ἄν τινα, μηδ᾽ εἰ βραδὺς αὐτῷ νοῦς ἐνείη, περὶ τῶν τοιούτων ἀπορῆσαι μηδενός, οἷον ὅπως ἡ γαστὴρ ἢ τὰ ἔντερα τρέφεται καὶ τίνα τρόπον ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι διικνεῖται. πάντων γὰρ τῶν μορίων ἕλκειν μὲν τὸ προσῆκόν τε καὶ φίλιον, ἀποκρίνειν δὲ τὸ βαρῦνον ἢ δάκνον ἐχόντων δύναμιν οὐδὲν θαυμαστὸν ἐναντίας συνεχῶς γίγνεσθαι κινήσεις ἐν [p. 304] αὐτοῖς, ὥσπερ ἐπί τε τῆς καρδίας ὁρᾶται σαφῶς καὶ τῶν ἀρτηριῶν ἁπασῶν καὶ τοῦ θώρακος καὶ τοῦ πνεύμονος. ἐπὶ μέν γε τούτων ἁπάντων μόνον οὐ καθ᾽ ἑκάστην καιροῦ Ρ῾οπὴν τὰς ἐναντίας κινήσεις θ᾽ ἅμα τῶν ὀργάνων καὶ φορὰς τῶν [p. 197] ὑλῶν ἐναργῶς ἔστιν ἰδεῖν γιγνομένας. εἶτ᾽ ἐπὶ μὲν τῆς τραχείας ἀρτηρίας οὐκ ἀπορεῖς ἐναλλὰξ ποτὲ μὲν εἴσω παραγούσης εἰς τὸν πνεύμονα τὸ πνεῦμα, ποτὲ δ᾽ ἔξω, καὶ τῶν κατὰ τὰς Ρ῾ῖνας πόρων καὶ ὅλου τοῦ στόματος ὡσαύτως οὐδ᾽ εἶναί σοι δοκεῖ θαυμαστὸν οὐδὲ παράδοξον, εἰ, δι᾽ οὗ μικρῷ πρόσθεν εἴσω παρεκομίζετο τὸ πνεῦμα, διὰ τούτου νῦν ἐκπέμπεται, περὶ δὲ τῶν ἐξ ἥπατος εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν ἀπορεῖς καί σοι θαυμαστὸν εἶναι φαίνεται, διὰ τῶν αὐτῶν ἀναδίδοσθαί θ᾽ ἅμα τὴν τροφὴν εἰς ἧπαρ ἕλκεσθαί τ᾽ ἐξ ἐκείνου πάλιν εἰς γαστέρα; διόρισαι δὴ τὸ ἅμα τοῦτο ποτέρως λέγεις. εἰ μὲν γὰρ κατὰ τὸν αὐτὸν χρόνον, οὐδ᾽ ἡμεῖς τοῦτό γέ φαμεν. ὥσπερ γὰρ εἰσπνέομεν ἐν ἑτέρῳ χρόνῳ καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ἀντεκπνέομεν, οὕτω καὶ τροφὴν ἐν ἑτέρῳ μὲν χρόνῳ τὸ ἧπαρ ἐκ τῆς γαστρός, ἐν ἑτέρῳ δ᾽ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται. εἰ δ᾽ ὅτι καθ᾽ ἓν καὶ ταὐτὸ ζῷον ἓν ὄργανον ἐναντίαις φοραῖς ὑλῶν ὑπηρετεῖ, τοῦτό σοι βούλεται δηλοῦν τὸ ἅμα καὶ τοῦτό σε [p. 198] ταράττει, τήν τ᾽ εἰσπνοὴν ἰδὲ καὶ τὴν ἐκπνοήν. πάντως που καὶ αὗται διὰ μὲν τῶν αὐτῶν ὀργάνων γίγνονται, τρόπῳ δὲ κινήσεώς τε καὶ φορᾶς τῶν ὑλῶν διαφέρουσιν.

[p. 306] ὁ πνεύμων μὲν οὖν καὶ ὁ θώραξ καὶ ἀρτηρίαι αἱ τραχεῖαι καὶ αἱ λεῖαι καὶ καρδία καὶ στόμα καὶ Ρ῾ῖνες ἐν ἐλαχίσταις χρόνου Ρ῾οπαῖς εἰς ἐναντίας κινήσεις αὐτά τε μεταβάλλει καὶ τὰς ὕλας μεθίστησιν. αἱ δ᾽ ἐξ ἥπατος εἰς ἔντερα καὶ γαστέρα καθήκουσαι φλέβες οὐκ ἐν οὕτω βραχέσι χρόνου μορίοις ἀλλ᾽ ἐν πολλαῖς ἡμέραις ἅπαξ ἐνίοτε τὴν ἐναντίαν κινοῦνται κίνησιν.

ἔχει γὰρ ὧδε τὸ σύμπαν. ἕκαστον τῶν ὀργάνων εἰς ἑαυτὸ τὴν πλησιάζουσαν ἐπισπᾶται τροφὴν ἐκβοσκόμενον αὐτῆς ἅπασαν τὴν χρηστὴν νοτίδα, μέχρις ἂν ἱκανῶς κορεσθῇ, καὶ ταύτην, ὡς καὶ πρόσθεν ἐδείκνυμεν, ἐναποτίθεται ἑαυτῷ καὶ μετὰ ταῦτα προσφύει τε καὶ ὁμοιοῖ, τουτέστι τρέφεται. διώρισται γὰρ ἱκανῶς ἔμπροσθεν ἕτερόν τι τῆς θρέψεως ἐξ ἀνάγκης αὐτῆς προηγούμενον ἡ πρόσφυσις ὑπάρχειν, ἐκείνης δ᾽ [p. 199] ἔτι πρότερον ἡ πρόσθεσις. ὥσπερ οὖν τοῖς ζῴοις αὐτοῖς ὅρος ἐστὶ τῆς ἐδωδῆς τὸ πληρῶσαι τὴν γαστέρα, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστῳ τῶν μορίων ὅρος ἐστὶ τῆς προσθέσεως ἡ πλήρωσις τῆς οἰκείας ὑγρότητος. ἐπεὶ τοίνυν ἅπαν μόριον τῇ γαστρὶ ὁμοίως ὀρέγεται τρέφεσθαι, καὶ περιπτύσσεται τῇ τροφῇ καὶ οὕτω σφίγγει πανταχόθεν αὐτὴν ὡς ἡ γαστήρ. ἕπεται δ᾽ ἐξ ἀνάγκης τούτῳ, καθάπερ καὶ πρόσθεν ἐρρηθη, τὸ πέττεσθαι τοῖς σιτίοις, τῆς γαστρὸς οὐ διὰ τοῦτο περιστελλομένης αὐτοῖς, ἵν᾽ ἐπιτήδεια τοῖς ἄλλοις ἐργάσηται μορίοις: οὕτω γὰρ ἂν οὐκέτι φυσικὸν [p. 308] ὄργανον ἀλλὰ ζῷόν τι γίγνοιτο λογισμόν τε καὶ νοῦν ἔχον, ὡς αἱρεῖσθαι τὸ βέλτιον.

ἀλλ᾽ αὕτη μὲν μὲν περιστέλλεται τῷ τὸ πᾶν σῶμα δύναμιν ἑλκτικήν τινα καὶ ἀπολαυστικὴν κεκτῆσθαι τῶν οἰκείων ποιοτήτων, ὡς ἔμπροσθεν ἐδείκνυτο: συμβαίνει δ᾽ ἐν τούτῳ τοῖς σιτίοις ἀλλοιοῦσθαι. καὶ μέντοι καὶ πληρωθεῖσα τῆς ἐξ αὐτῶν ὑγρότητος καὶ κορεσθεῖσα βάρος ἡγεῖται τὸ λοιπὸν αὐτά. τὸ περιττὸν οὖν εὐθὺς [p. 200] ἀποτρίβεταί τε καὶ ὠθεῖ κάτω πρὸς ἕτερον ἔργον αὐτὴ τρεπομένη, τὴν πρόσφυσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ διερχομένη τὸ ἔντερον ἅπαν ἡ τροφὴ διὰ τῶν εἰς αὐτὸ καθηκόντων ἀγγείων ἀναρπάζεται, πλείστη μὲν εἰς τὰς φλέβας, ὀλίγη δέ τις εἰς τὰς ἀρτηρίας, ὡς μικρὸν ὕστερον ἀποδείξομεν. ἐν τούτῳ δ᾽ αὖ τῷ χρόνῳ καὶ τοῖς τῶν ἐντέρων χιτῶσι προστίθεται.

καί μοι τεμὼν ἤδη τῷ λογισμῷ τὴν τῆς τροφῆς οἰκονομίαν ἅπασαν εἰς τρεῖς μοίρας χρόνων, ἐν μὲν τῇ πρώτῃ νόει μένουσάν θ᾽ ἅμα κατὰ τὴν κοιλίαν αὐτὴν καὶ πεττομένην καὶ προστιθεμένην εἰς κόρον τῇ γαστρὶ καί τι καὶ τῷ ἥπατι παρ᾽ αὐτῆς ἀναφερόμενον.

ἐν δὲ τῇ δευτέρᾳ διερχομένην τά τ᾽ ἔντερα καὶ προστιθεμένην εἰς κόρον αὐτοῖς τε τούτοις καὶ τῷ ἥπατι καί τι βραχὺ μέρος αὐτῆς πάντη τοῦ σώματος φερόμενον: ἐν δὲ δὴ τούτῳ τῷ καιρῷ τὸ προστεθὲν ἐν τῷ πρώτῳ χρόνῳ προσφύεσθαι νόει τῇ γαστρί.

κατὰ δὲ τὴν τρίτην μοῖραν τοῦ χρόνου τρέφεσθαι [p. 310] μὲν ἤδη τὴν κοιλίαν ὁμοιώσασαν ἑαυτῇ τελέως τὰ προσφύντα, πρόσφυσιν δὲ τοῖς ἐντέροις καὶ τῷ ἥπατι γίγνεσθαι τῶν προστεθέντων, [p. 201] ἀνάδοσιν δὲ πάντη τοῦ σώματος καὶ πρόσθεσιν. εἰ μὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῷον λαμβάνοι τροφήν, ἐν ᾧ πάλιν ἡ γαστὴρ χρόνῳ πέττει τε ταύτην καὶ ἀπολαύει προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσι, τὰ μὲν ἔντερα τελέως ὁμοιώσει τὸν προσφύντα χυμόν, ὡσαύτως δὲ καὶ τὸ ἧπαρ. ἐν ὅλῳ δὲ τῷ σώματι πρόσφυσις τῶν προστεθέντων τῆς τροφῆς ἔσται μορίων. εἰ δ᾽ ἄσιτος ἀναγκάζοιτο μένειν ἡ γαστὴρ ἐν τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν μεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει τὴν τροφήν: οὐ γὰρ ἐξ αὐτοῦ γε τοῦ σώματος τοῦ ἥπατος. λέγω δὲ σῶμα τοῦ ἥπατος αὐτήν τε τὴν ἰδίαν αὐτοῦ σάρκα πρώτην καὶ μάλιστα, μετὰ δὲ τήνδε καὶ τῶν ἀγγείων ἕκαστον τῶν κατ᾽ αὐτό. τὸν μὲν γὰρ ἐν ἑκάστῳ τῶν μορίων ἤδη περιεχόμενον χυμὸν οὐκέτ᾽ εὔλογον ἀντισπᾶν ἑτέρῳ μορίῳ καὶ μάλισθ᾽ ὅταν ἤδη πρόσφυσις ἢ ἐξομοίωσις αὐτοῦ γίγνηται. τὸν δ᾽ ἐν ταῖς εὐρυχωρίαις τῶν φλεβῶν τὸ μᾶλλον ἰσχύον θ᾽ ἅμα καὶ δεόμενον ἀντισπᾷ μόριον.

[p. 202] Οὕτως οὖν καὶ ἡ γαστὴρ ἐν ᾧ χρόνῳ δεῖται μὲν αὐτὴ τροφῆς, ἐσθίει δ᾽ οὐδέπω τὸ ζῷον, ἐν τούτῳ τῶν κατὰ τὸ ἧπαρ ἐξαρπάζει φλεβῶν. ἐπεὶ δὲ καὶ τὸν σπλῆνα διὰ τῶν ἔμπροσθεν ἐδείκνυμεν ὅσον ἐν ἥπατι παχύτερον ἕλκοντα [p. 312] κατεργάζεσθαί τε καὶ μεταβάλλειν ἐπὶ τὸ χρηστότερον, οὐδὲν οὐδ᾽ ἐνταῦθα θαυμαστὸν ἕλκεσθαί τι κἀκ τοῦ σπληνὸς εἰς ἕκαστον τῶν κοινωνούντων αὐτῷ κατὰ τὰς φλέβας ὀργάνων, οἷον εἰς ἐπίπλοον καὶ μεσεντέριον καὶ λεπτὸν ἔντερον καὶ κῶλον καὶ αὐτὴν τὴν γαστέρα: κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξερεύγεσθαι μὲν εἰς τὴν γαστέρα τὸ περίττωμα καθ᾽ ἕτερον χρόνον, αὐτὸν δ᾽ αὖθις ἐκ τῆς γαστρὸς ἕλκειν τι τῆς οἰκείας τροφῆς ἐν ἑτέρῳ καιρῷ.

καθόλου δ᾽ εἰπεῖν, ὃ καὶ πρόσθεν ἤδη λέλεκται, πᾶν ἐκ παντὸς ἕλκειν τε καὶ πέμπειν ἐγχωρεῖ κατὰ διαφέροντας χρόνους, ὁμοιοτάτου γιγνομένου τοῦ συμβαίνοντος, ὡς εἰ καὶ ζῷα νοήσαις πολλὰ τροφὴν ἄφθονον ἐν κοινῷ κατακειμένην, εἰς ὅσον βούλεται, προσφερόμενα. καθ᾽ ὃν γὰρ ἤδη πέπαυται χρόνον ἕτερα, κατὰ τοῦτον εἰκὸς ἐσθίειν [p. 203] ἕτερα, καὶ μέλλειν γε τὰ μὲν παύεσθαι, τὰ δ᾽ ἄρχεσθαι, καί τινα μὲν συνεσθίοντα, τὰ δ᾽ ἀνὰ μέρος ἐσθίοντα καὶ ναὶ μὰ Δία γε τὸ ἕτερον ἁρπάζειν θατ