Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (23)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (14)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (42)
   Recenzii (5)
   Repertorii arheologice (3)
   Surse contemporane (2)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (361)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Ἡσύχιος Ἀλεξανδρεὺς - Γλῶσσαι (Z)

Γλώσσαι/Ζ

5ος αιώνας μ.Χ.|Ησύχιος}}
<Ζ<α>>· μέγα. ἰσχυρόν. πολύ. ὅθεν καὶ <ζάπλουτος> ὁ μεγαλόπλου-

τος
[<ζάβατος>· πίναξ ἰθυηρὸς παρὰ Παφίας]
<ζαβάλλειν>· ἐξαπατᾶν gp
<ζαβλεμέως>· μεγάλως πεποιθώς
<ζάβοτον>· πολύφορβον. πολύκτηνον
<ζαβρόν>· πολυφάγον (p) n
<Ζάγκλη>· δρέπανον. Sps. καὶ ὄνομα πόλεως
<ζάγρη>· βόθρος. λάπαθον
<Ζαγρεύς>· Διόνυσος <παρὰ ποιηταῖς> ..... δοκεῖ γὰρ <ὁ Ζεὺς>

μιγῆναι τῇ Περσεφόνῃ, ἐξ ἧς χθόνιος Διόνυσος
a) [<ζαγῶσαι>· ὑποπτεῦσαι. Δωρικὴ ἡ λέξις.] b) [ἀντὶ τοῦ

ἐπισχεῖν, κατασχεῖν]
<ζάει>· κινεῖ καὶ πνεῖ. Κύπριοι
<ζαέντες>· πνέοντες
<Ζαβουλών>· ῥύσις νυκτερινή, τουτέστι χύσις σκότους
<ζαές>· μέγα, πολύ. λαμπρόν. [ἰσχυρόν Sp
<ζαὴν ἄνεμον>· σφοδρῶς, μεγάλως πνέοντα (μ 313) p
<ζαής>· μεγάλως πνέων, πολύπνους (Μ 157)
*<ζαθέην>· ἄγαν θείαν ASvgn. θαυμαστήν (Α 38) vg
<ζάθεον>· ἄγαν θεῖον. εὐῶδες
<ζαθέου>· ἄγαν θείου. θαυμαστοῦ (Greg. Naz. c. 1, 2, 1,488)
<ζαθερές>· μεσημβρινόν. ἰσχυρῶς θερμόν q. p
*<ζάθεοι>· θεῖοι (Eur. Bacch. 121) ASvgn
<ζαιός>· εἶδος ἰχθύος n
<ζακαλλές>· περικαλλές S#
<ζακελτίδες>· κολοκύνται. ἢ γογγυλίδες
[<ζάικλον>· δρέπανον]
<ζακόρια>· θυσία Ἀφροδίτης
<ζάκοροι>· νεωκόροι. *[ἱερεῖς. παρὰ <τὸ> τὸν ναὸν σαροῦν

(ASvgn)
<ζακόρων>· νεωκόρων. ἱερέων
*<ζάκοτον>· ἄγαν ὀργίλον (Γ 220) ASvgn
<ζακυνθίδες>· κολοκύνται q S#. pn
<Ζάκυνθος>· νῆσος. καὶ πόλις (ι 24)
[<ζακρεεῖς>· εὔχρηστοι]
<ζάκτι>· †κριμνοῦ ἐν ἔτνει ἑφθῷ
[<ζάλ>· μέγα. ἰσχυρόν. πολύ]
<ζάλα>· θόρυβος
<ζάλαινε>· μώραινε
<ζάλακες>· ἐχῖνοι S#
†<ζαλαύδα>· κινοῦ
<Ζαλείης>· πόλις. (Δ 103) n [καὶ θάλασσα]
<ζαλεῦ>· μιμοῦ
<ζάλη>· συστροφὴ ἀνέμων μεγάλων. ἔνιοι δὲ μετὰ ὄμβρου πνοή,
[ταραχὴ ὑδάτων AS, ἢ κλόνος
<ζάλον>· πηλόν S# n
<ζαμάτιον>· τρυβλίον S# np
<ζάματος>· πίναξ ἰχθυηρὸς παρὰ Παφίοις
<Ζάλμοξις>· τοῦτον Ἡρόδοτος (4,95) μέν φησι τοὺς περὶ τὸν

Πόντον οἰκοῦντας Ἕλληνας λέγειν δοῦλον Πυθαγόρου γενέσθαι, εἶτα ἐλευθερωθέντα καὶ πλεύσαντα ἀπελθεῖν, καὶ ἀφρονεστέραν μαθόντα .... δίαιταν καὶ Ἑλληνικήν, τοὺς πρώτους τῶν Ἀστῶν συνάγειν καὶ εὐωχεῖν, λέγοντα, ὡς οὔτε αὐτός, οὔτε οἱ συμπόται τεθνήξοιντο. ἄλλοι δὲ <τὸν αὐτὸν> τῷ Κρόνῳ εἶναι λέγουσιν
*<ζαμβύκη>· μουσικὸν ὄργανον ASvgnp
<ζαμενής>· [μεγάλως πεποιθώς.] εὔψυχος. μέγα μένος ἔχων
<ζαμενές>· [μεγάλως ἔμψυχος], σφοδρῶς πνέον
*<ζαμενής>· ἄγαν ἰσχυρός ASvg
*†<ζαμένοισιν>· σφοδροῖς n(T)
<ζαμήτας>· μεγαλουργός
[<Ζάμολξις>· ...]
<ζαμία>· βλάβη S. ζημία
<Ζάν>· Ζεύς S#
<ζανίδες>· ἡγεμόνες S#
†<ζαροῦν>· καθεύδειν S#
<ζάπεδον>· μέγα ἔδαφος
<ζαπιμελόν>· μεγάλως πῖον, λιπαρόν
*<ζάπλουτος>· πλούσιος πάνυ (Eur. Andr. 1282?) (A) g S (n)
<ζαπότην>· ἰσχυροπότην
<ζάρηκες>· ἐπίθετον πελαργῶν
<Ζαρῆτις>· Ἄρτεμις. Πέρσαι
<ζαρτός>· ζωμὸς τριπτός
<ζατές>· ζητῇς
<ζατήσασθαι>· αἰσθέσθαι S#
<ζατράπης>· ὁ βασιλεύς S# n
<ζατρεφές>· εὐτραφές p
*<ζατρεφέων>· εὐτραφῶν gn. μεγάλως τεθραμμένων (Η 223)
<ζατῶσαι>· φωρᾶσαι. [[φράσαι p. ζημιῶσαι S#]. ὑπονοῆσαι
<Ζαυάνας>· θεός τις ἐν Σιδῶνι
<ζαυκίτροφον>· τὸ σεμνόν
*<ζαφλεγές>· σφοδρῶς, ἰσχυρῶς Ab <λάμπον> b
*<ζαφεγγεῖς>· λαμπροὶ καὶ ἐπιφανεῖς ASvgn πάνυ
<ζαφελές>· ἄγαν σκληρόν. ἢ μεγάλως ηὐξημένον. [πολύφλογον].

ἄγριον. θυμῶδες. ἰσχυρόν
<ζαφελῶς>· μεγαλοκότως (Ι 516)
<ζαφλεγέες>· σφόδρα λάμποντες. εὐθαλεῖς. μεγάλως πνέοντες ἢ

μεγαλοφεγγεῖς (Φ 465)
<ζαφορῆσαι>· μεγάλως φορτίσαι
<ζαφόρος>· πολυφόρος S#
†<ζαγμά>· ἡνία S#
<ζαχραεῖς>· ἐξαπιναίους
<ζαχρεές>· [ἰσχυρόν.] εὔχρηστον
<ζαχρειῶν>· ἰσχυρῶν ἐν ταῖς μάχαις. *[ἰσχυρῶς πνεόντων n.

μεγάλως ἐμπελαζόντων (Ε 525)
*<ζαχρηεῖς>· πάνυ χρειώδεις (Μ 347) ASn
<ζαχρειῶν>· μεγάλως ἐπικειμένων (Ε 525)
<ζβίχ>· λευκόν
<Ζέα>· ἡ †ἐκάτη παρὰ Ἀθηναίοις. καὶ εἷς τῶν ἐν Πειραεῖ λιμένων,

οὕτω καλούμενος ἀπὸ τοῦ καρποῦ τῆς ζειᾶς· ἔχει δὲ ὁ Πειραεὺς λιμένας τρεῖς κλειστούς
†<ζενυται>· σέσακται
<ζεγερίαι>· μυῶν γένος (Hdt. 4, 192,3)
<ζεῖ>· ταράσσει. ἰσχυρῶς καίεται (Φ 362)
<ζέει>· φλέγει
<ζειά>· οἱ μὲν σίτου εἶδος, οἱ δὲ τὰς ὀλύρας
<ζειγάρη>· ὁ τέττιξ παρὰ Σιδήταις
<ζείδωρος>· βιόδωρος, *[ἡ <τὰ> πρὸς τὸ ζῆν δωρουμένη A (S) np

γῆ. <ἄρουρα>· (Β 548 ..)
<ζείναμεν>· σβέννυμεν
<Ζειποίτης>· ....ὁ περιχύτης r. p
<ζείουσαν>· ἀφρίζουσαν
<ζειρά>· οἱ μὲν εἶδος χιτῶνος, οἱ δὲ ζώνην· βέλτιον δὲ ἄλλο τι

ἐπιβόλαιον κατὰ τῶν ὤμων φορούμενον, ἐοικὸς ἐφαπτίδι· καὶ Ἡρόδοτος μαρτυρεῖ ἐν ζῳ# (7, 69,1) καὶ Θεόπομπος ὁ Χῖος (115, 304 J.)
<ζειρατίς>· ἱμάτιόν τι Σύρων
<ζειρίς>· ἀρωματοποιόν n
<ζείρη>· μίτρα. ταινία. διάδημα. †πέρα, ἤγουν ποδεᾶ†
<Ζειρηνίς>· Ἀφροδίτη ἐν Μακεδονίᾳ
<ζειρόν>· ποικίλον r. S# s
<ζεῖρος>· εἶδος σταφυλῆς
<ζειροφόρος>· ὁ Ἅιδης παρὰ Ἀντιμάχῳ (frg. 98 Wyss) q
<ζειροφόρους>· ζωνοφόρους
<ζέλλειν>· βάλλειν S# (r)
*<Ζέλεια>· πόλις Τροίας (Β 824) r
<ζέλκια>· λάχανα. Φρύγες <καὶ ὁ πρασοειδὴς ἰχθὺς <ζελκάνη>> S#
<ζέμελεν>· βάρβαρον S# ἀνδράποδον. Φρύγες
<ζέσις>· θερμότης
<ζέρεθρα>· βάραθρα, [κοῖλοι τόποι S#
<ζέσεν>· ἐθυμώθη. ὑπερεπόλασεν
<Ζεῦ ἄνα>· ὦ ἄναξ. κατ' ἀποκοπήν (Γ 351)
<ζεύγελα>· διάβροχα ξύλα. καὶ τῶν βοῶν ἢ ἡμιόνων ζευκτά. καὶ

τέμαχος ἐκ πλευρᾶς ἡλισμένης
*<ζευγηλάτης>· γεωπόνος AS
<ζεῦγοι>· βρόχοι ὀρνίθων
<ζευγηλάτης>· μεταβάτης. ἡνίοχος (Soph. frg. 559)
[<ζευγήτης>· μεταβάτης]
*<ζευγύας>· βοηλάτας
<ζευγίσιον>· τῆς ἐν Ἀθήναις πολιτείας τίμημα οὕτω καλούμενον.

ἦν δὲ διῃρημένη ἡ πολιτεία εἰς τέσσαρα τιμήματα
<ζεύγλας>· ζυγοί, ἢ μέρη τοῦ ζυγοῦ. καὶ ζευκτῆρες ἱμαντόδεσμοι.

καὶ τροπωτῆρες μεταφορικῶς. Εὐριπίδης Σκυρίαις (fr. 685)
*<ζεύγλη>· ζυγός A. ἢ τὸ ἄκρον τοῦ ζυγοῦ np, καθ' ὃ ἐντίθησι

τοὺς τραχήλους τὰ ζῷα ASvgn
*<ζευγλόδεσμον>· ὁ ἱμὰς τοῦ ζυγοῦ AS
<ζεῦγος>· πᾶν τὸ ἐζευγμένον. καὶ ὄχημα. καὶ ἐπὶ τριῶν, καὶ τες-

σάρων ἔτασσον
<ζεῦγος τριπάρθενον>· Εὐριπίδης Ἐρεχθεῖ (fr. 357). καὶ Σοφο-

κλῆς Σισύφῳ· <Χαρίτων τριζύγων> (fr. 502). Ἀριστοφάνης Ὥραις καταχρηστικῶς ἐπὶ τῶν τριῶν τὸ ζεῦγος ἔθηκε· <ζεῦ- γος τρίδουλον>· (fr. 576). παραδέδοται δέ, ὅτι καὶ <τριζύ- γοις> ἅρμασί τινες ἐχρήσαντο· καὶ ὅτι τάσσουσι τὸ ζεῦγος ἐπὶ γ# καὶ δ#
<Ζευξαντίδαι>· γένος ἰθαγενῶν παρὰ Ἀθηναίοις
<ζευξίλεως>· ζευκτὴς λαοῦ. ἢ ᾧ ὑπεζευγμένοι εἰσὶ λαοί. Σοφο-

κλῆς Ἀνδρομέδᾳ (frg. 129)
<ζεῦμαν>· τὴν πηγήν. Φρύγες
<Ζεὺς καταχθόνιος>· ὁ Ἀΐδων, ἤγουν ὁ Ἅιδης
<ζεύσασθαι>· γεύσασθαι
<ζεφύρια>· ὑπηνέμια ᾠά
<ζεφυρίη>· ἡ πνοὴ τοῦ ζεφύρου
*<ζέφυρος>· ἄνεμος, ὁ καλούμενος λίψ nps
[<ζηβήνη>· ὁλοσίδηρον ἀκόντιον]
*<ζηλήμων>· φθονερός n. ζηλότυπος (Avg)
<ζηλοῖ>· φθονεῖ. ἐρίζει. μισεῖ. μιμεῖται
<ζηλοτυποῖ>· ζηλοῖ
*<ζηλοτυπία>· ἐπὶ γυναικὸς ἀντιζήλου (Num. 5,15 ..) ASn
*<ζηλότυπος>· ὁ ἀντιζηλῶν ASn
*<ζήλου>· μίμου ASvgn. μεταδίωκε (Ps. 36,1)
<ζηλῶ>· μακαρίζω. Σοφοκλῆς Φιλοκτήτῃ ἐν Τροίᾳ (frg. 640)
<ζηλῶ σε>· μακαρίζω σε (Eur. Or. 1673) ASn. μιμοῦμαί σε
<ζηλωτής>· ἐρεθιστής. μιμητής
*<ζηλωτός>· μακαριστός (Eur. Or. 247 ..) ASvgn. r
<ζημία>· θυσία τις ἀποδιδομένη ὑπὲρ τῶν γινομένων ἐν Θεσμο-

φορίοις
<Ζηνὶ φόως ἐρέουσα>· σημαίνουσα τῷ Διῒ τὸ τοῦ ἡλίου φῶς.

Τρεῖς δέ εἰσι σημασίαι τοῦ φωτός· ἑωσφόρου, ἡμέρας, ἡλίου (Β 49)
<ζητεῖν>· βούλεσθαι. Ἀττικοί
<Ζητήρ>· Ζεὺς ἐν Κύπρῳ
<ζητόρων>· ζητούντων· γράφουσι δὲ ἔνιοι <ζητητόρων>
<ζητρεῖον>· τὸ τῶν δούλων κολαστήριον (Eupol. frg. 93). q. np
<ζητρόν>· τὸν δημόκοινον
[<ζία>· κριθή, ἢ σίτου γένος]
*<ζιβύνη>· ὁλοσίδηρον ἀκόντιον ἢ λόγχη ἢ σπάθη ἢ μάχαιρα

(Isai. 2,4 ..) n
<ζιβύνια>· r λογχίδια μικρά
<Ζιβυθίδες>· αἱ Θρᾷσσαι, ἢ Θρᾷκες γνήσιοι
<ζίγγος>· ὁ τῶν μελισσῶν ἦχος r. S#. ἢ τῶν ὁμοίων
<ζίγλας>· κῶλα
<ζίγνις>· ἡ χαλκὶς σαύρα
<ζίεται>· ζητεῖ r
<ζιγνῶσαι>· σκυθρωπάσαι S# sp. r
<ζίλαι>· ὁ οἶνος παρὰ Θραιξί
*<ζιραί>· χιτῶνες ἀνάκωλοι (Xen. Anab. 7,4,4) AS
<ζιτᾶνα>· καταπύγονα
<ζοάσεις>· σβέσεις
†<ζόες>· ζῇ
<ζόασον>· σβέσον
<ζοάσω>· σβέσω
<ζόη>· τὸ ἐπάνω τοῦ μέλιτος
<ζοής>· ἰσχυρός. ἢ σφοδρῶς πνέων
[<ζοπαδασπίδας>· λαθροφάγους]
<ζόρξ>· ἡλικία ἐλάφου, ἢ δορκάς
<ζορωτέρα>· ἀκρατεστέρα
<ζούγωνερ>· βόες ἐργάται. Λάκωνες
<ζούϊον ἢ ζοῦον>· θηρίον. ἢ ἐρυσίπελας
<ζοῦσαι>· δραχμαί
<ζούσθω>· ζωννύσθω
<ζόφεον>· μέλαν. σκοτεινόν
*<ζοφερή>· σκοτεινή r. As
<ζοφοδορπίδας>· σκοτόδειπνος, λαθροφάγος (Alcae. frg. 429

L. -- P.) r. p
<ζοφοειδές>· σκοτοειδές (r)
<ζοφομηνία>· ὅταν κρύβηται ἡ σελήνη q
<ζόφον ἠερόεντα>· τὸν <ἐν> Ἅιδου τόπον ὁμιχλώδη (Ο 191).

Λέγει δὲ ὁ ποιητὴς καὶ τὸ σκότος καὶ τὴν δύσιν ζόφον (Μ 240)
<ζόφος>· *σκότος Avgn, ἀχλύς, ὁμίχλη. δυσθυμία. δυσμή
<ζυγά>· τὰ ἐπιτιθέμενα τοῖς αὐχέσι τῶν ζώων r καὶ οἱ πήχεις

τῶν κιθαρῳδικῶν ὀργάνων, εἰς οὓς οἱ κόλλοπες ἐνίενται <ἔστι δὲ ἐν τῇ <ἐνάτῃ> τῆς Ἰλιάδος (187). καὶ τὸ κατὰ μετώπου <ἐν> τοῖς χοροῖς <καὶ> τοῖς στρατιωτικοῖς τάγμασι>
<ζύγαινα>· βοῦς θηλεία καὶ ἰχθὺς ποιός. [ἔστι δὲ ἐν τῇ τῆς

Ἰλιάδος καὶ τὸ κατὰ μετώπους τοῖς χοροῖς τοῖς τραγικοῖς τάγμασι]
<ζύγαστρον>· κιβώτιον r
*<ζύγαστρον>· κιβωτός n p, σορός n †ζυγός (Soph. Trach. 692)
<ζυγείς>· γαμήσας (Eur. Phoen. 338?)
<Ζυγία>· ἡ. Ἥρα καὶ εἶδος κώπης
<Ζύγιος>· Ζεύς. καὶ ὁ ὑπὸ ζυγὸν ἵππος. καὶ ὁ τρίτος ἐρέτης
†<ζυγηλεῖ>· μύει. †ὁρμᾷ. σκυθρωπάζει
<ζυγόδεσμον>· ὁ ἱμὰς τοῦ ζυγοῦ, ὃν ἔνιοι <ζυγοδέτην> (Ω 270)
*<ζυγομαχεῖν>· τὸ τοῖς οἰκείοις διαφέρεσθαι ASvn. ἢ ἀπλη-

στεύεσθαι A
*<ζυγόεις>· βότρυς (ns)
*<ζυγώθρισον>· ζύγωσον. ἢ κινήσας διάστησον (p)
<ζυγός>· τρυτάνη τοῦ ζυγοῦ. καὶ ὁ περικείμενος ἱμὰς τοῖς δακτύ-

λοις ἐπὶ τῶν σανδαλίων
*<ζυγούμενον>· ἐξισούμενον (An) S
<ζυγοφορούμενον>· ἐν ζυγῷ σταθμιζόμενον
<ζύγωνερ>· τοὺς ἐργάτας βοῦς. Λάκωνες
<ζυγώσω>· δαμάσω. κλείσω. καθέξω. Αἰσχύλος Κίρκῃ σατυρικῷ

(fr. 115)
<ζύθιον>· <ἐξ> ἀλφίτου πόσις r
*<ζύθος>· οἶνος ἀπὸ κριθῆς γινόμενος r. AS
†<ζυγητή>· ἡ κλείς
<ζύμη>· φύραμα
<ζυμίης>· ἄρτος. Ἀθήνησι <ζυμίτης> ἄρτος οὕτως καλεῖται
<ζωάγρια>· λύτρα θανάτου, ζωῆς ἀγρεύματα, καὶ οἷς ζωὴ

ἀγρεύεται. ὅθεν καὶ κρεάγρα καὶ πυράγρα, οἷς λαμβάνεται †ὁδοῖς πῦρ, κρέα
*<ζωάγρια τίνειν>· τὰ ὑπὲρ ζωῆς †παρεχόμενα δῶρα παρέχειν

(Σ 407) An
*<ζωαρκές>· ἀρκοῦν πρὸς ζωήν r. ASvgn
*<ζωᾶς>· ζωῆς (Eur. Med. 976) ASpb
<ζώγη>· εἶδος βοτάνης
<ζωγορίτης>· ὁ ὀπὸς τοῦ ὀποβαλσάμου
<ζώγρει>· ζῶντα λάμβανε, ἄγρευε (Ζ 46)
*<ζωγρεῖ>· ζῶντας λαμβάνει ASvg
<ζωγρεῖται>· ζῶν πιάζεται, λαμβάνεται
*<ζωγρήσεται>· †ζωογονήσεται (Deut. 20,16 v. l.) AS
<ζωγρία>· θῆκαι νεκρῶν r
*<ζωγρίαν>· ζῶντας ..(Deut. 2,34) A
<ζωή>· ἡ πρὸς τὸ ζῆν χορηγία
<ζῶγρον>· ἐγρήγορον (s)
<ζῶγρος>· τόπος ἐν ᾧ θηρία ἐμβάλλεται
<ζωγύς>· [ἢ <ζωτύς>] θώραξ n <λαγαρός>
<ζωδιωτὸς χιτών>· <ὁ ποικίλος> r
<ζωή>· τὸ μέλιτι ἐφιστάμενον καὶ τῷ γάλακτι, ὃ καλεῖται

γραῦς. καὶ ἡ πρὸς τὸ ζῆν χορηγία. ἢ χρόνος τοῦ εἶναι
<ζωήν>· οὐσίαν (ξ 208)
<ζωθάλμιον>· ζώσιμον. [βιώσιμον r.
<ζωπυρεῖν>· θάλλειν ποιεῖν
[<ζώιλλος>· στρόφη]
*<ζῶμα>· θώραξ g. χιτών (Δ 187) q
<ζῶμα φαεινόν>· τὸν χιτῶνα. ἀπὸ τοῦ <ζώννυσθαι>. ἄλλοι

τὸν θώρακα, οἱ δὲ <κυρίως> ζῶμα (ξ 482)
<ζωμεύματα>· ὑποζώματα, σχοινία κατὰ μέσην τὴν ναῦν δες-

μευόμενα (Ar. Equ. 279)
<ζωμήρυσις>· ζωμάρυστρον
<ζωμίλη>· ἄνηθον r
<ζώνας τε συλλαβὰς πέπλων>· ἀντὶ τοῦ αἷς ζώννυμαι καὶ

τοὺς πέπλους συλλαμβάνω (Aesch. Suppl. 457)
<ζώνη>· ὁ ὑπὸ τὴν γαστέρα τόπος (Β 479) r καὶ ὁ τόπος, <εἰς>

ὃν ζωννύμεθα. καὶ τοῦ θώρακος ἡ λεγομένη θωρακοζώνη (Λ 234)
<Ζώϊλος>· ὄνομα κύριον r
*<ζώνιον>· γυναικεῖον ζῶμα ASn
*<ζώννυσθαι>· καθοπλίζεσθαι (Λ 15) r. vgn
*<ζωννύσκετο μίτρην>· ζωννύσκετο τὴν χαλκῆν λεπίδα (Ε 857)

An
<ζωνογάστορες>· οἱ τὰς γαστέρας ζωννύμενοι r
<ζώντειον>· τὸν μύλωνα, οἷον ζεώντειον, ὅπου τὰς ζειὰς ἔκοπτον

(Ar. frg. 93) qr
<ζωογόνος>· ζωοποιός r
*<ζωοδότειρα>· ζωὴν παρέχουσα (ASvg) rp
*<ζωόν>· ζῶντα (Ε 515) ASn
<ζώοντες>· ζῶντες (Ζ 138)
<ζωοπώλας>· ὁ τὰ ἱερὰ ζῶα πιπράσκων. καὶ ὁ τόπος <ζωο-

πώλιον>
*<ζωοτρόφος>· ζωοποιοῦσα AS (r)
<ζωοφθόρος>· καὶ σαλαμάνδρα q. καὶ ἀγγεῖον νεκροῦ
<ζώπισσαν>· τὴν ξηρὰν ῥητίνην
<ζωπύρα>· βοτάνη, ὑπὸ ἐνίων <κλινοπόδιον>. ἢ *[ἀνθρακιά

AS. [φυσητῆρα]
*<ζώπυρα>· φυσητῆρας ASvgn ζωτικὰς ὅθεν οἱ χαλκευταὶ τὸ

πῦρ ἐκφυσῶσι (4. Macc. 8,13) vg
*<ζωπυρεῖ>· ἀναζῆν ποιεῖ r. ASvgn
<ζωπυρήσεις>· ἐκκαύσεις (Ar. Lys. 682)
<ζωπυροῦν>· ἐξάπτειν ποιεῖν
<Ζωπύρου τάλαντα>· Κρατῖνος ἐν Πυλαίᾳ (fr. 176). Ζώπυρος

ὁ Πέρσης, βασιλεῖ χαριζόμενος, μαστιγώσας ἑαυτόν, τῆς ῥινὸς καὶ τῶν ὤτων ἀφελόμενος, εἰσελθὼν εἰς Βαβυλῶνα, προὔδωκε τὴν πόλιν
<ζωρόν>· ἄκρατον (r)
<ζωρός>· ἐνεργής. ταχύς S
<ζωρότερον>· *ἀκρατότερον Avgn. ἔνιοι δὲ τάχιον, καὶ ἄμεινον

ἐπιστρεφέστερον νοεῖν (Ι 203)
<ζώσατο>· τὴν ζώνην περὶ τὴν ὀσφὺν ἔσφιγξε. κατὰ γὰρ τοὺς

Ὁμήρου χρόνους οὐδέποτε γυμνοὶ ἠγωνίζοντο, ἀλλ' ἀπὸ τῆς ιε# Ὀλυμπιάδος (σ 67)
*<ζωστάς>· ζώνας N
*<ζῶς>· ζῶντας (Ε 887) ASbp
<Ζώστειρα>· Ἀθηνᾶς ἐπίθετον ἐν Βοιωτίᾳ
<Ζωστήρ>· *ᾧ ἐπάνω τοῦ θώρακος ἐχρῶντο gp. ζώνη, ζῶμα.

περίζωμα, τὸ ἀπὸ τῶν μηρῶν καὶ μέχρι τῶν βουβώνων συ- ζευγνύμενον τῷ θώρακι (Δ 132 ..). καὶ Ἀπόλλων παρὰ Ἀθη- ναίοις. καὶ τόπος, ἔνθα Λητὼ ἐλύσατο τὴν ζώνην. καὶ τὸ φῦκος
<ζῶστρα>· τὰ ζώματα, καὶ ζώνας. ἢ χιτῶνας ζωστούς, ἢ χλαίνας

ἀνδρείους. τινὲς δὲ τὰ [ἐνδύματα (ζ 38) p
<Ζωτεάτας>· Ἀπόλλων ἐν Ἄργει, ἀπὸ τόπου
<Ζωτελιστής>· Ἀπόλλων ἐν Κορίνθῳ
<ζωτικός>· οἷός τ' ἐνεργεῖν
*<ζωυφίοις>· μικροῖς ζώοις. ἢ κνωδάλοις. ἢ πτηνοῖς. ἢ σφηξίν

ASn
*<ζωροπόται>· μεθυσταί. [ἀκρατοπόται (Greg. Naz. c. 1, 1, 7,

77) rN
*<ζωώσας>· ζωοποιήσας vgp. r


BIBLIOGRAFIE:


Sursa: http://el.wikisource.org, 2013