Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (23)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (6)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (41)
   Recenzii (5)
   Repertorii arheologice (3)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (360)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Ἰουλιανός Αποστάτης Αὔγουστος Φλάβιος Κλαύδιος - Καισαρεσ

Ἐπειδὴ δίδωσιν ὁ θεὸς παίζειν: ἔστι γὰρ Κρόνια: γελοῖον δὲ οὐδὲν οὐδὲ τερπνὸν οἶδα ἐγώ, τὸ μὴ καταγέλαστα φράσαι φροντίδος ἔοικεν εἶναι ἄξιον, ὦ φιλότης. Εἶτα τίς οὕτω παχύς ἐστι καὶ ἀρχαῖος, ὦ Καῖσαρ, ὥστε καὶ παίζειν πεφροντισμένα; ἐγὼ ᾤμην τὴν παιδιὰν ἄνεσίν τε εἶναι ψυχῆς καὶ ἀπαλλαγὴν τῶν φροντίδων.

Ὀρθῶς γε σὺ τοῦτο ὑπολαμβάνων, ἐμοὶ δὲ οὐ ταύτῃ ἔοικεν ἀπαντᾶν τὸ χρῆμα. πέφυκα γὰρ οὐδαμῶς ἐπιτήδειος οὔτε σκώπτειν οὔτε παρῳδεῖν οὔτε γελοιάζειν. ἐπεὶ δὲ χρὴ τῷ νόμῳ πείθεσθαι τοῦ θεοῦ, βούλει σοι ἐν παιδιᾶς μέρει μῦθον διεξέλθω πολλὰ ἴσως ἔχοντα ἀκοῆς ἄξια;

Λέγοις ἂν καὶ μάλα ἀσμένῳ, ἐπεὶ καὶ αὐτὸς οὐκ ἀτιμάζω τοὺς μύθους οὐδὲ παντάπασιν ἐξελαύνω τοὺς ὀρθῶς ἔχοντας, ἀκόλουθά σοί τε καὶ φίλῳ τῷ σῷ, μᾶλλον δὲ τῷ κοινῷ, Πλάτωνι διανοούμενος, ἐπεὶ καὶ αὐτῷ πολλὰ ἐν μύθοις ἐσπούδασται. [p. 346] Λέγεις ναὶ μὰ Δία ταῦτα ἀληθῆ. Τίς δὲ καὶ ποταπὸς ὁ μῦθος;

Οὐ τῶν παλαιῶν τις, ὁποίους Αἴσωπος ἐποίησεν, ἀλλ̓ εἴτε πλάσμα λέγοις Ἑρμοῦ: πεπυσμένος γὰρ αὐτὸν ἐκεῖθέν σοι φράσω: εἴτε καὶ τἀληθὲς οὕτως ἔχει εἴτε μίξις τίς ἐστιν ἀμφοῖν, αὐτό, φασί, δείξει τὸ πρᾶγμα. Τουτὶ μὲν οὖν ἤδη μυθικῶς ἅμα καὶ ῥητορικῶς ἐξείργασταί σοι τὸ προοίμιον: ἀλλά μοι τὸν λόγον αὐτόν, ὁποῖός ποτέ ἐστιν, ἤδη διέξελθε. Μανθάνοις ἄν.

Θύων ὁ Ῥωμύλος τὰ Κρόνια πάντας ἐκάλει τοὺς θεούς, καὶ δὴ καὶ αὐτοὺς τοὺς καίσαρας. κλῖναι δὲ ἐτύγχανον παρεσκευασμέναι τοῖς μὲν θεοῖς ἄνω κατ̓ αὐτό, φασίν, οὐρανοῦ τὸ μετέωρον, Οὔλυμπόνδ̓, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί. λέγεται γὰρ μεθ̓ Ἡρακλέα παρελθεῖν ἐκεῖσε καὶ ὁ Κυρῖνος, ᾧ δὴ χρὴ καλεῖν αὐτὸν ὀνόματι, τῇ θείᾳ πειθομένους φήμῃ. τοῖς μὲν οὖν θεοῖς

ἐκεῖσε παρεσκεύαστο τὸ συμπόσιον: ὑπ̓ αὐτὴν δὲ τὴν σελήνην ἐπὶ μετεώρου τοῦ ἀέρος ἐδέδοκτο τοὺς καίσαρας δειπνεῖν. ἀνεῖχε δὲ αὐτοὺς ἥ τε τῶν σωμάτων κουφότης, ἅπερ ἐτύγχανον ἠμφιεσμένοι, καὶ ἡ περιφορὰ τῆς σελήνης. κλῖναι μὲν οὖν ἔκειντο τέτταρες, εὐτρεπεῖς τοῖς μεγίστοις θεοῖς. ἐβένου μὲν ἦν ἡ τοῦ Κρόνου στιλβούσης καὶ πολλὴν ἐν τῷ μέλανι καὶ θείαν αὐγὴν κρυπτούσης, ὥστε οὐδεὶς οἶός τε ἦν ἀντιβλέπειν. [p. 348]

ἔπασχε δὲ ταὐτὸ πρὸς τὴν ἔβενον ἐκείνην τὰ ὄμματα δἰ ὑπερβολὴν τῆς λαμπηδόνος, ὅπερ οἶμαι πρὸς ἥλιον, ὅταν αὐτοῦ τῷ δίσκῳ τις ἀτενέστερον προσβλέπῃ. ἡ δὲ τοῦ Διὸς ἦν ἀργύρου μὲν στιλπνοτέρα, χρυσίου δὲ λευκοτέρα. τοῦτο εἴτε ἤλεκτρον χρὴ καλεῖν εἴτε ἄλλο τι λέγειν, οὐ σφόδρα εἶχέ μοι γνωρίμως ὁ Ἑρμῆς φράσαι. χρυσοθρόνω δὲ παῤ ἑκάτερον ἐκαθεζέσθην ἥ τε

μήτηρ καὶ ἡ θυγάτηρ, Ἥρα μὲν παρὰ τὸν Δία, Ῥέα δὲ παρὰ τὸν Κρόνον. τὸ δὲ τῶν θεῶν κάλλος οὐδὲ ἐκεῖνος ἐπεξῄει τῷ λόγῳ, μεῖζον εἶναι λέγων αὐτὸ καὶ νῷ θεατόν, ἀκοῇ δὲ καὶ ῥήμασιν οὔτε προοισθῆναι ῥᾴδιον οὔτε παραδεχθῆναι δυνατόν. οὐχ οὕτω τις ἔσται καὶ φανεῖται μεγαλόφωνος, ὥστε τὸ μέγεθος ἐκεῖνο φράσαι τοῦ κάλλους, ὁπόσον ἐπιπρέπει τῇ τῶν θεῶν ὄψει.

Παρεσκεύαστο δὲ καὶ τοῖς ἄλλοις θεοῖς ἑκάστῳ θρόνος ἢ κλίνη κατὰ πρεσβείαν. ἤριζε δὲ οὐδείς, ἀλλ̓ ὅπερ Ὅμηρος ὀρθῶς ποιῶν ἔφη, δοκεῖν μοι παρὰ τῶν Μουσῶν αὐτῶν ἀκηκοώς, ἔχειν ἕκαστον τῶν θεῶν θρόνον, ἐφ̓ οὗ πάντως αὐτῷ θέμις καθῆσθαι στερεῶς καὶ ἀμετακινήτως: ἐπεὶ καὶ πρὸς τὴν παρουσίαν τοῦ πατρὸς ἐξανιστάμενοι ταράττουσιν οὐδαμῶς τὰς καθέδρας οὐδὲ μεταβαίνουσιν

οὐδὲ ὑφαρπάζουσιν ἀλλήλων, γνωρίζει δὲ ἕκαστος τὸ προσῆκον αὑτῷ. πάντων οὖν κύκλῳ τῶν θεῶν καθημένων, ὁ Σειληνὸς ἐρωτικῶς ἔχειν μοι δοκῶν τοῦ Διονύσου καλοῦ καὶ νέου καὶ [p. 350] τῷ πατρὶ τῷ Διὶ παραπλησίου πλησίον αὐτοῦ,

τροφεύς τις οἷα καὶ παιδαγωγός, καθῆστο, τά τε ἄλλα φιλοπαίγμονα καὶ φιλόγελων καὶ χαριτοδότην ὄντα τὸν θεὸν εὐφραίνων καὶ δὴ καὶ τῷ σκώπτειν τὰ πολλὰ καὶ γελοιάζειν. Ὡς δὲ καὶ τὸ τῶν καισάρων συνεκεκρότητο συμπόσιον, εἰσῄει πρῶτος Ἰούλιος Καῖσαρ, ὑπὸ φιλοτιμίας αὐτῷ βουλόμενος ἐρίσαι τῷ Διὶ περὶ τῆς μοναρχίας, εἰς ὃν ὁ Σειληνὸς βλέψας, Ὅρα, εἶπεν, ὦ Ζεῦ, μή σε ὁ ἀνὴρ οὗτος ὑπὸ φιλαρχίας ἀφελέσθαι καὶ τὴν βασιλείαν διανοηθῇ. καὶ γάρ, ὡς ὁρᾷς, ἐστὶ μέγας καὶ καλός: ἐμοὶ γοῦν, εἰ καὶ

μηδὲν ἄλλο, τὰ γοῦν περὶ τὴν κεφαλήν ἐστι προσόμοιος. παίζοντος ἔτι τοιαῦτα τοῦ Σειληνοῦ καὶ τῶν θεῶν οὐ σφόδρα προσεχόντων αὐτῷ, Ὀκταβιανὸς ἐπεισέρχεται πολλὰ ἀμείβων, ὥσπερ οἱ χαμαιλέοντες, χρώματα καὶ νῦν μὲν ὠχριῶν, αὖθις δὲ ἐρυθρὸς γινόμενος, εἶτα μέλας καὶ ζοφώδης

καὶ συννεφής: ἀνίετο δ̓ αὖθις εἰς Ἀφροδίτην καὶ Χάριτας, εἶναί τε ἤθελε τὰς βολὰς τῶν ὀμμάτων ὁποῖός ἐστιν ὁ μέγας Ἥλιος: οὐδένα γάρ οἱ τῶν ἀπαντώντων ἀντιβλέπειν ἠξίου. καὶ ὁ Σειληνός, Βαβαί, ἔφη, τοῦ παντοδαποῦ τούτου θηρίου: τί ποτ̓ ἄρα δεινὸν ἡμᾶς ἐργάσεται; Παῦσαι, εἶπε, ληρῶν, ὁ Ἀπόλλων: ἐγὼ γὰρ αὐτὸν τουτῳὶ Ζήνωνι παραδοὺς αὐτίκα ὑμῖν

ἀποφανῶ χρυσὸν ἀκήρατον. ἀλλ̓ ἴθι, εἶπεν, ὦ Ζήνων, ἐπιμελήθητι τοὐμοῦ θρέμματος. ὁ δὲ [p. 352] ὑπακούσας, εἶτα ἐπᾴσας αὐτῷ μικρὰ τῶν δογμάτων, ὥσπερ οἱ τὰς Ζαμόλξιδος ἐπῳδὰς θρυλοῦντες, ἀπέφηνεν ἄνδρα ἔμφρονα καὶ σώφρονα. Τρίτος ἐπεισέδραμεν αὐτοῖς Τιβέριος σεμνὸς τὰ πρόσωπα καὶ βλοσυρός, σῶφρόν τε ἅμα καὶ πολεμικὸν βλέπων. ἐπιστραφέντος δὲ πρὸς τὴν καθέδραν ὤφθησαν ὠτειλαὶ κατὰ τὸν νῶτον μυρίαι,

καυτῆρές τινες καὶ ξέσματα καὶ πληγαὶ χαλεπαὶ καὶ μώλωπες ὑπό τε ἀκολασίας καὶ ὠμότητος ψῶραί τινες καὶ λειχῆνες οἷον ἐγκεκαυμέναι. εἶθ̓ ὁ Σειληνὸς Ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἢ τὸ πάροιθεν εἰπὼν ἔδοξεν αὑτοῦ φαίνεσθαι σπουδαιότερος. καὶ ὁ Διόνυσος πρὸς αὐτόν, Τί δῆτα, εἶπεν, ὦ παππίδιον σπουδάζεις; καὶ ὅς, Ἐξέπληξέ με ὁ γέρων οὑτοσί, ὁ Σάτυρος, ἔφη, καὶ πεποίηκεν ἐκλαθόμενον ἐμαυτοῦ τὰς Ὁμηρικὰς προβαλέσθαι

μούσας. ἀλλά σε, εἶπεν, ἕλξει τῶν ὤτων: λέγεται γὰρ αὐτὸς καὶ γραμματιστήν τινα τοῦτο ἐργάσασθαι. οἰμώζων μὲν οὖν, εἶπεν, ἐν τῷ νησυδρίῳ: τὰς Καπρέας αἰνιττόμενος: τὸν ἄθλιον ἁλιέα ψηχέτω. ταῦτα ἔτι παιζόντων αὐτῶν, ἐπεισέρχεται θηρίον πονηρόν. εἶτα οἱ θεοὶ πάντες ἀπέστρεψαν τὰ ὄμματα, κᾆτα αὐτὸν

δίδωσιν ἡ Δίκη ταῖς Ποιναῖς, αἱ δὲ ἔρριψαν εἰς [p. 354] Τάρταρον. οὐδὲν οὖν ἔσχεν ὁ Σειληνὸς ὑπὲρ αὐτοῦ φράσαι. τοῦ Κλαυδίου δὲ ἐπεισελθόντος, ὁ Σειληνὸς ἄρχεται τοὺς Ἀριστοφάνους Ἱππέας ᾄδειν, ἀντὶ τοῦ Δήμου κολακεύων δῆθεν τὸν Κλαύδιον. εἶτα πρὸς τὸν Κυρῖνον ἀπιδών, Ἀδικεῖς, εἶπεν, ὦ Κυρῖνε, τὸν ἀπόγονον ἄγων εἰς τὸ συμπόσιον δίχα τῶν ἀπελευθέρων Ναρκίσσου καὶ Πάλλαντος. ἀλλ̓ ἴθι, εἶπε, πέμψον ἐπ̓ ἐκείνους, εἰ βούλει δέ, καὶ ἐπὶ τὴν γαμετὴν Μεσσαλίναν.

ἔστι γὰρ ἐκείνων δίχα τουτὶ τῆς τραγῳδίας τὸ δορυφόρημα, μικροῦ δέω φάναι, καὶ ἄψυχον. ἐπεισέρχεται λέγοντι τῷ Σειληνῷ Νέρων μετὰ τῆς κιθάρας καὶ τῆς δάφνης. εἶτα ἀποβλέψας ἐκεῖνος πρὸς τὸν Ἀπόλλωνα, Οὗτος, εἶπεν, ἐπὶ σὲ παρασκευάζεται. καὶ ὁ βασιλεὺς Ἀπόλλων, Ἀλλ̓ ἔγωγε αὐτόν, εἶπεν, ἀποστεφανώσω, ὅτι με μὴ πάντα μιμεῖται μηδὲ ἐν οἷς με μιμεῖται γίγνεται μου μιμητὴς δίκαιος. ἀποστεφανωθέντα δὲ αὐτὸν ὁ Κωκυτὸς εὐθέως ἥρπασεν.

Ἐπὶ τούτῳ πολλοὶ καὶ παντοδαποὶ συνέτρεχον, Βίνδικες, Γάλβαι, Ὄθωνες, Βιτέλλιοι. καὶ ὁ Σειληνός, Τούτων, εἶπε, τῶν μονάρχων τὸ σμῆνος πόθεν ἐξηυρήκατε, ὦ θεοί; τυφόμεθα γοῦν ὑπὸ τοῦ καπνοῦ: φείδεται γὰρ οὐδὲ τῶν ἀνακτόρων ταυτὶ τὰ θηρία. καὶ ὁ Ζεὺς ἀπιδὼν πρὸς τὸν

ἀδελφὸν αὑτοῦ Σάραπιν καὶ τὸν Οὐεσπασιανὸν δείξας, Πέμπε, εἶπε, τὸν σμικρίνην τοῦτον ἀπὸ τῆς Αἰγύπτου ταχέως, ἵνα τὴν φλόγα ταύτην κατασβέσῃ: τῶν παίδων δὲ τὸν πρεσβύτερον [p. 356] μὲν παίζειν κέλευε μετὰ τῆς Ἀφροδίτης τῆς πανδήμου, τὸν νεώτερον δὲ τῷ Σικελικῷ θηρίῳ παραπλησίως κλοιῷ δῆσον. παρῆλθεν ἐπὶ τούτοις γέρων ὀφθῆναι καλός: λάμπει γὰρ ἔστιν ὅτε καὶ ἐν τῷ γήρᾳ τὸ κάλλος: ἐντυχεῖν πρᾳότατος,

χρηματίσαι δικαιότατος. ᾐδέσθη τοῦτον ὁ Σειληνὸς καὶ ἀπεσιώπησεν. εἶτα ὁ Ἑρμῆς, Ὑπὲρ δὲ τούτου, εἶπεν, οὐδὲν ἡμῖν λέγεις; Ναὶ μὰ Δἴ, ἔφη, μέμφομαί γε ὑμῖν τῆς ἀνισότητος. τῷ γὰρ φονικῷ θηρίῳ τρὶς πέντε νείμαντες ἐνιαυτοὺς ἕνα μόλις ἐδώκατε τούτῳ βασιλεῦσαι.

Ἀλλὰ μὴ μέμφου, εἶπεν ὁ Ζεύς: εἰσάξω γὰρ ἐπὶ τούτῳ πολλοὺς κἀγαθούς. εὐθέως οὖν ὁ Τραϊανὸς εἰσήρχετο φέρων ἐπὶ τῶν ὤμων τὰ τρόπαια, τό τε Γετικὸν καὶ τὸ Παρθικόν. ἰδὼν δὲ αὐτὸν ὁ Σειληνὸς ἔφη, λανθάνειν τε ἅμα καὶ ἀκούεσθαι βουλόμενος, Ὥρα νῦν τῷ δεσπότῃ Διὶ σκοπεῖν, ὅπως ὁ Γανυμήδης αὐτῷ φρουρήσεται. Μετὰ τοῦτον ἐπεισέρχεται βαθεῖαν ἔχων τὴν

ὑπήνην ἀνὴρ σοβαρὸς τά τε ἄλλα καὶ δὴ καὶ μουσικὴν ἐργαζόμενος, εἴς τε τὸν οὐρανὸν ἀφορῶν πολλάκις καὶ πολυπραγμονῶν τὰ ἀπόρρητα. τοῦτον δὲ ἰδὼν ὁ Σειληνὸς ἔφη, Τί δὲ ὑμῖν οὗτος ὁ σοφιστὴς δοκεῖ; μῶν Ἀντίνοον τῇδε περισκοπεῖ; φρασάτω τις αὐτῷ μὴ παρεῖναι τὸ μειράκιον ἐνθαδὶ καὶ παυσάτω τοῦ λήρου καὶ

τῆς φλυαρίας αὐτόν. ἐπὶ τούτοις ἀνὴρ εἰσέρχεται σώφρων, οὐ τὰ ἐς Ἀφροδίτην, ἀλλὰ τὰ ἐς τὴν πολιτείαν. ἰδὼν αὐτὸν ὁ Σειληνὸς ἔφη, Βαβαὶ τῆς σμικρολογίας: εἷς εἶναί μοι δοκεῖ τῶν διαπριόντων τὸ κύμινον ὁ πρεσβύτης οὗτος. ἐπεισελθούσης δὲ αὐτῷ τῆς τῶν ἀδελφῶν ξυνωρίδος, [p. 358] Βήρου καὶ Λουκίου, δεινῶς ὁ Σειληνὸς συνεστάλη. παίζειν γὰρ οὐκ εἶχεν οὐδ̓ ἐπισκώπτειν, μάλιστα τὸν Βῆρον, καίτοι καὶ τούτου τὰ περὶ τὸν υἱὸν καὶ τὴν γυναῖκα πολυπραγμονῶν

ἁμαρτήματα, τὴν μὲν ὅτι πλέον ἢ προσῆκεν ἐπένθησεν, ἄλλως τε οὐδὲ κοσμίαν οὖσαν, τῷ δὲ ὅτι τὴν ἀρχὴν συναπολλυμένην περιεῖδεν, ἔχων καὶ ταῦτα σπουδαῖον κηδεστήν, ὃς τῶν τε κοινῶν ἂν προύστη κρεῖττον καὶ δὴ καὶ τοῦ παιδὸς αὐτοῦ βέλτιον ἂν ἐπεμελήθη ἢ αὐτὸς αὑτοῦ. καίπερ οὖν ταῦτα πολυπραγμονῶν ᾐδεῖτο τὸ μέγεθος αὐτοῦ τῆς ἀρετῆς: τόν γε μὴν υἱέα

οὐδὲ τοῦ σκωφθῆναι νομίσας ἄξιον ἀφῆκεν: ἔπιπτε γὰρ καὶ αὐτὸς εἰς γῆν οὐ δυνάμενος ἵστασθαι καὶ παρομαρτεῖν τοῖς ἥρωσιν. Ἐπεισέρχεται Περτίναξ τῷ συμποσίῳ τὴν σφαγὴν ὀδυρόμενος. ἡ Δίκη δὲ αὐτὸν κατελεήσασα, Ἀλλ̓ οὐ χαιρήσουσιν, εἶπεν, οἱ τούτων αἴτιοι: καὶ σὺ δέ, ὦ Περτίναξ, ἠδίκεις κοινωνῶν τῆς ἐπιβουλῆς, ὅσον ἐπὶ τοῖς σκέμμασιν, ἣν

ὁ Μάρκου παῖς ἐπεβουλεύθη. μετὰ τοῦτον ὁ Σεβῆρος, ἀνὴρ πικρίας γέμων καὶ κολαστικός. Ὑπὲρ τούτου δέ, εἶπεν ὁ Σειληνός, οὐδὲν λέγω: φοβοῦμαι γὰρ αὐτοῦ τὸ λίαν ἀπηνὲς καὶ ἀπαραίτητον. ὡς δὲ ἔμελλεν αὐτῷ καὶ τὰ παιδάρια συνεισιέναι, πόρρωθεν αὐτὰ διεκώλυσεν ὁ Μίνως. ἐπιγνοὺς δὲ σαφῶς τὸν μὲν νεώτερον ἀφῆκε, τὸν [p. 360]

δὲ πρεσβύτερον τιμωρίαν ἔπεμψε τίσοντα. Μακρῖνος ἐνταῦθα φυγὰς μιαιφόνος: εἶτα τὸ ἐκ τῆς Ἐμέσης παιδάριον πόρρω που τῶν ἱερῶν ἀπηλαύνετο περιβόλων. ὅ γε μὴν Σύρος Ἀλέξανδρος ἐν ἐσχάτοις που καθῆστο τὴν αὑτοῦ συμφορὰν ποτνιώμενος. καὶ ὁ Σειληνὸς ἐπισκώπτων αὐτὸν εἶπεν Ὦ μῶρε καὶ μέγα νήπιε, τηλικοῦτος ὢν οὐκ αὐτὸς ἦρχες τῶν σεαυτοῦ, τὰ χρήματα δὲ

ἐδίδους τῇ μητρὶ καὶ οὐκ ἐπείσθης, ὅσῳ κρεῖττον ἀναλίσκειν ἦν αὐτὰ τοῖς φίλοις ἢ θησαυρίζειν. Ἀλλ̓ ἔγωγε, εἶπεν ἡ Δίκη, πάντας αὐτούς, ὅσοι μεταίτιοι γεγόνασι τούτων, κολασθησομένους παραδώσω. καὶ οὕτως ἀνείθη τὸ μειράκιον. ἐπὶ τούτῳ παρῆλθεν εἴσω Γαλλιῆνος μετὰ τοῦ πατρός, ὁ μὲν τὰ δεσμὰ τῆς αἰχμαλωσίας ἔχων,

ὁ δὲ στολῇ τε καὶ κινήσει χρώμενος μαλακωτέρᾳ ὥσπερ αἱ γυναῖκες. καὶ ὁ Σειληνὸς πρὸς μὲν ἐκεῖνον, Τίς οὗτος ὁ λευκολόφας, Πρόπαρ ὃς ἡγεῖται στρατοῦ; ἔφη, πρὸς δὲ τὸν Γαλλιῆνον, Ὃς καὶ χρυσὸν ἔχων πάντη τρυφᾷ ἠύτε κούρη: τούτω δὲ ὁ Ζεὺς εἶπε τῆς ἐκεῖσε θοίνης ἐκβῆναι.

Τούτοις ἐπεισέρχεται Κλαύδιος, εἰς ὃν ἀπιδόντες οἱ θεοὶ πάντες ἠγάσθησάν τε αὐτὸν τῆς μεγαλοψυχίας καὶ ἐπένευσαν αὐτοῦ τῷ γένει τὴν ἀρχήν, δίκαιον εἶναι νομίσαντες οὕτω φιλοπάτριδος ἀνδρὸς ἐπὶ πλεῖστον εἶναι τὸ γένος ἐν ἡγεμονίᾳ. τούτοις ἐπεισέδραμεν Αὐρηλιανὸς ὥσπερ ἀποδιδράσκων τοὺς εἴργοντας αὐτὸν παρὰ τῷ [p. 362] Μίνωι: πολλαὶ γὰρ αὐτῷ συνίσταντο δίκαι τῶν ἀδίκων φόνων, καὶ ἔφευγε τὰς γραφὰς κακῶς

ἀπολογούμενος. Ἥλιος δὲ οὑμὸς δεσπότης αὐτῷ πρός τε τὰ ἄλλα βοηθῶν, οὐχ ἥκιστα δὲ καὶ πρὸς τοῦτο αὐτὸ συνήρατο, φράσας ἐν τοῖς θεοῖς, Ἀλλ̓ ἀπέτισε τὴν δίκην, ἢ λέληθεν ἡ δοθεῖσα Δελφοῖς μαντεία Αἴκε πάθῃ τά τ̓ ἔρεξε, δίκη κ̓ ἰθεῖα γένοιτο; Τούτῳ συνεισέρχεται Πρόβος, ὃς ἑβδομήκοντα

πόλεις ἀναστήσας ἐν οὐδὲ ὅλοις ἐνιαυτοῖς ἑπτὰ καὶ πολλὰ πάνυ σωφρόνως οἰκονομήσας, ἄδικα δὲ πεπονθὼς ὑπὸ τῶν ἀθέων, ἐτιμᾶτο τά τε ἄλλα καὶ τῷ τοὺς φονέας αὐτῷ τὴν δίκην ἐκτῖσαι. σκώπτειν δὲ αὐτὸν ὅμως ὁ Σειληνὸς ἐπειρᾶτο, καίτοι πολλῶν αὐτῷ σιωπᾶν παρακελευομένων: ἀλλ̓, Ἐᾶτε, ἔφη, νῦν γοῦν δἰ αὐτοῦ τοὺς ἑξῆς

φρενωθῆναι. οὐκ οἶσθα, ὦ Πρόβε, ὅτι τὰ πικρὰ φάρμακα μιγνύντες οἱ ἰατροὶ τῷ μελικράτῳ προσφέρουσι; σὺ δὲ αὐστηρὸς ἦσθα λίαν καὶ τραχὺς ἀεὶ εἴκων τε οὐδαμοῦ: πέπονθας οὖν ἄδικα μέν, εἰκότα δὲ ὅμως. οὐ γὰρ ἔστιν οὔτε ἵππων οὔτε βοῶν ἄρχειν οὔτε ἡμιόνων, ἥκιστα δὲ ἀνθρώπων, μή τι καὶ τῶν κεχαρισμένων αὐτοῖς ξυγχωροῦντα, ὥσπερ ἔσθ̓ ὅτε τοῖς ἀσθενοῦσιν οἱ ἰατροὶ μικρὰ

ἐνδιδόασιν, ἵν̓ ἐν τοῖς μείζοσιν ἔχωσιν αὐτοὺς πειθομένους. Τί τοῦτο, εἶπεν ὁ Διόνυσος, ὦ παππία; φιλόσοφος ἡμῖν ἀνεφάνης; οὐ γάρ, ὦ παῖ, [p. 364] ἔφη, καὶ σὺ φιλόσοφος ὑπ̓ ἐμοῦ γέγονας; οὐκ οἶσθα, ὅτι καὶ ὁ Σωκράτης, ἐοικὼς ἐμοί, τὰ πρωτεῖα κατὰ τὴν φιλοσοφίαν ἀπηνέγκατο τῶν καθ̓ ἑαυτὸν ἀνθρώπων, εἰ τἀδελφῷ πιστεύεις ὅτι ἐστὶν ἀψευδής; ἔα τοίνυν ἡμᾶς μὴ πάντα γελοῖα λέγειν, ἀλλὰ καὶ σπουδαῖα.

Ἔτι διαλεγομένων αὐτῶν πρὸς ἀλλήλους, ὅ τε Κᾶρος ἅμα τοῖς παισὶν εἰσφρῆσαι βουληθεὶς εἰς τὸ συμπόσιον ἀπελήλατο παρὰ τῆς Δίκης, καὶ ὁ Διοκλητιανός, ἄγων μεθ̓ ἑαυτοῦ Μαξιμιανώ τε τὼ δύο καὶ τὸν ἐμὸν πάππον Κωνστάντιον, ἐν κόσμῳ προῆγεν. εἴχοντο δὲ ἀλλήλων τὼ χεῖρε, καὶ ἐβάδιζον οὐκ ἐξ ἴσης, ἀλλ̓ οἷα χορός τις ἦν περὶ

αὐτόν, τῶν μὲν ὥσπερ δορυφορούντων καὶ προθεῖν αὐτοῦ βουλομένων, τοῦ δὲ εἴργοντος: οὐδὲν γὰρ ἠξίου πλεονεκτεῖν. ὡς δὲ ξυνίει κάμνοντος ἑαυτοῦ, δοὺς αὐτοῖς ἅπαντα, ὅσα ἔφερεν ἐπὶ τῶν ὤμων, αὐτὸς εὔλυτος ἐβάδιζεν. ἠγάσθησαν οἱ θεοὶ τῶν ἀνδρῶν τὴν ὁμόνοιαν, καὶ ἐπέτρεψαν αὐτοῖς πρὸ πολλῶν πάνυ καθῆσθαι. δεινῶς δὲ ὄντα τὸν Μαξιμιανὸν ἀκόλαστον ὁ Σειληνὸς ἐπισκώπτειν

μὲν οὐκ ἠξίου, τὸ δὲ τῶν βασιλέων οὐκ εἰσεδέχετο συσσίτιον. οὐ γὰρ μόνον τὰ εἰς Ἀφροδίτην ἦν παντοίαν ἀσέλγειαν ἀσελγής, ἀλλὰ καὶ φιλοπράγμων καὶ ἄπιστος καὶ οὐ τὰ πάντα τῷ τετραχόρδῳ συνῳδῶν. ἐξήλασεν οὖν αὐτὸν ἡ Δίκη ταχέως. εἶτα ἀπῆλθεν οὐκ οἶδα ὅποι γῆς: ἐπελαθόμην γὰρ αὐτὸ παρὰ τοῦ Ἑρμοῦ πολυπραγμονῆσαι. τούτῳ δὲ τῷ παναρμονίῳ τετραχόρδῳ παραφύεται δεινὸν [p. 366]

καὶ τραχὺ καὶ ταραχῶδες σύστημα. τοὺς μὲν οὖν δύο οὐδὲ τῶν προθύρων ἅψασθαι τῆς τῶν ἡρώων ἀγορᾶς ἡ Δίκη συνεχώρησε, Λικίνιον δὲ μέχρι τῶν προθύρων ἐλθόντα, πολλὰ καὶ ἄτοπα πλημμελοῦντα ταχέως ὁ Μίνως ἐξήλασεν. ὁ Κωνσταντῖνος δὲ παρῆλθεν εἴσω καὶ πολὺν ἐκαθέσθη χρόνον, εἶτα μετ̓ αὐτὸν τὰ παιδία. Μαγνεντίῳ

γὰρ οὐκ ἦν εἴσοδος, ὅτι μηδὲν ὑγιὲς ἐπεπράχει, καίτοι πολλὰ ἐδόκει πεπρᾶχθαι τῷ ἀνδρὶ καλά: οἱ θεοὶ δὲ ὁρῶντες, ὅτι μὴ ταῦτα ἐκ καλῆς αὐτῷ πεποίηται διαθέσεως, εἴων αὐτὸν οἰμώζειν ἀποτρέχοντα. Οὔσης δὴ τοιαύτης τῆς ἀμφὶ τὸ δεῖπνον παρασκευῆς, ἐπόθουν μὲν οὐδὲν οἱ θεοί, πάντα γὰρ ἔχουσιν, αὐτῶν δὲ τῶν ἡρώων ἐδόκει τῷ Ἑρμῇ διαπειρᾶσθαι, καὶ τῷ Διὶ τοῦτο οὐκ ἀπὸ γνώμης ἦν. ἐδεῖτο δὲ καὶ ὁ Κυρῖνος ἤδη τινὰ μετάγειν

ἐκεῖθεν παῤ ἑαυτόν. Ἡρακλῆς δὲ εἶπεν, Οὐκ ἀνέξομαι, ὦ Κυρῖνε: διὰ τί γὰρ οὐχὶ καὶ τὸν ἐμὸν Ἀλέξανδρον ἐπὶ τὸ δεῖπνον παρεκάλεις; σοῦ τοίνυν, εἶπεν, ὦ Ζεῦ, δέομαι, εἴ τινα τούτων ἔγνωκας ἄγειν πρὸς ἡμᾶς, ἥκειν τὸν Ἀλέξανδρον κέλευε. τί γὰρ οὐχὶ κοινῇ τῶν ἀνδρῶν ἀποπειρώμενοι τῷ βελτίονι τιθέμεθα; δίκαια λέγειν ὁ τῆς

Ἀλκμήνης ἐδόκει τῷ Διί. καὶ ἐπεισελθόντος αὐτοῦ τοῖς ἥρωσιν οὔτε ὁ Καῖσαρ οὔτε ἄλλος τις ὑπανίστατο: καταλαβὼν δὲ σχολάζουσαν καθέδραν, ἣν ὁ τοῦ Σεβήρου παῖς ἐπεποίητο ἑαυτῷ, ἐκεῖνος γὰρ ἀπελήλατο διὰ τὴν ἀδελφοκτονίαν, [p. 368] ἐνεκάθισε. καὶ ὁ Σειληνὸς ἐπισκώπτων τὸν Κυρῖνον, Ὅρα, εἶπε, μή ποτε οὗτοι ἑνός εἰσιν ἀντάξιοι τουτουὶ τοῦ Γραικοῦ. Μὰ Δία, εἶπεν ὁ Κυρῖνος, οἶμαι πολλοὺς εἶναι μὴ χείρονας. οὕτω δὲ αὐτὸν

οἱ ἐμοὶ τεθαυμάκασιν ἔγγονοι, ὥστε μόνον αὐτὸν ἐκ πάντων, ὅσοι γεγόνασιν ἡγεμόνες ξένοι, ὀνομάζουσι καὶ νομίζουσι μέγαν. οὐ μὴν ἔτι καὶ τῶν παῤ ἑαυτοῖς γεγονότων οἴονται μείζονα τοῦτον, ἴσως μὲν ὑπὸ φιλαυτίας τι παθόντες, ἴσως δὲ καὶ οὕτως ἔχον: εἰσόμεθα δὲ αὐτίκα μάλα τῶν ἀνδρῶν ἀποπειρώμενοι. ταῦτα μάλιστα λέγων ὁ Κυρῖνος ἠρυθρία, καὶ δῆλος ἦν ἀγωνιῶν ὑπὲρ τῶν ἀπογόνων τῶν ἑαυτοῦ, μή που τὰ δευτερεῖα λαβόντες οἴχωνται.

Μετὰ τοῦτο ὁ Ζεὺς ἤρετο τοὺς θεούς, πότερον χρὴ πάντας ἐπὶ τὸν ἀγῶνα καλεῖν ἤ, καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι γίνεται, ὁ τοῦ πολλὰς ἀνελομένου νίκας κρατήσας, ἑνὸς περιγενόμενος, οὐδὲν ἔλαττον δοκεῖ κἀκείνων γεγονέναι κρείσσων, οἳ προσεπάλαισαν μὲν οὐδαμῶς αὐτῷ, τοῦ κρατηθέντος δὲ ἥττους ἐγένοντο. καὶ ἐδόκει πᾶσιν ἡ

τοιαύτη σφόδρα ἐμμελῶς ἔχειν ἐξέτασις. ἐκήρυττεν οὖν ὁ Ἑρμῆς παριέναι Καίσαρα καὶ τὸν Ὀκταβιανὸν ἐπὶ τούτῳ, Τραϊανὸν δὲ ἐκ τρίτων, ὡς πολεμικωτάτους. εἶτα γενομένης σιωπῆς ὁ βασιλεὺς Κρόνος βλέψας εἰς τὸν Δία θαυμάζειν ἔφη, πολεμικοὺς μὲν αὐτοκράτορας ὁρῶν ἐπὶ τὸν ἀγῶνα τουτονὶ καλουμένους, οὐδένα μέντοι φιλόσοφον. Ἐμοὶ δέ, εἶπεν, οὐχ ἧττόν εἰσιν οἱ

τοιοῦτοι φίλοι. καλεῖτε οὖν εἴσω καὶ τὸν [p. 370] Μάρκον. ἐπεὶ δὲ καὶ ὁ Μάρκος κληθεὶς παρῆλθε, σεμνὸς ἄγαν, ὑπὸ τῶν πόνων ἔχων τά τε ὄμματα καὶ τὸ πρόσωπον ὑπό τι συνεσταλμένον, κάλλος δὲ ἀμήχανον ἐν αὐτῷ τούτῳ δεικνύων, ἐν ᾧ παρεῖχεν ἑαυτὸν ἄκομψον καὶ ἀκαλλώπιστον: ἥ τε γὰρ ὑπήνη βαθεῖα παντάπασιν ἦν αὐτῷ καὶ τὰ ἱμάτια λιτὰ καὶ σώφρονα, καὶ ὑπὸ τῆς ἐνδείας

τῶν τροφῶν ἦν αὐτῷ τὸ σῶμα διαυγέστατον καὶ διαφανέστατον ὥσπερ αὐτὸ οἶμαι τὸ καθαρώτατον καὶ εἰλικρινέστατον φῶς: ἐπεὶ καὶ οὗτος ἦν εἴσω τῶν ἱερῶν περιβόλων, ὁ Διόνυσος εἶπεν, Ὦ βασιλεῦ Κρόνε καὶ Ζεῦ πάτερ, ἆρα ἄξιον ἐν θεοῖς ἀτελὲς εἶναί τι; τῶν δὲ οὐ φαμένων, Εἰσάγωμεν οὖν τινα καὶ ἀπολαύσεως ἐραστὴν ἐνθαδί. καὶ ὁ Ζεύς, Ἀλλ̓ οὐ θεμιτὸν εἴσω φοιτᾶν, εἶπεν, ἀνδρὶ μὴ τὰ ἡμέτερα ζηλοῦντι. Γιγνέσθω τοίνυν, εἶπεν, ἐπὶ τῶν προθύρων, ὁ Διόνυσος, αὐτοῖς ἡ

κρίσις. ἀλλ̓, εἰ τοῦτο δοκεῖ ταύτῃ, καλῶμεν ἄνδρα οὐκ ἀπόλεμον μέν, ἡδονῇ δὲ καὶ ἀπολαύσει χειροηθέστερον. ἡκέτω οὖν ἄχρι τῶν προθύρων ὁ Κωνσταντῖνος. ἐπεὶ δὲ ἐδέδοκτο καὶ τοῦτο, τίνα χρὴ τρόπον αὐτοὺς ἁμιλλᾶσθαι, γνώμη προυτέθη. καὶ ὁ μὲν Ἑρμῆς ἠξίου λέγειν ἕκαστον ἐν μέρει περὶ τῶν ἑαυτοῦ, τίθεσθαι δὲ τοὺς θεοὺς τὴν ψῆφον. οὐ μὴν ἐδόκει ταῦτα τῷ Ἀπόλλωνι

καλῶς ἔχειν: ἀληθείας γὰρ εἶναι, καὶ οὐ πιθανότητος οὐδ̓ αἱμυλίας ἐν θεοῖς ἔλεγχον καὶ ἐξέτασιν. βουλόμενος δὲ ὁ Ζεὺς ἀμφοτέροις χαρίζεσθαι καὶ ἅμα προάγειν ἐπὶ πλέον αὐτοῖς τὴν συνουσίαν, Οὐδέν, εἶπε, κωλύει λέγειν μὲν αὐτοῖς ἐπιτρέψαι, μικρὰ τοῦ ὕδατος ἐπιμετρήσαντας, εἶτα ὕστερον [p. 372]

ἀνερωτᾶν καὶ ἀποπειρᾶσθαι τῆς ἑκάστου διανοιας. καὶ ὁ Σειληνὸς ἐπισκώπτων, Ἀλλ̓ ὅπως μή, νομίσαντες αὐτὸ νέκταρ εἶναι, Τραϊανός τε καὶ Ἀλέξανδρος ἅπαν ἐκροφήσουσι τὸ ὕδωρ, εἶτα ἀφελοῦνται τοὺς ἄλλους. καὶ ὁ Ποσειδῶν, Οὐ τοὐμοῦ ὕδατος, εἶπεν, ἀλλὰ τοῦ ὑμετέρου πώματος ἐρασταὶ τὼ

ἄνδρε ἐγενέσθην. ὑπὲρ τῶν σεαυτοῦ τοιγαροῦν ἀμπέλων μᾶλλον ἢ τῶν ἐμῶν πηγῶν ἄξιόν ἐστί σοι δεδιέναι. καὶ ὁ Σειληνὸς δηχθεὶς ἐσιώπα, καὶ τοῖς ἀγωνιζομένοις ἐκ τούτου τὸν νοῦν προσεῖχεν. Ἑρμῆς δὲ ἐκήρυττεν: Ἄρχει μὲν ἀγὼν τῶν καλλίστων ἄθλων ταμίας, καιρὸς δὲ καλεῖ μηκέτι μέλλειν. ἀλλὰ κλύοντες τὰν ἁμετέραν

κήρυκα βοὰν οἱ πρὶν βασιλῆς, ἔθνεα πολλὰ δουλωσάμενοι καὶ πολέμοισι δάιον ἔγχος θήξαντες, ὁμοῦ γνώμης τε μέγαν πινυτόφρονα νοῦν, ἴτ̓, ἐς ἀντίπαλον

ἵστασθε κρίσιν, [p. 374] οἷς τε φρόνησιν τέλος ὀλβίστης θέσθαι βιοτῆς, οἷς τ̓ ἀντιβίους κακὰ πόλλ̓ ἔρξαι καὶ χρηστὰ φίλους τέκμαρ βιότου νενόμιστο καλοῦ, οἷς θ̓ ἡδίστην ἀπόλαυσιν ἔχειν

τέρματα μόχθων δαῖτάς τε γάμους τ̓ , ὄμμασι τερπνά, μαλακάς τε φέρειν ἐσθῆτας ὁμοῦ λιθοκολλήτοις περὶ χεῖρας ἄκρας ψελίοισι φάνη μακαριστότατον. νίκης δὲ τέλος Ζηνὶ μελήσει.

Τοιαῦτα τοῦ Ἑρμοῦ κηρύττοντος ἐκληροῦντο: καί πως συνέδραμε τῇ τοῦ Καίσαρος ὁ κλῆρος φιλοπρωτίᾳ. τοῦτο ἐκεῖνον μὲν ἐποίησε γαῦρον καὶ σοβαρώτερον: ἐδέησε δὲ διὰ τοῦτο μικροῦ καὶ φεύγειν τὴν κρίσιν ὁ Ἀλέξανδρος: ἀλλὰ παραθαρρύνων αὐτὸν ὁ μέγας Ἡρακλῆς ἐπέσχε. δεύτερος δὲ ἐπ̓ ἐκείνῳ λέγειν ἔλαχεν Ἀλέξανδρος:

ἐπὶ δὲ τῶν ἑξῆς οἱ κλῆροι τοῖς ἑκάστου χρόνοις συμπροῆλθον. ἤρξατο οὖν ὁ Καῖσαρ ὡδί: Ἐμοὶ μέν, ὦ Ζεῦ καὶ θεοί, γενέσθαι ἐν τηλικαύτῃ [p. 376] συνέβη πόλει μετὰ τοσούτους ἄνδρας, ὥστε τὴν μὲν ὅσων οὐ πώποτε ἄλλη πόλις ἐβασίλευσε βασιλεύειν, ταῖς δὲ ἀγαπητὸν τὸ καὶ τὰ δεύτερα κομίσασθαι. τίς γὰρ πόλις ἀπὸ τρισχιλίων

ἀνδρῶν ἀρξαμένη ἐν οὐδὲ ὅλοις ἔτεσιν ἑξακοσίοις ἐπὶ γῆς ἦλθε πέρατα τοῖς ὅπλοις; ποῖα δὲ ἔθνη τοσούτους ἄνδρας ἀγαθούς τε καὶ πολεμικοὺς παρέσχετο καὶ νομοθετικούς; θεοὺς δὲ ἐτίμησαν οὕτω τίνες; ἐν δὴ τοσαύτῃ καὶ τηλικαύτῃ πόλει γενόμενος οὐ τοὺς κατ̓ ἐμαυτὸν μόνον, ἀλλὰ καὶ τοὺς πώποτε παρῆλθον τοῖς ἔργοις. καὶ τῶν ἐμῶν μὲν πολιτῶν εὖ οἶδα ὡς οὐδεὶς ἀντιποιήσεταί

μοι τῶν πρωτείων: εἰ δὲ Ἀλέξανδρος οὑτοσὶ τολμᾷ, τίνα τῶν ἔργων τῶν ἑαυτοῦ τοῖς ἐμοῖς ἀξιοῖ παραβαλεῖν; ἴσως τὰ Περσικά, ὥσπερ οὐχ ἑορακὼς ἐγηγερμένα μοι τοσαῦτα κατὰ Πομπηίου τρόπαια; καίτοι τίς δεινότερος στρατηγὸς γέγονε, Δαρεῖος ἢ Πομπήιος; ποτέρῳ δὲ ἀνδρειότερον ἠκολούθει στρατόπεδον; τὰ μὲν οὖν μαχιμώτατα

τῶν Δαρείῳ πρότερον ὑπακουόντων ἐθνῶν ἐν τῇ Καρῶν μοίρᾳ Πομπήιος εἶχεν ἑπόμενα, τοὺς δὲ ἐκ τῆς Εὐρώπης, οἳ τὴν Ἀσίαν πολλάκις πόλεμον ἐπάγουσαν ἐτρέψαντο, καὶ τούτων αὐτῶν τοὺς ἀνδρειοτάτους, Ἰταλούς, Ἰλλυριούς, Κελτούς. ἀλλ̓ ἐπειδὴ τῶν Κελτῶν ὑπεμνήσθην, ἆρα τοῖς Γετικοῖς ἔργοις Ἀλεξάνδρου τὴν τῆς Κελτικῆς ἀντιτάττομεν καθαίρεσιν; οὗτος ἅπαξ ἐπεραιώθη τὸν Ἴστρον, ἐγὼ δεύτερον τὸν Ῥῆνον: Γερμανικὸν αὖ τοῦτο τὸ ἐμὸν ἔργον. τούτῳ δὲ ἀντέστη μὲν [p. 378]

οὐδὲ εἷς, ἐγὼ πρὸς Ἀριόβιστον ἠγωνισάμην. πρῶτος ἐτόλμησα Ῥωμαίων ἐπιβῆναι τῆς ἐκτὸς θαλάσσης. καὶ τοῦτο ἦν ἴσως τὸ ἔργον οὐ θαυμαστόν. καίτοι τὴν τόλμαν καὶ ταύτην ἄξιον θαυμάσαι: ἀλλὰ τὸ μεῖζόν μου, τὸ ἀποβῆναι τῆς νεὼς πρῶτον: καὶ τοὺς Ἑλβετίους σιωπῶ καὶ τὸ τῶν Ἰβήρων ἔθνος. οὐδενὸς ἔτι τῶν Γαλατικῶν ἐπεμνήσθην, πλεῖν ἢ τριακοσίας ὑπαγαγόμενος πόλεις, ἀνδρῶν δὲ οὐκ ἐλάσσους ἢ διακοσίας μυριάδας. ὄντων δὲ τούτων μοι τοιούτων ἔργων,

ἐκεῖνο μεῖζον ἦν καὶ τολμηρότερον. ἐχρῆν γάρ με καὶ πρὸς αὐτοὺς διαγωνίζεσθαι τοὺς πολίτας καὶ κρατεῖν τῶν ἀμάχων καὶ ἀνικήτων Ῥωμαίων. εἴτε οὖν πλήθει τις κρίνει παρατάξεων, τρὶς τοσαυτάκις παρεταξάμην, ὁσάκις ὑπὲρ Ἀλεξάνδρου κομπάζουσιν οἱ τὰ περὶ αὐτοῦ σεμνοποιοῦντες, εἴτε πλήθει πόλεων αἰχμαλώτων, οὐ

τῆς Ἀσίας μόνον, ἀλλὰ καὶ τῆς Εὐρώπης τὰ πλεῖστα κατεστρεψάμην. Ἀλέξανδρος Αἴγυπτον ἐπῆλθε θεωρῶν, ἐγὼ δὲ συμπόσια συγκροτῶν κατεπολέμησα. τὴν δὲ μετὰ τὸ κρατῆσαι πρᾳότητα βούλεσθε ἐξετάσαι τὴν παῤ ἑκατέρῳ; ἐγὼ καὶ τοῖς πολεμίοις συνέγνων: ἔπαθον γοῦν ὑπ̓ αὐτῶν ὅσα ἐμέλησε τῇ Δίκῃ: ὁ δὲ πρὸς τοῖς

πολεμίοις οὐδὲ τῶν φίλων ἀπέσχετο. ἔτι οὖν μοι περὶ τῶν πρωτείων ἀμφισβητεῖν οἷός τε ἔσῃ; καὶ οὐκ αὐτόθεν καὶ σὺ παραχωρήσεις μετὰ τῶν ἄλλων, ἀλλὰ ἀναγκάσεις με λέγειν, ὅπως σὺ μὲν ἐχρήσω πικρῶς Θηβαίοις, ἐγὼ δὲ τοῖς Ἑλβετίοις [p. 380] φιλανθρώπως; σὺ μὲν γὰρ ἐκείνων κατέκαυσας τὰς πόλεις, ἐγὼ δὲ τὰς ὑπὸ τῶν οἰκείων πολιτῶν κεκαυμένας πόλεις ἀνέστησα. καίτοι οὔτι ταὐτὸν ἦν μυρίων Γραικῶν κρατῆσαι καὶ πεντεκαίδεκα μυριάδας

ἐπιφερομένας ὑποστῆναι. πολλὰ εἰπεῖν ἔχων ἔτι περὶ ἐμαυτοῦ καὶ τοῦδε, τῷ μὴ σχολὴν ἄγειν ἥκιστα τὸ λέγειν ἐξεμελέτησα. διόπερ χρὴ συγγνώμην ὑμᾶς ἔχειν, ἐκ δὲ τῶν εἰρημένων καὶ περὶ τῶν μὴ ῥηθέντων τὴν ἴσην καὶ δικαίαν ἐξέτασιν ποιουμένους ἀποδιδόναι μοι τὸ πρωτεῖον. Τοιαῦτα εἰπόντος τοῦ Καίσαρος καὶ λέγειν ἔτι βουλομένου, μόγις καὶ πρότερον ὁ Ἀλέξανδρος καρτερῶν οὐκέτι κατέσχεν, ἀλλὰ μετά τινος

ταραχῆς καὶ ἀγωνίας, Ἐγὼ δέ, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, μέχρι τίνος ἀνέξομαι σιωπῇ τῆς θρασύτητος τῆς τούτου; πέρας γὰρ οὐδέν ἐστιν, ὡς ὁρᾶτε, οὔτε τῶν εἰς αὑτὸν ἐπαίνων οὔτε τῶν εἰς ἐμὲ βλασφημιῶν. ἐχρῆν δὲ ἴσως μάλιστα μὲν ἀμφοῖν φείδεσθαι: καὶ γὰρ εἶναί πως ἀμφότερα δοκεῖ παραπλησίως ἐπαχθῆ: πλέον δὲ τοῦ τἀμὰ διασύρειν ἄλλως τε καὶ μιμητὴν αὐτῶν γενόμενον.

ὁ δὲ εἰς τοῦτο ἦλθεν ἀναισχυντίας, ὥστε τολμῆσαι τὰ ἀρχέτυπα κωμῳδεῖν τῶν ἑαυτοῦ ἔργων. ἐχρῆν δέ, ὦ Καῖσαρ, ὑπομνησθῆναί σε τῶν δακρύων ἐκείνων, ἃ τότε ἀφῆκας, ἀκροώμενος τῶν ὑπομνημάτων, ὅσα πεποίηται περὶ τῶν ἐμῶν πράξεων. ἀλλ̓ ὁ Πομπήιος ἐπῆρέ σε μετὰ τοῦτο, κολακευθεὶς μὲν παρὰ τῶν πολιτῶν τῶν ἑαυτοῦ,

γενόμενος δὲ οὐδεὶς οὐδαμοῦ. τὸ μὲν γὰρ ἀπὸ Λιβύης θριαμβεῦσαι, οὐ μέγα ἔργον, [p. 382] ὀνομαστότατον ἐποίησεν ἡ τῶν τότε ὑπάτων μαλακία. τὸν δουλικὸν δὲ ἐκεῖνον πόλεμον, οὐδὲ πρὸς ἄνδρας γενόμενον, ἀλλὰ πρὸς τοὺς χειρίστους τῶν οἰκετῶν, ἄλλοι μὲν κατειργάσαντο, Κράσσοι καὶ Λούκιοι, τοὔνομα δὲ καὶ τὴν ἐπιγραφὴν ἔσχε Πομπήιος. Ἀρμενίαν δὲ καὶ τὰ πρόσοικα ταύτης κατεπολέμησε Λούκουλλος, ἐθριάμβευσε

δὲ ἀπὸ τούτων Πομπήιος. εἶτ̓ ἐκολάκευσαν αὐτὸν οἱ πολῖται καὶ Μέγαν ὠνόμασαν, ὄντα τίνος τῶν πρὸ ἑαυτοῦ μείζονα; τί γὰρ ἐκείνῳ τοσοῦτον ἐπράχθη, ἡλίκον Μαρίῳ ἢ Σκηπίωσι τοῖς δύο ἢ τῷ παρὰ τὸν Κυρῖνον τουτονὶ Φουρίῳ, ὃς μικροῦ συμπεσοῦσαν τὴν τούτου πόλιν ἀνέστησεν; οὗτοι γὰρ οὐκ ἀλλοτρίοις ἔργοις, ὥσπερ ἐν πολιτικαῖς οἰκοδομίαις καὶ δαπανήμασιν ὑπ̓

ἄλλων καταβληθείσαις καὶ ἐπιτελεσθείσαις ἕτερος ἄρχων ἐπεγράφη μικρὰ κονιάσας τὸν τοῖχον, οὕτω ταῖς ἀλλοτρίαις ἐπεγράφησαν πράξεσιν: ἀρχιτέκτονες δὲ αὐτοὶ καὶ δημιουργοὶ γενόμενοι τῶν καλλίστων ἠξιώθησαν ὀνομάτων. οὐδὲν οὖν θαυμαστόν, εἰ κεκράτηκας Πομπηίου δακτύλῳ κνωμένου καὶ τἆλλα ἀλώπεκος μᾶλλον ἢ λέοντος. [p. 384] ἐπειδὴ γὰρ αὐτὸν ἡ τύχη προύδωκεν, ἣ τὸν ἔμπροσθεν χρόνον αὐτῷ παρειστήκει, ταχέως ἐκράτησας μόνου. καὶ ὅτι δεινότητι μὲν οὐδεμιᾷ

κρείττων ἐγένου, φανερόν: καὶ γὰρ ἐν ἐνδείᾳ γεγονὼς τῶν ἐπιτηδείων: ἔστι δὲ οὐ μικρόν, ὡς οἶσθα, τοῦτο ἁμάρτημα στρατηγοῦ: καὶ μάχῃ συμβαλὼν ἡττήθης. εἰ δὲ Πομπήιος ὑπ̓ ἀφροσύνης τε καὶ ἀνοίας ἢ τοῦ μὴ δύνασθαι τῶν πολιτῶν ἄρχειν οὔτε, ἡνίκα ἔδει τρίβειν τὸν πόλεμον, ὑπερετίθετο τὴν μάχην οὔτε τῇ νίκῃ νικῶν ἐπεξῄει, ὑπὸ τοῖς οἰκείοις ἁμαρτήμασι

καὶ οὐχ ὑπὸ τοῖς σοῖς ἐσφάλη στρατηγήμασι. Πέρσαι δὲ πανταχοῦ καλῶς καὶ φρονίμως παρεσκευασμένοι πρὸς τὴν ἡμετέραν ἀλκὴν ἐνέδοσαν. ἐπεὶ δὲ οὐ τοῦ πράττειν ἁπλῶς, ἀλλὰ καὶ τοῦ τὰ δίκαια πράττειν ἄνδρα ἄριστον καὶ βασιλέα προσήκει μεταποιεῖσθαι, ἐγὼ μὲν ὑπὲρ τῶν Ἑλλήνων τοὺς Πέρσας ἀπῄτησα δίκην, καὶ τοὺς Ἑλληνικοὺς πολέμους ἐπανειλόμην, οὐχὶ τὴν Ἑλλάδα λυπεῖν βουλόμενος, ἀλλὰ τοὺς κωλύοντάς με διαβαίνειν καὶ δίκας ἀπαιτεῖν τὸν

Πέρσην ἐπικόπτων. σὺ δὲ τοὺς Γερμανοὺς καὶ Γαλάτας κατεπολέμησας, ἐπὶ τὴν πατρίδα τὴν σεαυτοῦ παρασκευαζόμενος, οὗ τί γένοιτ̓ ἂν χεῖρον ἢ μιαρώτερον; ἐπεὶ δὲ ὥσπερ διασύρων τῶν μυρίων ἐμνημόνευσας Γραικῶν, ὅτι μὲν καὶ ὑμεῖς ἐντεῦθεν γεγόνατε καὶ τὰ πλεῖστα τῆς Ἰταλίας ὤκησαν οἱ Γραικοί, καίπερ εἰδὼς ὅμως οὐ παραδέχομαι. τούτων δὲ αὐτῶν ὀλίγον ἔθνος, Αἰτωλοὺς [p. 386]

λέγω τοὺς παροικοῦντας ἡμῖν, οὐ φίλους μὲν ἔχειν καὶ συμμάχους ἐποιήσασθε περὶ πολλοῦ, πολεμωθέντας δὲ ὑμῖν ὕστερον δἰ ἁσδήποτε αἰτίας οὐκ ἀκινδύνως ὑπακούειν ὑμῖν ἠναγκάσατε; οἱ δὲ πρὸς τὸ γῆρας, ὡς ἂν εἴποι τις, τῆς Ἑλλάδος, καὶ οὐδὲ πάσης, ἀλλ̓ ἔθνους μικροῦ, ἡνίκα ἤκμαζε τὸ Ἑλληνικόν, οὐδ̓ ὅτι ἔστι γιγνωσκομένου, μικροῦ δέω φάναι, μόγις ἀρκέσαντες,

τίνες ἂν ἐγένεσθε, εἰ πρὸς ἀκμάζοντας καὶ ὁμονοοῦντας τοὺς Ἕλληνας πολεμεῖν ὑμᾶς ἐδέησεν; ἐπεὶ καὶ Πύρρου διαβάντος ἐφ̓ ὑμᾶς ἴστε ὅπως ἐπτήξατε. εἰ δὲ τὸ Περσῶν κρατῆσαι μικρὸν νομίζεις καὶ τὸ τηλικοῦτον ἔργον διασύρεις, ὀλίγης πάνυ τῆς ὑπὲρ τὸν Τίγρητα ποταμὸν ὑπὸ Παρθυαίων βασιλευομένης χώρας, ἔτη πλέον ἢ τριακόσια πολεμοῦντες, λέγε μοι, δἰ ἣν αἰτίαν

οὐκ ἐκρατήσατε; βούλει σοι φράσω; τὰ Περσῶν ὑμᾶς εἶρξε βέλη. φρασάτω δέ σοι περὶ αὐτῶν Ἀντώνιος ὁ παιδοτριβηθεὶς ἐπὶ στρατηγίᾳ παρὰ σοῦ. ἐγὼ δὲ ἐν οὐδὲ ὅλοις ἐνιαυτοῖς δέκα πρὸς τούτοις καὶ Ἰνδῶν γέγονα κύριος. εἶτ̓ ἐμοὶ τολμᾷς ἀμφισβητεῖν, ὃς ἐκ παιδαρίου στρατηγῶν ἔργα ἔπραξα τηλικαῦτα, ὥστε τὴν μνήμην, καίπερ οὐκ ἀξίως ὑπὸ τῶν συγγραφέων ὑμνηθέντων,

ὅμως συμπαραμένειν τῷ βίῳ, καθάπερ τῶν τοῦ Καλλινίκου, τοὐμοῦ βασιλέως, οὗ θεράπων ἐγὼ καὶ ζηλωτὴς ἐγενόμην, Ἀχιλλεῖ μὲν ἁμιλλώμενος τῷ προγόνῳ, Ἡρακλέα δὲ θαυμάζων καὶ ἑπόμενος, ἅτε δὴ κατ̓ ἴχνος θεοῦ ἄνθρωπος. [p. 388] Ὅσα μὲν οὖν ἐχρῆν, ὦ θεοί, πρὸς τοῦτον ἀπολογήσασθαι: καίτοι κρεῖττον ἦν ὑπεριδεῖν

αὐτοῦ: εἴρηται. εἰ δέ τι πικρὸν ὑφ̓ ἡμῶν ἐπράχθη, οὔτι παντάπασιν εἰς ἀναιτίους ἀνθρώπους, ἀλλὰ ἢ πολλάκις καὶ ἐπὶ πολλοῖς προσκρούσαντας ἢ τῷ καιρῷ μὴ καλῶς μηδὲ πρεπόντως χρησαμένους, ἠκολούθησε γοῦν ἐπὶ μὲν τοῖς διὰ τὸν καιρὸν ἐξαμαρτηθεῖσιν ἡ μεταμέλεια, σώφρων πάνυ καὶ τῶν ἐξημαρτηκότων σώτειρα

δαίμων, τοὺς δὲ ὥσπερ φιλοτιμουμένους ἐπὶ τῷ πολλάκις ἀπεχθάνεσθαι καὶ προσκρούειν οὐδὲν ᾤμην ἄδικον ποιεῖν κολάζων. Ἐπεὶ δὲ εἴρητο καὶ τούτῳ στρατιωτικώτερον ὁ λόγος, ἐπὶ τὸν Ὀκταβιανὸν τὴν ὑδρίαν ἔφερεν ὁ τοῦ Ποσειδῶνος θεράπων, ἐπιμετρῶν αὐτῷ τοῦ ὕδατος ἔλασσον διὰ τὸν καιρόν, ἄλλως τε καὶ μνησικακῶν αὐτῷ τῆς εἰς τὸν θεὸν ὑπερηφανίας.

καὶ ὃς ἐπειδὴ συνῆκεν ὑπὸ ἀγχινοίας, ἀφεὶς τὸ λέγειν τι περὶ τῶν ἀλλοτρίων, Ἐγὼ δέ, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, τοῦ διασύρειν μὲν τὰ τῶν ἄλλων ἔργα καὶ μικρὰ ποιεῖν ἀφέξομαι, περὶ δὲ τῶν ἐμαυτοῦ τὸν πάντα ποιήσομαι λόγον. νέος προύστην τῆς ἐμαυτοῦ πόλεως ὥσπερ οὗτος ὁ γενναῖος Ἀλέξανδρος, κατώρθωσα δὲ Γερμανικοὺς

πολέμους ὥσπερ ὁ ἐμὸς πατὴρ οὑτοσὶ Καῖσαρ. συμπλακεὶς δὲ τοῖς ἐμφυλίοις ἀγῶσιν Αἴγυπτον μὲν περὶ τὸ Ἄκτιον κατεναυμάχησα, Βροῦτον δὲ καὶ Κάσσιον περὶ τοὺς Φιλίππους κατεπολέμησα, καὶ τὸν Πομπηίου παῖδα Σέξτον πάρεργον [p. 390] ἐθέμην τῆς ἐμαυτοῦ στρατηγίας. οὕτω δὲ παρέσχον ἐμαυτὸν τῇ φιλοσοφίᾳ χειροήθη, ὥστε καὶ τῆς Ἀθηνοδώρου παρρησίας ἠνεσχόμην, οὐκ ἀγανακτῶν,

ἀλλ̓ εὐφραινόμενος ἐπ̓ αὐτῇ, καὶ τὸν ἄνδρα καθάπερ παιδαγωγὸν ἢ πατέρα μᾶλλον αἰδούμενος. Ἄρειον δὲ καὶ φίλον καὶ συμβιωτὴν ἐπιγράφομαι, καὶ ὅλως οὐδέν ἐστιν ὑφ̓ ἡμῶν εἰς τὴν φιλοσοφίαν ἁμαρτηθέν. ὑπὸ δὲ τῶν ἐμφυλίων στάσεων τὴν Ῥώμην ὁρῶν εἰς τὸν ἔσχατον ἐλαύνουσαν πολλάκις κίνδυνον οὕτω διεθέμην τὰ περὶ αὐτήν, ὥστε εἶναι, εἰ μὴ δἰ

ὑμᾶς, ὦ θεοί, τὸ λοιπὸν ἀδαμαντίνην. οὐ γὰρ ταῖς ἀμέτροις ἐπιθυμίαις εἴκων ἐπικτᾶσθαι πάντως αὐτῇ διενοήθην, ὅρια δὲ διττά, ὥσπερ ὑπὸ τῆς φύσεως ἀποδεδειγμένα, Ἴστρον καὶ Εὐφράτην ποταμοὺς ἐθέμην. εἶτα ὑποτάξας τὸ Σκυθῶν καὶ Θρᾳκῶν ἔθνος, ἐπιμετρούντων ὑμῶν τῆς βασιλείας μοι τὸν χρόνον, οὐ πόλεμον ἄλλον ἐξ ἄλλου περιεσκόπουν, ἀλλὰ εἰς νομοθεσίαν καὶ

τῶν ἐκ τοῦ πολέμου συμφορῶν ἐπανόρθωσιν τὴν σχολὴν διετιθέμην, οὐδενὸς νομίζων τῶν πρὸ ἐμαυτοῦ χεῖρον βεβουλεῦσθαι, μᾶλλον δέ, εἰ χρὴ θαρρήσαντα φάναι, κρεῖσσον τῶν πώποτε τηλικαύτας ἡγεμονίας ἐπιτροπευσάντων. οἱ μὲν γὰρ ταῖς στρατηγίαις ἐναπέθανον, ἐξὸν λοιπὸν ἡσυχάζειν καὶ μὴ στρατεύεσθαι, πολέμους ἐκ πολέμων ἑαυτοῖς, ὥσπερ οἱ φιλοπράγμονες δίκας κατασκευάζοντες:

οἱ δὲ καὶ πολεμούμενοι τῇ τρυφῇ προσεῖχον, οὐ μόνον τῆς μετὰ ταῦτα εὐκλείας τὴν [p. 392] αἰσχρὰν τρυφὴν προτιμῶντες, ἀλλὰ καὶ τῆς σωτηρίας αὐτῆς. ἐγὼ μὲν οὖν ταῦτα διανοούμενος οὐκ ἀξιῶ τῆς χείρονος ἐμαυτὸν μερίδος: ὅ, τι δ̓ ἂν ὑμῖν, ὦ θεοί, φαίνηται, τοῦτο εἰκός ἐστιν ἐμὲ δήπουθεν στέργειν. Δίδοται μετὰ τοῦτον τῷ Τραϊανῷ τοῦ λέγειν ἐξουσία. ὁ δέ, καίπερ δυνάμενος λέγειν, ὑπὸ

ῥᾳθυμίας: ἐπιτρέπειν γὰρ εἰώθει τὰ πολλὰ τῷ Σούρᾳ γράφειν ὑπὲρ αὑτοῦ: φθεγγόμενος μᾶλλον ἢ λέγων, ἐπεδείκνυεν αὐτοῖς τό τε Γετικὸν καὶ τὸ Παρθικὸν τρόπαιον. ᾐτιᾶτο δὲ τὸ γῆρας ὡς οὐκ ἐπιτρέψαν αὐτῷ τοῖς Παρθικοῖς πράγμασιν ἐπεξελθεῖν. καὶ ὁ Σειληνός, Ἀλλ̓, ὦ μάταιε, ἔφη, εἴκοσι βεβασίλευκας ἔτη, Ἀλέξανδρος δὲ οὑτοσὶ δώδεκα. τί οὖν ἀφεὶς αἰτιᾶσθαι τὴν σαυτοῦ τρυφὴν τὴν τοῦ χρόνου μέμφῃ στενότητα; παροξυνθεὶς

οὖν ὑπὸ τοῦ σκώμματος, οὐδὲ γὰρ ἦν ἔξω τοῦ δύνασθαι ῥητορεύειν, ὑπὸ δὲ τῆς φιλοποσίας ἀμβλύτερος ἑαυτοῦ πολλάκις ἦν, Ἐγὼ δέ, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, τὴν ἀρχὴν παραλαβὼν ναρκῶσαν ὥσπερ καὶ διαλελυμένην ὑπό τε τῆς οἴκοι πολὺν χρόνον ἐπικρατησάσης τυραννίδος

καὶ τῆς τῶν Γετῶν ὕβρεως, μόνος ὑπὲρ τὸν Ἴστρον ἐτόλμησα προσλαβεῖν ἔθνη, καὶ τὸ Γετῶν ἔθνος ἐξεῖλον, οἳ τῶν πώποτε μαχιμώτατοι γεγόνασιν, οὐχ ὑπὸ ἀνδρείας μόνον τοῦ σώματος, ἀλλὰ καὶ ὧν ἔπεισεν αὐτοὺς ὁ τιμώμενος παῤ αὐτοῖς Ζάμολξις. οὐ γὰρ ἀποθνήσκειν, ἀλλὰ μετοικίζεσθαι νομίζοντες ἑτοιμότερον αὐτὸ ποιοῦσιν ἢ ἄλλοι τὰς ἀποδημίας ὑπομένουσιν. ἐπράχθη δέ μοι τὸ [p. 394] ἔργον τοῦτο ἐν ἐνιαυτοῖς ἴσως που πέντε. πάντων

δὲ ὅτι τῶν πρὸ ἐμαυτοῦ γεγονότων αὐτοκρατόρων ὤφθην τοῖς ὑπηκόοις πρᾳότατος καὶ οὔτε Καῖσαρ οὑτοσὶ περὶ τούτων ἀμφισβητήσειεν ἄν μοι οὔτ̓ ἄλλος οὐδὲ εἷς, εὔδηλόν ἐστί που. πρὸς Παρθυαίους δέ, πρὶν μὲν ἀδικεῖσθαι παῤ αὐτῶν, οὐκ ᾤμην δεῖν χρῆσθαι τοῖς ὅπλοις: ἀδικοῦσι δὲ ἐπεξῆλθον οὐδὲν ὑπὸ τῆς ἡλικίας κωλυθείς, καίτοι διδόντων μοι τῶν νόμων τὸ μὴ στρατεύεσθαι.

τούτων δὴ τοιούτων ὄντων, ἆῤ οὐχὶ καὶ τιμᾶσθαι πρὸ τῶν ἄλλων εἰμὶ δίκαιος, πρᾷος μὲν πρὸς τοὺς ὑπηκόους, φοβερὸς δὲ πρὸς τοὺς πολεμίους διαφερόντως γενόμενος, αἰδεσθεὶς δὲ καὶ τὴν ὑμετέραν ἔκγονον φιλοσοφίαν; τοιαῦτα ὁ Τραϊανὸς εἰπὼν ἐδόκει τῇ πρᾳότητι πάντων κρατεῖν, καὶ δῆλοί πως ἦσαν οἱ θεοὶ μάλιστα ἡσθέντες ἐπὶ τούτῳ. Τοῦ Μάρκου δὲ ἀρχομένου λέγειν, ὁ Σειληνὸς

ἠρέμα πρὸς τὸν Διόνυσον, Ἀκούσωμεν, ἔφη, τοῦ Στωικοῦ τουτουί, τί ποτε ἄρα τῶν παραδόξων ἐκείνων ἐρεῖ καὶ τεραστίων δογμάτων. ὁ δὲ ἀποβλέψας πρὸς τὸν Δία καὶ τοὺς θεούς, Ἀλλ̓ ἔμοιγε, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, λόγων οὐδὲν δεῖ καὶ ἀγῶνος. εἰ μὲν γὰρ ἠγνοεῖτε τἀμά, προσῆκον ἦν ἐμοὶ διδάσκειν ὑμᾶς: ἐπεὶ δὲ ἴστε καὶ λέληθεν

ὑμᾶς τῶν ἁπάντων οὐδέν, αὐτοί μοι τιμᾶτε τῆς ἀξίας. ἔδοξε δὴ οὖν ὁ Μάρκος τά τε ἄλλα [p. 396] θαυμάσιός τις εἶναι καὶ σοφὸς διαφερόντως ἅτε οἶμαι διαγινώσκων, Λέγειν θ̓ ὅπου χρὴ καὶ σιγᾶν ὅπου καλόν. Τῷ Κωνσταντίνῳ μετὰ τοῦτον λέγειν ἐπέτρεπον. ὁ δὲ πρότερον μὲν ἐθάρρει τὴν ἀγωνίαν. ὡς δὲ ἀπέβλεπεν εἰς τὰ τῶν ἄλλων ἔργα, μικρὰ

παντάπασιν εἶδε τὰ ἑαυτοῦ. δύο γὰρ τυράννους, εἴ γε χρὴ τἀληθῆ φάναι, καθῃρήκει, τὸν μὲν ἀπόλεμόν τε καὶ μαλακόν, τὸν δὲ ἄθλιόν τε καὶ διὰ τὸ γῆρας ἀσθενῆ, ἀμφοτέρω δὲ θεοῖς τε καὶ ἀνθρώποις ἐχθίστω. τά γε μὴν εἰς τοὺς βαρβάρους ἦν γελοῖα αὐτῷ: φόρους γὰρ ὥσπερ ἐτετελέκει, καὶ πρὸς τὴν Τρυφὴν ἀφεώρα: πόρρω δὲ εἱστήκει τῶν θεῶν αὕτη περὶ τὰ πρόθυρα τῆς Σελήνης: ἐρωτικῶς τε οὖν εἶχεν αὐτῆς, καὶ ὅλος

πρὸς ἐκείνην βλέπων οὐδὲν ἔμελεν αὐτῷ περὶ τῆς νίκης. ἐπεὶ δὲ ἐχρῆν καὶ αὐτὸν εἰπεῖν τι, Ταύτῃ τούτων κρείττων, ἔφη, εἰμί, τοῦ Μακεδόνος μέν, ὅτι πρὸς Ῥωμαίους καὶ τὰ Γερμανικὰ καὶ Σκυθικὰ γένη καὶ οὐχὶ πρὸς τοὺς Ἀσιανοὺς βαρβάρους ἠγωνισάμην, Καίσαρος δὲ καὶ Ὀκταβιανοῦ τῷ μή, καθάπερ οὗτοι, πρὸς καλοὺς κἀγαθοὺς πολίτας στασιάσαι, τοῖς μιαρωτάτοις δὲ καὶ πονηροτάτοις τῶν τυράννων ἐπεξελθεῖν.

Τραϊανοῦ δὲ τοῖς μὲν κατὰ τῶν τυράννων ἀνδραγαθήμασιν εἰκότως ἂν προτιμηθείην, τῷ δὲ ἣν οὗτος προσεκτήσατο χώραν ἀναλαβεῖν ἴσος ἂν οὐκ ἀπεικότως νομιζοίμην, εἰ μὴ καὶ μεῖζόν ἐστι [p. 398] τὸ ἀνακτήσασθαι τοῦ κτήσασθαι. Μάρκος δὲ οὑτοσὶ σιωπῶν ὑπὲρ αὑτοῦ πᾶσιν ἡμῖν τῶν πρωτείων ἐξίσταται. καὶ ὁ Σειληνός, Ἀλλ̓ ἦ τοὺς Ἀδώνιδος κήπους ὡς ἔργα ἡμῖν, ὦ Κωνσταντῖνε, σεαυτοῦ προφέρεις; τί δέ, εἶπεν, εἰσὶν

οὓς λέγεις Ἀδώνιδος κήπους; οὓς αἱ γυναῖκες, ἔφη, τῷ τῆς Ἀφροδίτης ἀνδρὶ φυτεύουσιν ὀστρακίοις ἐπαμησάμεναι γῆν λαχανίαν: χλοήσαντα δὲ ταῦτα πρὸς ὀλίγον αὐτίκα ἀπομαραίνεται. καὶ ὁ Κωνσταντῖνος ἠρυθρίασεν, ἄντικρυς ἐπιγνοὺς τοιοῦτον τὸ ἑαυτοῦ ἔργον. Ἡσυχίας δὲ γενομένης οἱ μὲν ἐῴκεσαν περιμένειν, ὅτῳ θήσονται τὴν ὑπὲρ τῶν πρωτείων οἱ θεοὶ ψῆφον: οἱ δ̓ ᾤοντο δεῖν τὰς προαιρέσεις εἰς τοὐμφανὲς

τῶν ἀνδρῶν προάγειν καὶ οὐ κρίνειν ἐκ τῶν πεπραγμένων αὐτοῖς, ὧν ἡ Τύχη μετεποιεῖτο τὸ πλεῖστον καὶ πάντων αὐτῶν καταβοῶσα παρειστήκει πλὴν Ὀκταβιανοῦ μόνου. τοῦτον δὲ εὐγνώμονα πρὸς ἑαυτὴν εἶναι ἔλεγεν. ἔδοξεν οὖν τοῖς θεοῖς ἐπιτρέψαι καὶ τοῦτο τῷ Ἑρμῇ, καὶ

ἔδοσαν αὐτῷ πρῶτον Ἀλεξάνδρου πυθέσθαι, τί νομίσειε κάλλιστον καὶ πρὸς τί βλέπων ἐργάσαιτο καὶ πάθοι πάντα ὅσαπερ δεδράκοι τε καὶ πεπόνθοι. ὁ δὲ ἔφη, Τὸ πάντα νικᾶν. εἶτα, εἶπεν ὁ Ἑρμῆς, οἴει σοι τοῦτο πεποιῆσθαι; καὶ μάλα, ἔφη ὁ Ἀλέξανδρος. ὁ δὲ Σειληνὸς τωθαστικῶς μάλα γελάσας, Ἀλλὰ ἐκράτουν γέ σου πολλάκις αἱ ἡμέτεραι θυγατέρες, αἰνιττόμενος τὰς

ἀμπέλους, τὸν Ἀλέξανδρον οἷα δή τινα μέθυσον [p. 400] καὶ φίλοινον σκώπτων. καὶ ὁ Ἀλέξανδρος ἅτε δὴ γέμων Περιπατητικῶν παρακουσμάτων, Οὐ τὰ ἄψυχα, ἔφη, νικᾶν: οὐδὲ γὰρ ἀγὼν ἡμῖν ἐστι πρὸς ταῦτα: ἀλλὰ πᾶν μὲν ἀνθρώπων, πᾶν δὲ θηρίων γένος. καὶ ὁ Σειληνὸς ὥσπερ οἱ θαυμάζοντες

εἰρωνικῶς μάλα, Ἰού, ἰού, ἔφη, τῶν διαλεκτικῶν κιγκλίδων. αὐτὸς δὲ ἡμῖν ἐν ποτέρῳ σαυτὸν θήσεις γένει, τῶν ἀψύχων ἢ τῶν ἐμψύχων τε καὶ ζώντων; καὶ ὃς ὥσπερ ἀγανακτήσας, Εὐφήμει, ἔφη: ὑπὸ γὰρ μεγαλοψυχίας, ὅτι δὴ καὶ θεὸς γενοίμην, μᾶλλον δ̓ εἴην, ἐπεπείσμην. Αὐτὸς οὖν, εἶπεν, ἡττήθης σεαυτοῦ πολλάκις. Ἀλλ̓ αὐτὸν ἑαυτοῦ, εἶπεν ὁ Ἀλέξανδρος, κρατεῖν καὶ ἡττᾶσθαι

ὁμωνύμως λέγεται: ἐμοὶ δὲ ἦν ὑπὲρ τῶν πρὸς ἄλλους ὁ λόγος. Βαβαὶ τῆς διαλεκτικῆς, εἶπεν, ὅπως ἡμῶν τὰ σοφίσματα διελέγχεις. ἀλλ̓ ἡνίκα, εἶπεν, ἐν Ἰνδοῖς ἐτρώθης καὶ ὁ Πευκέστης ἔκειτο παρὰ σέ, σὺ δὲ ἐξήγου ψυχορραγῶν τῆς πόλεως, ἆρα ἥττων ἦσθα τοῦ τρώσαντος, ἢ καὶ ἐκεῖνον ἐνίκας; Οὐκ ἐκεῖνον, ἔφη, μόνον, ἀλλὰ καὶ αὐτὴν ἐξεπόρθησα τὴν πόλιν. Οὐ σύ γε, εἶπεν, ὦ μακάριε: σὺ μὲν γὰρ ἔκεισο κατὰ τὸν Ὁμηρικὸν

Ἕκτορα ὀλιγοδρανέων καὶ ψυχορραγῶν: οἱ δὲ ἠγωνίζοντο καὶ ἐνίκων. Ἡγουμένων γ̓ ἡμῶν, εἶπεν ὁ Ἀλέξανδρος. καὶ ὁ Σειληνός, Πῶς; οἵ γε [p. 402] ἐφέρεσθε μικροῦ νεκροί; εἶτα ᾖδε τῶν ἐξ Εὐριπίδου Οἴμοι, καθ̓ Ἑλλάδ̓ ὡς κακῶς νομίζεται, Ὅταν τρόπαιον πολεμίων στήσῃ στρατός. καὶ ὁ Διόνυσος, Παῦσαι, εἶπεν, ὦ παππίδιον,

τοιαῦτα λέγων, μή σε οὗτος ὁποῖα τὸν Κλεῖτον ἐργάσηται. καὶ ὁ Ἀλέξανδρος ἐρυθριάσας τε ἅμα καὶ ὥσπερ συγχυθεὶς ὑπὸ τῶν δακρύων τὰ ὄμματα ἐσιώπα. καὶ ὅδε μὲν ὧδε ἔληξεν ὁ λόγος. Ὁ δὲ Ἑρμῆς ἤρετο πάλιν τὸν Καίσαρα, Σοὶ δέ, εἶπεν, ὦ Καῖσαρ, τίς ἐγένετο σκοπὸς τοῦ βίου;

Τὸ πρωτεύειν, ἔφη, τῆς ἐμαυτοῦ καὶ μηδενὸς μήτε εἶναι μήτε νομίζεσθαι δεύτερον. Τοῦτο, εἶπεν ὁ Ἑρμῆς, ἀσαφές ἐστι: πότερον γάρ, εἰπέ, κατὰ σοφίαν ἢ τὴν ἐν τοῖς λόγοις δεινότητα ἢ πολεμικὴν ἐμπειρίαν ἢ πολιτικὴν δύναμιν; Ἦν μὲν οὖν, ἔφη ὁ Καῖσαρ, ἡδύ μοι τῶν πάντων ἐν πᾶσιν εἶναι πρώτῳ: τούτου δὲ οὐ δυνάμενος ἐπιτυχεῖν τὸ δύνασθαι μέγιστον παρὰ τοῖς ἐμαυτοῦ πολίταις

ἐζήλωσα. Σὺ δέ, εἶπεν, ἐδυνήθης μέγα; πρὸς αὐτὸν ὁ Σειληνός. καὶ ὅς, Πάνυ γε, ἔφη: κύριος γοῦν αὐτῶν ἐγενόμην. Ἀλλὰ τοῦτο μέν, εἶπεν, ἐδυνήθης: ἀγαπηθῆναι δὲ ὑπ̓ αὐτῶν οὐχ οἷός τε ἐγένου, καὶ ταῦτα πολλὴν μὲν ὑποκρινάμενος ὥσπερ ἐν δράματι καὶ σκηνῇ φιλανθρωπίαν, αἰσχρῶς δὲ αὐτοὺς πάντας κολακεύων. Εἶτα οὖκ

ἀγαπηθῆναι δοκῶ, εἶπεν, ὑπὸ τοῦ δήμου τοῦ διώξαντος [p. 404] Βροῦτον καὶ Κάσσιον; Οὐκ ἐπειδή σε ἀπέκτειναν, ἔφη: διὰ τοῦτο μὲν γὰρ αὐτοὺς ὁ δῆμος ἐψηφίσατο εἶναι ὑπάτους: ἀλλὰ διὰ τὸ ἀργύριον, ἐπειδὴ τῶν διαθηκῶν ἀκροασάμενοι μισθὸν ἑώρων τῆς ἀγανακτήσεως αὐτοῖς οὔτοι τὸν τυχόντα προσεγγεγραμμένον.

Λήξαντος δὲ καὶ τοῦδε τοῦ λόγου, τὸν Ὀκταβιανὸν αὖθις ὁ Ἑρμῆς ἐκίνει. Σὺ δέ, εἶπεν, οὐκ ἐρεῖς ἡμῖν, τί κάλλιστον ἐνόμιζες εἶναι; καὶ ὅς, Βασιλεῦσαι, ἔφη, καλῶς. Τί δέ ἐστι τὸ καλῶς, ὦ Σεβαστέ, φράσον, ἐπεὶ τοῦτό γε ἔστι καὶ τοῖς πονηροτάτοις λέγειν. ᾤετο γοῦν καὶ Διονύσιος καλῶς βασιλεύειν καὶ ὁ τούτου μιαρώτερος Ἀγαθοκλῆς.

Ἀλλ̓ ἴστε, εἶπεν, ὦ θεοί, ὡς προπέμπων τὸν θυγατριδοῦν ηὐξάμην ὑμῖν τόλμαν μὲν αὐτῷ δοῦναι τὴν Καίσαρος, δεινότητα δὲ τὴν Πομπηίου, τύχην δὲ τὴν ἐμήν. Πολλά, εἶπεν ὁ Σειληνός, καὶ θεῶν ὄντως σωτήρων ἔργα δεόμενα συνεφόρησεν οὗτος ὁ κοροπλάθος. Εἶτα διὰ τί τοῦτο, ἔφη, τὸ ὄνομά μοι γελοῖον οὕτως ἔθου; Ἤ γὰρ οὐκ ἔπλαττες ἡμῖν, εἶπεν, ὥσπερ ἐκεῖνοι τὰς νύμφας, ὦ Σεβαστέ, θεούς, ὧν ἕνα καὶ πρῶτον τουτονὶ

Καίσαρα; καὶ ὁ μὲν Ὀκταβιανὸς ὥσπερ δυσωπούμενος ἀπεσιώπησεν. Ὁ δὲ Ἑρμῆς πρὸς τὸν Τραϊανὸν βλέψας, Σὺ δέ, εἶπε, τί διανοούμενος ἔπραττες ὅσαπερ ἔπραξας; Τῶν αὐτῶν Ἀλεξάνδρῳ σωφρονέστερον, [p. 406] εἶπεν, ὠρέχθην. καὶ ὁ Σειληνός, Ἡττήθης μὲν οὖν, εἶπε, καὶ σὺ τῶν ἀγεννεστέρων. ὁ μὲν γὰρ θυμοῦ τὸ πλεῖστον ἥττων ἦν, σὺ δὲ αἰσχρᾶς

ἡδονῆς καὶ ἐπονειδίστου. Βάλλ̓ εἰς μακαρίαν, εἶπεν ὁ Διόνυσος, ἐπεὶ σκώπτεις σὺ πάντας αὐτοὺς καὶ ποιεῖς οὐδὲν ὑπὲρ ἑαυτῶν λέγειν. ἀλλ̓ ἐπ̓ ἐκείνων εἶχέ σοι χώραν τὰ σκώμματα: πρόσεχε δὲ νῦν, ὅπως ἀντιλήψῃ τοῦ Μάρκου δοκεῖ γὰρ εἶναί μοί πως ἀνὴρ κατὰ τὸν Σιμωνίδην τετράγωνος ἄνευ ψόγου τετυγμένος. ὁ Ἑρμῆς δὲ βλέψας εἰς τὸν Μάρκον, Σοὶ δέ, εἶπεν, ὦ Βῆρε, τί κάλλιστον ἐδόκει τοῦ βίου τέλος εἶναι;

καὶ ὃς ἠρέμα καὶ σωφρόνως, Τὸ μιμεῖσθαι, ἔφη, τοὺς θεούς. ἔδοξε μὲν οὖν εὐθέως ἡ ἀπόκρισις οὐκ ἀγεννής, ἀλλὰ καὶ τοῦ παντὸς ἀξία. ἀλλὰ καὶ ὁ Ἑρμῆς οὐκ ἐβούλετο πολυπραγμονεῖν, πεπεισμένος ὅτι πάντα ὁ Μάρκος ἀκολούθως ἐρεῖ. τοῖς μὲν οὖν ἄλλοις θεοῖς ἐδόκει ταύτῃ: μόνος δὲ ὁ Σειληνός, Ἀλλ̓ οὐ μὰ τὸν Διόνυσον ἀνέξομαι τούτου τοῦ σοφιστοῦ. τί δήποτε

γὰρ ἤσθιες, εἰπέ, καὶ ἔπινες οὐχ ὥσπερ ἡμεῖς ἀμβροσίας τε καὶ νέκταρος, ἄρτου δὲ καὶ οἴνου; Ἀλλ̓ ἔγωγε, εἶπεν, οὐχ ᾗπερ οὖν ᾤμην τοὺς θεοὺς μιμεῖσθαι, ταύτῃ προσεφερόμην σιτία καὶ ποτά: τὸ σῶμα δὲ ἔτρεφον, ἴσως μὲν ψευδῶς, πειθόμενος δέ, ὅτι καὶ τὰ ὑμέτερα σώματα δεῖται τῆς ἐκ τῶν ἀναθυμιάσεων τροφῆς. πλὴν οὐ κατὰ ταῦτά γε ὑμᾶς εἶναι μιμητέους, ἀλλὰ κατὰ τὴν

διάνοιαν ὑπέλαβον. ὀλίγον ὁ Σειληνὸς διαπορήσας [p. 408] ὥσπερ ὑπὸ πύκτου δεξιοῦ πληγείς, Εἴρηται μέν σοι τοῦτο, εἶπε, τυχὸν οὐκ ἀτόπως, ἐμοὶ δέ, ἔφη, φράσον, τί ποτε ἐνόμιζες εἶναι τὴν τῶν θεῶν μίμησιν; καὶ ὅς, Δεῖσθαι μὲν ὡς ἐλαχίστων, εὖ ποιεῖν δὲ ὡς ὅ, τι μάλιστα πλείστους. Μῶν οὖν, εἶπεν, οὐδενὸς ἐδέου; καὶ ὁ Μάρκος, Ἐγὼ μὲν οὐδενός, ἴσως δὲ τὸ σωμάτιόν μου μικρῶν. δόξαντος

οὖν καὶ τοῦτο ὀρθῶς εἰρηκέναι τοῦ Μάρκου, τὸ τέλος ἀπορούμενος ὁ Σειληνὸς ἐπιφύεται τοῖς περὶ τὸν παῖδα καὶ τὴν γαμετὴν αὐτῷ δοκοῦσιν οὐκ ὀρθῶς οὐδὲ κατὰ λόγον πεποιῆσθαι, τὴν μὲν ὅτι ταῖς ἡρωίναις ἐνέγραψε, τῷ δὲ ὅτι τὴν ἡγεμονίαν ἐπέτρεψεν. Ἐμιμησάμην, εἶπε, καὶ κατὰ τοῦτο τοὺς θεούς: Ὁμήρῳ μὲν γὰρ ἐπειθόμην

λέγοντι περὶ τῆς γαμετῆς, ὅτι ἄρα, ὅστις ἀγαθὸς καὶ ἐχέφρων, τὴν αὑτοῦ φιλέει καὶ κήδεται: περὶ δὲ τοῦ παιδὸς αὐτοῦ τοῦ Διὸς ἀπόφασιν ἔχω: αἰτιώμενος γὰρ τὸν Ἄρεα, Πάλαι ἄν, εἶπεν, ἐβέβλησο τῷ κεραυνῷ, εἰ μὴ διὰ τὸ παῖδά σε εἶναι ἠγάπων. ἄλλως τε καὶ οὐδὲ ᾤμην ἐγὼ τὸν παῖδα πονηρὸν οὕτως ἔσεσθαι. εἰ δὲ ἡ νεότης ἐφ̓ ἑκάτερα μεγάλας ποιουμένη ῥοπὰς ἐπὶ τὸ χεῖρον ἠνέχθη, οὐχὶ πονηρῷ τὴν ἡγεμονίαν ἐπέτρεψα, συνηνέχθη δὲ τὸν λαβόντα πονηρὸν

γενέσθαι. τά τε οὖν περὶ τὴν γυναῖκα πεποίηταί μοι κατὰ ζῆλον Ἀχιλλέως τοῦ θείου, καὶ τὰ περὶ τὸν παῖδα κατὰ μίμησιν τοῦ μεγίστου Διός, ἄλλως τε καὶ οὐδὲν καινοτομήσαντι. παισί τε γὰρ νόμιμον ἐπιτρέπειν τὰς διαδοχάς, καὶ [p. 410]

τοῦτο ἅπαντες εὔχονται, τήν τε γαμετὴν οὐκ ἐγὼ πρῶτος, ἀλλὰ μετὰ πολλοὺς ἄλλους ἐτίμησα. ἴσως δὲ τὸ μὲν ἄρξασθαι τῶν τοιούτων οὐκ ἔστιν εὔλογον, τὸ δὲ ἐπὶ πολλῶν γενόμενον τοὺς οἰκειοτάτους ἀποστερεῖν ἐγγὺς ἀδικίας. ἀλλ̓ ἔλαθον ἐμαυτὸν ἐγὼ μακρότερα ἀπολογούμενος πρὸς εἰδότας ὑμᾶς, ὦ Ζεῦ καὶ θεοί: διόπερ μοι τῆς προπετείας ταυτησὶ συγγνώμονες γένοισθε. Παυσαμένου δὲ καὶ τοῦδε τοῦ λόγου, τὸν

Κωνσταντῖνον ὁ Ἑρμῆς ἤρετο, Σὺ δὲ τί καλὸν ἐνόμισας; Πολλά, εἶπε, κτησάμενον πολλὰ χαρίσασθαι, ταῖς τ̓ ἐπιθυμίαις ταῖς ἑαυτοῦ καὶ ταῖς τῶν φίλων ὑπουργοῦντα. ἀνακαγχάσας οὖν ὁ Σειληνὸς μέγα, Ἀλλ̓ ἦ τραπεζίτης εἶναι, ἔφη, θέλων ἐλελήθεις σεαυτὸν ὀψοποιοῦ καὶ κομμωτρίας βίον ζῶν; ᾐνίττετο δ̓ αὐτὰ πάλαι μὲν ἥ τε κόμη τό τε εἶδος, ἀτὰρ νῦν καὶ ἡ γνώμη σοῦ κατηγορεῖ. τούτου μὲν οὖν ὁ Σειληνὸς πικρότερόν πως καθήψατο.

Σιωπῆς δὲ γενομένης ἔφερον οἱ θεοὶ λάθρᾳ τὰς ψήφους. εἶτα ἐγένοντο πολλαὶ τῷ Μάρκῳ. κοινολογησάμενος δὲ ὁ Ζεὺς ἰδίᾳ πρὸς τὸν πατέρα προσέταξε κηρῦξαι τῷ Ἑρμῇ. ὁ δὲ ἐκήρυττεν, Ἄνδρες οἱ παρελθόντες ἐπὶ τουτονὶ τὸν ἀγῶνα, νόμοι παῤ ἡμῖν εἰσι καὶ κρίσεις τοιαῦται γίνονται, ὥστε καὶ τὸν νικῶντα χαίρειν καὶ τὸν ἡττώμενον μὴ μέμφεσθαι. πορεύεσθε οὖν, εἶπεν,

ὅποι φίλον ἑκάστῳ, ὑπὸ θεοῖς ἡγεμόσι βιωσόμενοι τὸ ἐντεῦθεν: ἑλέσθω δ̓ ἕκαστος ἑαυτῷ τὸν προστάτην τε καὶ ἡγεμόνα. μετὰ τὸ κήρυγμα [p. 412] τοῦτο ὁ μὲν Ἀλέξανδρος ἔθει πρὸς τὸν Ἡρακλέα, Ὀκταβιανὸς δὲ πρὸς τὸν Ἀπόλλωνα, ἀμφοῖν δὲ ἀπρὶξ εἴχετο τοῦ Διὸς καὶ Κρόνου Μάρκος. πλανώμενον δὲ πολλὰ καὶ περιτρέχοντα τὸν Καίσαρα κατελεήσας ὁ μέγας Ἄρης ἥ τε Ἀφροδίτη παῤ ἑαυτοὺς ἐκαλεσάτην: Τραϊανὸς δὲ παρὰ τὸν Ἀλέξανδρον ἔθει ὡς ἐκείνῳ συγκαθεδούμενος.

ὁ δὲ Κωνσταντῖνος, οὐχ εὑρίσκων ἐν θεοῖς τοῦ βίου τὸ ἀρχέτυπον, ἐγγύθεν τὴν Τρυφὴν κατιδὼν ἔδραμε πρὸς αὐτήν: ἡ δὲ ὑπολαβοῦσα μαλακῶς καὶ περιβαλοῦσα τοῖς πήχεσι πέπλοις τε αὐτὸν ποικίλοις ἀσκήσασα καὶ καλλωπίσασα πρὸς τὴν Ἀσωτίαν ἀπήγαγεν, ἵνα καὶ τὸν Ἰησοῦν εὑρὼν ἀναστρεφόμενον καὶ προαγορεύοντα πᾶσιν, ‘Ὅστις φθορεύς, ὅστις ’

‘μιαιφόνος, ὅστις ἐναγὴς καὶ βδελυρός, ἴτω θαρρῶν: ἀποφανῶ γὰρ αὐτὸν τουτῳὶ τῷ ὕδατι λούσας αὐτίκα καθαρόν, κἂν πάλιν ἔνοχος τοῖς αὐτοῖς γένηται, δώσω τὸ στῆθος πλήξαντι καὶ τὴν κεφαλὴν πατάξαντι καθαρῷ γενέσθαι,’ σφόδρα ἄσμενος ἐνέτυχεν αὐτῷ, συνεξαγαγὼν τῆς τῶν θεῶν ἀγορᾶς τοὺς παῖδας. ἐπέτριβον δ̓ αὐτόν τε κἀκείνους οὐχ ἧττον τῆς ἀθεότητος οἱ παλαμναῖοι δαίμονες, αἱμάτων συγγενῶν τιννύμενοι δίκας, ἕως ὁ Ζεὺς διὰ τὸν Κλαύδιον καὶ Κωνστάντιον ἔδωκεν ἀναπνεῦσαι. [p. 414]

Σοὶ δέ, πρὸς ἡμᾶς λέγων ὁ Ερμῆς, δέδωκα τὸν πατέρα Μίθραν ἐπιγνῶναι: σὺ δ̓ αὐτοῦ τῶν ἐντολῶν ἔχου, πεῖσμα καὶ ὅρμον ἀσφαλῆ ζῶντί τε σεαυτῷ παρασκευάζων, καὶ ἡνίκα ἂν ἐνθένδε ἀπιέναι δέῃ, μετὰ τῆς ἀγαθῆς ἐλπίδος ἡγεμόνα θεὸν εὐμενῆ καθιστὰς σεαυτῷ.


BIBLIOGRAFIE:


Sursa: http://www.perseus.tufts.edu