Pagina principală
 

ENDA
   Listă alfabetică articole
   Ultimele articole
   Clasament articole
   Hartă articole
   Echipa ENDA (3)
   Voluntariat ENDA (5)
   Comunicate ENDA (2)
LEGIO DACICA
   Prezentare (1)
   Activități (7)
   Poveștile Legio Dacica (14)
GENERALITĂŢI
   Terra Dacorum (21)
   Economia (10)
   Arta (5)
SOCIAL
   Regii (14)
   Personaje (6)
   Societate (3)
   Origini (2)
   Triburi (75)
   Împăraţii traco-daci (1)
SPIRITUALITATE ŞI CULTURĂ
   Ştiinţă (1)
   Kogaionon (6)
FENOMENUL MILITAR
   Armele (27)
   Seniorii războiului (5)
   Arhitectura militară (5)
   Cetăţile (15)
   Războaiele dacilor (16)
   Civis Romanus (6)
   Romanii (3)
CONEXE
   Dinastii imperiale (2)
   Migraţiile (10)
   Etnografica (6)
   Apoulon (5)
BIBLIOTECA VECHE
   Cuprins
   Surse elene (103)
   Surse latine (140)
   Surse româneşti (97)
   Surse diverse (9)
   Lapidarium (7)
   Traduceri (177)
BIBLIOTECA CONTEMPORANĂ
   Articole online
   Cărți online
   Periodice (45)
   Recenzii (6)
   Repertorii arheologice (3)
   Surse contemporane (2)
BIBLIOTECA PDF
   Surse contemporane (2)
   Surse vechi (7)
UNIVERSITARIA
   Lucrări de licenţă (2)
   Cursuri (4)
ISTORIA ALTFEL
   Ziarul personal (5)
   Arheologie experimentală (3)
   Trupe de reconstituire istorică (1)
   Reconstituiri istorice (1)
   Filme artistice (4)
   Grafică (3)
   Poezii (11)
   Legende şi povestiri (3)
   English translations (49)
MULTIMEDIA
   Imagini
   Video (28)
INTERNET
   Resurse WWW (2)
   Ştiri (363)
   Diverse (2)


Pagina principalăHartă siteArhivă ştiriListă alfabetică articoleClasament articoleContact ENDA pe FacebookENDA pe TwitterNoutăţi ENDA prin canal RSSAbonare newsletter Distribuie pe FacebookDistribuie pe TwitterDistribuie prin email

Φιλόστρατος Φλάβιος - Βίοι σοφιστών

τῷ λαμπροτάτῳ ὑπάτῳ Ἀντωνίῳ Γορδιανῷ Φλάυιος Φιλόστρατος
τοὺς φιλοσοφήσαντας ἐν δόξῃ τοῦ σοφιστεῦσαι καὶ τοὺς οὕτω κυρίως προσρηθέντας σοφιστὰς ἐς δύο βιβλία ἀνέγραψά σοι, γιγνώσκων μέν, ὅτι καὶ γένος ἐστί σοι πρὸς τὴν τέχνην ἐς Ἡρώδην τὸν σοφιστὴν ἀναφέροντι, μεμνημένος δὲ καὶ τῶν κατὰ τὴν Ἀντιόχειαν σπουδασθέντων ποτὲ ἡμῖν ὑπὲρ σοφιστῶν ἐν τῷ τοῦ Δαφναίου ἱερῷ. πατέρας δὲ οὐ προσέγραψα, μὰ Δία, οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀπ᾽ εὐδοκίμων: οἶδα γὰρ δὴ καὶ Κριτίαν τὸν σοφιστὴν οὐκ ἐκ πατέρων, ἀλλὰ Ὁμήρου δὴ μόνου σὺν τῷ πατρὶ ἐπιμνησθέντα, ἐπειδὴ θαῦμα δηλώσειν ἔμελλε πατέρα Ὁμήρῳ ποταμὸν εἶναι. καὶ ἄλλως οὐκ εὐτυχὲς τῷ βουλομένῳ πολλὰ εἰδέναι πατέρα μὲν τοῦ δεῖνος ἐξεπίστασθαι καὶ μητέρα, τὰς δὲ περὶ αὐτὸν ἀρετάς τε καὶ κακίας οὐ γιγνώσκειν, μηδ᾽ ὅ τι κατώρθωσέ τε οὗτος καὶ ἐσφάλη ἢ τύχῃ ἢ γνώμῃ. τὸ δὲ φρόντισμα τοῦτο, ἄριστε ἀνθυπάτων, καὶ τὰ ἄχθη σοι κουφιεῖ τῆς γνώμης, ὥσπερ ὁ κρατὴρ τῆς Ἑλένης τοῖς Αἰγυπτίοις φαρμάκοις. ἔρρωσο Μουσηγέτα.

A

τὴν ἀρχαίαν σοφιστικὴν ῥητορικὴν ἡγεῖσθαι χρὴ φιλοσοφοῦσαν: διαλέγεται μὲν γὰρ ὑπὲρ ὧν οἱ φιλοσοφοῦντες, ἃ δὲ ἐκεῖνοι τὰς ἐρωτήσεις ὑποκαθήμενοι καὶ τὰ σμικρὰ τῶν ζητουμένων προβιβάζοντες οὔπω φασὶ γιγνώσκειν, ταῦτα ὁ παλαιὸς σοφιστὴς ὡς εἰδὼς λέγει. προοίμια γοῦν ποιεῖται τῶν λόγων τὸ ‘οἶδα’ καὶ τὸ ‘γιγνώσκω’ καὶ ‘πάλαι διέσκεμμαι’ καὶ ‘βέβαιον ἀνθρώπῳ οὐδέν’. ἡ δὲ τοιαύτη ἰδέα τῶν προοιμίων εὐγένειάν τε προηχεῖ τῶν λόγων καὶ φρόνημα καὶ κατάληψιν σαφῆ τοῦ ὄντος. ἥρμοσται δὲ ἡ μὲν τῇ ἀνθρωπίνῃ μαντικῇ, ἣν Αἰγύπτιοί τε καὶ Χαλδαῖοι καὶ πρὸ τούτων Ἰνδοὶ ξυνέθεσαν, μυρίοις ἀστέρων στοχαζόμενοι τοῦ ὄντος, ἡ δὲ τῇ θεσπιῳδῷ τε καὶ χρηστηριώδει: καὶ γὰρ δὴ καὶ τοῦ Πυθίου ἐστὶν ἀκούειν ‘οἶδα δ᾽ ἐγὼ ψάμμου τ᾽ ἀριθμὸν καὶ μέτρα θαλάσσης’ καὶ

τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς
καὶ

Νέρων Ὀρέστης Ἀλκμαίων μητροκτόνοι
καὶ πολλὰ τοιαῦτα, ὥσπερ σοφιστοῦ, λέγοντος. ἡ μὲν δὴ ἀρχαία σοφιστικὴ καὶ τὰ φιλοσοφούμενα ὑποτιθεμένη διῄει αὐτὰ ἀποτάδην καὶ ἐς μῆκος, διελέγετο μὲν γὰρ περὶ ἀνδρείας, διελέγετο δὲ περὶ δικαιότητος, ἡρώων τε πέρι καὶ θεῶν καὶ ὅπη ἀπεσχημάτισται ἡ ἰδέα τοῦ κόσμου. ἡ δὲ μετ᾽ ἐκείνην, ἣν οὐχὶ νέαν, ἀρχαία γάρ, δευτέραν δὲ μᾶλλον προσρητέον, τοὺς πένητας ὑπετυπώσατο καὶ τοὺς πλουσίους καὶ τοὺς ἀριστέας καὶ τοὺς τυράννους καὶ [p. 3] τὰς ἐς ὄνομα ὑποθέσεις, ἐφ᾽ ἃς ἡ ἱστορία ἄγει. ἦρξε δὲ τῆς μὲν ἀρχαιοτέρας Γοργίας ὁ Λεοντῖνος ἐν Θετταλοῖς, τῆς δὲ δευτέρας Αἰσχίνης ὁ Ἀτρομήτου τῶν μὲν Ἀθήνησι πολιτικῶν ἐκπεσών, Καρίᾳ δὲ ἐνομιλήσας καὶ Ῥόδῳ, καὶ μετεχειρίζοντο τὰς ὑποθέσεις οἱ μὲν ἀπὸ Αἰσχίνου κατὰ τέχνην, οἱ δὲ ἀπὸ Γοργίου κατὰ τὸ δόξαν. Σχεδίων δὲ πηγὰς λόγων οἱ μὲν ἐκ Περικλέους ῥυῆναι πρώτου φασίν, ὅθεν καὶ μέγας ὁ Περικλῆς ἐνομίσθη τὴν γλῶτταν, οἱ δὲ ἀπὸ τοῦ Βυζαντίου Πύθωνος, ὃν Δημοσθένης μόνος Ἀθηναίων ἀνασχεῖν φησι θρασυνόμενον καὶ πολὺν ῥέοντα, οἱ δὲ Αἰσχίνου φασὶ τὸ σχεδιάζειν εὕρημα, τοῦτον γὰρ πλεύσαντα ἐκ Ῥόδου παρὰ τὸν Κᾶρα Μαύσωλον σχεδίῳ αὐτὸν λόγῳ ἧσαι. ἐμοὶ δὲ πλεῖστα μὲν ἀνθρώπων Αἰσχίνης δοκεῖ σχεδιάσαι πρεσβεύων τε καὶ ἀποπρεσβεύων συνηγορῶν τε καὶ δημηγορῶν, καταλιπεῖν δὲ μόνους τοὺς συγγεγραμμένους τῶν λόγων, ἵνα τῶν Δημοσθένους φροντισμάτων μὴ πολλῷ λείποιτο, σχεδίου δὲ λόγου Γοργίας ἄρξαι — παρελθὼν γὰρ οὗτος ἐς τὸ Ἀθηναίων θέατρον ἐθάρρησεν εἰπεῖν ‘προβάλλετε’ καὶ τὸ κινδύνευμα τοῦτο πρῶτος ἀνεφθέγξατο, ἐνδεικνύμενος δήπου πάντα μὲν εἰδέναι, περὶ παντὸς δ᾽ ἂν εἰπεῖν ἐφιεὶς τῷ καιρῷ — τοῦτο δ᾽ ἐπελθεῖν τῷ Γοργίᾳ διὰ τόδε: προδίκῳ τῷ Κείῳ συνεγέγραπτό τις οὐκ ἀηδὴς λόγος: ἡ ἀρετὴ καὶ ἡ κακία φοιτῶσαι παρὰ τὸν Ἡρακλέα ἐν εἴδει γυναικῶν, ἐσταλμέναι ἡ μὲν ἀπατηλῷ τε καὶ ποικίλῳ, ἡ δὲ ὡς ἔτυχεν, καὶ προτείνουσαι τῷ Ἡρακλεῖ νέῳ ἔτι ἡ μὲν ἀργίαν καὶ τρυφήν, ἡ δὲ αὐχμὸν καὶ πόνους: καὶ τοῦ ἐπὶ πᾶσι διὰ πλειόνων συντεθέντος, τοῦ λόγου ἔμμισθον ἐπίδειξιν ἐποιεῖτο Πρόδικος περιφοιτῶν τὰ ἄστη καὶ [p. 4] θέλγων αὐτὰ τὸν Ὀρφέως τε καὶ Θαμύρου τρόπον, ἐφ᾽ οἷς μεγάλων μὲν ἠξιοῦτο παρὰ Θηβαίοις, πλειόνων δὲ παρὰ Λακεδαιμονίοις, ὡς ἐς τὸ συμφέρον τῶν νέων ἀναδιδάσκων ταῦτα: ὁ δὴ Γοργίας ἐπισκώπτων τὸν Πρόδικον, ὡς ἕωλά τε καὶ πολλάκις εἰρημένα ἀγορεύοντα, ἐπαφῆκεν ἑαυτὸν τῷ. οὐ μὴν φθόνου γε ἥμαρτεν: ἦγ γάρ τις Χαιρεφῶν Ἀθήνησιν, οὐχ ὃν ἡ κωμῳδία πύξινον ἐκάλει, ἐκεῖνος μὲν γὰρ ὑπὸ φροντισμάτων ἐνόσει τὸ αἷμα, ὃν δὲ νυνὶ λέγω, ὕβριν ἤσκει καὶ ἀναιδῶς ἐτώθαζεν. οὗτος ὁ Χαιρεφῶν τὴν σπουδὴν τοῦ Γοργίου διαμασώμενος ‘διὰ τί’ ἔφη ‘ὦ Γοργία, οἱ κύαμοι τὴν μὲν γαστέρα φυσῶσι, τὸ δὲ πῦρ οὐ φυσῶσιν;’ ὁ δὲ οὐδὲν ταραχθεὶς ὑπὸ τοῦ ἐρωτήματος ‘τουτὶ μὲν’ ἔφη ‘σοὶ καταλείπω σκοπεῖν, ἐγὼ δὲ ἐκεῖνο πάλαι οἶδα, ὅτι ἡ γῆ τοὺς νάρθηκας ἐπὶ τοὺς τοιούτους φύει.’ Δεινότητα δὲ οἱ Ἀθηναῖοι περὶ τοὺς σοφιστὰς ὁρῶντες ἐξεῖργον αὐτοὺς τῶν δικαστηρίων, ὡς ἀδίκῳ λόγῳ τοῦ δικαίου κρατοῦντας καὶ ἰσχύοντας παρὰ τὸ εὐθύ, ὅθεν Αἰσχίνης καὶ Δημοσθένης προὔφερον μὲν αὐτὸ ἀλλήλοις, οὐχ ὡς ὄνειδος δέ, ἀλλὰ ὡς διαβεβλημένον τοῖς δικάζουσιν, ἰδίᾳ γὰρ ἠξίουν ἀπ᾽ αὐτοῦ θαυμάζεσθαι. καὶ Δημοσθένης μέν, εἰ πιστέα Αἰσχίνῃ, πρὸς τοὺς γνωρίμους ἐκόμπαζεν, ὡς τὴν τῶν δικαστῶν ψῆφον πρὸς τὸ δοκοῦν ἑαυτῷ μεταγαγών, Αἰσχίνης δὲ οὐκ ἄν μοι δοκεῖ πρεσβεῦσαι παρὰ Ῥοδίοις, ἃ μήπω ἐγίγνωσκον, εἰ μὴ καὶ Ἀθήνησιν αὐτὰ ἐσπουδάκει. σοφιστὰς δὲ οἱ παλαιοὶ ἐπωνόμαζον οὐ μόνον τῶν ῥητόρων τοὺς ὑπερφωνοῦντάς τε καὶ λαμπρούς, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ξὺν εὐροίᾳ ἑρμηνεύοντας, [p. 5] ὑπὲρ ὧν ἀνάγκη προτέρων λέγειν, ἐπειδὴ οὐκ ὄντες σοφισταί, δοκοῦντες δὲ παρῆλθον ἐς τὴν ἐπωνυμίαν ταύτην.

α
Εὔδοξος μὲν γὰρ ὁ Κνίδιος τοὺς ἐν Ἀκαδημίᾳ λόγους ἱκανῶς ἐκφροντίσας ὅμως ἐνεγράφη τοῖς σοφισταῖς ἐπὶ τῷ κόσμῳ τῆς ἀπαγγελίας καὶ τῷ σχεδιάζειν εὖ, καὶ ἠξιοῦτο τῆς τῶν σοφιστῶν ἐπωνυμίας καθ᾽ Ἑλλήσποντον καὶ Προποντίδα κατά τε: Μέμφιν καὶ τὴν ὑπὲρ Μέμφιν Αἴγυπτον, ἣν Αἰθιοπία τε ὁρίζει καὶ τῶν ἐκείνῃ σοφῶν οἱ Γυμνοί.

β
λέων δὲ ὁ Βυζάντιος νέος μὲν ὢν ἐφοίτα Πλάτωνι, ἐς δὲ ἄνδρας ἥκων σοφιστὴς προσερρήθη πολυειδῶς ἔχων τοῦ λόγου καὶ πιθανῶς τῶν ἀποκρίσεων. Φιλίππῳ μὲν γὰρ στρατεύοντι ἐπὶ Βυζαντίους προαπαντήσας ‘εἰπέ μοι, ὦ Φίλιππε,’ ἔφη ‘τί παθὼν πολέμου ἄρχεις;’ τοῦ δὲ εἰπόντος ‘ἡ πατρὶς ἡ σὴ καλλίστη πόλεων οὖσα ὑπηγάγετό με ἐρᾶν αὐτῆς καὶ διὰ τοῦτο ἐπὶ θύρας τῶν ἐμαυτοῦ παιδικῶν ἥκω’ ὑπολαβὼν ὁ Λέων ‘οὐ φοιτῶσιν’ ἔφη ‘μετὰ ξιφῶν ἐπὶ τὰς τῶν παιδικῶν θύρας οἱ ἄξιοι τοῦ ἀντερᾶσθαι, οὐ γὰρ πολεμικῶν ὀργάνων, ἀλλὰ μουσικῶν οἱ ἐρῶντες δέονται’. καὶ ἠλευθέρου τὸ Βυζάντιον Δημοσθένους μὲν πολλὰ πρὸς Ἀθηναίους εἰπόντος, Λέοντος δὲ ὀλίγα πρὸς αὐτὸν Φίλιππον. καὶ πρεσβεύων δὲ παρ᾽ Ἀθηναίους οὗτος ὁ Λέων ἐστασίαζε μὲν πολὺν ἤδη χρόνον ἡ πόλις καὶ παρὰ τὰ ἤθη ἐπολιτεύετο, παρελθὼν δ᾽ ἐς τὴν ἐκκλησίαν προσέβαλεν αὐτοῖς ἀθρόον γέλωτα ἐπὶ τῷ εἴδει, ἐπειδὴ πίων ἐφαίνετο καὶ περιττὸς τὴν γαστέρα, [p. 6] ταραχθεὶς δὲ οὐδὲν ὑπὸ τοῦ γέλωτος ‘τί’, ἔφη ‘ὦ Ἀθηναῖοι, γελᾶτε;: ἢ ὅτι παχὺς ἐγὼ καὶ τοσοῦτος; ἔστι μοι καὶ γυνὴ πολλῷ παχυτέρα, καὶ ὁμονοοῦντας μὲν ἡμᾶς χωρεῖ ἡ κλίνη, διαφερομένους δὲ οὐδὲ ἡ οἰκία’, καὶ ἐς ἓν ἦλθεν ὁ τῶν Ἀθηναίων δῆμος ἁρμοσθεὶς ὑπὸ τοῦ Λέοντος σοφῶς ἐπισχεδιάσαντος τῷ καιρῷ.

γ
δίας δὲ ὁ Ἐφέσιος τὸ μὲν πεῖσμα τῆς ἑαυτοῦ φιλοσοφίας ἐξ Ἀκαδημίας ἐβέβλητο, σοφιστὴς δὲ ἐνομίσθη διὰ τόδε: τὸν Φίλιππον ὁρῶν χαλεπὸν ὄντα τοῖς Ἕλλησιν ἐπὶ τὴν Ἀσίαν στρατεύειν ἔπεισε, καὶ πρὸς τοὺς Ἕλληνας διεξῆλθε λέγων, ὡς δέον ἀκολουθεῖν στρατεύοντι, καλὸν γὰρ εἶναι καὶ τὸ ἔξω δουλεύειν ἐπὶ τῷ οἴκοι ἐλευθεροῦσθαι.

δ
καὶ Καρνεάδης δὲ ὁ Ἀθηναῖος ἐν σοφισταῖς ἐγράφετο, φιλοσόφως μὲν γὰρ κατεσκεύαστο τὴν γνώμην, τὴν δὲ ἰσχὺν τῶν λόγων ἐς τὴν ἄγαν ἤλαυνε δεινότητα.

ε
οἶδα καὶ Φιλόστρατον τὸν Αἰγύπτιον Κλεοπάτρᾳ μὲν συμφιλοσοφοῦντα τῇ βασιλίδι, σοφιστὴν δὲ προσρηθέντα, ἐπειδὴ λόγου ἰδέαν πανηγυρικὴν ἥρμοστο καὶ ποικίλην, γυναικὶ ξυνών, ᾗ καὶ αὐτὸ τὸ φιλολογεῖν τρυφὴν εἶχεν, ὅθεν καὶ παρῴδουν τινὲς ἐπ᾽ αὐτῷ τόδε τὸ ἐλεγεῖον:

πανσόφου ὀργὴν ἴσχε Φιλοστράτου, ὃς Κλεοπάτρᾳ
νῦν προσομιλήσας τοῖος ἰδεῖν πέφαται.

ς
καὶ Θεόμνηστον δὲ τὸν Ναυκρατίτην ἐπιδήλως φιλοσοφήσαντα ἡ περιβολὴ τῶν λόγων ἐς τοὺς σοφιστὰς ἀπήνεγκεν.

ζ
Δίωνα δὲ τὸν Προυσαῖον οὐκ οἶδ᾽ ὅ τι χρὴ προσειπεῖν διὰ τὴν ἐς πάντα ἀρετήν, Ἀμαλθείας γὰρ κέρας ἦν, τὸ τοῦ λόγου, ξυγκείμενος μὲν τῶν ἄριστα [p. 7] εἰρημένων τοῦ ἀρίστου, βλέπων δὲ πρὸς τὴν Δημοσθένους ἠχὼ καὶ Πλάτωνος, ᾗ, καθάπερ αἱ μαγάδες τοῖς ὀργάνοις, προσηχεῖ ὁ Δίων τὸ ἑαυτοῦ ἴδιον ξὺν ἀφελείᾳ ἐπεστραμμένῃ. ἀρίστη δὲ ἐν τοῖς Δίωνος λόγοις καὶ ἡ τοῦ ἤθους κρᾶσις: ὑβριζούσαις τε γὰρ πόλεσι πλεῖστα ἐπιπλήξας οὐ φιλολοίδορος, οὐδὲ ἀηδὴς ἔδοξεν, ἀλλ᾽ οἷον ἵππων ὕβριν χαλινῷ καταρτύων μᾶλλον ἢ μάστιγι, πόλεών τε εὐνομουμένων ἐς ἐπαίνους καταστὰς οὐκ ἐπαίρειν αὐτὰς ἔδοξεν, ἀλλ᾽ ἐπιστρέφειν μᾶλλον ὡς ἀπολουμένας, εἰ μεταβάλοιντο. ἦν δὲ αὐτῷ καὶ τὸ τῆς ἄλλης φιλοσοφίας ἦθος οὐ κοινὸν οὐδὲ εἰρωνικόν, ἀλλὰ ἐμβριθῶς μὲν ἐγκείμενον, κεχρωσμένον δέ, οἷον ἡδύσματι, τῇ πρᾳότητι. ὡς δὲ καὶ ἱστορίαν ἱκανὸς ἦν ξυγγράφειν, δηλοῖ τὰ Γετικά, καὶ γὰρ δὴ καὶ ἐς Γέτας ἦλθεν, ὁπότε ἠλᾶτο. τὸν δὲ Εὐβοέα καὶ τὸν τοῦ ψιττακοῦ ἔπαινον καὶ ὁπόσα οὐχ ὑπὲρ μεγάλων ἐσπούδασται τῷ Δίωνι, μὴ μικρὰ ἡγώμεθα, ἀλλὰ σοφιστικά, σοφιστοῦ γὰρ τὸ καὶ ὑπὲρ τοιούτων σπουδάζειν.

γενόμενος δὲ κατὰ τοὺς χρόνους, οὓς Ἀπολλώνιός τε ὁ Τυανεὺς καὶ Εὐφράτης ὁ Τύριος ἐφιλοσόφουν, ἀμφοτέροις ἐπιτηδείως εἶχε καίτοι διαφερομένοις πρὸς ἀλλήλους ἔξω τοῦ φιλοσοφίας ἤθους. τὴν δὲ ἐς τὰ Γετικὰ ἔθνη πάροδον τοῦ ἀνδρὸς φυγὴν μὲν οὐκ ἀξιῶ ὀνομάζειν, ἐπεὶ μὴ προσετάχθη αὐτῷ φυγεῖν, οὐδὲ ἀποδημίαν, ἐπειδὴ τοῦ φανεροῦ ἐξέστη κλέπτων ἑαυτὸν ὀφθαλμῶν τε καὶ ὤτων καὶ ἄλλα ἐν ἄλλῃ γῇ πράττων δέει τῶν κατὰ τὴν πόλιν τυραννίδων, ὑφ᾽ ὧν ἠλαύνετο φιλοσοφία πᾶσα. φυτεύων δὲ καὶ σκάπτων καὶ ἐπαντλῶν βαλανείοις τε καὶ κήποις καὶ πολλὰ τοιαῦτα ὑπὲρ τροφῆς ἐργαζόμενος οὐδὲ τοῦ σπουδάζειν ἠμέλει, ἀλλ᾽ ἀπὸ δυοῖν βιβλίοιν [p. 8] ἑαυτὸν ξυνεῖχεν: ταυτὶ δὲ ἦν ὅ τε Φαίδων ὁ τοῦ Πλάτωνος καὶ Δημοσθένους ὁ κατὰ τῆς πρεσβείας. θαμίζων δὲ ἐς τὰ στρατόπεδα, ἐν οἷσπερ εἰώθει τρύχεσθαι, καὶ τοὺς στρατιώτας ὁρῶν ἐς νεώτερα ὁρμῶντας ἐπὶ Δομετιανῷ ἀπεσφαγμένῳ οὐκ ἐφείσατο ἀταξίαν ἰδὼν ἐκραγεῖσαν, ἀλλὰ γυμνὸς ἀναπηδήσας ἐπὶ βωμὸν ὑψηλὸν ἤρξατο τοῦ λόγου ὧδε: ‘αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,’ καὶ εἰπὼν ταῦτα καὶ δηλώσας ἑαυτόν, ὅτι μὴ πτωχός, μηδὲ ὃν ᾤοντο, Δίων δὲ εἴη ὁ σοφός, ἐπὶ μὲν τὴν κατηγορίαν τοῦ τυράννου πολὺς ἔπνευσεν, τοὺς δὲ στρατιώτας ἐδίδαξεν ἀμείνω φρονεῖν τὰ δοκοῦντα Ῥωμαίοις πράττοντας. καὶ γὰρ ἡ πειθὼ τοῦ ἀνδρὸς οἵα καταθέλξαι καὶ τοὺς μὴ τὰ Ἑλλήνων ἀκριβοῦντας: Τραιανὸς γοῦν ὁ αὐτοκράτωρ ἀναθέμενος αὐτὸν ἐπὶ τῆς Ῥώμης ἐς τὴν χρυσῆν ἅμαξαν, ἐφ᾽ ἧς οἱ βασιλεῖς τὰς ἐκ τῶν πολέμων πομπὰς πομπεύουσιν, ἔλεγε θαμὰ ἐπιστρεφόμενος ἐς τὸν Δίωνα ‘τί μὲν λέγεις, οὐκ οἶδα, φιλῶ δέ σε ὡς ἐμαυτόν’. Σοφιστικώτατοι δὲ τοῦ Δίωνος αἱ τῶν λόγων εἰκόνες, ἐν αἷς εἰ καὶ πολύς, ἀλλὰ καὶ ἐναργὴς καὶ τοῖς ὑποκειμένοις ὅμοιος.

η
ὁμοίως καὶ Φαβωρῖνον τὸν φιλόσοφον ἡ εὐγλωττία ἐν σοφισταῖς ἐκήρυττεν. ἦν μὲν γὰρ τῶν ἑσπερίων Γαλατῶν οὗτος, Ἀρελάτου πόλεως, ἣ ἐπὶ Ἠριδανῷ ποταμῷ ᾤκισται, διφυὴς δὲ ἐτέχθη καὶ ἀνδρόθηλυς, καὶ τοῦτο ἐδηλοῦτο μὲν καὶ παρὰ τοῦ εἴδους, ἀγενείως γὰρ τοῦ προσώπου καὶ γηράσκων εἶχεν, ἐδηλοῦτο δὲ καὶ τῷ φθέγματι, ὀξυηχὲς γὰρ ἠκούετο καὶ λεπτὸν καὶ ἐπίτονον, ὥσπερ ἡ φύσις τοὺς εὐνούχους ἥρμοκεν. θερμὸς δὲ οὕτω τις ἦν τὰ ἐρωτικά, ὡς καὶ μοιχοῦ λαβεῖν αἰτίαν ἐξ ἀνδρὸς [p. 9] ὑπάτου.

διαφορᾶς δὲ αὐτῷ πρὸς Ἀδριανὸν βασιλέα γενομένης οὐδὲν ἔπαθεν. ὅθεν ὡς παράδοξα ἐπεχρησμῴδει τῷ ἑαυτοῦ βίῳ τρία ταῦτα: Γαλάτης ὢν ἑλληνίζειν, εὐνοῦχος ὢν μοιχείας κρίνεσθαι, βασιλεῖ διαφέρεσθαι καὶ ζῆν. τουτὶ δὲ Ἀδριανοῦ ἔπαινος εἴη ἂν μᾶλλον, εἰ βασιλεὺς ὢν ἀπὸ τοῦ ἴσου διεφέρετο πρὸς ὃν ἐξῆν ἀποκτεῖναι. βασιλεὺς δὲ κρείττων,

ὅτε χώσεται ἀνδρὶ χέρηι,
ἢν ὀργῆς κρατῇ, καὶ

θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
ἢν λογισμῷ κολάζηται. βέλτιον δὲ ταῦτα ταῖς τῶν ποιητῶν δόξαις προσγράφειν τοὺς εὖ τιθεμένους τὰ τῶν βασιλέων ἤθη. ἀρχιερεὺς δὲ ἀναρρηθεὶς ἐς τὰ οἴκοι πάτρια ἐφῆκε μὲν κατὰ τοὺς ὑπὲρ τῶν τοιούτων νόμους, ὡς ἀφειμένος τοῦ λειτουργεῖν, ἐπειδὴ ἐφιλοσόφει, τὸν δὲ αὐτοκράτορα ὁρῶν ἐναντίαν ἑαυτῷ θέσθαι διανοούμενον, ὡς μὴ φιλοσοφοῦντι, ὑπετέμετο αὐτὸν ὧδε: ‘ἐνύπνιόν μοι,’ ἔφη ‘ὦ βασιλεῦ, γέγονεν, ὃ καὶ πρὸς σὲ χρὴ εἰρῆσθαι: ἐπιστὰς γάρ μοι Δίων ὁ διδάσκαλος ἐνουθέτει με ὑπὲρ τῆς δίκης λέγων, ὅτι μὴ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ ταῖς πατρίσι γεγόναμεν: ὑποδέχομαι δή, ὦ βασιλεῦ, τὴν λειτουργίαν καὶ τῷ διδασκάλῳ πείθομαι.’

ταῦτα ὁ μὲν αὐτοκράτωρ διατριβὴν ἐπεποίητο, καὶ διῆγε τὰς βασιλείους φροτίδας >ἀπονεύων ἐς σοφιστάς τε καὶ φιλοσόφους, Ἀθηναίοις δὲ δεινὰ ἐφαίνετο καὶ συνδραμόντες αὐτοὶ μάλιστα οἱ ἐν τέλει Ἀθηναῖοι χαλκῆν εἰκόνα κατέβαλον τοῦ ἀνδρὸς ὡς πολεμιωτάτου τῷ αὐτοκράτορι: ὁ δέ, ὡς ἤκουσεν, οὐδὲν σχετλιάσας οὐδὲ ἀγριάνας ὑπὲρ ὧν ὕβριστο ‘ὤνητ᾽ ἂν’ ἔφη ‘καὶ Σωκράτης εἰκόνα [p. 10] χαλκῆν ὑπ᾽ Ἀθηναίων ἀφαιρεθεὶς μᾶλλον ἢ πιὼν κώνειον.’ Ἐπιτηδειότατος μὲν οὖν Ἡρώδῃ τῷ σοφιστῇ ἐγένετο διδάσκαλόν τε ἡγουμένῳ καὶ πατέρα καὶ πρὸς αὐτὸν γράφοντι ‘πότε σε ἴδω καὶ πότε σου περιλείξω τὸ στόμα;’ ὅθεν καὶ τελευτῶν κληρονόμον Ἡρώδην ἀπέφηνε τῶν τε βιβλίων, ὁπόσα ἐκέκτητο, καὶ τῆς ἐπὶ τῇ Ῥώμῃ οἰκίας καὶ τοῦ Αὐτοληκύθου. ἦν δὲ οὗτος Ἰνδὸς μὲν καὶ ἱκανῶς μέλας, ἄθυρμα δὲ Ἡρώδου τε καὶ Φαβωρίνου, ξυμπίνοντας γὰρ αὐτοὺς διῆγεν ἐγκαταμιγνὺς Ἰνδικοῖς Ἀττικὰ καὶ πεπλανημένῃ τῇ γλώττῃ βαρβαρίζων. ἡ δὲ γενομένη πρὸς τὸν Πολέμωνα τῷ Φαβωρίνῳ διαφορὰ ἤρξατο μὲν ἐν Ἰωνίᾳ προσθεμένων αὐτῷ τῶν Ἐφεσίων, ἐπεὶ τὸν Πολέμωνα ἡ Σμύρνα ἐθαύμαζεν, ἐπέδωκε δὲ ἐν τῇ Ῥώμῃ, ὕπατοι γὰρ καὶ παῖδες ὑπάτων οἱ μὲν τὸν ἐπαινοῦντες, οἱ δὲ τόν, ἦρξαν αὐτοῖς φιλοτιμίας, ἣ πολὺν ἐκκαίει φθόνον καὶ σοφοῖς ἀνδράσιν. συγγνωστοὶ μὲν οὖν τῆς φιλοτιμίας, τῆς ἀνθρωπείας φύσεως τὸ φιλότιμον ἀγήρων ἡγουμένης, μεμπτέοι δὲ τῶν λόγων, οὓς ἐπ᾽ ἀλλήλους ξυνέθεσαν, ἀσελγὴς γὰρ λοιδορία, κἂν ἀληθὴς τύχῃ, οὐκ ἀφίησιν αἰσχύνης οὐδὲ τὸν ὑπὲρ τοιούτων εἰπόντα. τοῖς μὲν οὖν σοφιστὴν τὸν Φαβωρῖνον καλοῦσιν ἀπέχρη ἐς ἀπόδειξιν καὶ αὐτὸ τὸ διενεχθῆναι αὐτὸν σοφιστῇ, τὸ γὰρ φιλότιμον, οὗ ἐμνήσθην, ἐπὶ τοὺς ἀντιτέχνους φοιτᾷ.

ἥρμοσται δὲ τὴν γλῶτταν ἀνειμένως μέν, σοφῶς δὲ καὶ ποτίμως. ἐλέγετο δὲ σὺν εὐροίᾳ σχεδιάσαι. τὰ μὲν δὴ ἐς Πρόξενον μήτ᾽ ἂν ἐνθυμηθῆναι τὸν Φαβωρῖνον μήτ᾽ ἂν ξυνθεῖναι, ἀλλ᾽ εἶναι αὐτὰ μειρακίου φρόντισμα μεθύοντος, μᾶλλον δὲ ἐμοῦντος, [p. 11] τὸν δὲ ἐπὶ τῷ ἀώρῳ καὶ τὸν ὑπὲρ τῶν μονομάχων καὶ τὸν ὑπὲρ τῶν βαλανείων γνησίους τε ἀποφαινόμεθα καὶ εὖ ξυγκειμένους, καὶ πολλῷ μᾶλλον τοὺς φιλοσοφουμένους αὐτῷ τῶν λόγων, ὧν ἄριστοι οἱ Πυρρώνειοι: τοὺς γὰρ Πυρρωνείους ἐφεκτικοὺς ὄντας οὐκ ἀφαιρεῖται καὶ τὸ δικάζειν δύνασθαι. διαλεγομένου δὲ αὐτοῦ κατὰ τὴν Ῥώμην μεστὰ ἦν σπουδῆς πάντα, καὶ γὰρ δὴ καὶ ὅσοι τῆς Ἑλλήνων φωνῆς ἀξύνετοι ἦσαν, οὐδὲ τούτοις ἀφ᾽ ἡδονῆς ἡ ἀκρόασις ἦν, ἀλλὰ κἀκείνους ἔθελγε τῇ τε ἠχῇ τοῦ φθέγματος καὶ τῷ σημαίνοντι τοῦ βλέμματος καὶ τῷ ῥυθμῷ τῆς γλώττης. ἔθελγε δὲ αὐτοὺς τοῦ λόγου καὶ τὸ ἐπὶ πᾶσιν, ὃ ἐκεῖνοι μὲν ᾠδὴν ἐκάλουν, ἐγὼ δὲ φιλοτιμίαν, ἐπειδὴ τοῖς ἀποδεδειγμένοις ἐφυμνεῖται. Δίωνος μὲν οὖν ἀκοῦσαι λέγεται, τοσοῦτον δὲ ἀφέστηκεν, ὅσον οἱ μὴ ἀκούσαντες. τοσαῦτα μὲν ὑπὲρ τῶν φιλοσοφησάντων ἐν δόξῃ τοῦ σοφιστεῦσαι. οἱ δὲ κυρίως προσρηθέντες σοφισταὶ ἐγένοντο οἵδε:

θ
Σικελία Γοργίαν ἐν Λεοντίνοις ἤνεγκεν, ἐς ὃν ἀναφέρειν ἡγώμεθα τὴν τῶν σοφιστῶν τέχνην, ὥσπερ ἐς πατέρα: εἰ γὰρ τὸν Αἰσχύλον ἐνθυμηθείημεν, ὡς πολλὰ τῇ τραγῳδίᾳ ξυνεβάλετο ἐσθῆτί τε αὐτὴν κατασκευάσας καὶ ὀκρίβαντι ὑψηλῷ καὶ ἡρώων εἴδεσιν ἀγγέλοις τε καὶ ἐξαγγέλοις καὶ οἷς ἐπὶ σκηνῆς τε καὶ ὑπὸ σκηνῆς χρὴ πράττειν, τοῦτο ἂν εἴη καὶ ὁ Γοργίας τοῖς ὁμοτέχνοις. ὁρμῆς τε γὰρ τοῖς σοφισταῖς ἦρξε καὶ παραδοξολογίας καὶ πνεύματος καὶ τοῦ τὰ μεγάλα μεγάλως ἑρμηνεύειν, ἀποστάσεών τε καὶ προσβολῶν, ὑφ᾽ ὧν ὁ λόγος ἡδίων ἑαυτοῦ γίγνεται καὶ σοβαρώτερος, περιεβάλλετο δὲ καὶ ποιητικὰ ὀνόματα ὑπὲρ κόσμου καὶ σεμνότητος. [p. 12] ὡς μὲν οὖν καὶ ῥᾷστα ἀπεσχεδίαζεν, εἴρηταί μοι κατὰ ἀρχὰς τοῦ λόγου, διαλεχθεὶς δὲ Ἀθήνησιν ἤδη γηράσκων εἰ μὲν ὑπὸ τῶν πολλῶν ἐθαυμάσθη, οὔπω θαῦμα, ὁ δέ, οἶμαι, καὶ τοὺς ἐλλογιμωτάτους ἀνηρτήσατο, Κριτίαν μὲν καὶ Ἀλκιβιάδην νέω ὄντε, Θουκυδίδην δὲ καὶ Περικλέα ἤδη γηράσκοντε. καὶ Ἀγάθων δὲ ὁ τῆς τραγῳδίας ποιητής, ὃν ἡ κωμῳδία σοφόν τε καὶ καλλιεπῆ οἶδε, πολλαχοῦ τῶν ἰάμβων γοργιάζει.

ἐμπρέπων δὲ καὶ ταῖς τῶν Ἑλλήνων πανηγύρεσι τὸν μὲν λόγον τὸν Πυθικὸν ἀπὸ τοῦ βωμοῦ ἤχησεν, ἐφ᾽ οὗ καὶ χρυσοῦς ἀνετέθη, ἐν τῷ τοῦ Πυθίου ἱερῷ, ὁ δὲ Ὀλυμπικὸς λόγος ὑπὲρ τοῦ μεγίστου αὐτῷ ἐπολιτεύθη. στασιάζουσαν γὰρ τὴν Ἑλλάδα ὁρῶν ὁμονοίας ξύμβουλος αὐτοῖς ἐγένετο τρέπων ἐπὶ τοὺς βαρβάρους καὶ πείθων ἆθλα ποιεῖσθαι τῶν ὅπλων μὴ τὰς ἀλλήλων πόλεις, ἀλλὰ τὴν τῶν βαρβάρων χώραν. ὁ δὲ ἐπιτάφιος, ὃν διῆλθεν Ἀθήνησιν, εἴρηται μὲν ἐπὶ τοῖς ἐκ τῶν πολέμων, πεσοῦσιν οὓς Ἀθηναῖοι δημοσίᾳ ξὺν ἐπαίνοις ἔθαψαν, σοφίᾳ δὲ ὑπερβαλλούσῃ ξύγκειται: παροξύνων τε γὰρ τοὺς Ἀθηναίους ἐπὶ Μήδους τε καὶ Πέρσας καὶ τὸν αὐτὸν νοῦν τῷ Ὀλυμπικῷ ἀγωνιζόμενος ὑπὲρ ὁμονοίας μὲν τῆς πρὸς τοὺς Ἕλληνας οὐδὲν διῆλθεν, ἐπειδὴ πρὸς Ἀθηναίους ἦν ἀρχῆς ἐρῶντας, ἣν οὐκ ἦν κτήσασθαι μὴ τὸ δραστήριον αἱρουμένους, ἐνδιέτριψε δὲ τοῖς τῶν Μηδικῶν τροπαίων ἐπαίνοις, ἐνδεικνύμενος αὐτοῖς, ὅτι τὰ μὲν κατὰ τῶν βαρβάρων τρόπαια ὕμνους ἀπαιτεῖ, τὰ δὲ κατὰ τῶν Ἑλλήνων θρήνους.

λέγεται δὲ ὁ Γοργίας ἐς ὀκτὼ καὶ ἑκατὸν ἐλάσας ἔτη μὴ καταλυθῆναι τὸ σῶμα ὑπὸ τοῦ γήρως, ἀλλ᾽ ἄρτιος καταβιῶναι καὶ τὰς αἰσθήσεις ἡβῶν. [p. 13]

ι
Πρωταγόρας δὲ ὁ Ἀβδηρίτης σοφιστὴς καὶ Δημοκρίτου μὲν ἀκροατὴς οἴκοι ἐγένετο, ὡμίλησε δὲ καὶ τοῖς ἐκ Περσῶν μάγοις κατὰ τὴν Ξέρξου ἐπὶ τὴν Ἑλλάδα ἔλασιν. πατὴρ γὰρ ἦν αὐτῷ Μαίανδρος πλούτῳ κατεσκευασμένος παρὰ πολλοὺς τῶν ἐν τῇ Θρᾴκῃ, δεξάμενος δὲ καὶ τὸν Ξέρξην οἰκίᾳ τε καὶ δώροις τὴν ξυνουσίαν τῶν μάγων τῷ παιδὶ παρ᾽ αὐτοῦ εὕρετο. οὐ γὰρ παιδεύουσι τοὺς μὴ Πέρσας Πέρσαι μάγοι, ἢν μὴ ὁ βασιλεὺς ἐφῇ. τὸ δὲ ἀπορεῖν φάσκειν, εἴτε εἰσὶ θεοί, εἴτε οὐκ εἰσί, δοκεῖ μοι Πρωταγόρας ἐκ τῆς Περσικῆς παιδεύσεως παρανομῆσαι: μάγοι γὰρ ἐπιθειάζουσι μὲν οἷς ἀφανῶς δρῶσι, τὴν δὲ ἐκ φανεροῦ δόξαν τοῦ θείου καταλύουσιν οὐ βουλόμενοι δοκεῖν παρ᾽ αὐτοῦ δύνασθαι. διὰ μὲν δὴ τοῦτο πάσης γῆς ὑπὸ Ἀθηναίων ἠλάθη, ὡς μέν τινες, κριθείς, ὡς δὲ ἐνίοις δοκεῖ, ψήφου ἐπενεχθείσης μὴ κριθέντι. νήσους δὲ ἐξ ἠπείρων ἀμείβων καὶ τὰς Ἀθηναίων τριήρεις φυλαττόμενος πάσαις θαλάτταις ἐνεσπαρμένας κατέδυ πλέων ἐν ἀκατίῳ μικρῷ. τὸ δὲ μισθοῦ διαλέγεσθαι πρῶτος εὗρε, πρῶτος δὲ παρέδωκεν Ἕλλησι πρᾶγμα οὐ μεμπτόν, ἃ γὰρ σὺν δαπάνῃ σπουδάζομεν, μᾶλλον ἀσπαζόμεθα τῶν προῖκα. γνοὺς δὲ τὸν Πρωταγόραν ὁ Πλάτων σεμνῶς μὲν ἑρμηνεύοντα, ἐνυπτιάζοντα δὲ τῇ σεμνότητι καί που καὶ μακρολογώτερον τοῦ συμμέτρου, τὴν ἰδέαν αὐτοῦ μύθῳ μακρῷ ἐχαρακτήρισεν.

ια
Ἱππίας δὲ ὁ σοφιστὴς ὁ Ἠλεῖος τὸ μὲν μνημονικὸν οὕτω τι καὶ γηράσκων ἔρρωτο, ὡς καὶ πεντήκοντα ὀνομάτων ἀπούσας ἅπαξ ἀπομνημονεύειν αὐτὰ καθ᾽ ἣν ἤκουσε τάξιν, ἐσήγετο δὲ ἐς τὰς διαλέξεις γεωμετρίαν ἀστρονομίαν μουσικὴν ῥυθμούς, διελέγετο δὲ καὶ περὶ ζωγραφίας καὶ περὶ ἀγαλματοποιίας. ταῦτα [p. 14] ἑτέρωθι, ἐν Λακεδαίμονι δὲ γένη τε διῄει πόλεων καὶ ἀποικίας καὶ ἔργα, ἐπειδὴ οἱ Λακεδαιμόνιοι διὰ τὸ βούλεσθαι ἄρχειν τῇ ἰδέᾳ ταύτῃ ἔχαιρον. ἔστιν δὲ αὐτῷ καὶ Τρωικὸς διάλογος, οὐ λόγος: ὁ Νέστωρ ἐν Τροίᾳ ἁλούσῃ ὑποτίθεται Νεοπτολέμῳ τῷ Ἀχιλλέως, ἃ χρὴ ἐπιτηδεύοντα ἄνδρα ἀγαθὸν φαίνεσθαι. πλεῖστα δὲ Ἑλλήνων πρεσβεύσας ὑπὲρ τῆς Ἤλιδος οὐδαμοῦ κατέλυσε τὴν ἑαυτοῦ δόξαν δημηγορῶν τε καὶ διαλεγόμενος, ἀλλὰ καὶ χρήματα πλεῖστα ἐξέλεξε καὶ φυλαῖς ἐνεγράφη πόλεων μικρῶν τε καὶ μειζόνων. παρῆλθε καὶ ἐς τὴν Ἰνυκὸν ὑπὲρ χρημάτων, τὸ δὲ πολίχνιον τοῦτο Σικελικοί εἰσιν, οὓς ὁ Πλάτων τῷ Γοργίᾳ ἐπισκώπτει. εὐδοκιμῶν δὲ καὶ τὸν ἄλλον χρόνον ἔθελγε τὴν Ἑλλάδα ἐν Ὀλυμπίᾳ λόγοις ποικίλοις καὶ πεφροντισμένοις εὖ. ἑρμήνευε δὲ οὐκ ἐλλιπῶς, ἀλλὰ περιττῶς καὶ κατὰ φύσιν, ἐς ὀλίγα καταφεύγων τῶν ἐκ ποιητικῆς ὀνόματα.

ιβ
Προδίκου δὲ τοῦ Κείου ὄνομα τοσοῦτον ἐπὶ σοφίᾳ ἐγένετο, ὡς καὶ τὸν Γρύλλου Ξενοφῶντα ἐν Βοιωτοῖς δεθέντα ἀκροᾶσθαι διαλεγομένου, καθιστάντα ἐγγυητὴν τοῦ σώματος. πρεσβεύων δὲ παρὰ Ἀθηναίους παρελθὼν ἐς τὸ βουλευτήριον ἱκανώτατος ἔδοξεν ἀνθρώπων, καίτοι δυσήκοον καὶ βαρὺ φθεγγόμενος. ἀνίχνευε δὲ οὗτος τοὺς εὐπατρίδας τῶν νέων καὶ τοὺς ἐκ τῶν βαθέων οἴκων, ὡς καὶ προξένους ἐκτῆσθαι ταύτης τῆς θήρας, χρημάτων τε γὰρ ἥττων ἐτύγχανε καὶ ἡδοναῖς ἐδεδώκει. τὴν δὲ Ἡρακλέους αἵρεσιν τὸν τοῦ Προδίκου λόγον οὗ κατ᾽ ἀρχὰς ἐπεμνήσθην, οὐδὲ Ξενοφῶν ἀπηξίωσε μὴ οὐχὶ ἑρμηνεῦσαι. καὶ τί ἂν χαρακτηρίζοιμεν τὴν τοῦ Προδίκου γλῶτταν, Ξενοφῶντος αὐτὴν ἱκανῶς ὑπογράφοντος; [p. 15]

ιγ
πῶλον δὲ τὸν Ἀκραγαντῖνον Γοργίας σοφιστὴν ἐξεμελέτησε πολλῶν, ὥς φασι, χρημάτων, καὶ γὰρ δὴ καὶ τῶν πλουτούντων ὁ Πῶλος. εἰσὶ δέ, οἵ φασι καὶ τὰ πάρισα καὶ τὰ ἀντίθετα καὶ τὰ ὁμοιοτέλευτα Πῶλον εὑρηκέναι πρῶτον, οὐκ ὀρθῶς λέγοντες, τῇ γὰρ τοιᾷδε ἀγλαίᾳ τοῦ λόγου Πῶλος εὑρημένῃ κατεχρήσατο, ὅθεν ὁ Πλάτων διαπτύων αὐτὸν ἐπὶ τῇ φιλοτιμίᾳ ταύτῃ φησίν: ‘ὦ λῷστε Πῶλε, ἵνα σε προσείπω κατὰ σέ.’

ιδ
οἱ δὲ καὶ Θρασύμαχον τὸν Καλχηδόνιον ἐν σοφισταῖς γράφοντες δοκοῦσί μοι παρακούειν Πλάτωνος ταὐτὸν εἶναι λέοντα ξυρεῖν καὶ συκοφαντεῖν Θρασύμαχον: δικογραφίαν γὰρ αὐτῷ προφέροντός ἐστί που ταῦτα καὶ τὸ ἐν δικαστηρίοις συκοφαντοῦντα τρίβεσθαι.

ιε
Ἀντιφῶντα δὲ τὸν Ῥαμνούσιον οὐκ οἶδ᾽, εἴτε χρηστὸν δεῖ προσειπεῖν, εἴτε φαῦλον. χρηστὸς μὲν γὰρ προσειρήσθω διὰ τάδε: ἐστρατήγησε πλεῖστα, ἐνίκησε πλεῖστα, ἑξήκοντα τριήρεσι πεπληρωμέναις ηὔξησεν Ἀθηναίοις τὸ ναυτικόν, ἱκανώτατος ἀνθρώπων ἔδοξεν εἰπεῖν τε καὶ γνῶναι: διὰ μὲν δὴ ταῦτα ἐμοί τε ἐπαινετέος καὶ ἑτέρῳ. κακὸς δ᾽ ἂν εἰκότως διὰ τάδε φαίνοιτο: κατέλυσε τὴν δημοκρατίαν, ἐδούλωσε τὸν Ἀθηναίων δῆμον, ἐλακώνισε κατ᾽ ἀρχὰς μὲν ἀφανῶς, ὕστερον δ᾽ ἐπιδήλως, τυράννων τετρακοσίων δῆμον ἐπαφῆκε τοῖς Ἀθηναίων πράγμασιν.

ῥητορικὴν δὲ τὸν Ἀντιφῶντα οἱ μὲν οὐκ οὖσαν εὑρεῖν, οἱ δ᾽ εὑρημένην αὐξῆσαι, γενέσθαι τε αὐτὸν οἱ μὲν αὐτομαθῶς σοφόν, οἱ δὲ ἐκ πατρός. πατέρα γὰρ εἶναι δὴ αὐτῷ Σώφιλον διδάσκαλον ῥητορικῶν λόγων, ὃς ἄλλους τε τῶν ἐν δυνάμει καὶ τὸν τοῦ Κλεινίου ἐπαίδευσεν. πιθαντώτατος δὲ ὁ Ἀντιφῶν γενόμενος [p. 16] καὶ προσρηθεὶς Νέστωρ ἐπὶ τῷ περὶ παντὸς εἰπὼν ἂν πεῖσαι νηπενθεῖς ἀκροάσεις ἐπήγγειλεν, ὡς οὐδὲν οὕτω δεινὸν ἐρούντων ἄχος, ὃ μὴ ἐξελεῖν τῆς γνώμης. καθάπτεται δὲ ἡ κωμῳδία τοῦ Ἀντιφῶντος ὡς δεινοῦ τὰ δικανικὰ καὶ λόγους κατὰ τοῦ δικαίου ξυγκειμένους ἀποδιδομένου πολλῶν χρημάτων αὐτοῖς μάλιστα τοῖς κινδυνεύουσιν. τουτὶ ὁποίαν ἔχει φύσιν, ἐγὼ δηλώσω: ἄνθρωποι κατὰ μὲν τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας τιμῶσι τοὺς ἐν ἑκάστῃ αὐτῶν προὔχοντας καὶ θαυμάζουσι τῶν ἰατρῶν τοὺς μᾶλλον παρὰ τοὺς ἧττον, θαυμάζουσι δ᾽ ἐν μαντικῇ καὶ μουσικῇ τὸν σοφώτερον, τὴν αὐτὴν καὶ περὶ τεκτονικῆς καὶ πασῶν βαναύσων τιθέμενοι ψῆφον, ῥητορικὴν δὲ ἐπαινοῦσι μέν, ὑποπτεύουσι δὲ ὡς πανοῦργον καὶ φιλοχρήματον καὶ κατὰ τοῦ δικαίου ξυγκειμένην. γιγνώσκουσι δ᾽ οὕτω περὶ τῆς τέχνης οὐχ οἱ πολλοὶ μᾶλλον, ἀλλὰ καὶ τῶν σπουδαίων οἱ ἐλλογιμώτατοι: καλοῦσι γοῦν δεινοὺς ῥήτορας τοὺς ἱκανῶς μὲν συνιέντας, ἱκανῶς δὲ ἑρμηνεύοντας, οὐκ εὔφημον ἐπωνυμίαν τιθέμενοι τῷ πλεονεκτήματι. τούτου δὲ φύσιν τοιαύτην ἔχοντος οὐκ ἀπεικὸς ἦν, οἶμαι, γενέσθαι καὶ τὸν Ἀντιφῶντα κωμῳδίας λόγον αὐτὰ μάλιστα κωμῳδούσης τὰ λόγου ἄξια.

ἀπέθανε μὲν οὖν περὶ Σικελίαν ὑπὸ Διονυσίου τοῦ τυράννου, τὰς δ᾽ αἰτίας, ἐφ᾽ αἷς ἀπέθανεν, Ἀντιφῶντι μᾶλλον ἢ Διονυσίῳ προσγράφομεν: διεφαύλιζε γὰρ τὰς τοῦ Διονυσίου τραγῳδίας, ἐφ᾽ αἷς ὁ Διονύσιος ἐφρόνει μεῖζον ἢ ἐπὶ τῷ τυραννεύειν, σπουδάζοντος δὲ τοῦ τυράννου περὶ εὐγενείας χαλκοῦ καὶ ἐρομένου τοὺς παρόντας, τίς ἤπειρος ἢ νῆσος, ἣ τὸν ἄριστον χαλκὸν φύει, παρατυχὼν ὁ Ἀντιφῶν τῷ λόγῳ‘ἐγὼ ἄριστον’ ἔφη ‘οἶδα τὸν Ἀθήνησιν, οὗ [p. 17] γεγόνασιν Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνες.’ ἐπὶ μὲν δὴ τούτοις ἀπέθανεν, ὡς ὑφέρπων τὸν Διονύσιον καὶ τρέπων ἐπ᾽ αὐτὸν τοὺς Σικελιώτας. ἥμαρτε δὲ ὁ Ἀντιφῶν πρῶτον μὲν τυράννῳ προσκρούων, ὑφ᾽ ᾧ ζῆν ᾕρητο μᾶλλον ἢ οἴκοι δημοκρατεῖσθαι, ἔπειτα Σικελιώτας μὲν ἐλευθερῶν, Ἀθηναίους δὲ δουλούμενος. καὶ μὴν καὶ τοῦ τραγῳδίαν ποιεῖν ἀπάγων τὸν Διονύσιον ἀπῆγεν αὐτὸν τοῦ ῥᾳθυμεῖν, αἱ γὰρ τοιαίδε σπουδαὶ ῥᾴθυμοι, καὶ οἱ τύραννοι δὲ αἱρετώτεροι τοῖς ἀρχομένοις ἀνειμένοι μᾶλλον ἢ ξυντείνοντες, εἰ γὰρ ἀνήσουσιν, ἧττον μὲν ἀποκτενοῦσιν, ἧττον δὲ δράσονταί τε καὶ ἁρπάσονται, τύραννος δὲ τραγῳδίαις ἐπιτιθέμενος ἰατρῷ εἰκάσθω νοσοῦντι μέν, ἑαυτὸν δὲ θεραπεύοντι: αἱ γὰρ μυθοποιίαι καὶ αἱ μονῳδίαι καὶ οἱ ῥυθμοὶ τῶν χορῶν καὶ ἡ τῶν ἠθῶν μίμησις, ὧν ἀνάγκη τὰ πλείω χρηστὰ φαίνεσθαι, μεταβάλλει τοὺς τυράννους τοῦ ἀπαραιτήτου καὶ σφοδροῦ, καθάπερ αἱ φαρμακοποσίαι τὰς νόσους. ταῦτα μὴ κατηγορίαν Ἀντιφῶντος, ἀλλὰ ξυμβουλίαν ἐς πάντας ἡγώμεθα τοῦ μὴ ἐκκαλεῖσθαι τὰς τυραννίδας, μηδὲ ἐς ὀργὴν ἄγειν ἤθη ὠμά.

λόγοι δ᾽ αὐτοῦ δικανικοὶ μὲν πλείους, ἐν οἷς ἡ δεινότης καὶ πᾶν τὸ ἐκ τέχνης ἔγκειται, σοφιστικοὶ δὲ καὶ ἕτεροι μέν, σοφιστικώτερος δὲ ὁ ὑπὲρ τῆς ὁμονοίας, ἐν ᾧ γνωμολογίαι τε λαμπραὶ καὶ φιλόσοφοι σεμνή τε ἀπαγγελία καὶ ἐπηνθισμένη ποιητικοῖς ὀνόμασι καὶ τὰ ἀποτάδην ἑρμηνευόμενα παραπλήσια τῶν πεδίων τοῖς λείοις.

ις
Κριτίας δὲ ὁ σοφιστὴς εἰ μὲν κατέλυσε τὸν Ἀθηναίων δῆμον, οὔπω κακός — καταλυθείη γὰρ ἂν καὶ ὑφ᾽ ἑαυτοῦ δῆμος οὕτω τι ἐπηρμένος, ὡς μηδὲ τῶν κατὰ νόμους ἀρχόντων ἀκροᾶσθαι — [p. 18] ἀλλ᾽ ἐπεὶ λαμπρῶς μὲν ἐλακώνισε, προὐδίδου δὲ τὰ ἱερά, καθῄρει δὲ διὰ Λυσάνδρου τὰ τείχη, οὓς δ᾽ ἤλαυνε τῶν Ἀθηναίων τὸ στῆναί ποι τῆς Ἑλλάδος ἀφῃρεῖτο πόλεμον Λακωνικὸν ἀνειπὼν ἐς πάντας, εἴ τις τὸν Ἀθηναῖον φεύγοντα δέξοιτο, ὠμότητι δὲ καὶ μιαιφονίᾳ τοὺς τριάκοντα ὑπερεβάλλετο βουλεύματός τε ἀτόπου τοῖς Λακεδαιμονίοις ξυνελάμβανεν, ὡς μηλόβοτος ἡ Ἀττικὴ ἀποφανθείη τῆς τῶν ἀνθρώπων ἀγέλης ἐκκενωθεῖσα, κάκιστος ἀνθρώπων ἔμοιγε φαίνεται ξυμπάντων, ὧν ἐπὶ κακίᾳ ὄνομα.

καὶ εἰ μὲν ἀπαίδευτος ὢν ἐς τάδε ὑπήχθη, ἔρρωτο ἂν ὁ λόγος τοῖς φάσκουσιν ὑπὸ Θετταλίας καὶ τῆς ἐκείνῃ ὁμιλίας παρεφθορέναι αὐτόν, τὰ γὰρ ἀπαίδευτα ἤθη εὐπαράγωγα πάντως ἐς βίου αἵρεσιν: ἐπεὶ δὲ ἄριστα μὲν ἦν πεπαιδευμένος, γνώμας δὲ πλείστας ἑρμηνεύων, ἐς Δρωπίδην δ᾽ ἀναφέρων, ὃς μετὰ Σόλωνα Ἀθηναίοις ἦρξεν, οὐκ ἂν διαφύγοι παρὰ τοῖς πολλοῖς αἰτίαν τὸ μὴ οὐ κακίᾳ φύσεως ἁμαρτεῖν ταῦτα. καὶ γὰρ αὖ κἀκεῖνο ἄτοπον Σωκράτει μὲν τῷ Σωφρονίσκου μὴ ὁμοιωθῆναι αὐτόν, ᾧ πλεῖστα δὴ συνεφιλοσόφησε σοφωτάτῳ τε καὶ δικαιοτάτῳ τῶν ἐφ᾽ ἑαυτοῦ δόξαντι, Θετταλοῖς δ᾽ ὁμοιωθῆναι, παρ᾽ οἷς ἀγερωχία καί ἄκρατος καὶ τυραννικὰ ἐν οἴνῳ σπουδάζεται. ἀλλ᾽ ὅμως οὐδὲ Θετταλοὶ σοφίας ἠμέλουν, ἀλλ᾽ ἐγοργίαζον ἐν Θετταλίᾳ μικραὶ καὶ μείζους πόλεις ἐς Γοργίαν ὁρῶσαι τὸν Λεοντῖνον, μετέβαλον δ᾽ ἂν καὶ ἐς τὸ κριτιάζειν, εἴ τινα τῆς ἑαυτοῦ σοφίας ἐπίδειξιν ὁ Κριτίας παρ᾽ αὐτοῖς ἐποιεῖτο: ὁ δὲ ἠμέλει μὲν τούτου, βαρυτέρας δ᾽ αὐτοῖς ἐποίει τὰς ὀλιγαρχίας διαλεγόμενος τοῖς ἐκεῖ δυνατοῖς καὶ καθαπτόμενος μὲν δημοκρατίας ἁπάσης, διαβάλλων δ᾽ Ἀθηναίους, ὡς πλεῖστα ἀνθρώπων ἁμαρτάνοντας, [p. 19] ὥστε ἐνθυμουμένῳ ταῦτα Κριτίας ἂν εἴη Θετταλοὺς διεφθορὼς μᾶλλον ἢ Κριτίαν Θετταλοί.

ἀπέθανε μὲν οὖν ὑπὸ τῶν ἀμφὶ Θρασύβουλον, οἳ κατῆγον ἀπὸ φυγῆς τὸν δῆμον, δοκεῖ δ᾽ ἐνίοις ἀνὴρ ἀγαθὸς γενέσθαι παρὰ τὴν τελευτήν, ἐπειδὴ ἐνταφίῳ τῇ τυραννίδι ἐχρήσατο: ἐμοὶ δὲ ἀποπεφάνθω μηδένα ἀνθρώπων καλῶς δὴ ἀποθανεῖν ὑπὲρ ὧν οὐκ ὀρθῶς εἵλετο, δι᾽ ἅ μοι δοκεῖ καὶ ἡ σοφία τοῦ ἀνδρὸς καὶ τὰ φροντίσματα ἧττον σπουδασθῆναι τοῖς Ἕλλησιν: εἰ γὰρ μὴ ὁμολογήσει ὁ λόγος τῷ ἤθει, ἀλλοτρίᾳ τῇ γλώττῃ δόξομεν φθέγγεθαι, ὥσπερ οἱ αὐλοί.

τὴν δὲ ἰδέαν τοῦ λόγου δογματίας ὁ Κριτίας καὶ πολυγνώμων σεμνολογῆσαί τε ἱκανώτατος οὐ τὴν διθυραμβώδη σεμνολογίαν, οὐδὲ καταφεύγουσαν ἐς τὰ ἐκ ποιητικῆς ὀνόματα, ἀλλ᾽ ἐκ τῶν κυριωτάτων συγκειμένην καὶ κατὰ φύσιν ἔχουσαν. ὁρῶ τὸν ἄνδρα καὶ βραχυλογοῦντα ἱκανῶς καὶ δεινῶς καθαπτόμενον ἐν ἀπολογίας ἤθει, ἀττικίζοντά τε οὐκ ἀκρατῶς, οὐδὲ ἐκφύλως — τὸ γὰρ ἀπειρόκαλον ἐν τῷ ἀττικίζειν βάρβαρον — ἀλλ᾽ ὥσπερ ἀκτίνων αὐγαὶ τὰ Ἀττικὰ ὀνόματα διαφαίνεται τοῦ λόγου. καὶ τὸ ἀσυνδέτως δὲ χωρίῳ προσβαλεῖν Κριτίου ὥρα, καὶ τὸ παραδόξως μὲν ἐνθυμηθῆναι, παραδόξως δ᾽ ἀπαγγεῖλαι Κριτίου ἀγών, τὸ δὲ τοῦ λόγου πνεῦμα ἐλλιπέστερον μέν, ἡδὺ δὲ καὶ λεῖον, ὥσπερ τοῦ Ζεφύρου ἡ αὔρα.

ιζ
ἡ δὲ Σειρὴν ἡ ἐφεστηκυῖα τῷ Ἰσοκράτους τοῦ σοφιστοῦ σήματι, ἐφέστηκε δὲ καὶ οἷον ᾄδουσα, πειθὼ κατηγορεῖ τοῦ ἀνδρός, ἣν συνεβάλετο ῥητορικοῖς νόμοις καὶ ἤθεσι, πάρισα καὶ ἀντίθετα καὶ ὁμοιοτέλευτα οὐχ εὑρὼν πρῶτος, ἀλλ᾽ εὑρημένοις εὖ χρησάμενος, ἐπεμελήθη δὲ καὶ περιβολῆς καὶ ῥυθμοῦ [p. 20] καὶ συνθήκης καὶ κρότου. ταυτὶ δ᾽ ἡτοίμασέ που καὶ τὴν Δημοσθένους γλῶτταν: Δημοσθένης γὰρ μαθητὴς μὲν Ἰσαίου, ζηλωτὴς δὲ Ἰσοκράτους γενόμενος ὑπερεβάλετο αὐτὸν θυμῷ καὶ ἐπιφορᾷ καὶ περιβολῇ καὶ ταχυτῆτι λόγου τε καὶ ἐννοίας. σεμνότης δ᾽ ἡ μὲν Δημοσθένους ἐπεστραμμένη μᾶλλον, ἡ δὲ Ἰσοκράτους ἁβροτέρα τε καὶ ἡδίων. παράδειγμα δὲ ποιώμεθα τῆς Δημοσθένους σεμνότητος: ‘πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ, δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δέ, ἃ ἂν ὁ θεὸς διδῷ, γενναίως.’ ἡ δὲ Ἰσοκράτους σεμνότης ὧδε κεκόσμηται: ‘τῆς γὰρ γῆς ἁπάσης τῆς ὑπὸ τῷ κόσμῳ κειμένης δίχα τετμημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς δὲ Εὐρώπης καλουμένης, τὴν ἡμίσειαν ἐκ τῶν συνθηκῶν εἴληφεν, ὥσπερ πρὸς τὸν Δία τὴν χώραν νεμόμενος.’

τὰ μὲν οὖν πολιτικὰ ὤκνει καὶ ἀπεφοίτα τῶν ἐκκλησιῶν διά τε τὸ ἐλλιπὲς τοῦ φθέγματος, διά τε τὸν Ἀθήνησιν φθόνον ἀντιπολιτευόμενον αὐτοῖς μάλιστα τοῖς σοφώτερόν τι ἑτέρου ἀγορεύουσιν. ὅμως δ᾽ οὐκ ἀπεσπούδαζε τῶν κοινῶν: τόν τε γὰρ Φίλιππον, ἐν οἷς πρὸς αὐτὸν ἔγραφεν, Ἀθηναίοις δήπου διωρθοῦτο, καὶ οἷς περὶ τῆς εἰρήνης συνέγραφεν, ἀνεσκεύαζε τοὺς Ἀθηναίους τῆς θαλάττης, ὡς κακῶς ἐν αὐτῇ ἀκούοντας, ὁ πανηγυρικός τ̓̔ἐστὶν᾽ αὐτῷ λόγος, ὃν διῆλθεν Ὀλυμπίασι τὴν Ἑλλάδα πείθων ἐπὶ τὴν Ἀσίαν στρατεύειν παυσαμένους τῶν οἴκοι ἐγκλημάτων.

οὗτος μὲν οὖν εἰ καὶ κάλλιστος [p. 21] λόγων, αἰτίαν ὅμως παρέδωκεν, ὡς ἐκ τῶν Γοργίᾳ σπουδασθέντων ἐς τὴν αὐτὴν ὑπόθεσιν συντεθείη. ἄριστα δὲ τῶν Ἰσοκράτους φροντισμάτων ὅ τε Ἀρχίδαμος ξύγκειται καὶ ὁ Ἀμάρτυρος, τοῦ μὲν γὰρ διήκει φρόνημα Λακεδαιμονίους τῶν Λευκτρικῶν ἀναφέρον καὶ οὐκ ἀκριβῆ μόνον τὰ ὀνόματα, ἀλλὰ καὶ ἡ ξυνθήκη λαμπρά, ἐναγώνιος δὲ ὁ λόγος, ὡς καὶ τὸ μυθῶδες αὐτοῦ μέρος, τὸ περὶ τὸν Ἡρακλέα καὶ τὰς βοῦς σὺν ἐπιστροφῇ ἑρμηνεῦσθαι, ὁ δὲ Ἀμάρτυρος ἰσχὺν ἐνδείκνυται κεκολασμένην ἐς ῥυθμούς, νόημα γὰρ ἐκ νοήματος ἐς περιόδους ἰσοκώλους τελευτᾷ.

ἀκροαταὶ τοῦ ἀνδρὸς τούτου πολλοὶ μέν, ἐλλογιμώτατος δὲ Ὑπερείδης ὁ ῥήτωρ, Θεόπομπον γὰρ τὸν ἐκ τῆς Χίου καὶ τὸν Κυμαῖον Ἔφορον οὔτ᾽ ἂν διαβάλοιμι οὔτ᾽ ἂν θαυμάσαιμι. οἱ δὲ ἡγούμενοι τὴν κωμῳδίαν καθάπτεσθαι τοῦ ἀνδρός, ὡς αὐλοποιοῦ, ἁμαρτάνουσιν, πατὴρ μὲν γὰρ αὐτῷ Θεόδωρος ἦν, ὃν ἐκάλουν αὐλοποιὸν Ἀθήνησιν, αὐτὸς δὲ οὔτε αὐλοὺς ἐγίγνωσκεν οὕτε ἄλλο τι τῶν ἐν βαναυσίοις, οὐδὲ γὰρ ἂν οὐδὲ τῆς ἐν Ὀλυμπίᾳ εἰκόνος ἔτυχεν, εἴ τι τῶν εὐτελῶν εἰργάζετο. ἀπέθανε μὲν οὖν Ἀθήνησιν ἀμφὶ τὰ ἑκατὸν ἔτη, ἕνα δὲ αὐτὸν ἡγώμεθα τῶν ἐν πολέμῳ ἀποθανόντων, ἐπειδὴ μετὰ Χαιρώνειαν ἐτελεύτα μὴ καρτερήσας τὴν ἀκρόασιν τοῦ Ἀθηναίων πταίσματος.

ιη
περὶ δὲ Αἰσχίνου τοῦ Ἀτρομήτου, ὅν φαμεν τῆς δευτέρας σοφιστικῆς ἄρξαι, τάδε χρὴ ἐπεσκέφθαι: ἡ Ἀθήνησι δημαγωγία διειστήκει πᾶσα, καὶ οἱ μὲν βασιλεῖ ἐπιτήδειοι ἦσαν, οἱ δὲ Μακεδόσιν, ἐφέροντο δὲ ἄρα τὴν πρώτην τῶν μὲν βασιλεῖ χαριζομένων ὁ Παιανιεὺς Δημοσθένης, τῶν δὲ ἐς Φίλιππον ὁρώντων ὁ Κοθωκίδης Αἰσχίνης, καὶ χρήματα [p. 22] παρ᾽ ἀμφοῖν ἐφοίτα σφίσι, βασιλέως μὲν ἀσχολοῦντος δἰ Ἀθηναίων Φίλιππον τὸ μὴ ἐπὶ Ἀσίαν ἐλάσαι, Φιλίππου δὲ πειρωμένου διαλύειν τὴν ἰσχὺν Ἀθηναίων, ὡς ἐμπόδισμα τῆς διαβάσεως. διαφορᾶς δ᾽ ἦρξεν Αἰσχίνῃ καὶ Δημοσθένει καὶ αὐτὸ μὲν τὸ ἄλλον ἄλλῳ βασιλεῖ πολιτεύειν, ὡς δ᾽ ἐμοὶ φαίνεται, τὸ ἐναντίως ἔχειν καὶ τῶν ἠθῶν, ἐξ ἠθῶν γὰρ ἀλλήλοις ἀντιξόων φύεται μῖσος αἰτίαν οὐκ ἔχον. ἀντιξόω δ᾽ ἤστην καὶ διὰ τάδε: ὁ μὲν Αἰσχίνης φιλοπότης τε ἐδόκει καὶ ἡδὺς καὶ ἀνειμένος καὶ πᾶν τὸ ἐπίχαρι ἐκ Διονύσου ᾑρηκώς, καὶ γὰρ δὴ καὶ τοῖς βαρυστόνοις ὑποκριταῖς τὸν ἐν μειρακίῳ χρόνον ὑπετραγῴδησεν, ὁ δ᾽ αὖ συννενοφώς τε ἐφαίνετο καὶ βαρὺς τὴν ὀφρὺν καὶ ὕδωρ πίνων, ὅθεν ἐν δυσκόλοις τε καὶ δυστρόποις ἐνεγράφετο, καὶ πολλῷ πλέον, ἐπειδὴ πρεσβεύοντε ξὺν ἑτέροις παρὰ τὸν Φίλιππον καὶ ὁμοδιαίτω ὄντε ὁ μὲν διακεχυμένος τε καὶ ἡδὺς ἐφαίνετο τοῖς συμπρέσβεσιν, ὁ δὲ κατεσκηκώς τε καὶ ἀεὶ σπουδάζων. ἐπέτεινε δὲ αὐτοῖς τὴν διαφορὰν ὁ ὑπὲρ Ἀμφιφόλεως ἐπὶ τοῦ Φιλίππου λόγος, ὅτε δὴ ἐξέπεσε μὲν τοῦ λόγου ὀ Δημοσθένης, ὁ δ᾽ Αἰσχίνης οὐδὲ τῶν ἀποβεβλημένων ποτὲ τὴν ἀσπίδα ἐνθυμουμένῳ τὸ ἐν Ταμύναις ἔργον, ἐν ᾧ Βοιωτοὺς ἐνίκων Ἀθηναῖοι: ἀριστεῖα τούτου δημοσίᾳ ἐστεφανοῦτο τά τε ἄλλα καὶ χρησάμενος ἀμηχάνῳ τάχει περὶ τὰ εὐαγγέλια τῆς νίκης.

διαβάλλοντος δὲ αὐτὸν Δημοσθένους, ὡς αἴτιον τοῦ Φωκικοῦ πάθους, ἀπέγνωσαν Ἀθηναῖοι τὴν αἰτίαν, ἐπὶ δὲ τῷ καταψηφισθέντι Ἀντιφῶντι ἥλω μὴ κριθείς, καὶ ἀφείλοντο αὐτὸν οἱ ἐξ Ἀρείου πάγου τὸ μὴ οὐ συνειπεῖν σφισιν ὑπὲρ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ. καὶ μὴν καὶ πυλαγόρας ἀναρρηθεὶς οὔπω παρὰ τοῖς πολλοῖς διαπέφευγε [p. 23] τὸ μὴ οὐκ αὐτὸς Ἐλατειᾳ ἐπιστῆσαι τὸν Φίλιππον τὴν Πυλαίαν συνταράξας εὐπροσώποις λόγοις καὶ μύθοις. Ἀθηνῶν δὲ ὑπεξῆλθεν οὐχὶ φεύγειν προς2ταχθείς, ἀλλ᾽ ἀτιμίᾳ ἐξιστάμενος, ᾗ ὑπήγετο ὑπὸ Δημοσθένει παὶ Κτησιφῶντι ἐκπεσὼν τῶν ψήφων. ἡ μὲν δὴ ὁρμὴ τῆς ἀποδημίας αὐτῷ παρὰ τὸν Ἀλέξανδρον ἦν, ὡς αὐτίκα ἥξοντα ἐς Βαβυλῶνά τε καὶ Σοῦσα, καθορμισθεὶς δὲ ἐς τὴν Ἔφεσον καὶ τὸν μὲν τεθνάναι ἀκούων, τὰ δὲ τῆς Ἀσίας οὕτω ξυγκεκλυσμένα πράγματα, Ῥόδου εἴχετο, ἡ δὲ νῆσος ἀγαθὴ ἐνσπουδάσαι, καὶ σοφιστῶν φροντιστήριον ἀποφήνας τὴν Ῥόδον αὐτοῦ διῃτᾶτο θύων ἡσυχίᾳ τε καὶ Μούσαις καὶ Δωρίοις ἤθεσιν ἐγκαταμιγνὺς Ἀττικά.

τὸν δὲ αὐτοσχέδιον λόγον ξὺν εὐροίᾳ καὶ θείως διατιθέμενος τὸν ἔπαινον τοῦτον πρῶτος ἠνέγκατο. τὸ γὰρ θείως λέγειν οὔπω μὲν ἐπεχωρίασε σοφιστῶν σπουδαῖς, ἀπ᾽ Αἰσχίνου δ᾽ ἤρξατο θεοφορήτῳ ὁρμῇ ἀποσχεδιάζοντος, ὥσπερ οἱ τοὺς χρησμοὺς ἀναπνέοντες. ἀκροατὴς δὲ Πλάτωνός τε καὶ Ἰσοκράτους γενόμενος πολλά καὶ παρὰ τῆς ἑαυτοῦ φύσεως ἠγάγετο. σαφηνείας τε γὰρ φῶς ἐν τῷ λόγῳ καὶ ἁβρὰ σεμνολογία καὶ τὸ ἐπίχαρι σὺν δεινότητι καὶ καθάπαξ ἡ ἰδέα τοῦ λόγου κρείττων ἤ μιμήσει ὑπαχθῆναι.

λόγοι δ᾽ Αἰσχίνου κατ᾽ ἐνίους μὲν καὶ τέταρτός τις Δηλιακὸς καταψευδόμενος τῆς ἐκείνου γλώττης. οὐ γὰρ ἄν ποτε τοὺς μὲν περὶ τὴν Ἄμφισσαν λόγους, ὑφ᾽ ὧν ἡ Κιρραία χώρα καθιερώθη, εὐπροσώπως τε καὶ ξὺν ὥρᾳ διέθετο κακὰ βουλεύων Ἀθηναίοις, ὥς φησι Δημοσθένης, ἐπὶ δὲ τοὺς Δηλιακοὺς μύθους, ἐν οἷς θεολογία τε καὶ θεογονία καὶ ἀρχαιολογία, φαύλως οὕτως ὥρμησε καὶ τοῦτο προαγωνιζόμενος Ἀθηναίων οὐ μικρὸν ἀγώνισμα ἡγουμένων τὸ μὴ ἐκπεσεῖν [p. 24] τοῦ ἐν Δήλῳ ἱεροῦ. τρισὶ δὴ λόγοις περιωρίσθω ἡ Αἰσχίνου γλῶττα: τῷ τε κατὰ Τιμάρχου καὶ τῇ ἀπολογίᾳ τῆς πρεσβείας καὶ τῇ τοῦ Κτησιφῶντος κατηγορίᾳ. ἔστι δὲ καὶ τέταρτον αὐτοῦ φρόντισμα, ἐπιστολαί, οὐ πολλαὶ μέν, εὐπαιδευσίας δὲ μεσταὶ καὶ ἤθους.

τοῦ δὲ ἠθικοῦ καὶ Ῥοδίοις ἐπίδειξιν ἐποιήσατο: ἀναγνοὺς γάρ ποτε δημοσίᾳ τὸν κατὰ Κτησιφῶντος οἱ μὲν ἐθαύμαζον, ὅπως ἐπὶ τοιούτῳ λόγῳ ἡττήθη καὶ καθήπτοντο τῶν Ἀθηναίων ὡς παρανοούντων, ὁ δὲ ‘οὐκ ἂν’ ἔφη ‘ἐθαυμάζετε, εἰ Δημοσθένους λέγοντος πρὸς ταῦτα ἠκούσατε’, οὐ μόνον ἐς ἔπαινον ἐχθροῦ καθιστάμενος, ἀλλὰ καὶ τοὺς δικαστὰς ἀφιεὶς αἰτίας.

ιθ
ὑπερβάντες δ᾽ Ἀριοβαρζάνην τὸν Κίλικα καὶ Ξενόφρονα τὸν Σικελιώτην καὶ Πειθαγόραν τὸν ἐκ Κυρήνης, οἳ μήτε γνῶναι ἱκανοὶ ἔδοξαν, μήθ᾽ ἑρμηνεῦσαι τὰ γνωσθέντα, ἀλλ᾽ ἀπορίᾳ γενναίων σοφιστῶν ἐσπουδάσθησαν τοῖς ἐφ᾽ ἑαυτῶν Ἕλλησιν, ὅν που τρόπον τοῖς σίτου ἀποροῦσιν οἱ ὄροβοι, ἐπὶ Νικήτην ἴωμεν τὸν Σμυρναῖον. οὗτος γὰρ ὁ Νικήτης παραλαβὼν τὴν ἐπιστήμην ἐς στενὸν ἀπειλημμένην ἔδωκεν αὐτῇ παρόδους πολλῷ λαμπροτέρας ὧν αὐτὸς τῇ Σμύρνῃ ἐδείματο, συνάψας τὴν πόλιν ταῖς ἐπὶ τὴν Ἔφεσον πύλαις καὶ διὰ μέγεθος ἀντεξάρας λόγοις ἔργα. ὁ δὲ ἀνὴρ οὗτος τοῖς μὲν δικανικοῖς ἀμείνων ἐδόκει τὰ δικανικά, τοῖς δὲ σοφιστικοῖς τὰ σοφιστικὰ ὑπὸ τοῦ περιδεξίως τε καὶ πρὸς ἅμιλλαν ἐς ἄμφω ἡρμόσθαι. τὸ μὲν γὰρ δικανικὸν σοφιστικῇ περιβολῇ ἐκόσμησεν, τὸ δὲ σοφιστικὸν κέντρῳ δικανικῷ ἐπέρρωσεν. ἡ δὲ ἰδέα τῶν λόγων τοῦ μὲν ἀρχαίου καὶ πολιτικοῦ ἀποβέβηκεν, ὑπόβακχος δὲ καὶ διθυραμβώδης, τὰς δ᾽ ἐννοίας ἰδίας τε καὶ παραδόξους [p. 25] ἐκδίδωσιν, ὥσπερ οἱ βακχεῖοι θύρσοι τὸ μέλι καὶ τοὺς ἑσμοὺς τοῦ γάλακτος.

μεγάλων δ᾽ ἀξιούμενος τῆς Σμύρνης τί οὐκ ἐπ᾽ αὐτῷ βοώσης ὡς ἐπ᾽ ἀνδρὶ θαυμασίῳ καὶ ῥήτορι, οὐκ ἐθάμιζεν ἐς τὸν δῆμον, ἀλλ᾽ αἰτίαν παρὰ τοῖς πολλοῖς ἔχων φόβου ‘φοβοῦμαι’ ἔφη ‘δῆμον ἐπαίροντα μᾶλλον ἢ λοιδορούμενον.’ τελώνου δὲ θρασυναμένου ποτὲ πρὸς αὐτὸν ἐν δικαστηρίῳ καὶ εἰπόντος ‘παῦσαι ὑλακτῶν με’ μάλα ἀστείως ὁ Νικήτης ‘νὴ Δία’, εἶπεν ‘ἢν καὶ σὺ παύσῃ δάκνων με.’ ἡ δὲ ὑπὲρ Ἄλπεις τε καὶ Ῥῆνον ἀποδημία τοῦ ἀνδρὸς ἐγένετο μὲν ἐκ βασιλείου προστάγματος, αἰτία δὲ αὐτῆς ἥδε: ἀνὴρ ὕπατος, ᾧ ὄνομα Ῥοῦφος, τοὺς Σμυρναίους ἐλογίστευε πικρῶς καὶ δυστρόπως. τούτῳ τι προσκρούσας ὁ Νικήτης ‘ἔρρωσο’, εἶπεν, καὶ οὐκέτι προσῄει δικάζοντι. τὸν μὲν δὴ χρόνον, ὃν μιᾶς πόλεως ἦρξεν, οὔπω δεινὰ πεπονθέναι ᾤετο, ἐπιτραπεὶς δὲ τὰ Κελτικὰ στρατόπεδα ὀργῆς ἀνεμνήσθη — αἱ γὰρ εὐπραγίαι τά τε ἄλλα τοὺς ἀνθρώπους ἐπαίρουσι καὶ τὸ μηκέτι καρτερεῖν, ἅ πρὶν εὖ πράττειν ἀνθρωπίνῳ λογισμῷ ἐκαρτέρουν — καὶ γράφει πρὸς τὸν αὐτοκράτορα Νερούαν πολλὰ ἐπὶ τὸν Νικήτην καὶ σχέτλια, καὶ ὁ αὐτοκράτωρ ‘αὐτὸς’ εἶπεν ‘ἀκροάσει ἀπολογουμένου, κἂν ἀδικοῦντα εὕρῃς, ἐπίθες δίκην.’ ταυτὶ δὲ ἔγραφεν οὐ τὸν Νικήτην ἐκδιδούς, ἀλλὰ τὸν Ῥοῦφον ἐς συγγνώμην ἑτοιμάζων, οὐ γὰρ ἄν ποτε ἄνδρα τοιοῦτον ἐφ᾽ ἑαυτῷ γεγονότα οὔτ᾽ ἂν ἀποκτεῖναι ὁ Ῥοῦφος, οὔτ᾽ ἂν ἕτερον ζημιῶσαι οὐδέν, ὡς μὴ φανείη βαρὺς τῷ καθιστάντι αὐτὸν δικαστὴν ἐχθροῦ. διὰ μὲν δὴ ταῦτα ἐπὶ Ῥῆνόν τε καὶ Κελτοὺς ἦλθεν, παρελθὼν δὲ ἐπὶ τὴν ἀπολογίαν [p. 26] οὕτω τι κατέπληξε τὸν Ῥοῦφον, ὡς πλείω μὲν ἀφεῖναι ἐπὶ τῷ Νικήτῃ δάκρυα οὗ διεμέτρησεν αὐτῷ ὕδατος, ἀποπέμψαι δὲ οὐκ ἄτρωτον μόνον, ἀλλὰ καὶ περίβλεπτον καὶ ἐν τοῖς ζηλωτοῖς Σμυρναίων. τὸν δὲ ἄνδρα τοῦτον χρόνοις ὕστερον Ἡρακλείδης ὁ Λύκιος σοφιστὴς διορθούμενος ἐπέγραψε Νικήτην τὸν κεκαθαρμένον, ἠγνόησε δὲ ἀκροθίνια Πυγμαῖα κολοσσῷ ἐφαρμόζων.

κ
Ἰσαῖος δὲ ὁ σοφιστὴς ὁ Ἀσσύριος τὸν μὲν ἐν μειρακίῳ χρόνον ἡδοναῖς ἐδεδώκει, γαστρός τε γὰρ καὶ φιλοποσίας ἥττητο καὶ λεπτὰ ἠμπίσχετο καὶ θαμὰ ἤρα καὶ ἀπαρακαλύπτως ἐκώμαζεν, ἐς δὲ ἄνδρας ἥκων οὕτω τι μετέβαλεν, ὡς ἕτερος ἐξ ἑτέρου νομισθῆναι, τὸ μὲν γὰρ φιλόγελων ἐπιπολάζειν αὐτῷ δοκοῦν ἀφεῖλε καὶ προσώπου καὶ γνώμης, λυρῶν τε καὶ αὐλῶν κτύποις οὐδ᾽ ἐπὶ σκηνῆς ἔτι παρετύγχανεν, ἀπέδυ δὲ καὶ τὰ λῄδια καὶ τὰς τῶν ἐφεστρίδων βαφὰς καὶ τράπεζαν ἐκόλασε καὶ τὸ ἐρᾶν μετέθηκεν, ὥσπερ τοὺς προτέρους ὀφθαλμοὺς ἀποβαλών: Ἄρδυος γοῦν τοῦ ῥήτορος ἐρομένου αὐτόν, εἰ ἡ δεῖνα αὐτῷ καλὴ φαίνοιτο, μάλα σωφρόνως ὁ Ἰσαῖος ‘πέπαυμαι’ εἶπεν ‘ὀφθαλμιῶν’. ἐρομένου δὲ αὐτὸν ἑτέρου, τίς ἄριστος τῶν ὀρνίθων καὶ τῶν ἰχθύων ἐς βρῶσιν, ‘πέπαυμαι’ ἔφη ὁ Ἰσαῖος ‘ταῦτα σπουδάζων, ξυνῆκα γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν’, ἐνδεικνύμενος δήπου τῷ ἐρομένῳ ταῦτα, ὅτι σκιὰ παὶ ὀνείρατα αἱ ἡδοναὶ πᾶσαι.

τῷ δὲ Μιλησίῳ Διονυσίῳ ἀκροατῇ ὄντι τὰς μελέτας ξὺν ᾠδῇ ποιουμένῳ ἐπιπλήττων ὀ Ἰσαῖος ‘μειράκιον’ ἔφη ‘Ἰωνικόν, ἐγὼ δέ σε ᾄδειν οὐκ ἐπαίδευσα.’ νεανίσκου δὲ Ἰωνικοῦ θαυμάζοντος πρὸς αὐτὸν τὸ τοῦ Νικήτου μεγαλοφώνως ἐπὶ τοῦ [p. 27] Ξέρξου εἰρημένον ‘ἐκ τῆς βασιλείου νεὼς Αἴγιναν ἀναδησώμεθα’ καταγελάσας πλατὺ ὁ Ἰσαῖος ‘ἀνόητε’, εἶπεν, ‘καὶ πῶς ἀναχθήσῃ;’ τάς δὲ μελέτας οὐκ αὐτοσχεδίους ἐποιεῖτο, ἀλλ᾽ ἐπεσκεμμένας τὸν ἐξ ἕω ἐς μεσημβρίαν καιρόν. ἰδέαν δ᾽ ἐπήσκησε λόγων οὔτ᾽ ἐπιβεβλημένην, οὔτ᾽ αὖον, ἀλλ᾽ ἀπέριττον καὶ κατὰ φύσιν καὶ ἀποχρῶσαν τοῖς πράγμασιν. καὶ τὸ βραχέως ἑρμηνεύειν, τοῦτό τε καὶ πᾶσαν ὑπόθεσιν συνελεῖν ἐς βραχὺ Ἰσαίου εὕρημα, ὡς ἐν πλείοσι μὲν ἑτέροις, μάλιστα δὲ ἐν τοῖσδε ἐδηλώθη: τοὺς μὲν γὰρ Λακεδαιμονίους ἀγωνιζόμενος τοὺς βουλευομένους περὶ τοῦ τείχους ἀπὸ τῶν Ὁμήρου ἐβραχυλόγησε τοσοῦτον: ‘ἀσπὶς ἄρ᾽ ἀσπίδ᾽ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ᾽ ἀνήρ: οὕτω στῆτέ μοι, Λακεδαιμόνιοι, καὶ τετειχίσμεθα.’ κατηγορῶν δὲ τοῦ Βυζαντίου Πύθωνος, ὡς δεθέντος μὲν ἐκ χρησμῶν ἐπὶ προδοσίᾳ, κεκριμένης δὲ τῆς προδοσίας, ὡς ἀνέζευξεν ὁ Φίλιππος, ξυνέλαβε τὸν ἀγῶνα τοῦτον ἐς τρεῖς ἐννοίας, ἔστι γὰρ τὰ εἰρημένα ἐν τρισὶ τούτοις: ‘ἐλέγχω Πύθωνα προδεδωκότα τῷ χρήσαντι θεῷ, τῷ δήσαντι δήμῳ, τῷ ἀναζεύξαντι Φιλίππῳ, ὁ μὲν γὰρ οὐκ ἂν ἔχρησεν, εἰ μή τις ἦν, ὁ δὲ οὐκ ἂν ἔδησεν, εἰ μὴ τοιοῦτος ἦν, ὁ δὲ οὐκ ἂν ἀνέζευξεν, εἰ μὴ δι᾽ ὃν ἦλθεν, οὐχ εὗρ εν.’

κα
ὑπὲρ Σκοπελιανοῦ τοῦ σοφιστοῦ διαλέξομαι καθαψάμενος πρότερον τῶν κακίζειν αὐτὸν πειρωμένων, ἀπαξιοῦσι γὰρ δὴ τὸν ἄνδρα τοῦ τῶν σοφιστῶν κύκλου διθυραμβώδη καλοῦντες καὶ ἀκόλαστον καὶ πεπαχυσμένον. ταυτὶ περὶ αὐτοῦ λέγουσιν οἱ λεπτολόγοι καὶ νωθροὶ καὶ μηδὲν ἀπ᾽ αὐτοσχεδίου [p. 28] γλώττης ἀναπνέοντες: φύσει μὲν γὰρ ἐπίφθονον χρῆμα ἄνθρωποι: διαβάλλουσι γοῦν τοὺς μὲν εὐμήκεις οἱ μικροί, τοὺς δὲ εὐειδεῖς οἱ πονηροὶ τὸ εἶδος, τοὺς δὲ κούφους τε καὶ δρομικοὺς οἱ βραδεῖς καὶ ἑτερόποδες, τοὺς θαρσαλέους οἱ δειλοὶ καὶ οἱ ἄμουσοι τοὺς λυρικούς, τοὺς δ᾽ ἀμφὶ παλαίστραν οἱ ἀγύμναστοι, καὶ οὐ χρὴ θαυμάζειν, εἰ πεπηδημένοι τὴν γλῶττάν τινες καὶ βοῦν ἀφωνίας ἐπ᾽ αὐτὴν βεβλημένοι καί μήτ᾽ ἂν αὐτοί τι ἐνθυμηθέντες μέγα, μήτ᾽ ἂν ἐνθυμηθέντος ἑτέρου ξυμφήσαντες διαπτύοιέν τε καὶ κακίζοιεν τὸν ἑτοιμότατα δὴ καὶ θαρραλεώτατα καὶ μεγαλειότατα τῶν ἐφ᾽ ἑαυτοῦ Ἑλλήνων ἑρμηνεύσαντα. ὡς δὲ ἠγνοήκασι τὸν ἄνδρα, ἐγὼ δηλώσω, καὶ ὁποῖον αὐτῷ καὶ τὸ τοῦ οἴκου σχῆμα.

ἀρχιερεὺς μὲν γὰρ ἐγένετο τῆς Ἀσίας αὐτός τε καὶ οἱ πρόγονοι αὐτοῦ παῖς ἐκ πατρὸς πάντες, ὁ δὲ στέφανος οὗτος πολὺς καὶ ὑπὲρ πολλῶν χρημάτων. δίδυμός τε ἀποτεχθεὶς ἄμφω μὲν ἤστην ἐν σπαργάνοις, πεμπταίων δὲ ὄντων κεραυνῷ μὲν ἐβλήθη ὁ ἕτερος, ὁ δὲ οὐδεμίαν ἐπηρώθη τῶν αἰσθήσεων ξυγκατακείμενος τῷ βληθέντι. καίτοι τὸ τῶν σκηπτῶν πῦρ οὕτω δριμὺ καὶ θειῶδες, ὡς τῶν ἀγχοῦ τοὺς μὲν ἀποκτείνειν κατ᾽ ἔκπληξιν, τῶν δὲ ἀκοάς τε καὶ ὀφθαλμοὺς σίνεσθαι, τῶν δὲ ἐς τοὺς νοῦς ἀποσκήπτειν. ἀλλ᾽ οὐδενὶ τούτων ὁ Σκοπελιανὸς ἥλω, διετέλεσε γὰρ δὴ καὶ ἐς γῆρας βαθὺ ἀκέραιός τε καὶ ἄρτιος. τουτὶ δὲ ὁπόθεν θαυμάζω, δηλῶσαί σοι βούλομαι: ἐδείπνουν μὲν κατὰ τὴν Λῆμνον ὑπὸ δρυὶ μεγάλῃ θερισταὶ ὀκτὼ περὶ τὸ καλούμενον Κέρας τῆς νήσου, τὸ δὲ χωρίον τοῦτο λιμήν ἐστιν ἐς κεραίας ἐπιστρέφων λεπτάς, νέφους δὲ τὴν δρῦν [p. 29] περισχόντος καὶ σκηπτοῦ ἐς αὐτὴν ἐκδοθέντος ἡ μὲν ἐβέβλητο, οἱ θερισταὶ δὲ ἐκπλήξεως αὐτοῖς ἐμπεσούσης, ἐφ᾽ οὗπερ ἔτυχεν ἕκαστος πράττων, οὕτως ἀπέθανεν, ὁ μὲν γὰρ κύλικα ἀναιρούμενος, ὁ δὲ πίνων, ὁ δὲ μάττων, ὁ δὲ ἐσθίων, ὁ δέ τι ποιῶν τὰς ψυχὰς ἀφῆκαν ἐπιτεθυμμένοι καὶ μέλανες, ὥσπερ οἱ χαλκοῖ τῶν ἀνδριάντων περὶ τὰς ἐμπύρους τῶν πηγῶν κεκαπνισμένοι. ὁ δὲ οὕτω τι οὐκ ἀθεεὶ ἐτρέφετο, ὡς διαφυγεῖν μέν τὸν ἐκ τοῦ σκηπτοῦ θάνατον, ὃν μηδὲ οἱ σκληρότατοι τῶν ἀγροίκων διέφυγον, ἄτρωτος δὲ μεῖναι τὰς αἰσθήσεις καὶ τὸν νοῦν ἕτοιμος καὶ ὕπνου κρείττων, καὶ γὰρ δὴ καὶ τὸ νωθρὸν αὐτοῦ ἀπῆν.

Ἐφοίτησε δὲ τοὺς ῥητορικοὺς τῶν λόγων παρὰ τὸν Σμυρναῖον Νικήτην μελετήσαντα μὲν ἐπιφανῶς, πολλῷ δὲ μεῖζον ἐν δικαστηρίοις πνεύσαντα. δεομένων δὲ τῶν Κλαζομενίων τὰς μελέτας αὐτὸν οἴκοι ποιεῖσθαι καὶ προβήσεσθαι τὰς Κλαζομενὰς ἐπὶ μέγα ἡγουμένων, εἰ τοιοῦτος δὴ ἀνὴρ ἐμπαιδεύσοι σφίσιν, τουτὶ μὲν οὐκ ἀμούσως παρῃτήσατο τὴν ἀηδόνα φήσας ἐν οἰκίσκῳ μὴ ᾄδειν, ὥσπερ δὲ ἄλσος τι τῆς ἑαυτοῦ εὐφωνίας τὴν Σμύρναν ἐσκέψατο καὶ τὴν ἠχὼ τὴν ἐκεῖ πλείστου ἀξίαν ᾠήθη. πάσης γὰρ τῆς Ἰωνίας οἷον μουσείου πεπολισμένης ἀρτιωτάτην ἐπέχει τάξιν ἡ Σμύρνα, καθάπερ ἐν τοῖς ὀργάνοις ἡ μαγάς.

αἱ δὲ αἰτίαι, δι᾽ ἃς ὁ πατὴρ ἐξ ἡμέρου τε καὶ πρᾴου χαλεπὸς αὐτῷ ἐγένετο, λέγονται μὲν ἐπὶ πολλά, καὶ γὰρ ἡ δεῖνα καὶ ἡ δεῖνα καὶ πλείους, ἀλλ᾽ ἐγὼ τὴν ἀληθεστάτην δηλώσω: μετὰ γὰρ τὴν τοῦ Σποπελιανοῦ μητέρα γυναῖκα ὁ πρεσβύτης ἤγετο ἡμίγαμόν τε καὶ οὐ κατὰ νόμους, ὁ δὲ ὁρῶν ταῦτα [p. 30] ἐνουθέτει καὶ ἀπῆγεν, τουτὶ δὲ τοῖς ἐξώροις ἀηδές. ἡ δ᾽ αὖ ξυνετίθει κατ᾽ αὐτοῦ λόγον, ὡς ἐρῶντος μὲν αὐτῆς, τὴν διαμαρτίαν δὲ μὴ καρτεροῦντος. ξυνελάμβανε δὲ αὐτῇ τῶν διαβολῶν καὶ οἰκέτης τοῦ πρεσβύτου μάγειρος, ᾧ ἐπωνυμία Κύθηρος, ὑποθωπεύων, ὥσπερ ἐν δράματι, τὸν δεσπότην καὶ τοιαυτὶ λέγων: ‘ὦ δέσποτα, βούλεταί σε ὁ υἱὸς τεθνάναι ἤδη, οὐδὲ τὸν αὐτόματον καὶ μετ᾽ οὐ πολὺ θάνατον ἐνδιδοὺς τῷ σῷ γήρᾳ, ἀλλὰ καὶ αὐτουργῶν μὲν τὴν ἐπιβουλήν, μισθούμενος δὲ καὶ τὰς ἐμὰς χεῖρας. ἔστι γὰρ αὐτῷ φάρμακα ἀνδροφόνα ἐπὶ σέ, ὧν τὸ καιριώτατον κελεύει με ἐμβαλεῖν ἐς ἕν τι τῶν ὄψων ἐλευθερίαν τε ὁμολογῶν καὶ ἀγροὺς καὶ οἰκίας καὶ χρήματα καὶ πᾶν ὅ τι βουλοίμην ἔχειν τοῦ σοῦ οἴκου, καὶ ταυτὶ μὲν πειθομένῳ εἶναι, ἀπειθοῦντι δὲ μαστίγωσίν τε καὶ στρέβλωσιν καὶ παχείας πέδας καὶ κύφωνα βαρύν.’ καὶ τοιοῖσδε θωπεύμασι περιελθὼν τὸν δεσπότην τελευτῶντος μετ᾽ οὐ πολὺ καὶ πρὸς διαθήκαις ὄντος γράφεται κληρονόμος, υἱός τε προσρηθεὶς καὶ ὀφθαλμοὶ καὶ ψυχὴ πᾶσα. καὶ οὐχὶ ταυτὶ χρὴ θαυμάζειν, ἐπεὶ πρεσβύτην ἐρῶντα ἔθελξεν ἴσως που καὶ παραπαίοντα ὑπὸ ἡλικίας καὶ αὐτοῦ τοῦ ἐρᾶν — καὶ γὰρ δὴ καὶ νέοι ἐρῶντες οὐκ ἔστιν ὅστις αὐτῶν τὸν ἑαυτοῦ νοῦν ἔχει — ἀλλ᾽ ὅτι καὶ τῆς τοῦ Σκοπελιανοῦ δεινότητος τε καὶ τῆς ἐν τοῖς δικαστηρίοις ἀκμῆς κρείττων ἔδοξεν ἀγωνισάμενος μὲν περὶ τῶν διαθηκῶν πρὸς αὐτόν, ἀντεκτείνας δὲ τῇ ἐκείνου δεινότητι τὸν ἐκείνου πλοῦτον: ἀπαντλῶν γὰρ τῆς οὐσίας καὶ μισθούμενος ὑπερβολαῖς χρημάτων γλώττας ὁμοῦ πάσας καὶ δικαστῶν ψήφους πανταχοῦ τὴν νικῶσαν ἀπηνέγκατο, ὅθεν ὁ Σκοπελιανὸς τὰ μὲν [p. 31] Ἀναξαγόρου μηλόβοτα εἶναι, τὰ δὲ αὑτοῦ δουλόβοτα ἔλεγεν. ἐπιφανὴς δὲ καὶ τὰ πολιτικὰ ὁ Κύθηρος γενόμενος γηράσκων ἤδη καὶ τὴν οὐσίαν ὁρῶν ὑποδιδοῦσαν καταφρονούμενός τε ἱκανῶς καί που καὶ πληγὰς λαβὼν πρὸς ἀνδρός, ὃν χρήματα ἀπαιτῶν ἐτύγχανεν, ἱκέτης τοῦ Σκοπελιανοῦ γίγνεται μνησικακίαν τε αὐτῷ παρεῖναι καὶ ὀργὴν ἀπολαβεῖν τε τὸν τοῦ πατρὸς οἶκον ἀνέντα μὲν αὐτῷ μέρος τῆς οἰκίας πολλῆς οὔσης, ὡς μὴ ἀνελευθέρως ἐνδιαιτήσηται, συγχωρήσαντα δὲ ἀγροὺς δύο τῶν ἐπὶ θαλάττῃ. καὶ Κυθήρου οἶκος ἐπωνόμασται νῦν ἔτι τὸ μέρος τῆς οἰκίας, ἐν ᾧ κατεβίω. ταυτὶ μέν, ὡς μὴ ἀγνοεῖν αὐτά, συνιέναι δὲ κἀκ τούτων, ὅτι οἱ ἄνθρωποι μὴ θεοῦ μόνον, ἀλλὰ καὶ ἀλλήλων παίγνια.

Σκοπελιανοῦ δὲ σπουδάζοντος ἐν τῇ Σμύρνῃ ξυμφοιτᾶν μὲν ἐς αὐτὴν Ἴωνάς τε καὶ Λυδοὺς καὶ Κᾶρας καὶ Μαίονας Αἰολέας τε καὶ τοὺς ἐκ ΜυσῶνἝλληνας καὶ Φρυγῶν οὔπω μέγα, ἀγχίθυρος γὰρ τοῖς ἔθνεσι τούτοις ἡ Σμύρνα καιρίως ἔχουσα τῶν γῆς καὶ θαλάττης πυλῶν, ὁ δὲ ἦγε μὲν Καππαδόκας τε καὶ Ἀσσυρίους, ἦγε δὲ Αἰγυπτίους καὶ Φοίνικας Ἀχαιῶν τε τοὺς εὐδοκιμωτέρους καὶ νεότητα τὴν ἐξ Ἀθηνῶν ἅπασαν. δόξαν μὲν οὖν ἐς τοὺς πολλοὺς παραδεδώκει ῥᾳστώνης τε καὶ ἀμελείας, ἐπειδὴ τὸν πρὸ τῆς μελέτης καιρὸν ξυνῆν ὡς ἐπὶ πολὺ τοῖς τῶν Σμυρναίων τέλεσιν ὑπὲρ τῶν πολιτικῶν, ὁ δὲ ἀπεχρῆτο μὲν καὶ τῇ φύσει λαμπρᾷ τε οὔσῃ καὶ μεγαλογνώμονι, καὶ τὸν μεθ᾽ ἡμέραν καιρὸν ἧττον ἐσπούδαζεν, ἀυπνότατος δ᾽ ἀνθρώπων γενόμενος ‘ὦ νύξ’, ἔλεγε ‘σὺ γὰρ δὴ πλεῖστον σοφίας μετέχεις μέρος θεῶν’, ξυνεργὸν δὲ αὐτὴν ἐποιεῖτο τῶν ἑαυτοῦ φροντισμάτων. λέγεται γοῦν καὶ ἐς ὄρθρον [p. 32] ἀποτεῖναι σπουδάζων ἀπὸ ἑσπέρας. προσέκειτο μὲν οὖν ἅπασι ποιήμασι, τραγῳδίας δὲ ἐνεφορεῖτο, ἀγωνιζόμενος πρὸς τὴν τοῦ διδασκάλου μεγαλοφωνίαν — ἀπὸ γὰρ τούτου τοῦ μέρους ὁ Νικήτης σφόδρα ἐθαυμάζετο — ὁ δὲ οὕτω τι μεγαλοφωνίας ἐπὶ μεῖζον ἤλασεν, ὡς καὶ Γιγαντίαν ξυνθεῖναι παραδοῦναί τε Ὁμηρίδαις ἀφορμὰς ἐς τὸν λόγον. ὡμίλει δὲ σοφιστῶν μὲν μάλιστα Γοργίᾳ τῷ Λεοντίνῳ, ῥητόρων δὲ τοῖς λαμπρὸν ἠχοῦσιν. τὸ δὲ ἐπίχαρι φύσει μᾶλλον εἶχεν ἢ μελέτῃ, πρὸς φύσεως μὲν γὰρ τοῖς Ἰωνικοῖς τὸ ἀστείζεσθαι, τῷ δ᾽ αὖ καὶ ἐπὶ τῶν λόγων τοῦ φιλόγελω περιῆν, τὸ γὰρ κατηφὲς δυσξύμβολόν τε καὶ ἀηδὲς ἡγεῖτο. παρῄει δὲ καὶ ἐς τοὺς δήμους ἀνειμένῳ τε καὶ διακεχυμένῳ τῷ προσώπῳ, καὶ πολλῷ πλέον, ὅτε ξὺν ὀργῇ ἐκκλησιάζοιεν, ἀνιεὶς αὐτοὺς καὶ διαπραύνων τῇ τοῦ εἴδους εὐθυμίᾳ. τὸ δὲ ἐν τοῖς δικαστηρίοις ἦθος οὔτε φιλοχρήματος οὔτε φιλολοίδορος: προῖκα μὲν γὰρ ξυνέταττεν ἑαυτὸν τοῖς ὑπὲρ ψυχῆς κινδυνεύουσι, τοὺς δὲ λοιδορουμένους ἐν τοῖς λόγοις καὶ θυμοῦ τινα ἐπίδειξιν ἡγουμένους ποιεῖσθαι γραίδια ἐκάλει μεθύοντα καὶ λυττῶντα. τὰς δὲ μελέτας μισθοῦ μὲν ἐποιεῖτο, ὁ δὲ μισθὸς ἦν ἄλλος ἄλλου καὶ ὡς ἕκαστος οἴκου εἶχεν, παρῄει τε ἐς αὐτοὺς οὔθ᾽ ὑπερφρονῶν καὶ σεσοβημένος, οὔθ᾽ ὥσπερ οἱ δεδιότες, ἀλλ᾽ ὡς εἰκὸς ἦν τὸν ἀγωνιῶντα μὲν ὑπὲρ τῆς ἑαυτοῦ δόξης, θαρροῦντα δὲ τῷ μὴ ἂν σφαλῆναι. διελέγετο δὲ ἀπὸ μὲν τοῦ θρόνου ξὺν ἁβρότητι, ὅτε δὲ ὀρθὸς διαλέγοιτο, ἐπιστροφήν τε εἶχεν ὁ λόγος καὶ ἔρρωτο. καὶ ἐπεσκοπεῖτο οὐκ ἔνδον, οὐδ᾽ ἐν τῷ ὁμίλῳ, ἀλλ᾽ ὑπεξιὼν ἐν βραχεῖ τοῦ καιροῦ διεώρα πάντα. περιῆν δὲ αὐτῷ καὶ εὐφωνίας, καὶ τὸ φθέγμα ἡδονὴν εἶχε τὸν τε μηρὸν θαμὰ [p. 33] ἔπληττεν ἑαυτόν τε ὑπεγείρων καὶ τοὺς ἀκροωμένους. ἄριστος μὲν οὖν καὶ σχηματίσαι λόγον καὶ ἐπαμφοτέρως εἰπεῖν, θαυμασιώτερος δὲ περὶ τὰς ἀκμαιοτέρας τῶν ὑποθέσεων καὶ πολλῷ πλέον περὶ τὰς Μηδικάς, ἐν αἷς οἱ Δαρεῖοί τέ εἰσι καὶ οἱ Ξέρξαι, ταύτας γὰρ αὐτός τέ μοι δοκεῖ ἄριστα σοφιστῶν ἑρμηνεῦσαι παραδοῦναί τε τοῖς ἐπιγιγνομένοις ἑρμηνεύειν, καὶ γὰρ φρόνημα ἐν αὐταῖς ὑπεκρίνετο καὶ κουφότητα τὴν ἐν τοῖς βαρβάροις ἤθεσιν. ἐλέγετο καὶ σείεσθαι μάλλον ἐν ταύταις, ὥσπερ βακχεύων, καί τινος τῶν ἀμφὶ τὸν Πολέμωνα τυμπανίζειν αὐτὸν φήσαντος λαβόμενος ὁ Σκοπελιανὸς τοῦ σκώμματος ‘τυμπανίζω μέν’, εἶπεν ‘ἀλλὰ τῇ τοῦ Αἴαντος ἀσπίδι.’

βασίλειοι δὲ αὐτοῦ πρεσβεῖαι πολλαὶ μέν, καὶ γάρ τις καὶ ἀγαθὴ τύχη ξυνηκολούθει πρεσβεύοντι, ἀρίστη δὲ ἡ ὑπὲρ τῶν ἀμπέλων: οὐ γὰρ ὑπὲρ Σμυρναίων μόνων, ὥσπερ αἱ πλείους, ἀλλ᾽ ὑπὲρ τῆς Ἀσίας ὁμοῦ πάσης ἐπρεσβεύθη. τὸν δὲ νοῦν τῆς πρεσβείας ἐγὼ δηλώσω: ἐδόκει τῷ βασιλεῖ μὴ εἶναι τῇ Ἀσίᾳ ἀμπέλους, ἐπειδὴ ἐν οἴνῳ στασιάζειν ἔδοξαν, ἀλλ᾽ ἐξῃρῆσθαι μὲν τὰς ἤδη πεφυτευμένας, ἄλλας δὲ μὴ φυτεύειν ἔτι. ἔδει δὴ πρεσβείας ἀπὸ τοῦ κοινοῦ καὶ ἀνδρός, ὃς ἔμελλεν ὥσπερ Ὀρφεύς τις ἢ Θάμυρις ὑπὲρ αὐτῶν θέλξειν. αἱροῦνται τοίνυν Σκοπελιανὸν πάντες, ὁ δ᾽ οὕτω τι ἐκ περιουσίας ἐκράτει τὴν πρεσβείαν, ὡς μὴ μόνον τὸ ἐξεῖναι φυτεύειν ἐπανελθεῖν ἔχων, ἀλλὰ καὶ ἐπιτίμια κατὰ τῶν μὴ φυτευόντων. ὡς δὲ ηὐδοκίμησε τὸν ἀγῶνα τὸν ὑπὲρ τῶν ἀμπέλων, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, ὁ γὰρ λόγος ἐν τοῖς θαυμασιωτάτοις, δηλοῖ δὲ καὶ τὰ ἐπὶ τῷ λόγῳ, δώρων τε γὰρ ἐπ᾽ αὐτῷ ἔτυχεν, [p. 34] ἃ νομίζεται παρὰ βασιλεῖ, πολλῶν τε προσρήσεών τε καὶ ἐπαίνων, νεότης τε αὐτῷ λαμπρὰ ξυνηκολούθησεν ἐς Ἰωνίαν σοφίας ἐρῶντες.

ἐπεὶ δὲ Ἀθήνησιν ἐγένετο, ποιεῖται αὐτὸν ξένον ὁ Ἡρώδου τοῦ σοφιστοῦ πατὴρ Ἀττικὸς θαυμάζων ἐπὶ ῥητορικῇ μᾶλλον ἢ τὸν Γοργίαν ποτὲ Θετταλοί. ὁπόσοι γοῦν τῶν πάλαι ῥητόρων ἑρμαῖ ἦσαν ἐν τοῖς τῆς οἰκίας δρόμοις, ἐκέλευε τούτους βάλλεσθαι λίθοις, ὡς διεφθορότας αὐτῷ τὸν υἱόν. μειράκιον μὲν δὴ ἐτύγχανεν ὢν ὁ Ἡρώδης τότε καὶ ὑπὸ τῷ πατρὶ ἔτι, τοῦ δὲ αὐτοσχεδιάζειν ἤρα μόνου, οὐ μὴν ἐθάρρει γε αὐτό, οὐδὲ γὰρ τῷ Σκοπελιανῷ ξυγγεγονὼς ἦν ἐς ἐκεῖνό πω τοῦ χρόνου, οὐδ᾽ ἥτις ἡ τῶν αὐτοσχεδίων ὁρμὴ γιγνώσκων, ὅθεν ἀσμένῳ οἱ ἐγένετο ἡ ἐπιδημία τοῦ ἀνδρός: ἐπειδὴ γὰρ λέγοντος ἤκουσε καὶ διατιθεμένου τὸν αὐτοσχέδιον, ἐπτερώθη ὑπ᾽ αὐτοῦ καὶ ἡτοιμάσθη, καὶ τὸν πατέρα δὲ ἧσαι διανοηθεὶς ἀπαγγέλλει οἱ μελέτην ἐς τὴν ἰδέαν τοῦ ξένου. ὁ πατὴρ δὲ ἠγάσθη τε αὐτὸν τῆς μιμήσεως καὶ πεντακόσια. ἔδωκεν αὐτῷ τάλαντα, ἔδωκε δὲ καὶ αὐτῷ τῷ Σκοπελιανῷ πεντεκαίδεκα, ὁ δέ, ὅσαπερ ὁ πατήρ, τοσαῦτα ἀπὸ τῆς ἑαυτοῦ δωρεᾶς προσέδωκεν αὐτῷ, ἔτι καὶ διδάσκαλον ἑαυτοῦ προσειπών. τουτὶ δὲ συνιέντι Ἡρώδου καὶ τῶν τοῦ Πακτωλοῦ πηγῶν ἥδιον.

τὴν δὲ εὐτυχίαν, ᾗ περὶ τὰς πρεσβείας ἐχρῆτο, ξυμβάλλειν ἐστὶ καὶ τοῖσδε: ἔδει μὲν γὰρ τοῖς Σμυρναίοις τοῦ πρεσβεύσοντος ὑπὲρ αὐτῶν ἀνδρός, ἡ πρεσβεία δὲ ἦν ὑπὲρ τῶν μεγίστων. ὁ μὲν δὴ ἐγήρασκεν ἤδη καὶ τοῦ ἀποδημεῖν ἐξώρως εἶχεν, ἐχειροτονεῖτο δὲ ὁ Πολέμων οὔπω πεπρεσβευκὼς πρότερον. εὐξάμενος οὖν ὑπὲρ τῆς ἀγαθῆς τύχης [p. 35] ἐδεῖτο γενέσθαι οἱ τὴν τοῦ Σκοπελιανοῦ πειθώ, καὶ περιβαλὼν αὐτὸν ἐπὶ τῆς ἐκκλησίας

δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,
αἴ κ᾽ ἐμὲ σοὶ ἴσκωσι,
μάλα ἀστείως ὁ Πολέμων τὰ ἐκ Πατροκλείας ἐπεῖπεν τῷ ἀνδρί. καὶ Ἀπολλώνιος δὲ ὁ Τυανεὺς ὑπερενεγκὼν σοφίᾳ τὴν ἀνθρωπίνην φύσιν τὸν Σκοπελιανὸν ἐν θαυμασίοις τάττει.

κβ
Διονύσιος δὲ ὁ Μιλήσιος εἴθ᾽, ὡς ἔνιοί φασι, πατέρων ἐπιφανεστάτων ἐγένετο, εἴθ᾽, ὥς τινες, αὐτὸ τοῦτο ἐλευθέρων, ἀφείσθω τούτου τοῦ μέρους, ἐπειδὴ οἰκείᾳ ἀρετῇ ἐλαμπρύνετο, τὸ γὰρ καταφεύγειν ἐς τοὺς ἄνω ἀποβεβληκότων ἐστὶ τὸν ἐφ᾽ ἑαυτῶν ἔπαινον. Ἰσαίου δὲ ἀκροατὴς γενόμενος ἀνδρός, ὡς ἔφην, κατὰ φύσιν ἑρμηνεύοντος τουτὶ μὲν ἱκανῶς ἀπεμάξατο καὶ πρὸς τούτῳ τὴν εὐταξίαν τῶν νοημάτων, καὶ γὰρ δὴ καὶ τοῦτο Ἰσαίου. μελιχρότατος δὲ περὶ τὰς ἐννοίας γενόμενος οὐκ ἐμέθυε περὶ τὰς ἡδονάς, ὥσπερ ἔνιοι τῶν σοφιστῶν, ἀλλ᾽ ἐταμιεύετο λέγων ἀεὶ πρὸς τοὺς γνωρίμους, ὅτι χρὴ τοῦ μέλιτος ἄκρῳ δακτύλῳ, ἀλλὰ μὴ κοίλῃ χειρὶ γεύεσθαι, ὡς ἐν ἅπασι μὲν τοῖς εἰρημένοις δεδήλωται τῷ Διονυσίῳ, λογικοῖς τε καὶ νομικοῖς καὶ ἠθικοῖς ἀγῶσι, μάλιστα δὲ ἐν τῷ ἐπὶ Χαιρωνείᾳ θρήνῳ. διεξιὼν γὰρ τὸν Δημοσθένην τὸν μετὰ Χαιρώνειαν προσάγοντα τῇ βουλῇ ἑαυτὸν ἐς τήνδε τὴν μονῳδίαν τοῦ λόγου ἐτελεύτησεν: ‘ὦ Χαιρώνεια πονηρὸν χωρίον.’ καὶ πάλιν ‘ὦ αὐτομολήσασα πρὸς τοὺς βαρβάρους Βοιωτία. στενάξατε οἱ κατὰ γῆς ἥρωες, ἐγγὺς Πλαταιῶν νενικήμεθα.’ καὶ πάλιν ‘ἐν τοῖς κρινομένοις ἐπὶ τῷ μισθοφορεῖν Ἀρκάσιν ἀγορὰ πολέμου [p. 36] πρόκειται καὶ τὰ τῶν Ἑλλήνων κακὰ τὴν Ἀρκαδίαν τρέφει.’ καὶ ‘ἐπέρχεται πόλεμος αἰτίαν οὐκ ἔχων.’

τοιάδε μὲν ἡ ἐπίπαν ἰδέα τοῦ Διονυσίου, καθ᾽ ἣν τὰ τῆς μελέτης αὐτῷ προὔβαινεν ἐπισκοπουμένῳ καιρόν, ὅσονπερ ὁ Ἰσαῖος, ὁ δὲ λόγος ὁ περὶ τοῦ Διονυσίου λεγόμενος, ὡς Χαλδαίοις τέχναις τοὺς ὁμιλητὰς τὸ μνημονικὸν ἀναπαιδεύοντος πόθεν εἴρηται, ἐγὼ δηλώσω: τέχναι μνήμης οὔτε εἰσὶν οὔτ᾽ ἂν γένοιντο, μνήμη μὲν γὰρ δίδωσι τέχνας, αὐτὴ δὲ ἀδίδακτος καὶ οὐδεμιᾷ τέχνῃ ἁλωτός, ἔστι γὰρ πλεονέκτημα φύσεως ἢ τῆς ἀθανάτου ψυχῆς μοῖρα. οὐ γὰρ ἄν ποτε θνητὰ νομισθείη τὰ ἀνθρώπεια, οὐδὲ διδακτά, ἃ ἐμάθομεν, εἰ μνήμη συνεπολιτεύετο ἀνθρώποις, ἣν εἴτε μητέρα δεῖ χρόνου καλεῖν, εἴτε παῖδα, μὴ διαφερώμεθα πρὸς τοὺς ποιητάς, ἀλλ᾽ ἔστω, ὅ τι βούλονται. πρὸς δὲ τούτοις τίς οὕτως εὐήθης κατὰ τῆς ἑαυτοῦ δόξης ἐν σοφοῖς γραφόμενος, ὡς γοητεύων ἐν μειρακίοις διαβάλλειν καὶ ἃ ὀρθῶς ἐπαιδεύθη; πόθεν οὖν τὸ μνημονικὸν τοῖς ἀκροωμένοις; ἄπληστα τὴν ἡδονὴν ἐδόκει τὰ τοῦ Διονυσίου καὶ πολλάκις ἐπαναλαμβάνειν αὐτὰ ἠναγκάζετο, ἐπειδὴ ξυνίει σφῶν χαιρόντων τῇ ἀκροάσει. οἱ δὴ εὐμαθέστεροι τῶν νέων ἐνετυποῦντο αὐτὰ ταῖς γνώμαις καὶ ἀπήγγελλον ἑτέροις μελέτῃ μᾶλλον ἢ μνήμῃ ξυνειληφότες, ὅθεν μνημονικοί τε ὠνομάζοντο καὶ τέχνην αὐτὸ πεποιημένοι. ἔνθεν ὁρμώμενοί τινες τὰς τοῦ Διονυσίου μελέτας ἐσπερματολογῆσθαί φασιν, ὡς δὴ ἄλλο ἄλλου ξυνενεγκόντων ἐς αὐτάς, ἐν ᾧ ἐβραχυλόγησεν.

μεγάλων μὲν οὖν ἠξιοῦτο κἀκ τῶν πόλεων, ὁπόσαι αὐτὸν ἐπὶ σοφίᾳ ἐθαύμαζον, μεγίστων δὲ ἐκ [p. 37] βασιλέως: Ἀδριανὸς γὰρ σατράπην μὲν αὐτὸν ἀπέφηνεν οὐκ ἀφανῶν ἐθνῶν, ῾ἐγ̓κατέλεξε δὲ τοῖς δημοσίᾳ ἱππεύουσι καὶ τοῖς ἐν τῷ Μουσείῳ σιτουμένοις, τὸ δὲ Μουσεῖον τράπεζα Αἰγυπτία ξυγκαλοῦσα τοὺς ἐν πάσῃ τῇ γῆ ἐλλογίμους. πλείστας δὲ ἐπελθὼν πόλεις καὶ πλείστοις ἐνομιλήσας ἔθνεσιν οὔτε ἐρωτικήν ποτε αἰτίαν ἔλαβεν οὔτε ἀλαζόνα ὑπὸ τοῦ σωφρονέστατός τε φαίνεσθαι καὶ ἐφεστηκώς. οἱ δὲ ἀνατιθέντες Διονυσίῳ τὸν Ἀράσπαν τὸν τῆς Πανθείας ἐρῶντα ἀνήκοοι μὲν τῶν τοῦ Διονυσίου ῥυθμῶν, ἀνήκοοι δὲ τῆς ἄλλης ἑρμηνείας, ἄπειροι δὲ τῆς τῶν ἐνθυμημάτων τέχνης: οὐ γὰρ Διονυσίου τὸ φρόντισμα τοῦτο, ἀλλὰ Κέλερος τοῦ τεχνογράφου, ὁ δὲ Κέλερ βασιλικῶν μὲν ἐπιστολῶν ἀγαθὸς προστάτης, μελέτῃ δὲ οὐκ ἀποχρῶν, Διονυσίῳ δὲ τὸν ἐκ μειρακίου χρόνον διάφορος.

Μηδ᾽ ἐκεῖνα παρείσθω μοι Ἀρισταίου γε ἠκροαμένῳ αὐτὰ πρεσβυτάτου τῶν κατ᾽ ἐμὲ Ἑλλήνων καὶ πλεῖστα ὑπὲρ σοφιστῶν εἰδότος: ἐγήρασκε μὲν ὁ Διονύσιος ἐν δόξῃ λαμπρᾷ, παρῄει δ᾽ ἐς ἀκμὴν ὁ Πολέμων οὔπω γιγνωσκόμενος τῷ Διονυσίῳ καὶ ἐπεδήμει ταῖς Σάρδεσι ἀγορεύων δίκην ἐν τοῖς ἑκατὸν ἀνδράσιν, ὑφ᾽ ὧν ἐδικαιοῦτο ἡ Λυδία. ἑσπέρας οὖν ἐς τὰς Σάρδεις ἥκων ὁ Διονύσιος ἤρετο Δωρίωνα τὸν κριτικὸν ξένον ἑαυτοῦ: ‘εἰπέ μοι,’ ἔφη ‘ὦ Δωρίων, τί Πολέμων ἐνταῦθα;’ καὶ ὁ Δωρίων ‘ἀνὴρ’ ἔφη ‘πλουσιώτατος τῶν ἐν Λυδίᾳ κινδυνεύων περὶ τῆς οὐσίας ἄγει συνήγορον τὸν Πολέμωνα ἀπὸ τῆς Σμύρνης πείσας διταλάντῳ μισθῷ, καὶ ἀγωνιεῖται τὴν δίκην αὔριον.’ καὶ ὁ Διονύσιος ‘οἷον’ ἔφη ‘ἕρμαιον εἴρηκας, εἰ καὶ ἀκοῦσαί μοι ἔσται Πολέμωνος οὔπω ἐς πεῖραν αὐτοῦ [p. 38] ἀφιγμένῳ.’ ‘ἔοικεν’ εἶπεν ὁ Δωρίων ‘στρέφειν σε ὁ νεανίας ἐς ὄνομα ἤδη προβαίνων μέγα.’ ‘καὶ καθεύδειν γε οὐκ ἐᾷ, μὰ τὴν Ἀθηνᾶν,’ ἦ δ᾽ ὁ Διονύσιος ‘ἀλλ᾽ ἐς πήδησιν ἄγει τὴν καρδίαν καὶ τὴν γνώμην ἐνθυμουμένῳ, ὡς πολλοὶ οἱ ἐπαινέται αὐτοῦ, καὶ τοῖς μὲν δωδεκάκρουνος δοκεῖ τὸ στόμα, οἱ δὲ καὶ πήχεσι διαμετροῦσιν αὐτοῦ τὴν γλῶτταν, ὥσπερ τὰς τοῦ Νείλου ἀναβάσεις. σὺ δ᾽ αὖ ταύτην ἰάσαιό μοι τὴν φροντίδα εἰπών, τί μὲν πλέον, τί δὲ ἧττον ἐν ἐμοί τε κἀκείνῳ καθεώρακας.’ καὶ ὁ Δωρίων μάλα σωφρόνως ‘αὐτός,’ εἶπεν ‘ὦ Διονύσιε, σεαυτῷ τε κἀκείνῳ δικάσεις ἄμεινον, σὺ γὰρ ὑπὸ σοφίας οἷος σαυτόν τε γιγνώσκειν, ἕτερόν τε μὴ ἀγνοῆσαι.’ ἤκουσεν ὁ Διονύσιος ἀγωνιζομένου τὴν δίκην καὶ ἀπιὼν τοῦ δικαστηρίου ‘ἰσχὺν’ ἔφη ‘ὁ ἀθλητὴς ἔχει, ἀλλ᾽ οὐκ ἐκ παλαίστρας.’ ταῦτα ὡς ἤκουσεν ὁ Πολέμων, ἦλθε μὲν ἐπὶ θύρας τοῦ Διονυσίου μελέτην αὐτῷ ἐπαγγέλλων, ἀφικομένου δὲ διαπρεπῶς ἀγωνιζόμενος προσῆλθε τῷ Διονυσίῳ καὶ ἀντερείσας τὸν ὦμον, ὥσπερ οἱ τῆς σταδιαίας πάλης ἐμβιβάζοντες, μάλα ἀστείως ἐπετώθασεν εἰπὼν

ἦσάν ποτ᾽, ἦσαν ἄλκιμοι Μιλήσιοι.
ἀνδρῶν μὲν οὖν ἐπιφανῶν πᾶσα γῆ τάφος, Διονυσίῳ δὲ σῆμα ἐν τῇ ἐπιφανεστάτῃ Ἐφέσῳ, τέθαπται γὰρ ἐν τῇ ἀγορᾷ κατὰ τὸ κυριώτατον τῆς Ἐφέσου, ἐν ᾗ κατεβίω παιδεύσας τὸν πρῶτον βίον ἐν τῇ Λέσβῳ.

κγ
Λολλιανὸς δὲ ὁ Ἐφέσιος προὔστη μὲν τοῦ Ἀθήνησι θρόνου πρῶτος, προὔστη δὲ καὶ τοῦ Ἀθηναίων δήμου στρατηγήσας αὐτοῖς τὴν ἐπὶ τῶν ὅπλων, ἡ δὲ ἀρχὴ αὕτη πάλαι μὲν κατέλεγέ τε καὶ [p. 39] ἐξῆγεν ἐς τὰ πολέμια, νυνὶ δὲ τροφῶν ἐπιμελεῖται καὶ σίτου ἀγορᾶς. θορύβου δὲ καθεστηκότος παρὰ τὰ ἀρτοπώλια καὶ τῶν Ἀθηναίων βάλλειν αὐτὸν ὡρμηκότων Παγκράτης ὁ κύων ὁ μετὰ ταῦτα ἐν Ἰσθμῷ φιλοσοφήσας παρελθὼν ἐς τοὺς Ἀθηναίους καὶ εἰπὼν ‘Λολλιανὸς οὐκ ἔστιν ἀρτοπώλης, ἀλλὰ λογοπώλης’ διέχεεν οὕτω τοὺς Ἀθηναίους, ὡς μεθεῖναι τοὺς λίθους διὰ χειρὸς αὐτοῖς ὄντας. σίτου δὲ ἐκ Θετταλίας ἐσπεπλευκότος καὶ χρημάτων δημοσίᾳ οὐκ ὄντων ἐπέτρεψεν ὁ Λολλιανὸς ἔρανον τοῖς αὐτοῦ γνωρίμοις, καὶ χρήματα συχνὰ ἠθροίσθη. καὶ τοῦτο μὲν ἀνδρὸς εὐμηχάνου δόξει καὶ σοφοῦ τὰ πολιτικά, ἐκεῖνο δὲ δικαίου τε καὶ εὐγνώμονος: τὰ γὰρ χρήματα ταῦτα τοῖς ξυμβαλομένοις ἀπέδωκεν ἐπανεὶς τὸν μισθὸν τῆς ἀκροάσεως.

ἔδοξε δὲ ὁ σοφιστὴς οὗτος τεχνικώτατός τε καὶ φρονιμώτατος τὸ ἐπιχειρηματικὸν ἐν ἐπινοίᾳ τεχνικῇ κείμενον ἱκανῶς ἐκπονῆσαι, καὶ ἑρμηνεῦσαι μὲν ἀποχρῶν, νοῆσαι δὲ καὶ τὰ νοηθέντα τάξαι ἀπέριττος. διαφαίνονται δὲ τοῦ λόγου καὶ λαμπρότητες λήγουσαι ταχέως, ὥσπερ τὸ τῆς ἀστραπῆς σέλας. δηλοῦται δὲ τοῦτο ἐν πᾶσι μέν, μάλιστα δὲ ἐν τοῖσδε: κατηγορῶν μὲν γὰρ τοῦ Λεπτίνου διὰ τὸν νόμον, ἐπεὶ μὴ ἐφοίτα τοῖς Ἀθηναίοις ἐκ τοῦ Πόντου σῖτος, ὧδε ἤκμασεν: ‘κέκλεισται τὸ στόμα τοῦ Πόντου νόμῳ καὶ τὰς Ἀθηναίων τροφὰς ὀλίγαι κωλύουσι συλλαβαί, καὶ ταὐτὸν δύναται Λύσανδρος ναυμαχῶν καὶ Λεπτίνης νομομαχῶν’. ἀντιλέγων δὲ τοῖς Ἀθηναίοις ἀπορίᾳ χρημάτων βουλευομένοις πωλεῖν τὰς νήσους ὧδε ἔπνευσεν: ‘λῦσον, ὦ Πόσειδον, τὴν ἐπὶ Δήλῳ χάριν, συγχώρησον αὐτῇ πωλουμένῃ [p. 40] φυγεῖν.’ ἐσχεδίαζε μὲν οὖν κατὰ τὸν Ἰσαῖον, οὗ δὴ καὶ ἠκροάσατο, μισθοὺς δὲ γενναίους ἐπράττετο τὰς συνουσίας οὐ μελετηρὰς μόνον, ἀλλὰ καὶ διδασκαλικὰς παρέχων. εἰκόνες δὲ αὐτοῦ Ἀθήνησι μία μὲν ἐπ᾽ ἀγορᾶς, ἑτέρα δὲ ἐν τῷ ἄλσει τῷ μικρῷ, ὃ αὐτὸς λέγεται ἐκφυτεῦσαι.

κδ
οὐδὲ τὸν Βυζάντιον σοφιστὴν παραλείψω Μάρκον, ὑπὲρ οὗ κἂν ἐπιπλήξαιμι τοῖς Ἕλλησιν, εἰ τοιόσδε γενόμενος, ὁποῖον δηλώσω, μήπω τυγχάνοι τῆς ἑαυτοῦ δόξης. Μάρκῳ τοίνυν ἦν ἀναφορὰ τοῦ γένους ἐς τὸν ἀρχαῖον Βύζαντα, πατὴρ δὲ ὁμώνυμος ἔχων θαλαττουργοὺς οἰκέτας ἐν Ἱερῷ, τὸ δὲ Ἱερὸν παρὰ τὰς ἐκβολὰς τοῦ Πόντου. διδάσκαλος δὲ αὐτοῦ Ἰσαῖος ἐγένετο, παρ᾽ οὗ καὶ τὸ κατὰ φύσιν ἑρμηνεύειν μαθὼν ἐπεκόσμησεν αὐτὸ ὡραισμένῃ πρᾳότητι. καὶ παράδειγμα ἱκανώτατον τῆς Μάρκου ἰδέας ὁ Σπαρτιάτης ὁ ξυμβουλεύων τοῖς Λακεδαιμονίοις μὴ παραδέχεσθαι τοὺς ἀπὸ Σφακτηρίας γυμνοὺς ἥκοντας. τῆσδε γὰρ τῆς ὑποθέσεως ἤρξατο ὧδε: ‘ἀνὴρ Λακεδαιμόνιος μέχρι γήρως φυλάξας τὴν ἀσπίδα ἡδέως μὲν ἂν τοὺς γυμνοὺς τούτους ἀπέκτεινα.’ ὅστις δὲ καὶ τὰς διαλέξεις ὅδε ὁ ἀνὴρ ἐγένετο, ξυμβαλεῖν ἐστιν ἐκ τῶνδε: διδάσκων γὰρ περὶ τῆς τῶν σοφιστῶν τέχνης, ὡς πολλὴ καὶ ποικίλη, παράδειγμα τοῦ λόγου τὴν ἶριν ἐποιήσατο καὶ ἤρξατο τῆς διαλέξεως ὧδε: ‘ὁ τὴν ἶριν ἰδών, ὡς ἓν χρῶμα, οὐκ εἶδεν, ὡς θαυμάσαι, ὁ δέ, ὅσα χρώματα, μᾶλλον ἐθαύμασεν.’ οἱ δὲ τὴν διάλεξιν ταύτην Ἀλκινόῳ τῷ Στωικῷ ἀνατιθέντες διαμαρτάνουσι μὲν ἰδέας λόγου, διαμαρτάνουσι δὲ ἀληθείας, ἀδικώτατοι δ᾽ ἀνθρώπων εἰσὶ προσαφαιρούμενοι τὸν σοφιστὴν καὶ τὰ οῖκεῖα. [p. 41]

τὸ δὲ τῶν ὀφρύων ἦθος καὶ ἡ τοῦ προσώπου σύννοια σοφιστὴν ἐδήλου τὸν Μάρκον, καὶ γὰρ ἐτύγχανεν ἀεί τι ἐπισκοπῶν τῇ γνώμῃ καὶ ἀναπαιδεύων ἑαυτὸν τοῖς ἐς τὸ σχεδιάζειν ἄγουσι. καὶ τοῦτο ἐδηλοῦτο μὲν τῇ τῶν ὀφθαλμῶν στάσει πεπηγότων τὰ πολλὰ ἐς ἀπορρήτους ἐννοίας, ὡμολογήθη δὲ καὶ ὑπὸ τοῦ ἀνδρός: ἐρομένου γάρ τινος αὐτὸν τῶν ἐπιτηδείων, ὅπως χθὲς ἐμελέτα ‘ἐπ᾽ ἐμαυτοῦ μὲν’ ἔφη ‘λόγου ἀξίως, ἐπὶ δὲ τῶν γνωρίμων ἧττον.’ θαυμάσαντος δὲ τὴν ἀπόκρισιν ‘ἐγὼ’ ἔφη ὁ Μάρκος ‘καὶ τῇ σιωπῇ ἐνεργῷ χρῶμαι καὶ γυμνάζουσί με δύο ὑποθέσεις καὶ τρεῖς ὑπὸ τὴν μίαν, ἣν ἐς τὸ κοινὸν ἀγωνίζομαι.’ γενειάδος δὲ καὶ κόμης αὐχμηρῶς εἶχεν, ὅθεν ἀγροικότερος ἀνδρὸς πεπνυμένου ἐδόκει τοῖς πολλοῖς. τουτὶ δὲ καὶ Πολέμων ὁ σοφιστὴς πρὸς αὐτὸν ἔπαθεν: παρῆλθε μὲν γὰρ ἐς τὴν τοῦ Πολέμωνος διατριβὴν ὀνομαστὸς ἤδη ὤν, ξυγκαθημένων δὲ τῶν ἐς τὴν ἀκρόασιν ἀπηντηκότων ἀναγνούς τις αὐτὸν τῶν ἐς τὸ Βυζάντιον πεπλευκότων διεμήνυσε τῷ πέλας, ὁ δὲ τῷ πλησίον, καὶ διεδόθη ἐς πάντας, ὅτι ὁ Βυζάντιος εἴη σοφιστής, ὅθεν τοῦ Πολέμωνος αἰτοῦντος τὰς ὑποθέσεις ἐπεστρέφοντο πάντες ἐς τὸν Μάρκον, ἵνα προβάλοι. τοῦ δὲ Πολέμωνος εἰπόντος ‘τί ἐς τὸν ἄγροικον ὁρᾶτε; οὐ γὰρ δώσει γε οὗτος ὑπόθεσιν’, ὁ Μάρκος ἐπάρας τὴν φωνήν, ὥσπερ εἰώθει, καὶ ἀνακύψας ‘καὶ προβαλοῦμαι’ ἔφη ‘καὶ μελετήσομαι.’ ἔνθεν ἑλὼν ὁ Πολέμων καὶ ξυνιεὶς δωριάζοντος διελέχθη ἐς τὸν ἄνδρα πολλά τε καὶ θαυμάσια ἐφιεὶς τῷ καιρῷ, μελετήσας δὲ καὶ μελετῶντος ἀκροασάμενος καὶ ἐθαυμάσθη καὶ ἐθαύμασεν.

μετὰ ταῦτα δὲ ἥκων ὁ Μάρκος ἐς τὰ Μέγαρα, [p. 42] οἰκισταὶ δὲ ῾οὗτοἰ Βυζαντίων, ἐστασίαζον μὲν οἱ Μεγαρεῖς πρὸς τοὺς Ἀθηναίους ἀκμαζούσαις ταῖς γνώμαις, ὥσπερ ἄρτι τοῦ πινακίου ἐπ᾽ αὐτοὺς γεγραμμένου, καὶ οὐκ ἐδέχοντο σφᾶς ἐς τὰ Πύθια τὰ μικρὰ ἥκοντας. παρελθὼν δὲ ἐς μέσους ὁ Μάρκος οὕτω τι μεθήρμοσε τοὺς Μεγαρέας, ὡς ἀνοῖξαι πεῖσαι τὰς οἰκίας καὶ δέξασθαι τοὺς Ἀθηναίους ἐπὶ γυναῖκάς τε καὶ παῖδας. ἠγάσθη αὐτὸν καὶ Ἀδριανὸς ὁ αὐτοκράτωρ πρεσβεύοντα ὑπὲρ Βυζαντίων, ἐπιτηδειότατος τῶν πάλαι βασιλέων γενόμενος ἀρετὰς αὐξῆσαι.

κε
πολέμων δὲ ὁ σοφιστὴς οὔθ᾽, ὡς οἱ πολλοὶ δοκοῦσι, Σμυρναῖος, οὔθ᾽, ὥς τινες, ἐκ Φρυγῶν, ἀλλὰ ἤνεγκεν αὐτὸν Λαοδίκεια ἡ ἐν Καρίᾳ, ποταμῷ πρόσοικος Λύκῳ, μεσογεία μέν, δυνατωτέρα δὲ τῶν ἐπὶ θαλάττῃ. ἡ μὲν δὴ τοῦ Πολέμωνος οἰκία πολλοὶ ὕπατοι καὶ ἔτι, ἐρασταὶ δὲ αὐτοῦ πολλαὶ μὲν πόλεις, διαφερόντως δὲ ἡ Σμύρνα: οὗτοι γὰρ ἐκ μειρακίου κατιδόντες τι ἐν αὐτῷ μέγα πάντας τοὺς οἴκοι στεφάνους ἐπὶ τὴν τοῦ Πολέμωνος κεφαλὴν συνήνεγκαν, αὐτῷ τε ψηφισάμενοι καὶ γένει τὰ οἴκοι ζηλωτά, προκαθῆσθαι γὰρ τῶν Ἀδριανῶν Ὀλυμπίων ἔδοσαν τῷ ἀνδρὶ καὶ ἐγγόνοις, καὶ τῆς ἱερᾶς τριήρους ἐπιβατεύειν. πέμπεται γάρ τις μηνὶ Ἀνθεστηριῶνι μεταρσία τριήρης ἐς ἀγοράν, ἣν ὁ τοῦ Διονύσου ἱερεύς, οἷον κυβερνήτης, εὐθύνει πείσματα ἐκ θαλάττης λύουσαν.

Ἐνσπουδάζων δὲ τῇ Σμύρνῃ τάδε αὐτὴν ὤνησεν: πρῶτα μὲν τὴν πόλιν πολυανθρωποτάτην αὑτῆς φαίνεσθαι, νεότητος αὐτῇ ἐπιρρεούσης ἐξ ἠπείρων τε καὶ νήσων οὐκ ἀκολάστου καὶ ξυγκλύδος, ἀλλ᾽ ἔξειλεγμένης τε καὶ καθαρᾶς Ἑλλάδος, ἔπειτα ὁμονοοῦσαν [p. 43] καὶ ἀστασίαστον πολιτεύειν, τὸν γὰρ πρὸ τοῦ χρόνον ἐστασίαζεν ἡ Σμύρνα καὶ διεστήκεσαν οἱ ἄνω πρὸς τοὺς ἐπὶ θαλάττῃ. πλείστου δὲ ἄξιος τῇ πόλει καὶ τὰ πρεσβευτικὰ ἐγένετο φοιτῶν παρὰ τοὺς αὐτοκράτορας καὶ προαγωνιζόμενος τῶν ἠθῶν. Ἀδριανὸν γοῦν προσκείμενον τοῖς Ἐφεσίοις οὕτω τι μετεποίησε τοῖς Σμυρναίοις, ὡς ἐν ἡμέρᾳ μιᾷ μυριάδας χιλίας ἐπαντλῆσαι αὐτὸν τῇ Σμύρνῃ, ἀφ᾽ ὧν τά τε τοῦ σίτου ἐμπόρια ἐξεποιήθη καὶ γυμνάσιον τῶν κατὰ τὴν Ἀσίαν μεγαλοπρεπέστατον καὶ νεὼς τηλεφανὴς ὁ ἐπὶ τῆς ἄκρας ἀντικεῖσθαι δοκῶν τῷ Μίμαντι. καὶ μὴν καὶ τοῖς ἁμαρτανομένοις δημοσίᾳ ἐπιπλήττων καὶ κατὰ σοφίαν πλεῖστα νουθετῶν ὠφέλει, ὕβριν τε ὁμοίως ἐξῄρει καὶ ἀγερωχίαν πᾶσαν, τοσούτῳ πλέον, ὅσῳ μηδὲ τοῦ Ἰωνικοῦ ἀπεθίζειν ὠφέλει δὲ κἀκεῖνα δήπου: τὰς δίκας τὰς πρὸς ἀλλήλους οὐκ ἄλλοσέ ποι ἐκφοιτᾶν εἴα, ἀλλ᾽ οἴκοι ἔπαυεν. λέγω δὲ τὰς ὑπέρ χρημάτων, τὰς γὰρ ἐπὶ μοιχοὺς καὶ ἱεροσύλους καὶ σφαγέας, ὧν ἀμελουμένων ἄγη φύεται, οὐκ ἐξάγειν παρεκελεύετο μόνον, ἀλλὰ καὶ ἐξωθεῖν τῆς Σμύρνης, δικαστοῦ γὰρ δεῖσθαι αὐτὰς ξίφος ἔχοντος. καὶ ἡ αἰτία δέ, ἣν ἐκ τῶν πολλῶν εἶχεν, ὡς ὁδοιποροῦντι αὐτῷ πολλὰ μὲν σκευοφόρα ἕποιτο, πολλοὶ δὲ ἵπποι, πολλοὶ δὲ οἰκέται, πολλὰ δὲ ἔθνη κυνῶν ἄλλα ἐς ἄλλην θήραν, αὐτὸς δὲ ἐπὶ ζεύγους ἀργυροχαλίνου Φρυγίου τινὸς ἢ Κελτικοῦ πορεύοιτο, εὔκλειαν τῇ Σμύρνῃ ἔπραττεν: πόλιν γὰρ δὴ λαμπρύνει μὲν ἀγορὰ καὶ κατασκευὴ μεγαλοπρεπὴς οἰκοδομημάτων, λαμπρύνει δὲ οἰκία εὖ πράττουσα, οὐ γὰρ μόνον δίδωσι πόλις ἀνδρὶ ὄνομα, ἀλλὰ καὶ αὐτὴ ἄρνυται ἐξ ἀνδρός. ἐπεσκοπεῖτο δὲ καὶ τὴν Λαοδίκειαν ὁ [p. 44] Πολέμων θαμίζων ἐς τὸν ἑαυτοῦ οἶκον καὶ δημοσίᾳ ὠφελῶν ὅ τι ἠδύνατο.

τὰ δὲ ἐκ βασιλέων αὐτῷ τοιαῦτα: Τραιανὸς μὲν αὐτοκράτωρ ἀτελῆ πορεύεσθαι διὰ γῆς καὶ θαλάττης, Ἀδριανὸς δὲ καὶ τοῖς ἀπ᾽ αὐτοῦ πᾶσιν, ῾ἐγ̓κατέλεξε δὲ αὐτὸν καὶ τῷ τοῦ Μουσείου κύκλῳ ἐς τὴν Αἰγυπτίαν σίτησιν, ἐπί τε τῆς Ῥώμης ἀπαιτουμένου πέντε καὶ εἴκοσι μυριάδας ὑπεραπέδωκε ταῦτα τὰ χρήματα οὔτε εἰπόντος, ὡς δέοιτο, οὔτε προειπών, ὡς δώσοι. αἰτιωμένης δὲ αὐτὸν τῆς Σμύρνης, ὡς πολλὰ τῶν ἐπιδοθέντων σφίσιν ἐκ βασιλέως χρημάτων ἐς τὸ ἑαυτοῦ ἡδὺ καταθέμενον ἔπεμψεν ὁ αὐτοκράτωρ ἐπιστολὴν ὧδε ξυγκειμένην: ‘πολέμων τῶν ἐπιδοθέντων ὑμῖν χρημάτων ὑπ᾽ ἐμοῦ ἐμοὶ τοὺς λογισμοὺς ἔδωκεν.’ ταῦτα δὲ εἰ καὶ συγγνώμην ἐρεῖ τις, οὐκ ἦν δήπου συγγνώμην αὐτὸν τὴν ἐπὶ τοῖς χρήμασι μὴ οὐκ ἐς τὸ προὖχον τῆς ἄλλης ἀρετῆς εὑρέσθαι. τὸ δὲ Ἀθήνησιν Ὀλύμπιον δι᾽ ἑξήκοντα καὶ πεντακοσίων ἐτῶν ἀποτελεσθὲν καθιερώσας ὁ αὐτοκράτωρ, ὡς χρόνου μέγα ἀγώνισμα, ἐκέλευσε καὶ τὸν Πολέμωνα ἐφυμνῆσαι τῇ θυσίᾳ. ὁ δέ, ὥσπερ εἰώθει, στήσας τοὺς ὀφθαλμοὺς ἐπὶ τὰς ἤδη παρισταμένας ἐννοίας ἐπαφῆκεν ἑαυτὸν τῷ λόγῳ καὶ ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ διελέχθη πολλὰ καὶ θαυμάσια, προοίμιον ποιούμενος τοῦ λόγου τὸ μὴ ἀθεεὶ τὴν περὶ αὐτοῦ ὁρμὴν γενέσθαι οἱ. διήλλαξε δὲ αὐτῷ καὶ τὸν ἑαυτοῦ παῖδα Ἀντωνῖνον ὁ αὐτοκράτωρ ἐν τῇ τοῦ σκήπτρου παραδόσει θεὸς ἐκ θνητοῦ γιγνόμενος. τουτὶ δὲ ὁποῖον, ἀνάγκη δηλῶσαι: ἦρξε μὲν γὰρ δὴ πάσης ὁμοῦ Ἀσίας ὁ Ἀντωνῖνος, καὶ κατέλυσεν ἐν τῇ τοῦ Πολέμωνος οἰκίᾳ ὡς ἀρίστῃ τῶν κατὰ τὴν [p. 45] Σμύρναν καὶ ἀρίστου ἀνδρός, νύκτωρ δὲ ἐξ ἀποδημίας ἥκων ὁ Πολέμων ἐβόα ἐπὶ θύραις, ὡς δεινὰ πάσχοι τῶν ἑαυτοῦ εἰργόμενος, εἶτα συνηνάγκασε τὸν Ἀντωνῖνον ἐς ἑτέραν οἰκίαν μετασκευάσασθαι. ταῦτα ἐγίγνωσκε μὲν ὁ αὐτοκράτωρ, ἠρώτα δὲ ὑπὲρ αὐτῶν οὐδέν, ὡς μὴ ἀναδέροιτο, ἀλλ᾽ ἐνθυμηθεὶς τὰ μετ᾽ αὐτὸν καὶ ὅτι πολλάκις καὶ τὰς ἡμέρους ἐκκαλοῦνται φύσεις οἱ προσκείμενοί τε καὶ παροξύνοντες, ἔδεισε περὶ τῷ Πολέμωνι, ὅθεν ἐν ταῖς ὑπὲρ τῆς βασιλείας διαθήκαις ‘καὶ Πολέμων ὁ σοφιστὴς’ ἔφη ‘ξύμβουλος τῆς διανοίας ἐμοὶ ταύτης ἐγένετο,’ τῷ καὶ χάριν ὡς εὐεργέτῃ πράττειν τὴν συγγνώμην ἐκ περιουσίας ἑτοιμάζων. καὶ ὁ Ἀντωνῖνος ἠστείζετο μὲν πρὸς τὸν Πολέμωνα περὶ τῶν κατὰ τὴν Σμύρναν ἐνδεικνύμενός που τὸ μὴ ἐκλελῆσθαι, ταῖς δὲ ἑκάστοτε τιμαῖς ἐπὶ μέγα ἦρεν ἐγγυώμενός που τὸ μὴ μεμνῆσθαι. ἠστείζετο δὲ τάδε: ἐς τὴν πόλιν ἥκοντος τοῦ Πολέμωνος περιβαλὼν αὐτὸν Ἀντωνῖνος ‘δότε’ ἔφη ‘Πολέμωνι καταγωγήν, καὶ μηδεὶς αὐτὸν ἐκβάλῃ.’ ὑποκριτοῦ δὲ τραγῳδίας ἀπὸ τῶν κατὰ τὴν Ἀσίαν Ὀλυμπίων, οἷς ἐπεστάτει ὁ Πολέμων, ἐφιέναι φήσαντος, ἐξελαθῆναι γὰρ παρ᾽ αὐτοῦ κατ᾽ ἀρχὰς τοῦ δράματος, ἤρετο ὁ αὐτοκράτωρ τὸν ὑποκριτήν, πηνίκα εἴη, ὅτε τῆς σκηνῆς ἠλάθη, τοῦ δὲ εἰπόντος, ὡς μεσημβρία τυγχάνοι οὖσα, μάλα ἀστείως ὁ αὐτοκράτωρ ‘ἐμὲ δὲ’ εἶπεν ‘ἀμφὶ μέσας νύκτας ἐξήλασε τῆς οἰκίας, καὶ οὐκ ἐφῆκα.’

ἐχέτω μοι καὶ ταῦτα δήλωσιν βασιλέως τε πρᾴου καὶ ἀνδρὸς ὑπέρφρονος. ὑπέρφρων γὰρ δὴ οὕτω τι ὁ Πολέμων, ὡς πόλεσι μὲν ἀπὸ τοῦ προὔχοντος, δυνασταῖς δὲ ἀπὸ τοῦ μὴ ὑφειμένου, θεοῖς [p. 46] δὲ ἀπὸ τοῦ ἴσου διαλέγεσθαι. Ἀθηναίοις μὲν γὰρ ἐπιδεικνύμενος αὐτοσχεδίους λόγους, ὅτε καὶ πρῶτον Ἀθήναζε ἀφίκετο, οὐκ ἐς ἐγκώμια κατέστησεν ἑαυτὸν τοῦ ἄστεος, τοσούτων ὄντων, ἅ τις ὑπὲρ Ἀθηναίων ἂν εἴποι, οὐδ᾽ ὑπὲρ τῆς ἑαυτοῦ δόξης ἐμακρηγόρησε, καίτοι καὶ τῆς τοιᾶσδε ἰδέας ὠφελούσης τοὺς σοφιστὰς ἐν ταῖς ἐπιδείξεσιν, ἀλλ᾽ εὖ γιγνώσκων, ὅτι τὰς Ἀθηναίων φύσεις ἐπικόπτειν χρὴ μᾶλλον ἢ ἐπαίρειν διελέχθη ὧδε: ‘φασὶν ὑμᾶς, ὦ Ἀθηναῖοι, σοφοὺς εἶναι ἀκροατὰς λόγων: εἴσομαι.’ ἀνδρὸς δέ, ὃς ἦρχε μὲν Βοσπόρου, πᾶσαν δὲ Ἑλληνικὴν παίδευσιν ἥρμοστο, καθ᾽ ἱστορίαν τῆς Ἰωνίας ἐς τὴν Σμύρναν ἥκοντος οὐ μόνον οὐκ ἔταξεν ἑαυτὸν ἐν τοῖς θεραπεύουσιν, ἀλλὰ καὶ δεομένου ξυνεῖναί οἱ θαμὰ ἀνεβαλλετο, ἕως ἠνάγκασε τὸν βασιλέα ἐπὶ θύρας ἀφικέσθαι ἀπάγοντα μισθοῦ δέκα τάλαντα. ἥκων δὲ ἐς τὸ Πέργαμον, ὅτε δὴ τὰ ἄρθρα ἐνόσει, κατέδαρθε μὲν ἐν τῷ ἱερῷ, ἐπιστάντος δὲ αὐτῷ τοῦ Ἀσκληπιοῦ καὶ προειπόντος ἀπέχεσθαι ψυχροῦ ποτοῦ ὁ Πολέμων ‘βέλτιστε,’ εἶπεν ‘εἰ δὲ βοῦν ἐθεράπευες;’

τὸ δὲ μεγαλόγνωμον τοῦτο καὶ φρονηματῶδες ἐκ Τιμοκράτους ἔσπασε τοῦ φιλοσόφου, συγγενόμενος αὐτῷ ἥκοντι ἐς Ἰωνίαν ἐτῶν τεττάρων. οὐ χεῖρον δὲ καὶ τὸν Τιμοκράτην δηλῶσαι: ἦν μὲν γὰρ ἐκ τοῦ Πόντου ὁ ἀνὴρ οὗτος καὶ ἦν αὐτῷ πατρὶς Ἡράκλεια τὰ Ἑλλήνων ἐπαινοῦντες, ἐφιλοσόφει δὲ κατ᾽ ἀρχὰς μὲν τοὺς ἰατρικοὺς τῶν λόγων, εἰδὼς εὖ τὰς Ἱπποκράτους τε καὶ Δημοκρίτου δόξας, ἐπεὶ δὲ ἤκουσεν Εὐφράτου τοῦ Τυρίου, πλήρεσιν ἱστίοις ἐς τὴν ἐκείνου φιλοσοφίαν ἀφῆκεν. ἐπιχολώτερος δὲ οὕτω τι ἦν τοῦ ξυμμέτρου, ὡς ὑπανίστασθαι [p. 47] αὐτῷ διαλεγομένῳ τήν τε γενειάδα καὶ τὰς ἐν τῇ κεφαλῇ χαίτας, ὥσπερ τῶν λεόντων ἐν ταῖς ὁρμαῖς. τῆς δὲ γλώττης εὐφόρως εἶχε καὶ σφοδρῶς καὶ ἑτοίμως, διὸ καὶ τῷ Πολέμωνι πλείστου ἦν ἄξιος ἀσπαζομένῳ τὴν τοιάνδε ἐπιφορὰν τοῦ λόγου. διαφορᾶς γοῦν τῷ Τιμοκράτει πρὸς τὸν Σκοπελιανὸν γενομένης ὡς ἐκδεδωκότα ἑαυτὸν πίττῃ καὶ παρατιλτρίαις διέστη μὲν ἡ ἐνομιλοῦσα νεότης τῇ Σμύρνῃ, ὁ δὲ Πολέμων ἀμφοῖν ἀκροώμενος τῶν τοῦ Τιμοκράτους στασιωτῶν ἐγένετο πατέρα καλῶν αὐτὸν τῆς ἑαυτοῦ γλώττης. ἀπολογούμενος δὲ αὐτῷ καὶ ὑπὲρ τῶν πρὸς Φαβωρῖνον λόγων εὐλαβῶς ὑπέστειλε καὶ ὑφειμένως, ὥσπερ τῶν παίδων οἱ τὰς ἐκ τῶν διδασκάλων πληγάς, εἴ τι ἀτακτήσειαν, δεδιότες.

τῷ δὲ ὑφειμένῳ τούτῳ καὶ πρὸς τὸν Σκοπελιανὸν ἐχρήσατο χρόνῳ ὕστερον, πρεσβεύειν μὲν χειροτονηθεὶς ὑπὲρ τῶν Σμυρναίων, ὡς ὅπλα δὲ Ἀχίλλεια τὴν ἐκείνου πειθὼ αἰτήσας. Ἡρώδῃ δὲ τῷ Ἀθηναίῳ πὴ μὲν ἀπὸ τοῦ ὑφειμένου, πὴ δὲ ἀπὸ τοῦ ὑπεραίροντος ξυνεγένετο. ὅπως δὲ καὶ ταῦτα ἔσχε, δηλῶσαι βούλομαι, καλὰ γὰρ καὶ μεμνῆσθαι ἄξια: ἤρα μὲν γὰρ τοῦ αὐτοσχεδιάζειν ὁ Ἡρώδης μᾶλλον ἢ τοῦ ὕπατός τε καὶ ἐξ ὑπάτων δοκεῖν, τὸν Πολέμωνα δὲ οὔπω γιγνώσκων ἀφῖκτο μὲν ἐς τὴν σμύρναν ἐπὶ ξυνουσίᾳ τοῦ ἀνδρὸς κατὰ χρόνους, οὓς τὰς ἐλευθέρας τῶν πόλεων αὐτὸς διωρθοῦτο, περιβαλὼν δὲ καὶ ὑπερασπασάμενος ὁμοῦ τῷ τὸ στόμα ἀφελεῖν τοῦ στόματος ‘πότε,’ εἶπεν ‘ὦ πάτερ, ἀκροασόμεθά σου;’ καὶ ὁ μὲν δὴ ᾤετο ἀναβαλεῖσθαι αὐτὸν τὴν ἀκρόασιν ὀκνεῖν φήσαντα ἐπ᾽ ἀνδρὸς τοιούτου ἀποκινδυνεύειν, ὁ δὲ οὐδὲν [p. 48] πλασάμενος ‘τήμερον’ ἔφη ‘ἀκροῶ, καὶ ἴωμεν.’ τοῦτο ἀκούσας ὁ Ἡρώδης ἐκπλαγῆναί φησι τὸν ἄνδρα, ὡς καὶ τὴν γλῶτταν αὐτοσχέδιον καὶ τὴν γνώμην. ταῦτα μὲν οὖν φρόνημα ἐνδείκνυται τοῦ ἀνδρὸς καί, νὴ Δία, σοφίαν, ᾗ ἐς τὴν ἔκπληξιν ἐχρήσατο, ἐκεῖνα δὲ σωφροσύνην τε καὶ κόσμον: ἀφικόμενον γὰρ ἐς τὴν ἐπίδειξιν ἐδέξατο ἐπαίνῳ μακρῷ καὶ ἐπαξίῳ τῶν Ἡρώδου λόγων τε καὶ ἔργων.

τὴν δὲ σκηνὴν τοῦ ἀνδρός, ᾗ ἐς τὰς μελέτας ἐχρήσατο, ἔστι μὲν καὶ Ἡρώδου μαθεῖν ἐν μιᾷ τῶν πρὸς τὸν Βᾶρον ἐπιστολῇ εἰρημένων, δηλώσω δὲ κἀγὼ ἐκεῖθεν: παρῄει μὲν ἐς τὰς ἐπιδείξεις διακεχυμένῳ τῷ προσώπῳ καὶ τεθαρρηκότι, φοράδην δὲ ἐσεφοίτα διεφθορότων αὐτῷ ἤδη τῶν ἄρθρων. καὶ τὰς ὑποθέσεις οὐκ ἐς τὸ κοινὸν ἐπεσκοπεῖτο, ἀλλ᾽ ἐξιὼν τοῦ ὁμίλου βραχὺν καιρόν. φθέγμα δὲ ἦν αὐτῷ λαμπρὸν καὶ ἐπίτονον καὶ κρότος θαυμάσιος οἷος ἀπεκτύπει τῆς γλώττης. φησὶ δὲ αὐτὸν ὁ Ἡρώδης καὶ ἀναπηδᾶν τοῦ θρόνου περὶ τὰς ἀκμὰς τῶν ὑποθέσεων, τοσοῦτον αὐτῷ περιεῖναι ὁρμῆς, καὶ ὅτε ἀποτορνεύοι περίοδον, τὸ ἐπὶ πᾶσιν αὐτῆς κῶλον σὺν μειδιάματι φέρειν, ἐνδεικνύμενον πολὺ τὸ ἀλύπως φράζειν, καὶ κροαίνειν ἐν τοῖς τῶν ὑποθέσεων χωρίοις οὐδὲν μεῖον τοῦ Ὁμηρικοῦ ἵππου. ἀκροᾶσθαι δὲ αὐτοῦ τὴν μὲν πρώτην, ὡς οἱ δικάζοντες, τὴν δὲ ἐφεξῆς, ὡς οἱ ἐρῶντες, τὴν δὲ τρίτην, ὡς οἱ θαυμάζοντες, καὶ γὰρ δὴ καὶ τριῶν ἡμερῶν ξυγγενέσθαι οἱ. ἀναγράφει καὶ τὰς ὑποθέσεις ὁ Ἡρώδης, ἐφ᾽ αἷς ξυνεγένετο: ἦν τοίνυν ἡ μὲν πρώτη Δημοσθένης ἐξομνύμενος ταλάντων πεντήκοντα δωροδοκίαν, ἣν ἦγεν ἐπ᾽ αὐτὸν Δημάδης, ὡς Ἀλεξάνδρου τοῦτο Ἀθηναίοις ἐκ τῶν Δαρείου λογισμῶν [p. 49] ἐπεσταλκότος, ἡ δὲ ἐφεξῆς τὰ τρόπαια κατέλυε τὰ Ἑλληνικὰ τοῦ Πελοποννησίου πολέμου ἐς διαλλαγὰς ἥκοντος, ἡ δὲ τρίτη τῶν ὑποθέσεων τοὺς Ἀθηναίους μετὰ Αἰγὸς ποταμοὺς ἐς τοὺς δήμους ἀνεσκεύαζεν: ὑπὲρ οὗ φησιν ὁ Ἡρώδης πέμψαι οἱ πεντεκαίδεκα μυριάδας προσειπὼν αὐτὰς μισθὸν τῆς ἀκροάσεως, μὴ προσεμένου δὲ αὐτὸς μὲν ὑπερῶφθαι οἴεσθαι, ξυμπίνοντα δὲ αὐτῷ Μουνάτιον τὸν κριτικόν, ὁ δὲ ἀνὴρ οὗτος ἐκ Τραλλέων, ‘ὦ Ἡρώδη,’ φάναι ‘δοκεῖ μοι Πολέμων ὀνειροπολήσας πέντε καὶ εἴκοσι μυριάδας παρὰ τοῦτ᾽ ἔλαττον ἔχειν ἡγεῖσθαι, παρ᾽ ὃ μὴ τοσαύτας ἔπεμψας.’ προσθεῖναί φησιν ὁ Ἡρώδης τὰς δέκα καὶ τὸν Πολέμωνα προθύμως λαβεῖν, ὥσπερ ἀπολαμβάνοντα. ἔδωκε τῷ Πολέμωνι ὁ Ἡρώδης καὶ τὸ μὴ παρελθεῖν ἐπ᾽ αὐτῷ ἐς λόγων ἐπίδειξιν, μηδ᾽ ἐπαγωνίσασθαί οἱ, νύκτωρ δὲ ἐξελάσαι τῆς Σμύρνης, ὡς μὴ βιασθείη, θρασὺ γὰρ καὶ τὸ βιασθῆναι ᾤετο. διετέλει δὲ καὶ τὸν ἄλλον χρόνον ἐπαινῶν τὸν Πολέμωνα καὶ ὑπὲρ θαῦμα ἄγων: Ἀθήνησι μὲν γὰρ διαπρεπῶς ἀγωνισάμενος τὸν περὶ τῶν τροπαίων ἀγῶνα καὶ θαυμαζόμενος ἐπὶ τῇ φορᾷ τοῦ λόγου ‘τὴν Πολέμωνος’ ἔφη ‘μελέτην ἀνάγνωτε καὶ εἴσεσθε ἄνδρα.’ Ὀλυμπίασι δὲ βοησάσης ἐπ᾽ αὐτῷ τῆς Ἑλλάδος ‘εἶς ὡς Δημοσθένης,’ ‘εἴθε γὰρ’ ἔφη ‘ὡς ὁ Φρύξ,’ τὸν Πολέμωνα ὧδε ἐπονομάζων, ἐπειδὴ τότε ἡ Λαοδικεια τῇ Φρυγίᾳ συνετάττετο. Μάρκου δὲ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν εἰπόντος ‘τί σοι δοκεῖ ὁ Πολέμων;’ στήσας τοὺς ὀφθαλμοὺς ὁ Ἡρώδης

ἵππων μ᾽
ἔφη

ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει,
[p. 50] ἐνδεικνύμενος δὴ τὸ ἐπίκροτον καὶ τὸ ὑψηχὲς τῶν λόγων. ἐρομένου δὲ αὐτὸν καὶ Βάρου τοῦ ὑπάτου, τίσι καὶ διδασκάλοις ἐχρήσατο, ‘τῷ δεῖνι μὲν καὶ τῷ δεῖνι’ ἔφη ‘παιδευόμενος, Πολέμωνι δὲ ἤδη παιδεύων.’

φησὶν ὁ Πολέμων ἠκροᾶσθαι καὶ Δίωνος ἀποδημίαν ὑπὲρ τούτου στείλας ἐς τὸ τῶν Βιθυνῶν ἔθνος. ἔλεγε δὲ ὁ Πολέμων τὰ μὲν τῶν καταλογάδην ὤμοις δεῖν ἐκφέρειν, τὰ δὲ τῶν ποιητῶν ἁμάξαις. κἀκεῖνα τῶν Πολέμωνι τιμὴν ἐχόντων: ἤριζεν ἡ Σμύρνα ὑπὲρ τῶν ναῶν καὶ τῶν ἐπ᾽ αὐτοῖς δικαίων, ξύνδικον πεποιημένη τὸν Πολέμωνα ἐς τέρμα ἤδη τοῦ βίου ἥκοντα. ἐπεὶ δὲ ἐν ὁρμῇ τῆς ὑπὲρ τῶν δικαίων ἀποδημίας ἐτελεύτησεν, ἐγένετο μὲν ἐπ᾽ ἄλλοις ξυνδίκοις ἡ πόλις, πονηρῶς δὲ αὐτῶν ἐν τῷ βασιλείῳ δικαστηρίῳ διατιθεμένων τὸν λόγον βλέψας ὁ αὐτοκράτωρ ἐς τοὺς τῶν Σμυρναίων ξυνηγόρους ‘οὐ Πολέμων’ εἶπεν ‘τουτουὶ τοῦ ἀγῶνος ξύνδικος ὑμῖν ἀπεδέδεικτο;’ ‘ναί,’ ἔφασαν ‘εἴ γε τὸν σοφιστὴν λέγεις.’ καὶ ὁ αὐτοκράτωρ ‘ἴσως οὖν’ ἔφη ‘καὶ λόγον τινὰ ξυνέγραψεν ὑπὲρ τῶν δικαίων, οἷα δὴ ἐπ᾽ ἐμοῦ τε ἀγωνιούμενος καὶ ὑπὲρ τηλικούτων.’ ‘ἴσως,’ ἔφασαν, ὦ βασιλεῦ, ‘οὐ μὴν ἡμῖν γε εἰδέναι.’ καὶ ἔδωκεν ἀναβολὰς ὁ αὐτοκράτωρ τῇ δίκῃ, ἔστ᾽ ἂν διακομισθῇ ὁ λόγος, ἀναγνωσθέντος δὲ ἐν τῷ δικαστηρίῳ κατ᾽ αὐτὸν ἐψηφίσατο ὁ βασιλεύς, καὶ ἀπῆλθεν ἡ Σμύρνα τὰ πρωτεῖα νικῶσα καὶ τὸν Πολέμωνα αὐτοῖς ἀναβεβιωκέναι φάσκοντες.

ἐπεὶ δὲ ἀνδρῶν ἐλλογίμων ἀξιομνημόνευτα οὐ μόνον τὰ μετὰ σπουδῆς λεχθέντα, ἀλλὰ καὶ τὰ ἐν [p. 51] ταῖς παιδιαῖς, ἀναγράψω καὶ τοὺς ἀστεισμοὺς τοῦ Πολέμωνος, ὡς μηδὲ οὗτοι παραλελειμμένοι φαίνοιντο. μειράκιον Ἰωνικὸν ἐτρύφα κατὰ τὴν Σμύρναν ὑπὲρ τὰ Ἰώνων ἤθη, καὶ ἀπώλλυ αὐτὸ πλοῦτος βαθύς, ὅσπερ ἐστὶ πονηρὸς διδάσκαλος τῶν ἀκολάστων φύσεων. ὄνομα μὲν δὴ τῷ μειρακίῳ Οὔαρος, διεφθορὸς δὲ ὑπὸ κολάκων ἐπεπείκει αὐτὸ ἑαυτό, ὡς καλῶν τε εἴη ὁ κάλλιστος καὶ μέγας ὑπὲρ τοὺς εὐμήκεις καὶ τῶν ἀμφὶ παλαίστραν γενναιότατός τε καὶ τεχνικώτατος καὶ μηδ᾽ ἂν τὰς Μούσας ἀναβάλλεσθαι αὐτοῦ ἥδιον, ὁπότε πρὸς τὸ ᾄδειν τράποιτο. παραπλήσια δὲ τούτοις καὶ περὶ τῶν σοφιστῶν ᾤετο, παριππεῦσαι γὰρ ῾ἂν᾽ καὶ τὰς ἐκείνων γλώττας, ὁπότε μελετῴη, καὶ γὰρ δὴ καὶ ἐμελέτα, καὶ οἱ δανειζόμενοι παρ᾽ αὐτοῦ χρήματα τὸ καὶ μελετῶντος ἀκροάσασθαι προσέγραφον τῷ τόκῳ. ὑπήγετο δὲ καὶ ὁ Πολέμων τῷ δασμῷ τούτῳ νέος ὢν ἔτι καὶ οὔπω νοσῶν, δεδάνειστο γὰρ παρ᾽ αὐτοῦ χρήματα, καὶ ἐπεὶ μὴ ἐθεράπευε, μηδὲ ἐς τὰς ἀκροάσεις ἐφοίτα, χαλεπὸν ἦν τὸ μειράκιον καὶ ἠπείλει τύπους. οἱ δὲ τύποι γράμμα εἰσὶν ἀγορᾶς, ἐρήμην ἐπαγγέλλον τῷ οὐκ ἀποδιδόντι. αἰτιωμένων οὖν τὸν Πολέμωνα τῶν οἰκείων, ὡς ἀηδῆ καὶ δύστροπον, εἰ παρὸν αὐτῷ μὴ ἀπαιτεῖσθαι καὶ τὸ μειράκιον ἐκκαρποῦσθαι παρέχοντα αὐτῷ νεῦμα εὔνουν μὴ ποιεῖ τοῦτο, ἀλλ᾽ ἐκκαλεῖται αὐτὸ καὶ παροξύνει, τοιαῦτα ἀκούων ἀπήντησε μὲν ἐπὶ τὴν ἀκρόασιν, ἐπεὶ δὲ ἐς δείλην ἤδη ὀψίαν τὰ τῆς μελέτης αὐτῷ προὔβαινε καὶ οὐδεὶς ὅρμος ἐφαίνετο τοῦ λόγου, σολοικισμῶν τε καὶ βαρβαρισμῶν καὶ ἐναντιώσεων πλέα ἦν πάντα, ἀναπηδήσας ὁ Πολέμων καὶ ὑποσχὼν τὼ χεῖρε ‘Οὔαρε’, εἶπεν ‘φέρε τοὺς τύπους.’ λῃστὴν δὲ πολλαῖς αἰτίαις [p. 52] ἑαλωκότα στρεβλοῦντος ἀνθυπάτου καὶ ἀπορεῖν φάσκοντος, τίς γένοιτ᾽ ἂν ἐπ᾽ αὐτῷ τιμωρία τῶν εἰργασμένων ἀξία, παρατυχὼν ὁ Πολέμων ‘κέλευσον’ ἔφη ‘αὐτὸν ἀρχαῖα ἐκμανθάνειν.’ καίτοι γὰρ πλεῖστα ἐκμαθὼν ὁ σοφιστὴς οὗτος ὅμως ἐπιπονώτατον ἡγεῖτο τῶν ἐν ἀσκήσει τὸ ἐκμανθάνειν. ἰδὼν δὲ μονόμαχον ἱδρῶτι ῥεόμενον καὶ δεδιότα τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα ‘οὕτως’ εἶπεν ‘ἀγωνιᾷς, ὡς μελετᾶν μέλλων.’ σοφιστῇ δὲ ἐντυχὼν ἀλλᾶντας ὠνουμένῳ καὶ μαινίδας καὶ τὰ εὐτελῆ ὄψα ‘ὦ λῷστε,’ εἶπεν ‘οὐκ ἔστι τὸ Δαρείου καὶ Ξέρξου φρόνημα καλῶς ὑποκρίνασθαι ταῦτα σιτουμένῳ.’ Τιμοκράτους δὲ τοῦ φιλοσόφου πρὸς αὐτὸν εἰπόντος, ὡς λάλον χρῆμα ὁ Φαβωρῖνος γένοιτο, ἀστειότατα ὁ Πολέμων ‘καὶ πᾶσα’ ἔφη ‘γραῦς’ τὸ εὐνουχῶδες αὐτοῦ διασκώπτων. ἀγωνιστοῦ δὲ τραγῳδίας ἐν τοῖς κατὰ τὴν Σμύρναν Ὀλυμπίοις τὸ ‘ὦ Ζεῦ’ ἐς τὴν γῆν δείξαντος, τὸ δὲ ‘καὶ γᾶ’ ἐς τὸν οὐρανὸν ἀνασχόντος, προκαθήμενος τῶν Ὀλυμπίων ὁ Πολέμων ἐξέωσεν αὐτὸν τῶν ἄθλων εἰπὼν ‘οὗτος τῇ χειρὶ ἐσολοίκισεν.’ μὴ πλείω ὑπὲρ τούτων, ἀπόχρη γὰρ καὶ ταῦτα τὸ ἐπίχαρι τοῦ ἀνδρὸς δηλῶσαι.

ἡ δὲ ἰδέα τῶν Πολέμωνος λόγων θερμὴ καὶ ἐναγώνιος καὶ τορὸν ἠχοῦσα, ὥσπερ ἡ Ὀλυμπιακὴ σάλπιγξ, ἐπιπρέπει δὲ αὐτῇ καὶ τὸ Δημοσθενικὸν τῆς γνώμης, καὶ ἡ σεμνολογία οὐχ ὑπτία, λαμπρὰ δὲ καὶ ἔμπνους, ὥσπερ ἐκ τρίποδος. διαμαρτάνουσι μέν̔τοἰ τοῦ ἀνδρὸς φάσκοντες αὐτὸν τὰς μὲν ἐπιφορὰς ἄριστα σοφιστῶν μεταχειρίσασθαι, τὰς δὲ ἀπολογίας ἧττον, ἐλέγχει γὰρ τὸν λόγον τοῦτον ὡς οὐκ ἀληθῆ καὶ ἡ δεῖνα μὲν καὶ ἡ δεῖνα τῶν ὑποθέσεων, ἐν αἷς ἀπολογεῖται, μάλιστα δὲ ὁ Δημοσθένης [p. 53] ὁ τὰ πεντήκοντα τάλαντα ἐξομνύμενος. ἀπολογίαν γὰρ οὕτω χαλεπὴν διαθέμενος ἤρκεσε τῷ λόγῳ ξὺν περιβολῇ καὶ τέχνῃ. τὴν αὐτὴν ὁρῶ διαμαρτίαν καὶ περὶ τοὺς ἡγουμένους αὐτὸν ἐκφέρεσθαι τῶν ἐσχηματισμένων ὑποθέσεων εἰργόμενον τοῦ δρόμου, καθάπερ ἐν δυσχωρίᾳ ἵππον, παραιτούμενόν τε αὐτὰς τὰς Ὁμηρείους γνώμας εἰπεῖν

ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσιν,
ὅς χ᾽ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ,
ταῦτα γὰρ ἴσως ἔλεγεν αἰνιττόμενος καὶ παραδηλῶν τὸ δύστροπον τῶν τοιούτων ὑποθέσεων, ἄριστα δὲ κἀκεῖνα ἠγωνίσατο, ὡς δηλοῦσιν ὅ τε μοιχὸς ὁ ἐκκεκαλυμμένος καὶ ὁ Ξενοφῶν ὁ ἀξιῶν ἀποθνήσκειν ἐπὶ Σωκράτει καὶ ὁ Σόλων ὁ αἰτῶν ἀπαλείφειν τοὺς νόμους λαβόντος τὴν φρουρὰν τοῦ Πεισιστράτου καὶ οἱ Δημοσθένεις τρεῖς, ὁ μετὰ Χαιρώνειαν προσάγων ἑαυτὸν καὶ ὁ δοκῶν θανάτου ἑαυτῷ τιμᾶσθαυ ἐπὶ τοῖς Ἁρπαλείοις καὶ ὁ ξυμβουλεύων ἐπὶ τῶν τριήρων φεύγειν ἐπιόντος μὲν Φιλίππου, νόμον δὲ Αἰσχίνου κεκυρωκότος ἀποθνήσκειν τὸν πολέμου μνημονεύσαντα. ἐν γὰρ ταύταις μάλιστα τῶν ὑπ᾽ αὐτοῦ κατὰ σχῆμα προηγμένων ἡνία τε ἐμβέβληται τῷ λόγῳ καὶ τὸ ἐπαμφότερον αἱ διάνοιαι σώζουσιν.

ἰατροῖς δὲ θαμὰ ὑποκείμενος λιθιώντων αὐτῷ τῶν ἄρθρων παρεκελεύετο αὐτοῖς ὀρύττειν καὶ τέμνειν τὰς Πολέμωνος λιθοτομίας. Ἡρώδῃ δὲ ἐπιστέλλων ὑπὲρ τῆς νόσου ταύτης ὧδε ἐπέστειλεν: ‘δεῖ ἐσθίειν, χεῖρας οὐκ ἔχω: δεῖ βαδίζειν, πόδες οὐκ εἰσί μοι: δεῖ ἀλγεῖν, τότε καὶ πόδες εἰσί μοι καὶ χεῖρες.’ Ἐτελεύτα μὲν περὶ τὰ ἓξ καὶ πεντήκοντα ἔτη, τὸ δὲ μέτρον τῆς ἡλικίας τοῦτο ταῖς μὲν ἄλλαις [p. 54] ἐπιστήμαις γήρως ἀρχή, σοφιστῇ δὲ νεότης ἔτι, γηράσκουσα γὰρ ἥδε ἡ ἐπιστήμη σοφίαν ἀρτύνει. τάφος δὲ αὐτῷ κατὰ τὴν Σμύρναν οὐδείς, εἰ καὶ πλείους λέγονται: οἱ μὲν γὰρ ἐν τῷ κήπῳ τοῦ τῆς Ἀρετῆς ἱεροῦ ταφῆναι αὐτόν, οἱ δὲ οὐ πόρρω τούτου ἐπὶ θαλάττῃ, νεὼς δέ τίς ἐστι βραχὺς καὶ ἄγαλμα ἐν αὐτῷ Πολέμωνος ἐσταλμένον, ὡς ἐπὶ τῆς τριήρους ὠργίαζεν, ὑφ᾽ ᾧ κεῖσθαι τὸν ἄνδρα, οἱ δὲ ἐν τῇ τῆς οἰκίας αὐλῇ ὑπὸ τοῖς χαλκοῖς ἀνδριᾶσιν. ἔστι δὲ οὐδὲν τούτων ἀληθές, εἰ γὰρ ἐτελεύτα κατὰ τὴν Σμύρναν, οὐδενὸς ἂν τῶν θαυμασίων παρ᾽ αὐτοῖς ἱερῶν ἀπηξιώθη τὸ μὴ οὐκ ἐν αὐτῷ κεῖσθαι. ἀλλ᾽ ἐκεῖνα ἀληθέστερα, κεῖσθαι μὲν αὐτὸν ἐν τῇ Λαοδικείᾳ παρὰ τὰς Συρίας πύλας, οὗ δὴ καὶ τῶν προγόνων αὐτοῦ θῆκαι, ταφῆναι δὲ αὐτὸν ζῶντα ἔτι, τουτὶ γὰρ τοῖς φιλτάτοις ἐπισκῆψαι, κείμενόν τε ἐν τῷ σήματι παρακελεύεσθαι τοῖς συγκλείουσι τὸν τάφον ‘ἔπαγε, ἔπαγε, μὴ γὰρ ἴδοι με σιωπῶντα ἥλιος.’ πρὸς δὲ τοὺς οἰκείους ὀλοφυρομένους αὐτὸν ἀνεβόησε: ‘δότε μοι σῶμα καὶ μελετήσομαι.’ μέχρι Πολέμωνος τὰ Πολέμωνος, οἱ γὰρ ἐπ᾽ αὐτῷ γενόμενοι ξυγγενεῖς μέν, οὐ μὴν οἷοι πρὸς τὴν ἐκείνου ἀρετὴν ἐξετάζεσθαι, πλὴν ἑνὸς ἀνδρός, περὶ οὗ μικρὸν ὕστερον λέξω.

κς
μηδὲ Σεκούνδου τοῦ Ἀθηναίου ἀμνημονῶμεν, ὃν ἐκάλουν ἐπίουρόν τινες ὡς τέκτονος παῖδα. Σεκοῦνδος τοίνυν ὁ σοφιστὴς γνῶναι μὲν περιττός, ἑρμηνεῦσαι δὲ ἀπέριττος, Ἡρώδην δὲ ἐκπαιδεύσας ἐς διαφορὰν αὐτῷ ἀφίκετο παιδεύοντι ἤδη, ὅθεν ὁ Ἡρώδης διετώθαζεν αὐτὸν ἐκεῖνο ἐπιλέγων: ‘καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ ῥήτορι τέκτων,’ [p. 55] ἀλλ᾽ ἀποθανόντι καὶ λόγον ἐπεφθέγξατο καὶ δάκρυα ἐπέδωκε καίτοι γηραιῷ τελευτήσαντι. μνήμης δὲ ἄξια τοῦ ἀνδρὸς τούτου καὶ πλείω μέν, μάλιστα δὲ ἥδε ἡ ὑπόθεσις: ‘ὁ ἄρξας στάσεως ἀποθνησκέτω καὶ ὁ παύσας στάσιν ἐχέτω δωρεάν: ὁ αὐτὸς καὶ ἄρξας καὶ παύσας αἰτεῖ τὴν δωρεάν.’ τήνδε τὴν ὑπόθεσιν ὧδε ἐβραχυλόγησεν: ‘οὐκοῦν’ ἔφη ‘τί πρότερον; τὸ κινῆσαι στάσιν. τί δεύτερον; τὸ παῦσαι. δοὺς οὖν τὴν ἐφ᾽ οἷς ἠδίκεις τιμωρίαν, τὴν ἐφ᾽ οἷς εὖ πεποίηκας δωρεάν, εἰ δύνασαι, λάβε.’ τοιόσδε μὲν ὁ ἀνὴρ οὗτος, τέθαπται δὲ πρὸς τῇ Ἐλευσῖνι ἐν δεξιᾷ τῆς Μέγαράδε ὁδοῦ.


B

α
περὶ δὲ Ἡρώδου τοῦ Ἀθηναίου τάδε χρὴ εἰδέναι: ὁ σοφιστὴς Ἡρώδης ἐτέλει μὲν ἐκ πατέρων ἐς τοὺς δισυπάτους, ἀνέφερε δὲ ἐς τὸν τῶν Αἰακιδῶν, οὓς ξυμμάχους ποτὲ ἡ Ἑλλὰς ἐπὶ τὸν Πέρσην ἐποιεῖτο, ἀπηξίου δὲ οὐδὲ τὸν Μιλτιάδην, οὐδὲ τὸν Κίμωνα, ὡς ἄνδρε ἀρίστω καὶ πολλοῦ ἀξίω Ἀθηναίοις τε καὶ τοῖς ἄλλοις Ἕλλησι περὶ τὰ Μηδικά, ὁ μὲν γὰρ ἦρξε τροπαίων Μηδικῶν, ὁ δὲ ἀπῄτησε δίκας τοὺς βαρβάρους ὧν μετὰ ταῦτα ὕβρισαν. ἄριστα δὲ ἀνθρώπων πλούτῳ ἐχρήσατο. τουτὶ δὲ μὴ τῶν εὐμεταχειρίστων ἡγώμεθα, ἀλλὰ τῶν παγχαλέπων τε καὶ δυσκόλων, οἱ γὰρ πλούτῳ μεθύοντες [p. 56] ὕβριν τοῖς ἀνθρώποις ἐπαντλοῦσιν. προσδιαβάλλουσι δὲ ὡς καὶ τυφλὸν τὸν πλοῦτον, ὃς εἰ καὶ τὸν ἄλλον χρόνον ἐδόκει τυφλός, ἀλλ᾽ ἐπὶ Ἡρώδου ἀνέβλεψεν, ἔβλεψε μὲν γὰρ ἐς φίλους, ἔβλεψε δὲ ἐς πόλεις, ἔβλεψε δὲ ἐς ἔθνη, πάντων περιωπὴν ἔχοντος τοῦ ἀνδρὸς καὶ θησαυρίζοντος τὸν πλοῦτον ἐν ταῖς τῶν μετεχόντων αὐτοῦ γνώμαις. ἔλεγε γὰρ δή, ὡς προσήκοι τὸν ὀρθῶς πλούτῳ χρώμενον τοῖς μὲν δεομένοις ἐπαρκεῖν, ἵνα μὴ δέωνται, τοῖς δὲ μὴ δεομένοις, ἵνα μὴ δεηθῶσιν, ἐκάλει τε τὸν μὲν ἀσύμβολον πλοῦτον καὶ φειδοῖ κεκολασμένον νεκρὸν πλοῦτον, τοὺς δὲ θησαυρούς, ἐς οὓς ἀποτίθενται τὰ χρήματα ἔνιοι, πλούτου δεσμωτήρια, τοὺς δὲ καὶ θύειν ἀξιοῦντας ἀποθέτοις χρήμασιν Ἀλωάδας ἐπωνόμαζε θύοντας Ἄρει μετὰ τὸ δῆσαι αὐτόν.

πηγαὶ δὲ αὐτῷ τοῦ πλούτου πολλαὶ μὲν κἀκ πολλῶν οἴκων, μέγισται δὲ ἥ τε πατρῴα καὶ ἡ μητρόθεν. ὁ μὲν γὰρ πάππος αὐτοῦ Ἵππαρχος ἐδημεύθη τὴν οὐσίαν ἐπὶ τυραννικαῖς αἰτίαις, ἃς Ἀθηναῖοι μὲν οὐκ ἐπῆγον, ὁ δὲ αὐτοκράτωρ οὐκ ἠγνόησεν, Ἀττικὸν δὲ τὸν μὲν ἐκείνου παῖδα, Ἡρώδου δὲ πατέρα οὐ περιεῖδεν ἡ Τύχη πένητα ἐκ πλουσίου γενόμενον, ἀλλ᾽ ἀνέδειξεν αὐτῷ θησαυροῦ χρῆμα ἀμύθητον ἐν μιᾷ τῶν οἰκιῶν, ἃς πρὸς τῷ θεάτρῳ ἐκέκτητο, οὗ διὰ μέγεθος εὐλαβὴς μᾶλλον ἢ περιχαρὴς γενόμενος ἔγραψε πρὸς τὸν αὐτοκράτορα ἐπιστολὴν ὧδε ξυγκειμένην: ‘θησαυρόν, ὦ βασιλεῦ, ἐπὶ τῆς ἐμαυτοῦ οἰκίας εὕρηκα: τί οὖν περὶ αὐτοῦ κελεύεις;’ καὶ ὁ αὐτοκράτωρ, Νερούας δὲ ἦρχε τότε, ‘χρῶ’ ἔφη ‘οἷς εὕρηκας.’ τοῦ δὲ Ἀττικοῦ ἐπὶ τῆς αὐτῆς εὐλαβείας μείναντος καὶ γράψαντος ὑπὲρ ἑαυτὸν εἶναι τὰ τοῦ [p. 57] θησαυροῦ μέτρα ‘καὶ παραχρῶ’ ἔφη ‘τῷ ἑρμαίῳ, σὸν γάρ ἐστιν.’ ἐντεῦθεν μέγας μὲν ὁ Ἀττικός, μείζων δὲ ὁ Ἡρώδης, πρὸς γὰρ τῷ πατρῴῳ πλούτῳ καὶ ὁ μητρῷος αὐτῷ πλοῦτος οὐ παρὰ πολὺ τούτου ἐπερρύη.

μεγαλοψυχία δὲ λαμπρὰ καὶ περὶ τὸν Ἀττικὸν τοῦτον: ἦρχε μὲν γὰρ τῶν κατὰ τὴν Ἀσίαν ἐλευθέρων πόλεων ὁ Ἡρώδης, ἰδὼν δὲ τὴν Τρῳάδα βαλανείων τε πονήρως ἔχουσαν καὶ γεῶδες ὕδωρ ἐκ φρεάτων ἀνιμῶντας ὀμβρίων τε ὑδάτων θήκας ὀρύττοντας ἐπέστειλεν Ἀδριανῷ αὐτοκράτορι μὴ περιιδεῖν πόλιν ἀρχαίαν καὶ εὐθάλαττον αὐχμῷ φθαρεῖσαγ, ἀλλ᾽ ἐπιδοῦναί σφισι τριακοσίας μυριάδας ἐς ὕδωρ, ὧν πολλαπλασίους ἤδη καὶ κώμαις ἐπιδεδώκοι. ἐπῄνεσεν ὁ αὐτοκράτωρ τὰ ἐπεσταλμένα ὡς πρὸς τρόπου ἑαυτῷ ὄντα καὶ τὸν Ἡρώδην αὐτὸν ἐπέταξε τῷ ὕδατι. ἐπεὶ δὲ ἐς ἑπτακοσίας μυριάδας ἡ δαπάνη προὔβαινεν ἐπέστελλόν τε τῷ αὐτοκράτορι οἱ τὴν Ἀσίαν ἐπιτροπεύοντες, ὡς δεινὸν πεντακοσίων πόλεων φόρον ἐς μιᾶς πόλεως δαπανᾶσθαι κρήνην, ἐμέμψατο πρὸς τὸν Ἀττικὸν ὁ αὐτοκράτωρ ταῦτα, καὶ ὁ Ἀττικὸς μεγαλοφρονέστατα ἀνθρώπων ‘ὦ βασιλεῦ’, εἶπεν ‘ὑπὲρ μικρῶν μὴ παροξύνου, τὸ γὰρ ὑπὲρ τὰς τριακοσίας μυριάδας ἀναλωθὲν ἐγὼ μὲν τῷ υἱῷ ἐπιδίδωμι, ὁ δὲ υἱὸς τῇ πόλει ἐπιδίδωσι.’ καὶ αἱ διαθῆκαι δέ, ἐν αἷς τῷ Ἀθηναίων δήμῳ κατέλειπε καθ᾽ ἕκαστον ἔτος μνᾶν καθ᾽ ἕνα, μεγαλοφροσύνην κατηγοροῦσι τοῦ ἀνδρός, ᾗ καὶ ἐς τὰ ἄλλα ἐχρῆτο, ἑκατὸν μὲν βοῦς τῇ θεῷ θύων ἐν ἡμέρᾳ μιᾷ πολλάκις, ἑστιῶν δὲ τῇ θυσίᾳ τὸν Ἀθηναίων δῆμον κατὰ φυλὰς καὶ γένη, ὁπότε δὲ ἥκοι Διονύσια καὶ κατίοι ἐς Ἀκαδημίαν τὸ τοῦ Διονύσου ἕδος, ἐν Κεραμεικῷ [p. 58] ποτίζων ἀστοὺς ὁμοίως καὶ ξένους κατακειμένους ἐπὶ στιβάδων κιττοῦ.

ἐπεὶ δὲ τῶν τοῦ Ἀττικοῦ διαθηκῶν ἐπεμνήσθην, ἀνάγκη καὶ τὰς αἰτίας ἀναγράψαι, δι᾽ ἃς προσέκρουσεν Ἡρώδης Ἀθηναίοις: εἶχον μὲν γὰρ αἱ διαθῆκαι, ὡς εἶπον, ἔγραψε δὲ αὐτὰς ξυμβουλίᾳ τῶν ἀμφ᾽ ἑαυτὸν ἀπελευθέρων, οἳ χαλεπὴν ὁρῶντες τὴν Ἡρώδου φύσιν ἀπελευθέροις τε καὶ δούλοις ἀποστροφὴν ἐποιοῦντο τοῦ Ἀθηναίων δήμου, ὡς τῆς δωρεᾶς αὐτοὶ αἴτιοι. καὶ ὁποῖα μὲν τῶν ἀπελευθέρων τὰ πρὸς τὸν Ἡρώδην, δηλούτω ἡ κατηγορία, ἣν πεποίηται σφῶν πᾶν κέντρον ἠρμένος τῆς ἑαυτοῦ γλώττης. ἀναγνωσθεισῶν δὲ τῶν διαθηκῶν ξυνέβησαν οἰ Ἀθηναῖοι πρὸς τὸν Ἡρώδην πέντε μνᾶς αὐτὸν ἐς2άπαξ ἑκάστῳ καταβάλλοντα πρίασθαι παρ᾽ αὐτῶν τὸ μὴ ἀεὶ διδόναι: ἀλλ᾽ ἐπεὶ προσῄεσαν μὲν ταῖς τραπέζαις ὑπὲρ τῶν ὡμολογημένων, ἐπανεγιγνώσκετο δὲ αὐτοῖς ξυμβόλαια πατέρων τε καὶ πάππων ὡς ὀφειλόντων τοῖς Ἡρώδου γονεῦσιν ἀντιλογισμοῖς τε ὑπήγοντο καὶ οἱ μὲν μικρὰ ἠριθμοῦντο, οἱ δὲ οὐδέν, οἱ δὲ συνείχοντο ἐπ᾽ ἀγορᾶς ὡς καὶ ἀποδώσοντες, παρώξυνε ταῦτα τοὺς Ἀθηναίους ὡς ἡρπασμένους τὴν δωρεὰν καὶ οὐκ ἐπαύσαντο μισοῦντες, οὐδὲ ὁπότε τὰ μέγιστα εὐεργετεῖν ᾤετο. τὸ οὖν στάδιον ἔφασαν ῾εὖἐπωνομάσθαι Παναθηναικόν, κατεσκευάσθαι γὰρ αὐτὸ ἐξ ὧν ἀπεστεροῦντο Ἀθηναῖοι πάντες.

καὶ μὴν καὶ ἐλειτούργησεν Ἀθηναίοις τήν τε ἐπώνυμον καὶ τὴν τῶν Πανελληνίων, στεφανωθεὶς δὲ καὶ τὴν τῶν Παναθηναίων ‘καὶ ὑμᾶς’, εἶπεν ‘ὦ Ἀθηναῖοι, καὶ τῶν Ἑλλήνων τοὺς ἥξοντας καὶ τῶν ἀθλητῶν τοὺς ἀγωνιουμένους ὑποδέξομαι σταδίῳ λίθου λευκοῦ.’ καὶ εἰπὼν ταῦτα τὸ στάδιον τὸ [p. 59] ὑπὲρ τὸν Ἰλισσὸν ἔσω τεττάρων ἐτῶν ἀπετέλεσεν ἔργον ξυνθεὶς ὑπὲρ πάντα τὰ θαύματα, οὐδὲν γὰρ θέατρον αὐτῷ ἁμιλλᾶται. κἀκεῖνα περὶ τῶν Παναθηναίων τούτων ἤκουον: πέπλον μὲν ἀνῆφθαι τῆς νεὼς ἡδίω γραφῆς ξὺν οὐρίῳ τῷ κόλπῳ, δραμεῖν δὲ τὴν ναῦν οὐχ ὑποζυγίων ἀγόντων, ἀλλ᾽ ὑπογείοις μηχαναῖς ἐπολισθάνουσαν, ἐκ Κεραμεικοῦ δὲ ἄρασαν χιλίᾳ κώπῃ ἀφεῖναι ἐπὶ τὸ Ἐλευσίνιον καὶ περιβαλοῦσαν αὐτὸ παραμεῖψαι τὸ Πελασγικὸν κομιζομένην τε παρὰ τὸ Πύθιον ἐλθεῖν, οἷ νῦν ὥρμισται. τὸ δὲ ἐπὶ θάτερα τοῦ σταδίου νεὼς ἐπέχει Τύχης καὶ ἄγαλμα ἐλεφάντινον ὡς κυβερνώσης πάντα. μετεκόσμησε δὲ καὶ τοὺς Ἀθηναίων ἐφήβους ἐς τὸ νῦν σχῆμα χλαμύδας πρῶτος ἀμφιέσας λευκάς, τέως γὰρ δὴ μελαίνας ἐνημμένοι τὰς ἐκκλησίας περιεκάθηντο καὶ τὰς πομπὰς ἔπεμπον πενθούντων δημοσίᾳ τῶν Ἀθηναίων τὸν κήρυκα τὸν Κοπέα, ὃν αὐτοὶ ἀπέκτειναν τοὺς Ἡρακλείδας τοῦ βωμοῦ ἀποσπῶντα. ἀνέθηκε δὲ Ἡρώδης Ἀθηναίοις καὶ τὸ ἐπὶ Ῥηγίλλῃ θέατρον κέδρου ξυνθεὶς τὸν ὄροφον, ἡ δὲ ὕλη καὶ ἐν ἀγαλματοποιίαις σπουδαία: δύο μὲν δὴ ταῦτα Ἀθήνησιν, ἃ οὐχ ἑτέρωθι τῆς ὑπὸ Ῥωμαίοις, ἀξιούσθω δὲ λόγου καὶ τὸ ὑπωρόφιον θέατρον, ὃ ἐδείματο Κορινθίοις, παρὰ πολὺ μὲν τοῦ Ἀθήνησιν, ἐν ὀλίγοις δὲ τῶν παρ᾽ ἄλλοις ἐπαινουμένων, καὶ τὰ Ἰσθμοῖ ἀγάλματα ὅ τε τοῦ Ἰσθμίου κολοσσὸς καὶ ὁ τῆς Ἀμφιτρίτης καὶ τὰ ἄλλα, ὧν τὸ ἱερὸν ἐνέπλησεν, οὐδὲ τὸν τοῦ Μελικέρτου παρελθὼν δελφῖνα. ἀνέθηκε δὲ καὶ τῷ Πυθίῳ τὸ Πυθοῖ στάδιον καὶ τῷ Διὶ τὸ ἐν τῇ Ὀλυμπίᾳ ὕδωρ, Θετταλοῖς τε καὶ τοῖς περὶ Μηλιακὸν κόλπον Ἕλλησι τὰς ἐν Θερμοπύλαις κολυμβήθρας τοῖς νοσοῦσι παιωνίους. ᾤκισε δὲ καὶ [p. 60] τὸ ἐν τῇ Ἠπείρῳ Ὠρικὸν ὑποδεδωκὸς ἤδη καὶ τὸ ἐν τῇ Ἰταλίᾳ Κανύσιον ἡμερώσας ὕδατι μάλα τούτου δεόμενον, ὤνησε δὲ καὶ τὰς ἐν Εὐβοίᾳ καὶ Πελοποννήσῳ καὶ Βοιωτίᾳ πόλεις ἄλλο ἄλλην.

καὶ τοσοῦτος ὢν ἐν μεγαλουργίᾳ μέγα οὐδὲν εἰργάσθαι ᾤετο, ἐπεὶ μὴ τὸν Ἰσθμὸν ἔτεμεν, λαμπρὸν ἡγούμενος ἤπειρον ἀποτεμεῖν καὶ πελάγη ξυνάψαι διττὰ καὶ ῾ἐσ᾽ περίπλουν σταδίων ἓξ καὶ εἴκοσι θαλάττης ξυνελεῖν μήκη. καὶ τούτου ἤρα μέν, οὐκ ἐθάρρει δὲ αὐτὸ αἰτεῖν ἐκ βασιλέως, ὡς μὴ διαβληθείη διανοίας δοκῶν ἅπτεσθαι, ᾗ μηδὲ Νέρων ἤρκεσεν. ἐξελάλησε δὲ αὐτὸ ὧδε: ὡς γὰρ ἐγὼ Κτησιδήμου τοῦ Ἀθηναίου ἤκουον, ἤλαυνε μὲν τὴν ἐπὶ Κορίνθου ὁ Ἡρώδης ξυγκαθημένου τοῦ Κτησιδήμου, γενόμενος δὲ κατὰ τὸν Ἰσθμὸν ‘Πόσειδον,’ εἶπεν ‘βούλομαι μέν, ξυγχωρήσει δὲ οὐδείς.’ θαυμάσας οὖν ὁ Κτησίδημος τὸ εἰρημένον ἤρετο αὐτὸν τὴν αἰτίαν τοῦ λόγου. καὶ ὁ Ἡρώδης ‘ἐγὼ’ ἔφη ‘πολὺν χρόνον ἀγωνίζομαι σημεῖον ὑπολείπεσθαι τοῖς μετ᾽ ἐμὲ ἀνθρώποις διανοίας δηλούσης ἄνδρα καὶ οὔπω δοκῶ μοι τῆς δόξης ταύτης τυγχάνειν.’ ὁ μὲν δὴ Κτησίδημος ἐπαίνους διῄει τῶν τε λόγων αὐτοῦ καὶ τῶν ἔργων ὡς οὐκ ἐχόντων ὑπερβολὴν ἑτέρῳ, ὁ δὲ Ἡρώδης ‘φθαρτὰ’ ἔφη ‘λέγεις ταῦτα, καὶ γάρ ἐστι χρόνῳ ἁλωτά, καὶ τοὺς λόγους ἡμῶν τοιχωρυχοῦσιν ἕτεροι ὁ μὲν τὸ μεμφόμενος, ὁ δὲ τό, ἡ δὲ τοῦ Ἰσθμοῦ τομὴ ἔργον ἀθάνατον καὶ ἀπιστούμενον τῇ φύσει, δοκεῖ γάρ μοι τὸ ῥῆξαι τὸν Ἰσθμὸν Ποσειδῶνος δεῖσθαι ἢ ἀνδρός.’

ὃν ῾δ̓ ἐκάλουν οἱ πολλοὶ Ἡρώδου Ἡρακλέα, νεανίας οὗτος ἦν ἐν ὑπήνῃ πρῴτῃ Κελτῷ μεγάλῳ ἴσος καὶ ἐς ὀκτὼ πόδας τὸ μέγεθος. διαγράφει δὲ αὐτὸν ὁ Ἡρώδης ἐν μιᾷ τῶν πρὸς τὸν Ἰουλιανὸν [p. 61] ἐπιστολῶν, κομᾶν τε ξυμμέτρως καὶ τῶν ὀφρύων λασίως ἔχειν, ἃς καὶ ξυμβάλλειν ἀλλήλαις οἷον μίαν, χαροπήν τε ἀκτῖνα ἐκ τῶν ὀμμάτων ἐκδίδοσθαι παρεχομένην τι ὁρμῆς ἦθος καὶ γρυπὸν εἶναι καὶ εὐτραφῶς ἔχοντα τοῦ αὐχένος, τουτὶ δὲ ἐκ πόνων ἥκειν αὐτῷ μᾶλλον ἢ σίτου. εἶναι δὲ αὐτῷ καὶ στέρνα εὐπαγῆ καὶ ξὺν ὥρᾳ κατεσκληκότα, καὶ κνήμην μικρὸν ἐς τὰ ἔξω κυρτουμένην καὶ παρέχουσαν τῇ βάσει τὸ εὖ βεβηκέναι. ἐνῆφθαι δὲ αὐτὸν καὶ δορὰς λύκων, ῥαπτὸν ἔσθημα, ἄθλους τε ποιεῖσθαι τοὺς ἀγρίους τῶν συῶν καὶ τοὺς θῶας καὶ τοὺς λύκους καὶ τῶν ταύρων τοὺς ὑβρίζοντας, καὶ ὠτειλὰς δὲ δεικνύναι τούτων τῶν ἀγώνων. γενέσθαι δὲ τὸν Ἡρακλέα τοῦτον οἱ μὲν γηγενῆ φασιν ἐν τῷ Βοιωτίῳ δήμῳ, Ἡρώδης δὲ ἀκοῦσαι λέγοντός φησιν, ὡς μήτηρ μὲν αὐτῷ γένοιτο γυνὴ βουκόλος οὕτω τι ἐπερρωμένη, ὡς βουκολεῖν, πατὴρ δὲ Μαραθών, οὗ τὸ ἐν Μαραθῶνι ἄγαλμα, ἔστι δὲ ἥρως γεωργός. ἤρετό τε τὸν Ἡρακλέα τοῦτον ὁ Ἡρώδης, εἰ καὶ ἀθάνατος εἴη, ὁ δὲ ‘θνητοῦ’ ἔφη ‘μακροημερώτερος.’ ἤρετο αὐτὸν καὶ ὅ τι σιτοῖτο, ὁ δὲ ‘γαλακτοφαγῶ’ ἔφη ‘τὸν πλείω τοῦ χρόνου καί με βόσκουσιν αἶγές τε καὶ ποιμένες τῶν τε βοῶν καὶ τῶν ἵππων αἱ τοκάδες, ἐκδίδοται δέ τι καὶ θηλῆς ὄνων γάλα εὔποτόν τε καὶ κοῦφον, ἐπειδὰν δὲ ἀλφίτοις προσβάλλω, δέκα σιτοῦμαι χοίνικας, καὶ ξυμφέρουσί μοι τὸν ἔρανον τοῦτον γεωργοὶ Μαραθώνιοί τε καὶ Βοιώτιοι, οἵ με καὶ Ἀγαθίωνα ἐπονομάζουσιν, ἐπειδὴ καὶ εὐξύμβολος αὐτοῖς φαίνομαι.’ ‘τὴν δὲ δὴ γλῶτταν’ ἔφη ὁ Ἡρώδης ‘πῶς ἐπαιδεύθης καὶ ὑπὸ τίνων; οὐ γάρ μοι τῶν ἀπαιδεύτων φαίνῃ.’ καὶ ὁ Ἀγαθίων ‘ἡ μεσογεία’ ἔφη ‘τῆς Ἀττικῆς ἀγαθὸν διδασκαλεῖον [p. 62] ἀνδρὶ βουλομένῳ διαλέγεσθαι, οἱ μὲν γὰρ ἐν τῷ ἄστει Ἀθηναῖοι μισθοῦ δεχόμενοι Θρᾴκια καὶ Ποντικὰ μειράκια καὶ ἐξ ἄλλων ἐθνῶν βαρβάρων ξυνερρυηκότα παραφθείρονται παρ᾽ αὐτῶν τὴν φωνὴν μᾶλλον ἢ ξυμβάλλονταί τι αὐτοῖς ἐς εὐγλωττίαν, ἡ μεσογεία δὲ ἄμικτος βαρβάροις οὖσα ὑγιαίνει αὐτοῖς ἡ φωνὴ καὶ ἡ γλῶττα τὴν ἄκραν Ἀτθίδα ἀποψάλλει.’ ‘πανηγύρει δὲ’ ἦ δ᾽ ὁ Ἡρώδης ‘παρέτυχες’; καὶ ὁ Ἀγαθίων ‘τῇ γε Πυθοῖ’ ἔφη ‘οὐκ ἐπιμιγνὺς τῷ ὁμίλῳ, ἀλλ᾽ ἐκ περιωπῆς τοῦ Παρνασοῦ ἀκούων τῶν τῆς μουσικῆς ἀγωνιστῶν, ὅτε Παμμένης ἐπὶ τραγῳδίᾳ ἐθαυμάσθη, καί μοι ἔδοξαν οἱ σοφοὶ Ἕλληνες οὐ χρηστὸν πρᾶγμα ἐργάζεσθαι τὰ τῶν Πελοπιδῶν καὶ τὰ τῶν Λαβδακιδῶν κακὰ ξὺν ἡδονῇ ἀκούοντες, ξύμβουλοι γὰρ σχετλίων ἔργων μῦθοι μὴ ἀπιστούμενοι.’ φιλοσοφοῦντα δὲ αὐτὸν ἰδὼν ὁ Ἡρώδης ἤρετο καὶ περὶ τῆς γυμνικῆς ἀγωνίας ὅπως γιγνώσκοι, καὶ ὃς ‘ἐκείνων’ ἔφη ‘καταγελῶ μᾶλλον ὁρῶν τοὺς ἀνθρώπους διαγωνιζομένους ἀλλήλοις παγκράτιον καὶ πυγμὴν καὶ δρόμον καὶ πάλην καὶ στεφανουμένους ὑπὲρ τούτου: στεφανούσθω δὲ ὁ μὲν δρομικὸς ἀθλητὴς ἔλαφον παρελθὼν ἢ ἵππον, ὁ δὲ τὰ βαρύτερα ἀσκῶν ταύρῳ συμπλακεὶς ἢ ἄρκτῳ, ὃ ἐγὼ ὁσημέραι πράττω μέγαν ἆθλον ἀφῃρημένης μοι τῆς τύχης, ἐπεὶ μηκέτι βόσκει λέοντας Ἀκαρνανία.’ ἀγασθεὶς οὖν ὁ Ἡρώδης ἐδεῖτο αὐτοῦ ξυσσιτῆσαί οἱ. καὶ ὁ Ἀγαθίων ‘αὔριον’ ἔφη ‘ἀφίξομαί σοι κατὰ μεσημβρίαν ἐς τὸ τοῦ Κανώβου ἱερόν, ἔστω δέ σοι κρατὴρ ὁ μέγιστος τῶν ἐν τῷ ἱερῷ γάλακτος πλέως, ὃ μὴ γυνὴ ἤμελξεν.’ καὶ ἀφίκετο μὲν ἐς τὴν ὑστεραίαν καθ᾽ ὃν ὡμολόγησε καιρόν, τὴν δὲ ῥῖνα ἐρείσας ἐς τὸν κρατῆρα ‘οὐ καθαρὸν’ ἔφη ‘τὸ γάλα, [p. 63] προσβάλλει γάρ με χεὶρ γυναικός.’ καὶ εἰπὼν ταῦτα ἀπῆλθε μὴ ἐπισπασάμενος τοῦ γάλακτος. ἐπιστήσας οὖν ὁ Ἡρώδης τῷ περὶ τῆς γυναικὸς λόγῳ ἔπεμψεν ἐς τὰ ἐπαύλια τοὺς ἐπισκεψομένους τἀληθές, καὶ μαθὼν αὐτὸ οὕτως ἔχον ξυνῆκεν, ὡς δαιμονία φύσις εἴη περὶ τὸν ἄνδρα.

οἱ δὲ ποιούμενοι κατηγορίαν τῶν Ἡρώδου χειρῶν ὡς ἐπενεχθεισῶν Ἀντωνίνῳ ἐν τῇ Ἴδῃ τῷ ὄρει κατὰ χρόνους, οὓς ὁ μὲν τῶν ἐλευθέρων πόλεων, ὁ δὲ πασῶν τῶν κατὰ τὴν Ἀσίαν ἦρχον, ἠγνοηκέναι μοι δοκοῦσι τὸν Δημοστράτου πρὸς τὸν Ἡρώδην ἀγῶνα, ἐν ᾧ πλεῖστα διαβάλλων αὐτὸν οὐδαμοῦ τῆς παροινίας ταύτης ἐπεμνήσθη, ἐπεὶ μηδὲ ἐγένετο. ὠθισμὸς μὲν γάρ τις αὐτοῖς ξυνέπεσεν, ὡς ἐν δυσχωρίᾳ καὶ στενοῖς, αἱ δὲ χεῖρες οὐδὲν παρηνόμησαν, ὥστε οὐκ ἂν παρῆκεν ὁ Δημόστρατος διελθεῖν αὐτὰ ἐν τῇ πρὸς τὸν Ἡρώδην δίκῃ πικρῶς οὕτω καθαψάμενος τοῦ ἀνδρός, ὡς διαβάλλειν αὐτοῦ καὶ τὰ ἐπαινούμενα. ἦλθεν ἐπὶ τὸν Ἡρώδην καὶ φόνου δίκη ὧδε ξυντεθεῖσα: κύειν μὲν αὐτῷ τὴν γυναῖκα Ῥήγιλλαν ὄγδοόν που μῆνα, τὸν δὲ Ἡρώδην οὐχ ὑπὲρ μεγάλων Ἀλκιμέδοντι ἀπελευθέρῳ προστάξαι τυπτῆσαι αὐτήν, πληγεῖσαν δὲ ἐς τὴν γαστέρα τὴν γυναῖκα ἀποθανεῖν ἐν ὠμῷ τῷ τόκῳ. ἐπὶ τούτοις ὡς ἀληθέσι γράφεται αὐτὸν φόνου Βραδούας ὁ τῆς Ῥηγίλλης ἀδελφὸς εὐδοκιμώτατος ὢν ἐν ὑπάτοις καὶ τὸ ξύμβολον τῆς εὐγενείας περιηρτημένος τῷ ὑποδήματι, τοῦτο δέ ἐστιν ἐπισφύριον ἐλεφάντινον μηνοειδές, καὶ παρελθὼν ἐς τὸ Ῥωμαίων βουλευτήριον πιθανὸν μὲν οὐδὲν διῄει περὶ τῆς αἰτίας, ἣν ἐπῆγεν, ἑαυτοῦ δὲ ἔπαινον ἐμακρηγόρει περὶ τοῦ γένους, ὅθεν ἐπισκώπτων [p. 64] αὐτὸν ὁ Ἡρώδης ‘σὺ’ ἔφη ‘τὴν εὐγένειαν ἐν τοῖς ἀστραγάλοις ἔχεις.’ μεγαλαυχουμένου δὲ τοῦ κατηγόρου καὶ ἐπ᾽ εὐεργεσίᾳ μιᾶς τῶν ἐν Ἰταλίᾳ πόλεων μάλα γενναίως ὁ Ἡρώδης ‘κἀγὼ’ ἔφη ‘πολλὰ τοιαῦτα περὶ ἐμαυτοῦ διῄειν ἄν, εἰ ἐν ἁπάσῃ τῇ γῇ ἐκρινόμην.’ ξυνήρατο δὲ αὐτῷ τῆς ἀπολογίας πρῶτον μὲν τὸ μηδὲν προστάξαι τοιοῦτον ἐπὶ τὴν Ῥήγιλλαν, ἔπειτα τὸ ὑπερπενθῆσαι ἀποθανοῦσαν: διεβάλλετο μὲν γὰρ καὶ ταῦτα ὡς πλάσμα, ἀλλ᾽ ὅμως τἀληθὲς ἴσχυεν, οὐ γάρ ποτε οὔτ᾽ ἂν θέατρον αὐτῇ ἀναθεῖναι τοιοῦτον, οὔτ᾽ ἂν δευτέραν κλήρωσιν τῆς ὑπάτου ἀρχῆς ἐπ᾽ αὐτῇ ἀναβαλέσθαι μὴ καθαρῶς ἔχοντα τῆς αἰτίας, οὔτ᾽ ἂν τὸν κόσμον αὐτῆς ἐς τὸ ἐν Ἐλευσῖνι ἱερὸν ἀναθεῖναι φέροντα φόνῳ μεμιασμένον, τουτὶ γὰρ τιμωροὺς τοῦ φόνου ποιοῦντος ἦν τὰς θεὰς μᾶλλον ἢ ξυγγνώμονας. ὁ δὲ καὶ τὸ σχῆμα τῆς οἰκίας ἐπ᾽ αὐτῇ ὑπήλλαξε μελαίνων τὰ τῶν οἴκων ἄνθη παραπετάσμασι καὶ χρώμασι καὶ λίθῳ Λεσβίῳ — κατηφὴς δὲ ὁ λίθος καὶ μέλας — ὑπὲρ ὧν λέγεται καὶ Λούκιος ἀνὴρ σοφὸς ἐς ξυμβουλίαν τῷ Ἡρώδῃ καθιστάμενος, ὡς οὐκ ἔπειθε μεταβαλεῖν αὐτὸν διασκῶψαι. ἄξιον δὲ μηδὲ τοῦτο παρελθεῖν λόγου παρὰ τοῖς σπουδαίοις ἀξιούμενον:

ἦν μὲν γὰρ ἐν τοῖς φανεροῖς σπουδαῖος ὁ ἀνὴρ οὗτος, Μουσωνίῳ δὲ τῷ Τυρίῳ προσφιλοσοφήσας εὐσκόπως εἶχε τῶν ἀποκρίσεων καὶ τὸ ἐπίχαρι σὺν καιρῷ ἐπετήδευεν, ἐπιτηδειότατος δὲ ὢν τῷ Ἡρώδῃ παρῆν αὐτῷ πονήρως διατιθεμένῳ τὸ πένθος καὶ ἐνουθέτει τοιαῦτα λέγων: ‘ὦ Ἡρώδη, πᾶν τὸ ἀποχρῶν μεσότητι ὥρισται, καὶ ὑπὲρ τούτου πολλὰ μὲν ἤκουσα Μουσωνίου διαλεγομένου, πολλὰ δὲ αὐτὸς διείλεγμαι, καὶ σοῦ δὲ ἠκροώμην ἐν Ὀλυμπίᾳ ἐπαινοῦντος [p. 65] αὐτὸ πρὸς τοὺς Ἕλληνας, ὅτε δὴ καὶ τοὺς ποταμοὺς ἐκέλευες μέσους τῆς ὄχθης ῥεῖν. ἀλλὰ μὴν νῦν ποῦ ταῦτα; σεαυτοῦ γὰρ ἐκπεσὼν ἄξια τοῦ πενθεῖσθαι πράττεις περὶ τῇ δόξῃ κινδυνεύων’ καὶ πλείω ἕτερα. ὡς δὲ οὐκ ἔπειθεν, ἀπῄει δυσχεράνας. ἰδὼν δὲ παῖδας ἐν κρήνῃ τινὶ τῶν κατὰ τὴν οἰκίαν ῥαφανῖδας πλύνοντας ἤρετο αὐτούς, ὅτου εἴη τὸ δεῖπνον, οἱ δὲ ἔφασαν Ἡρώδῃ εὐτρεπίζειν αὐτὸ. καὶ ὁ Λούκιος ‘ἀδικεῖ’ ἔφη ‘Ῥήγιλλαν Ἡρώδης λευκὰς ῥαφανῖδας σιτούμενος ἐν μελαίνῃ οἰκίᾳ.’ ταῦτα ὡς ἤκουσεν ἐσαγγελθέντα ὁ Ἡρώδης ἀφεῖλε τὴν ἀχλὺν τῆς οἰκίας, ὡς μὴ ἄθυρμα γένοιτο ἀνδρῶν σπουδαίων. Λουκίου τούτου κἀκεῖνο θαυμάσιον: ἐσπούδαζε μὲν ὁ αὐτοκράτωρ Μάρκος περὶ Σέξτον τὸν ἐκ Βοιωτίας φιλόσοφον, θαμίζων αὐτῷ καὶ φοιτῶν ἐπὶ θύρας, ἄρτι δὲ ἥκων ἐς τὴν Ῥώμην ὁ Λούκιος ἤρετο τὸν αὐτοκράτορα προιόντα, ποῖ βαδίζοι καὶ ἐφ᾽ ὅ τι, καὶ ὁ Μάρκος ‘καλὸν’ ἔφη ‘καὶ γηράσκοντι τὸ μανθάνειν: εἶμι δὴ πρὸς Σέξτον τὸν φιλόσοφον μαθησόμενος, ἃ οὔπω οἶδα.’ καὶ ὁ Λούκιος ἐξάρας τὴν χεῖρα ἐς τὸν οὐρανὸν ‘ὦ Ζεῦ,’ ἔφη ‘ὁ Ῥωμαίων βασιλεὺς γηράσκων ἤδη δέλτον ἐξαψάμενος ἐς διδασκάλου φοιτᾷ, ὁ δὲ ἐμὸς βασιλεὺς Ἀλέξανδρος δύο καὶ τριάκοντα ἐτῶν ἀπέθανεν.’ ἀπόχρη καὶ τὰ εἰρημένα δεῖξαι τὴν ἰδέαν, ἣν ἐφιλοσόφει Λούκιος, ἱκανὰ γάρ που ταῦτα δηλῶδαι τὸν ἄνδρα, καθάπερ τὸν ἀνθοσμίαν τὸ γεῦμα.

τὸ μὲν δὴ ἐπὶ Ῥηγίλλῃ πένθος ὧδε ἐσβέσθη, τὸ δὲ ἐπὶ Παναθηναίδι τῇ θυγατρὶ Ἀθηναῖοι ἐπράυναν ἐν ἄστει τε αὐτὴν θάψαντες καὶ ψηφισάμενοι τὴν ἡμέραν, ἐφ᾽ ἧς ἀπέθανεν, ἐξαιρεῖν τοῦ ἔτους. ἀποθανούσης δὲ αὐτῷ καὶ τῆς ἄλλης θυγατρός, ἣν [p. 66] Ἐλπινίκην ὠνόμαζεν, ἔκειτο μὲν ἐν τῷ δαπέδῳ τὴν γῆν παίων καὶ βοῶν ‘τί σοι, θύγατερ, καθαγίσω; τί σοι ξυνθάψω;’ παρατυχὼν δὲ αὐτῷ Σέξτος ὁ φιλόσοφος ‘μεγάλα’ ἔφη ‘τῇ θυγατρὶ δώσεις ἐγκρατῶς αὐτὴν πενθήσας.’ ἐπένθει δὲ ταῖς ὑπερβολαῖς ταύταις τὰς θυγατέρας, ἐπειδὴ Ἀττικὸν τὸν υἱὸν ἐν ὀργῇ εἶχεν. διεβέβλητο δὲ πρὸς αὐτὸν ὡς ἠλιθιώδη καὶ δυσγράμματον καὶ παχὺν τὴν μνήμην: τὰ γοῦν πρῶτα γράμματα παραλαβεῖν μὴ δυνηθέντος ἦλθεν ἐς ἐπίνοιαν τῷ Ἡρώδῃ ξυντρέφειν αὐτῷ τέτταρας παῖδας καὶ εἴκοσιν ἰσήλικας ὠνομασμένους ἀπὸ τῶν γραμμάτων, ἵνα ἐν τοῖς τῶν παίδων ὀνόμασι τὰ γράμματα ἐξ ἀνάγκης αὐτῷ μελετῷτο. ἑώρα δὲ αὐτὸν καὶ μεθυστικὸν καὶ ἀνοήτως ἐρῶντα, ὅθεν ζῶν μὲν ἐπεχρησμῴδει τῇ ἑαυτοῦ οὐσίᾳ ἐκεῖνο τὸ ἔπος:

εἷς δ᾽ ἔτι που μωρὸς καταλείπεται εὐρέι οἴκῳ,
τελευτῶν δὲ τὰ μὲν μητρῷα αὐτῷ ἀπέδωκεν, ἐς ἑτέρους δὲ κληρονόμους τὸν ἑαυτοῦ οἶκον μετέστησεν. ἀλλ᾽ Ἀθηναίοις ἀπάνθρωπα ἐδόκει ταῦτα οὐκ ἐνθυμουμένοις τὸν Ἀχιλλέα καὶ τὸν Πολυδεύκην καὶ τὸν Μέμνονα, οὓς ἴσα γνησίοις ἐπένθησε τροφίμους ὄντας, ἐπειδὴ καλοὶ μάλιστα καὶ ἀγαθοὶ ἦσαν γενναῖοί τε καὶ φιλομαθεῖς καὶ τῇ παρ᾽ αὐτῷ τροφῇ πρέποντες. εἰκόνας γοῦν ἀνετίθει σφῶν θηρώντων καὶ τεθηρακότων καὶ θηρασόντων τὰς μὲν ἐν δρυμοῖς, τὰς δὲ ἐπ᾽ ἀγροῖς, τὰς δὲ πρὸς πηγαῖς, τὰς δὲ ὑπὸ σκιαῖς πλατάνων, οὐκ ἀφανῶς, ἀλλὰ ξὺν ἀραῖς τοῦ περικόψοντος ἢ κινήσοντος, οὓς οὐκ ἂν ἐπὶ τοσοῦτον ἦρεν, εἰ μὴ ἐπαίνων ἀξίους ἐγίγνωσκεν. Κυντιλίων δέ, ὁπότε ἦρχον τῆς Ἑλλάδος, αἰτιωμένων αὐτὸν ἐπὶ ταῖς τῶν μειρακίων τούτων εἰκόσιν ὡς [p. 67] περιτταῖς ‘τί δὲ ὑμῖν’ ἔφη ‘διενήνοχεν, εἰ ἐγὼ τοῖς ἐμοῖς ἐμπαίζω λιθαρίοις;’

ἦρξε δὲ αὐτῷ τῆς πρὸς τοὺς Κυντιλίους διαφορᾶς, ὡς μὲν οἱ πολλοί φασι, Πυθικὴ πανήγυρις, ἐπειδὴ ἑτεροδόξως τῆς μουσικῆς ἠκροῶντο, ὡς δὲ ἔνιοι, τὰ παισθέντα περὶ αὐτῶν Ἡρώδῃ πρὸς Μάρκον: ὁρῶν γὰρ αὐτοὺς Τρῶας μέν, μεγάλων δὲ ἀξιουμένους παρὰ τοῦ βασιλέως ‘ἐγὼ’ ἔφη ‘καὶ τὸν Δία μέμφομαι τὸν Ὁμηρικόν, ὅτι τοὺς Τρῶας φιλεῖ.’ ἡ δὲ ἀληθεστέρα αἰτία ἥδε: τὼ ἄνδρε τούτω, ὁπότε ἄμφω τῆς Ἑλλάδος ἠρχέτην, καλέσαντες ἐς τὴν ἐκκλησίαν Ἀθηναῖοι φωνὰς ἀφῆκαν τυραννουμένων πρὸς τὸν Ἡρώδην ἀποσημαίνοντες καὶ δεόμενοι ἐπὶ πᾶσιν ἐς τὰ βασίλεια ὦτα παραπεμφθῆναι τὰ εἰρημένα. τῶν δὲ Κυντιλίων παθόντων τι πρὸς τὸν δῆμον καὶ ξὺν ὁρμῇ ἀναπεμψάντων ἃ ἤκουσαν, ἐπιβουλεύεσθαι παρ᾽ αὐτῶν ὁ Ἡρώδης ἔφασκεν ὡς ἀναθολούντων ἐπ᾽ αὐτὸν τοὺς Ἀθηναίους. μετ᾽ ἐκείνην γὰρ τὴν ἐκκλησίαν Δημόστρατοι ἀνέφυσαν καὶ Πραξαγόραι καὶ Μαμερτῖνοι καὶ ἕτεροι πλείους ἐς τὸ ἀντίξοον τῷ Ἡρώδῃ πολιτεύοντες. γραψάμενος δὲ αὐτοὺς Ἡρώδης ὡς ἐπισυνιστάντας αὐτῷ τὸν δῆμον ἦγεν ἐπὶ τὴν ἡγεμονίαν, οἱ δὲ ὑπεξῆλθον ἀφανῶς παρὰ τὸν αὐτοκράτορα Μάρκον, θαρροῦντες τῇ τε φύσει τοῦ βασιλέως δημοτικωτέρᾳ οὔσῃ καὶ τῷ καιρῷ: ὧν γὰρ ὑπώπτευσε Λούκιον κοινωνὸν αὐτῷ τῆς ἀρχῆς γενόμενον, οὐδὲ τὸν Ἡρώδην ἠφίει τοῦ μὴ οὐ ξυμμετέχειν αὐτῷ. ὁ μὲν δὴ αὐτοκράτωρ ἐκάθητο ἐς τὰ Παιόνια ἔθνη ὁρμητηρίῳ τῷ Σιρμίῳ χρώμενος, κατέλυον δὲ οἱ μὲν ἀμφὶ τὸν Δημόστρατον περὶ τὰ βασίλεια, παρέχοντος αὐτοῖς ἀγορὰν τοῦ Μάρκου καὶ θαμὰ ἐρωτῶντος, εἴ του δέοιντο. [p. 68] φιλανθρώπως δὲ πρὸς αὐτοὺς ἔχειν αὐτός τε ἑαυτὸν ἐπεπείκει καὶ τῇ γυναικὶ ἐπέπειστο καὶ τῷ θυγατρίῳ ψελλιζομένῳ ἔτι, τοῦτο γὰρ μάλιστα ξὺν πολλοῖς θωπεύμασι περιπῖπτον τοῖς γόνασι τοῦ πατρὸς ἐδεῖτο σῶσαί οἱ τοὺς Ἀθηναίους. ὁ δὲ Ἡρώδης ἐν προαστείῳ ἐσκήνου, ἐν ὧ πύργοι ἐξῳκοδόμηντο καὶ ἡμιπύργια, καὶ δὴ ξυναπεδήμουν αὐτῷ καὶ δίδυμοι κόραι πρὸς ἀκμῇ γάμων θαυμαζόμεναι ἐπὶ τῷ εἴδει, ἃς ἐκνηπιώσας ὁ Ἡρώδης οἰνοχόους ἑαυτῷ καὶ ὀψοποιοὺς ἐπεποίητο θυγάτρια ἐπονομάζων καὶ ὧδε ἀσπαζόμενος — Ἀλκιμέδοντος μὲν δὴ αὗται θυγατέρες, ὁ δὲ Ἀλκιμέδων ἀπελεύθερος τοῦ Ἡρώδου — καθευδούσας δὲ αὐτὰς ἐν ἑνὶ τῶν πύργων, ὃς ἦν ἐχυρώτατος, σκηπτὸς ἐνεχθεὶς νύκτωρ ἀπέκτεινεν. ὑπὸ τούτου δὴ τοῦ πάθους ἔκφρων ὁ Ἡρώδης ἐγένετο καὶ παρῆλθεν ἐς τὸ βασίλειον δικαστήριον οὔτε ἔννους καὶ θανάτου ἐρῶν. παρελθὼν γὰρ καθίστατο ἐς διαβολὰς τοῦ αὐτοκράτορος οὐδὲ σχηματίσας τὸν λόγον, ὡς εἰκὸς ἦν ἄνδρα γεγυμνασμένον τῆς τοιᾶσδε ἰδέας μεταχειρίσασθαι τὴν ἑαυτοῦ χολήν, ἀλλ᾽ ἀπηγκωνισμένῃ τῇ γλώττῃ καὶ γυμνῇ διετείνετο λέγων ‘ταῦτά μοι ἡ Λουκίου ξενία, ὃν σύ μοι ἔπεμψας: ὅθεν δικάζεις, γυναικί με καὶ τριετεῖ παιδίῳ καταχαριζόμενος.’ Βασσαίου δὲ τοῦ πεπιστευμένου τὸ ξίφος θάνατον αὐτῷ φήσαντος ὁ Ἡρώδης ‘ὦ λῷστε’, ἔφη ‘γέρων ὀλίγα φοβεῖται.’ ὁ μὲν οὖν Ἡρώδης ἀπῆλθε τοῦ δικαστηρίου εἰπὼν ταῦτα καὶ μετέωρον καταλείψας πολὺ τοῦ ὕδατος, ἡμεῖς δὲ τῶν ἐπιδήλως τῷ Μάρκῳ φιλοσοφηθέντων καὶ τὰ περὶ τὴν δίκην ταύτην ἡγώμεθα: οὐ γὰρ ξυνήγαγε τὰς ὀφρῦς, οὐδὲ ἔτρεψε τὸ ὄμμα, ὃ κἂν διαιτητής τις ἔπαθεν, ἀλλ᾽ ἐπιστρέψας ἑαυτὸν ἐς [p. 69] τοὺς Ἀθηναίους ‘ἀπολογεῖσθε’, ἔφη, ‘ὦ Ἀθηναῖοι, εἰ καὶ μὴ ξυγχωρεῖ Ἡρώδης.’ καὶ ἀκούων ἀπολογουμένων ἐπὶ πολλοῖς μὲν ἀφανῶς ἤλγησεν, ἀναγιγνωσκομένης δὲ αὐτῷ καὶ Ἀθηναίων ἐκκλησίας, ἐν ᾗ ἐφαίνοντο καθαπτόμενοι τοῦ Ἡρώδου, ὡς τοὺς ἄρχοντας τῆς Ἑλλάδος ὑποποιουμένου πολλῷ τῷ μέλιτι καί που καὶ βεβοηκότες ‘ὢ πικροῦ μέλιτος’ καὶ πάλιν ‘μακάριοι οἱ ἐν τῷ λοιμῷ ἀποθνήσκοντες’ οὕτως ἐσείσθη τὴν καρδίαν ὑφ᾽ ὧν ἤκουσεν, ὡς ἐς δάκρυα φανερὰ ὑπαχθῆναι. τῆς δὲ τῶν Ἀθηναίων ἀπολογίας ἐχούσης κατηγορίαν τοῦ τε Ἡρώδου καὶ τῶν ἀπελευθέρων τὴν ὀργὴν ὁ Μάρκος ἐς τοὺς ἀπελευθέρους ἔτρεψε κολάσει χρησάμενος ὡς οἷόν τε ἐπιεικεῖ, οὕτω γὰρ αὐτὸς χαρακτηρίζει τὴν ἑαυτοῦ κρίσιν, μόνῳ δὲ Ἀλκιμέδοντι τὴν τιμωρίαν ἐπανῆκεν ἀποχρῶσαν εἶναί οἱ φήσας τὴν ἐπὶ τοῖς τέκνοις συμφοράν. ταῦτα μὲν δὴ ὧδε ἐφιλοσοφεῖτο τῷ Μάρκῳ.

ἐπιγράφουσι δὲ ἔνιοι καὶ φυγὴν οὐ φυγόντι καί φασιν αὐτὸν οἰκῆσαι τὸ ἐν τῇ Ἠπείρῳ Ὠρικόν, ὃ καὶ πολίσαι αὐτόν, ὡς εἴη δίαιτα ἐπιτηδεία τῷ σώματι. ὁ δὲ Ἡρώδης ᾤκησε μὲν τὸ χωρίον τοῦτο νοσήσας ἐν αὐτῷ καὶ θύσας ἐκβατήρια τῆς νόσου, φυγεῖν δὲ οὔτε προσετάχθη οὔτε ἔτλη. καὶ μάρτυρα τοῦ λόγου τούτου ποιήσομαι τὸν θεσπέσιον Μάρκον: μετὰ γὰρ τὰ ἐν τῇ Παιονίᾳ διῃτᾶτο μὲν ὁ Ἡρώδης ἐν τῇ Ἀττικῇ περὶ τοὺς φιλτάτους ἑαυτῷ δήμους Μαραθῶνα καὶ Κηφισίαν ἐξηρτημένης αὐτοῦ τῆς πανταχόθεν νεότητος, οἳ κατ᾽ ἔρωτα τῶν ἐκείνου λόγων ἐφοίτων Ἀθήναζε, πεῖραν δὲ ποιούμενος, μὴ χαλεπὸς αὐτῷ εἴη διὰ τὰ ἐν τῷ δικαστηρίῳ πέμπει πρὸς αὐτὸν ἐπιστολὴν οὐκ ἀπολογίαν ἔχουσαν, ἀλλ᾽ [p. 70] ἔγκλημα, θαυμάζειν γὰρ ἔφη, τοῦ χάριν οὐκέτι αὐτῷ ἐπιστέλλοι καίτοι τὸν πρὸ τοῦ χρόνον θαμὰ οὕτω γράφων, ὡς καὶ τρεῖς γραμματοφόρους ἀφικέσθαι ποτὲ παρ᾽ αὐτὸν ἐν ἡμέρᾳ μιᾷ κατὰ πόδας ἀλλήλων. καὶ ὁ αὐτοκράτωρ διὰ πλειόνων μὲν καὶ ὑπὲρ πλειόνων, θαυμάσιον δὲ ἦθος ἐγκαταμίξας τοῖς γράμμασιν ἐπέστειλε πρὸς τὸν Ἡρώδην, ὧν ἐγὼ τὰ ξυντείνοντα ἐς τὸν παρόντα μοι λόγον ἐξελὼν τῆς ἐπιστολῆς δηλώσω: τὸ μὲν δὴ προοίμιον τῶν ἐπεσταλμένων ‘χαῖρέ μοι, φίλε Ἡρώδη.’ διαλεχθεὶς δὲ ὑπὲρ τῶν τοῦ πολέμου χειμαδίων, ἐν οἷς ἦν τότε, καὶ τὴν γυναῖκα ὀλοφυράμενος ἄρτι αὐτῷ τεθνεῶσαν εἰπών τέ τι καὶ περὶ τῆς τοῦ σώματος ἀσθενείας ἐφεξῆς γράφει ‘σοὶ δὲ ὑγιαίνειν τε εὔχομαι καὶ περὶ ἐμοῦ ὡς εὔνου σοι διανοεῖσθαι, μηδὲ ἡγεῖσθαι ἀδικεῖσθαι, εἰ καταφωράσας τινὰς τῶν σῶν πλημμελοῦντας κολάσει ἐπ᾽ αὐτοὺς ἐχρησάμην ὡς οἷόν τε ἐπιεικεῖ. διὰ μὲν δὴ ταῦτα μή μοι ὀργίζου, εἰ δέ τι λελύπηκά σε ἢ λυπῶ, ἀπαίτησον παρ᾽ ἐμοῦ δίκας ἐν τῷ ἱερῷ τῆς ἐν ἄστει Ἀθηνᾶς ἐν μυστηρίοις. ηὐξάμην γάρ, ὁπότε ὁ πόλεμος μάλιστα ἐφλέγμαινε, καὶ μυηθῆναι, εἴη δὲ καὶ σοῦ μυσταγωγοῦντος.’ τοιάδε ἡ ἀπολογία τοῦ Μάρκου καὶ οὕτω φιλάνθρωπος καὶ ἐρρωμένη. τίς ἂν οὖν ποτε ἢ ὃν φυγῇ περιέβαλεν οὕτω προσεῖπεν ἢ τὸν ἄξιον οὕτω προσειρῆσθαι φεύγειν προσέταξεν;

ἔστι δέ τις λόγος, ὡς νεώτερα μὲν ὁ τὴν ἑῴαν ἐπιτροπεύων Κάσσιος ἐπὶ τὸν Μάρκον βουλεύοι, ὁ δὲ Ἡρώδης ἐπιπλήξειεν αὐτῷ δι᾽ ἐπιστολῆς ὧδε ξυγκειμένης ‘Ἡρώδης Κασσίῳ: ἐμάνης.’ τήνδε τὴν ἐπιστολὴν μὴ μόνον ἐπίπληξιν ἡγώμεθα, ἀλλὰ [p. 71] καὶ ῥώμην ἀνδρὸς ὑπὲρ τοῦ βασιλέως τιθεμένου τὰ τῆς γνώμης ὅπλα. ὁ δὲ λόγος, ὃν διῆλθε πρὸς τὸν Ἡρώδην ὁ Δημόστρατος, ἐν θαυμασίοις δοκεῖ. ἰδέα δὲ αὐτοῦ ἡ μὲν τοῦ ἤθους μία, τὸ γὰρ ἐμβριθὲς ἐκ προοιμίων ἐς τέλος διήκει τοῦ λόγου, αἱ δὲ τῆς ἑρμηνείας ἰδέαι πολλαὶ καὶ ἀνόμοιαι μὲν ἀλλήλαις, λόγου δὲ ἄξιαι. ἔστω που καὶ τὸ δι᾽ Ἡρώδην παρὰ τοῖς βασκάνοις εὐδοκιμεῖν τὸν λόγον, ἐπειδὴ ἀνὴρ τοιοῦτος ἐν αὐτῷ κακῶς ἤκουσεν. ἀλλ᾽ ὅπως γε καὶ πρὸς τὰς λοιδορίας ἔρρωτο, δηλώσει καὶ τὰ πρὸς τὸν κύνα Πρωτέα λεχθέντα ποτὲ ὑπ᾽ αὐτοῦ Ἀθήνησιν: ἦν μὲν γὰρ τῶν οὕτω θαρραλέως φιλοσοφούντων ὁ Πρωτεὺς οὗτος, ὡς καὶ ἐς πῦρ ἑαυτὸν ἐν Ὀλυμπίᾳ ῥῖψαι, ἐπηκολούθει δὲ τῷ Ἡρώδῃ κακῶς ἀγορεύων αὐτὸν ἡμιβαρβάρῳ γλώττῃ: ἐπιστραφεὶς οὖν ὁ Ἡρώδης ‘ἔστω’, ἔφη ‘κακῶς με ἀγορεύεις, πρὸς τί καὶ οὕτως’; ἐπικειμένου δὲ τοῦ Πρωτέως ταῖς λοιδορίαις ‘γεγηράκαμεν’ ἔφη ‘σὺ μὲν κακῶς με ἀγορεύων, ἐγὼ δὲ ἀκούων’ ἐνδεικνύμενος δήπου τὸ ἀκούειν μέν, καταγελᾶν δὲ ὑπὸ τοῦ πεπεῖσθαι τὰς ψευδεῖς λοιδορίας μὴ περαιτέρω ἀκοῆς ἥκειν.

ἑρμηνεύσω καὶ τὴν γλῶτταν τοῦ ἀνδρὸς ἐς χαρακτῆρα ἰὼν τοῦ λόγου: ὡς μὲν δὴ Πολέμωνα καὶ Φαβωρῖνον καὶ Σκοπελιανὸν ἐν διδασκάλοις ἑαυτοῦ ἦγε καὶ ὡς Σεκούνδῳ τῷ Ἀθηναίῳ ἐφοίτησεν, εἰρημένον μοι ἤδη, τοὺς δὲ κριτικοὺς τῶν λόγων Θεαγένει τε τῷ Κνιδίῳ καὶ Μουνατίῳ τῷ ἐκ Τραλλέων συνεγένετο καὶ Ταύρῳ τῷ Τυρίῳ ἐπὶ ταῖς Πλάτωνος δόξαις. ἡ δὲ ἁρμονία τοῦ λόγου ἱκανῶς κεκολασμένη καὶ ἡ δεινότης ὑφέρπουσα μᾶλλον ἢ ἐγκειμένη κρότος τε σὺν ἀφελείᾳ καὶ κριτιάζουσα [p. 72] ἠχὼ καὶ ἔννοιαι οἷαι μὴ ἑτέρῳ ἐνθυμηθῆναι κωμική τε εὐγλωττία οὐκ ἐπέσακτος, ἀλλ᾽ ἐκ τῶν πραγμάτων, καὶ ἡδὺς ὁ λόγος καὶ πολυσχήματος καὶ εὐσχήμων καὶ σοφῶς ἐξαλλάττων τὸ πνεῦμά τε οὐ σφοδρόν, ἀλλὰ λεῖον καὶ καθεστηκὸς καὶ ἡ ἐπίπαν ἰδέα τοῦ λόγου χρυσοῦ ψῆγμα ποταμῷ ἀργυροδίνῃ ὑπαυγάζον. προσέκειτο μὲν γὰρ πᾶσι τοῖς παλαιοῖς, τῷ δὲ Κριτίᾳ καὶ προσετετήκει καὶ παρήγαγεν αὐτὸν ἐς ἤθη Ἑλλήνων τέως ἀμελούμενον καὶ περιορώμενον. βοώσης δὲ ἐπ᾽ αὐτῷ τῆς Ἑλλάδος καὶ καλούσης αὐτὸν ἕνα τῶν δέκα οὐχ ἡττήθη τοῦ ἐπαίνου μεγάλου δοκοῦντος, ἀλλ᾽ ἀστειότατα πρὸς τοὺς ἐπαινέσαντας ‘Ἀνδοκίδου μὲν’ ἔφη ‘βελτίων εἰμί.’ εὐμαθέστατος δὲ ἀνθρώπων γενόμενος οὐδὲ τοῦ μοχθεῖν ἠμέλησεν, ἀλλὰ καὶ παρὰ πότον ἐσπούδαζε καὶ νύκτωρ ἐν τοῖς διαλείμμασι τῶν ὕπνων, ὅθεν ἐκάλουν αὐτὸν σιτευτὸν ῥήτορα οἱ ὀλίγωροί τε καὶ λεπτοί. ἄλλος μὲν οὖν ἄλλο ἀγαθὸς καὶ ἄλλος ἐν ἄλλῳ βελτίων ἑτέρου, ὁ μὲν γὰρ σχεδιάσαι θαυμάσιος, ὁ δὲ ἐκπονῆσαι λόγον, ὁ δὲ τὰ ξύμπαντα ἄριστα τῶν σοφιστῶν διέθετο καὶ τὸ παθητικὸν οὐκ ἐκ τῆς τραγῳδίας μόνον, ἀλλὰ κἀκ τῶν ἀνθρωπίνων συνελέξατο. ἐπιστολαὶ δὲ πλεῖσται Ἡρώδου καὶ διαλέξεις καὶ ἐφημερίδες ἐγχειρίδιά τε καὶ καίρια τὴν ἀρχαίαν πολυμάθειαν ἐν βραχεῖ ἀπηνθισμένα. οἱ δὲ προφέροντες αὐτῷ νέῳ ἔτι τὸ λόγου τινὸς ἐν Παιονίᾳ ἐκπεσεῖν ἐπὶ τοῦ αὐτοκράτορος ἠγνοηκέναι μοι δοκοῦσιν, ὅτι καὶ Δημοσθένης ἐπὶ Φιλίππου λέγων ταὐτὸν ἔπαθεν: κἀκεῖνος μὲν ἥκων Ἀθήναζε τιμὰς προσῄτει καὶ στεφάνους ἀπολωλυίας Ἀθηναίοις Ἀμφιπόλεως, Ἡρώδης δέ, ἐπεὶ τοῦτο ἔπαθεν, ἐπὶ τὸν Ἴστρον ἦλθεν ὡς ῥίψων ἑαυτὸν, τοσοῦτον γὰρ [p. 73] αὐτῷ περιῆν τοῦ ἐν λόγοις βούλεσθαι ὀνομαστῷ εἶναι, ὡς θανάτου τιμᾶσθαι τὸ σφαλῆναι.

ἐτελεύτα μὲν οὖν ἀμφὶ τὰ ἓξ καὶ ἑβδομήκοντα ξυντακὴς γενόμενος. ἀποθανόντος δὲ αὐτοῦ ἐν τῷ Μαραθῶνι καὶ ἐπισκήψαντος τοῖς ἀπελευθέροις ἐκεῖ θάπτειν Ἀθηναῖοι ταῖς τῶν ἐφήβων χερσὶν ἁρπάσαντες ἐς ἄστυ ἤνεγκαν προαπαντῶντες τῷ λέχει πᾶσα ἡλικία δακρύοις ἅμα καὶ ἀνευφημοῦντες, ὅσα παῖδες χρηστοῦ πατρὸς χηρεύσαντες, καὶ ἔθαψαν ἐν τῷ Παναθηναικῷ ἐπιγράψαντες αὐτῷ βραχὺ καὶ πολὺ ἐπίγραμμα τόδε:

Ἀττικοῦ Ἡρώδης Μαραθώνιος, οὗ τάδε πάντα
κεῖται τῷδε τάφῳ, πάντοθεν εὐδόκιμος.
τοσαῦτα περὶ Ἡρώδου τοῦ Ἀθηναίου, τὰ μὲν εἰρημένα, τὰ δὲ ἠγνοημένα ἑτέροις.

β
ἐπὶ τὸν σοφιστὴν Θεόδοτον καλεῖ με ὁ λόγος. Θεόδοτος μὲν προὔστη καὶ τοῦ Ἀθηναίων δήμου κατὰ χρόνους, οὓς προσέκρουον Ἡρώδῃ Ἀθηναῖοι, καὶ ἐς ἀπέχθειαν φανερὰν οὐδεμίαν τῷ ἀνδρὶ ἀφίκετο, ἀλλ᾽ ἀφανῶς αὐτὸν ὑπεκάθητο δεινὸς ὢν χρῆσθαι τοῖς πράγμασιν, καὶ γὰρ δὴ καὶ τῶν ἀγοραίων εἷς οὗτος: τοῖς γοῦν ἀμφὶ τὸν Δημόστρατον οὕτω ξυνεκέκρατο, ὡς καὶ ξυνάρασθαί σφισι τῶν λόγων, οὓς ἐξεπόνουν πρὸς τὸν Ἡρώδην. προὔστη δὲ καὶ τῆς Ἀθηναίων νεότητος πρῶτος ἐπὶ ταῖς ἐκ βασιλέως μυρίαις. καὶ οὐ τοῦτό πω λόγου ἄξιον, οὐδὲ γὰρ πάντες οἱ ἐπιβατεύοντες τοῦ θρόνου τούτου λόγου ἄξιοι, ἀλλ᾽ ὅτι τοὺς μὲν Πλατωνείους καὶ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ τοὺς ἀπὸ τοῦ Περιπάτου καὶ αὐτοῦ Ἐπικούρου προσέταξεν ὁ Μάρκος τῷ Ἡρώδῃ κρῖναι, τὸν δὲ ἄνδρα τοῦτον ἀπὸ τῆς περὶ αὐτὸν δόξης αὐτὸς ἐπέκρινε τοῖς νέοις ἀγωνιστὴν [p. 74] τῶν πολιτικῶν προσειπὼν λόγων καὶ ῥητορικῆς ὄφελος. ὁ ἀνὴρ οὗτος Λολλιανοῦ μὲν ἀκροατής, Ἡρώδου δὲ οὐκ ἀνήκοος. ἐβίω μὲν οὖν ὑπὲρ τὰ πεντήκοντα δυοῖν ἐτοῖν κατασχὼν τὸν θρόνον, τὴν δὲ ἰδέαν τῶν λόγων ἀποχρῶν καὶ τοῖς δικανικοῖς καὶ τοῖς ὑπερσοφιστεύουσιν.

γ
ὀνομαστὸς ἐν σοφισταῖς καὶ Ἀριστοκλῆς ὁ ἐκ τοῦ Περγάμου, ὑπὲρ οὗ δηλώσω, ὁπόσα τῶν πρεσβυτέρων ἤκουον: ἐτέλει μὲν γὰρ ἐς ὑπάτους ὁ ἀνὴρ οὗτος, τὸν δὲ ἐκ παίδων ἐς ἥβην χρόνον τοὺς ἀπὸ τοῦ Περιπάτου φιλοσοφήσας λόγους ἐς τοὺς σοφιστὰς μετερρύη θαμίζων ἐν τῇ Ῥώμῃ τῷ Ἡρώδῃ διατιθεμένῳ σχεδίους λόγους. ὃν δὲ ἐφιλοσόφει χρόνον αὐχμηρὸς δοκῶν καὶ τραχὺς τὸ εἶδος καὶ δυσπινὴς τὴν ἐσθῆτα ἥβρυνε καὶ τὸν αὐχμὸν ἀπετρίψατο ἡδονάς τε, ὁπόσαι λυρῶν τε καὶ αὐλῶν καὶ εὐφωνίας εἰσί, πάσας ἐσηγάγετο ἐπὶ τὴν δίαιταν, ὥσπερ ἐπὶ θύρας αὐτῷ ἡκούσας, τὸν γὰρ πρὸ τοῦ χρόνον οὕτω κεκολασμένος ἀτάκτως ἐς τὰ θέατρα ἐφοίτα καὶ ἐπὶ τὴν τούτων ἠχώ. εὐδοκιμοῦντι δὲ αὐτῷ κατὰ τὸ Πέργαμον κἀξηρτημένῳ πᾶν τὸ ἐκείνῃ Ἑλληνικὸν ἐξελαύνων ὁ Ἡρώδης ἐς Πέργαμον ἔπεμψε τοὺς ἑαυτοῦ ὁμιλητὰς πάντας καὶ τὸν Ἀριστοκλέα ἦρεν, ὥσπερ τις Ἀθηνᾶς ψῆφος. ἡ δὲ ἰδέα τοῦ λόγου διαυγὴς μὲν καὶ ἀττικίζουσα, διαλέγεσθαι δὲ ἐπιτηδεία μᾶλλον ἢ ἀγωνίζεσθαι, χολή τε γὰρ ἄπεστι τοῦ λόγου καὶ ὁρμαὶ πρὸς βραχὺ αὐτή τε ἡ ἀττίκισις, εἰ παρὰ τὴν τοῦ Ἡρώδου γλῶτταν βασανίζοιτο, λεπτολογεῖσθαι δόξει μᾶλλον ἢ κρότου τε καὶ ἠχοῦς ξυγκεῖσθαι. ἐτελεύτα δὲ ὁ Ἀριστοκλῆς μεσαιπόλιος, ἄρτι προσβαίνων τῷ γηράσκειν.

δ
Ἀντίοχον δὲ τὸν σοφιστὴν αἱ Κιλίκων Αἰγαὶ [p. 75] ἤνεγκαν οὕτω τι εὐπατρίδην, ὡς νῦν ἔτι τὸ ἀπ᾽ αὐτοῦ γένος ὑπάτους εἶναι. αἰτίαν δὲ ἔχων δειλίας, ἐπεὶ μὴ παρῄει ἐς τὸν δῆμον, μηδὲ ἐς τὸ κοινὸν ἐπολίτευεν, ‘οὐχ ὑμᾶς’, εἶπεν ‘ἀλλ᾽ ἐμαυτὸν δέδοικα’, εἰδώς που τὴν ἑαυτοῦ χολὴν ἄκρατόν τε καὶ οὐ καθεκτὴν οὖσαν. ἀλλ᾽ ὅμως ὠφέλει τοὺς ἀστοὺς ἀπὸ τῆς οὐσίας, ὅ τι εἴη δυνατός, σῖτόν τε ἐπιδιδούς, ὁπότε τούτου δεομένους αἴσθοιτο, καὶ χρήματα ἐς τὰ πεπονηκότα τῶν ἔργων. τὰς δὲ πλείους τῶν νυκτῶν ἐς τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν ἀπεκάθευδεν ὑπέρ τε ὀνειράτων ὑπέρ τε ξυνουσίας, ὁπόση ἐγρηγορότων τε καὶ διαλεγομένων ἀλλήλοις, διελέγετο γὰρ αὐτῷ ἐγρηγορότι ὁ θεὸς καλὸν ἀγώνισμα ποιούμενος τῆς ἑαυτοῦ τέχνης τὸ τὰς νόσους ἐρύκειν τοῦ Ἀντιόχου.

ἀκροατὴς ὁ Ἀντίοχος ἐν παισὶ μὲν Δαρδάνου τοῦ Ἀσσυρίου, προιὼν δὲ ἐς τὰ μειράκια Διονυσίου ἐγένετο τοῦ Μιλησίου κατέχοντος ἤδη τὴν Ἐφεσίων. διελέγετο μὲν οὖν οὐκ ἐπιτηδείως — φρονιμώτατος δ᾽ ἀνθρώπων γενόμενος διέβαλλεν αὐτὸ ὡς μειρακιῶδες, ἵνα ὑπερεωρακὼς αὐτοῦ μᾶλλον ἢ ἀπολειπόμενος φαίνοιτο — τὰ δὲ ἀμφὶ μελέτην ἐλλογιμώτατος: ἀσφαλὴς μὲν γὰρ ἐν ταῖς κατὰ σχῆμα προηγμέναις τῶν ὑποθέσεων, σφοδρὸς δὲ ἐν ταῖς κατηγορίαις καὶ ἐπιφοραῖς, εὐπρεπὴς δὲ τὰς ἀπολογίας καὶ τῷ ἠθικῷ ἰσχύων, καὶ καθάπαξ τῆν ἰδέαν τοῦ λόγου δικανικῆς μὲν σοφιστικώτερος, σοφιστικῆς δὲ δικανικώτερος. καὶ τὰ πάθη ἄριστα σοφιστῶν μετεχειρίσατο, οὐ γὰρ μονῳδίας ἀπεμήκυνεν, οὐδὲ θρήνους ὑποκειμένους, ἀλλ᾽ ἐβραχυλόγει αὐτὰ ξὺν διανοίαις λόγου κρείττοσιν, ὡς ἔκ τε τῶν ἄλλων ὑποθέσεων δηλοῦται καὶ μάλιστα ἐκ τῶνδε: κόρη [p. 76] βιασθεῖσα θάνατον ᾕρηται τοῦ βιασαμένου: μετὰ ταῦτα γέγονε παιδίον ἐκ τῆς βίας καὶ διαμιλλῶνται οἱ πάπποι, παρ᾽ ὁποτέρῳ τρέφοιτο τὸ παιδίον. ἀγωνιζόμενος οὖν ὑπὲρ τοῦ πρὸς πατρὸς πάππου ‘ἀπόδος’ ἔφη ‘τὸ παιδίον, ἀπόδος ἤδη, πρὶν γεύσηται μητρῴου γάλακτος.’ ἡ δὲ ἑτέρα ὑπόθεσις τοιαύτη: τύραννον καταθέμενον τὴν ἀρχὴν ἐπὶ τῷ ἐκλελύσθαι ἀπέκτεινέ τις εὐνοῦχος ὑπ᾽ αὐτοῦ γεγονὼς καὶ ἀπολογεῖται ὑπὲρ τοῦ φόνου. ἐνταῦθα τὸ μάλιστα ἐρρωμένον τῆς κατηγορίας τὸν περὶ τῶν σπονδῶν λόγον ἀπεώσατο περίνοιαν ἐγκαταμίξας τῷ πάθει: ‘τίσι γὰρ’ ἔφη ‘ταῦτα ὡμολόγησε; παισὶ γυναίοις μειρακίοις πρεσβύταις ἀνδράσιν: ἐγὼ δὲ ὄνομα ἐν ταῖς συνθήκαις οὐκ ἔχω.’ ἄριστα δὲ καὶ ὑπὲρ τῶν Κρητῶν ἀπολελόγηται τῶν κρινομένων ἐπὶ τῷ τοῦ Διὸς σήματι φυσιολογίᾳ τε καὶ θεολογίᾳ πάσῃ ἐναγωνισάμενος λαμπρῶς. τὰς μὲν οὖν μελέτας αὐτοσχεδίους ἐποιεῖτο, ἔμελε δὲ αὐτῷ καὶ φροντισμάτων, ὡς ἕτερά τε δηλοῖ τῶν ἐκείνου καὶ μάλιστα ἡ ἱστορία, ἐπίδειξιν γὰρ ἐν αὐτῇ πεποίηται λέξεώς τε καὶ ῥητορείας, ἐσποιῶν ἑαυτὸν καὶ τῷ φιλοκαλεῖν. περὶ δὲ τῆς τελευτῆς τοῦ ἀνδρός, οἱ μὲν ἑβδομηκοντούτην τεθνάναι αὐτόν, οἱ δὲ οὔπω, καὶ οἱ μὲν οἴκοι, οἱ δὲ ἑτέρωθι.

ε
Ἀλεξάνδρῳ δέ, ὃν Πηλοπλάτωνα οἱ πολλοὶ ἐπωνόμαζον, πατρὶς μὲν ἦν Σελεύκεια πόλις οὐκ ἀφανὴς ἐν Κιλικίᾳ, πατὴρ δὲ ὁμώνυμος καὶ τοὺς ἀγοραίους λόγους ἱκανώτατος, μήτηρ δὲ περιττὴ τὸ εἶδος, ὡς αἱ γραφαὶ ἑρμηνεύουσι, καὶ προσφερὴς τῇ τοῦ Εὐμήλου Ἑλένῃ: Εὐμήλῳ γάρ τις Ἑλένη γέγραπται οἵα ἀνάθεμα εἶναι τῆς Ῥωμαίων ἀγορᾶς. [p. 77] ἐρασθῆναι τῆς γυναικὸς ταύτης καὶ ἑτέρους μέν, ἐπιδήλως δὲ Ἀπολλώνιόν φασι τὸν Τυανέα, καὶ τοὺς μὲν ἄλλους ἀπαξιῶσαι, τῷ δὲ Ἀπολλωνίῳ ξυγγενέσθαι δἰ ἔρωτα εὐπαιδίας, ἐπειδὴ θειότερος ἀνθρώπων. τοῦτο μὲν δὴ ὁπόσοις τρόποις ἀπίθανον, εἴρηται σαφῶς ἐν τοῖς ἐς Ἀπολλώνιον. θεοειδὴς δὲ ὁ Ἀλέξανδρος καὶ περίβλεπτος ξὺν ὥρᾳ, γενειάς τε γὰρ ἦν αὐτῷ βοστρυχώδης καὶ καθειμένη τὸ μέτριον ὄμμα τε ἁβρὸν καὶ μέγα καὶ ῥὶς ξύμμετρος καὶ ὀδόντες λευκότατοι δάκτυλοί τε εὐμήκεις καὶ τῇ τοῦ λόγου ἡνίᾳ ἐπιπρέποντες. ἦν δὲ αὐτῷ καὶ πλοῦτος δαπανώμενος ἐς ἡδονὰς οὐ μεμπτάς.

ἐς δὲ ἄνδρας ἥκων ἐπρέσβευε μὲν ὑπὲρ τῆς Σελευκείας παρὰ τὸν Ἀντωνῖνον, διαβολαὶ δὲ ἐπ᾽ αὐτὸν ἐφοίτησαν, ὡς νεότητα ἐπιποιοῦντα τῷ εἴδει. ἧττον δὲ αὐτῷ προσέχειν δοκοῦντος τοῦ βασιλέως ἐπάρας τὴν φωνὴν ὁ Ἀλέξανδρος ‘πρόσεχέ μοι’, ἔφη ‘Καῖσαρ.’ καὶ ὁ αὐτοκράτωρ παροξυνθεὶς πρὸς αὐτὸν ὡς θρασυτέρᾳ τῇ ἐπιστροφῇ χρησάμενον ‘προσέχω’ ἔφη ‘καὶ ξυνίημί σου: σὺ γὰρ’ ἔφη ‘ὁ τὴν κόμην ἀσκῶν καὶ τοὺς ὀδόντας λαμπρύνων καὶ τοὺς ὄνυχας ξέων καὶ τοῦ μύρου ἀεὶ πνέων.’ Τὸν μὲν δὴ πλεῖστον τοῦ βίου τῇ τε Ἀντιοχείᾳ ἐνεσπούδαζε καὶ τῇ Ῥώμῃ καὶ τοῖς Ταρσοῖς καὶ νὴ Δία Αἰγύπτῳ πάσῃ, ἀφίκετο γὰρ καὶ ἐς τὰ τῶν

γυμνῶν ἤθη. αἱ δὲ Ἀθήνησι διατριβαὶ τοῦ ἀνδρὸς ὀλίγαι μέν, οὐκ ἄξιαι δὲ ἀγνοεῖσθαι. ἐβάδιζε μὲν γὰρ ἐς τὰ Παιονικὰ ἔθνη μετακληθεὶς ὑπὸ Μάρκου βασιλέως ἐκεῖ στρατεύοντος καὶ δεδωκότος αὐτῷ τὸ ἐπιστέλλειν Ἕλλησιν, ἀφικόμενος δὲ ἐς τὰς Ἀθήνας, ὁδοῦ δὲ μῆκος τοῦτο οὐ μέτριον τῷ ἐκ τῆς ἑῴας ἐλαύνοντι, ‘ἐνταῦθα’ ἔφη ‘γόνυ κάμψωμεν.’ καὶ [p. 78] εἰπὼν τοῦτο ἐπήγγειλε τοῖς Ἀθηναίοις αὐτοσχεδίους λόγους ἐρῶσιν αὐτοῦ τῆς ἀκροάσεως. ἀκούων δὲ τὸν Ἡρώδην ἐν Μαραθῶνι διαιτώμενον καὶ τὴν νεότητα ἐπακολουθοῦσαν αὐτῷ πᾶσαν γράφει πρὸς αὐτὸν ἐπιστολὴν αἰτῶν τοὺς Ἕλληνας, καὶ ὁ Ἡρώδης ‘ἀφίξομαι’ ἔφη ‘μετὰ τῶν Ἑλλήνων καὶ αὐτός.’ ξυνελέγοντο μὲν δὴ ἐς τὸ ἐν τῷ Κεραμεικῷ θέατρον, ὃ δὴ ἐπωνόμασται Ἀγριππεῖον, προιούσης δὲ ἤδη τῆς ἡμέρας καὶ τοῦ Ἡρώδου βραδύνοντος ἤσχαλλον οἱ Ἁθηναῖοι ὡς ἐκλυομένης τῆς ἀκροάσεως καὶ τέχνην αὐτὸ ᾤοντο, ὅθεν ἀνάγκη τῷ Ἀλεξάνδρῳ ἐγένετο παρελθεῖν ἐπὶ τὴν διάλεξιν καὶ πρὶν ἥκειν τὸν Ἡρώδην. ἡ μὲν δὴ διάλεξις ἔπαινοι ἦσαν τοῦ ἄστεος καὶ ἀπολογία πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τοῦ μήπω πρότερον παρ᾽ αὐτοὺς ἀφῖχθαι, εἶχε δὲ καὶ τὸ ἀποχρῶν μῆκος, Παναθηναικοῦ γὰρ λόγου ἐπιτομῇ εἴκαστο. εὐσταλὴς δὲ οὕτω τοῖς Ἀθηναίοις ἔδοξεν, ὡς καὶ βόμβον διελθεῖν αὐτῶν ἔτι σιωπῶντος ἐπαινεσάντων αὐτοῦ τὸ εὔσχημον. ἡ μὲν δὴ νενικηκυῖα ὑπόθεσις ὁ τοὺς Σκύθας ἐπανάγων ἐς τὴν προτέραν πλάνην, ἐπειδὴ πόλιν οἰκοῦντες νοσοῦσι, καιρὸν δ᾽ ἐπισχὼν βραχὺν ἀνεπήδησε τοῦ θρόνου φαιδρῷ τῷ προσώπῳ, καθάπερ εὐαγγέλια ἐπάγων τοῖς ἀκροωμένοις ὧν εἰπεῖν ἔχοι. προιόντος δὲ αὐτῷ τοῦ λόγου ἐπέστη ὁ Ἡρώδης Ἀρκάδι πίλῳ τὴν κεφαλὴν σκιάζων, ὡς ἐν ὥρᾳ θέρους εἰώθει Ἀθήνησιν, ἴσως δέ που καὶ ἐνδεικνύμενος αὐτῷ τὸ ἐκ τῆς ὁδοῦ ἥκειν. καὶ ὁ Ἀλέξανδρος ἔνθεν ἑλὼν διελέχθη μὲν ἐς τὴν παρουσίαν τοῦ ἀνδρὸς ὑποσέμνῳ τῇ λέξει καὶ ἠχούσῃ, ἐπ᾽ αὐτῷ δὲ ἔθετο, εἴτε βούλοιτο τῆς ἤδη σπουδαζομένης ὑποθέσεως ἀκροᾶσθαι, εἴτε ἑτέραν αὐτὸς δοῦναι. τοῦ δὲ Ἡρώδου ἀναβλέψαντος ἐς [p. 79] τοὺς ἀκροωμένους καὶ εἰπόντος, ὡς ποιήσοι, ὅπερ ἂν ἐκείνοις δόξῃ, πάντες ξυνεπένευσαν ἐς τὴν τῶν Σκυθῶν ἀκρόασιν, καὶ γὰρ δὴ καὶ λαμπρῶς διῄει τὸν ἀγῶνα, ὡς δηλοῖ τὰ εἰρημένα. θαυμασίαν δὲ ἰσχὺν ἐνεδείξατο καὶ ἐν τοῖσδε: τὰς γὰρ διανοίας τὰς πρὶν ἥκειν τὸν Ἡρώδην λαμπρῶς αὐτῷ εἰρημένας μετεχειρίσατο ἐπιστάντος οὕτω τι ἑτέρᾳ λέξει καὶ ἑτέροις ῥυθμοῖς, ὡς τοῖς δεύτερον ἀκροωμένοις μὴ διλογεῖν δόξαι. τὸ γοῦν εὐδοκιμώτατα τῶν πρὶν ἐπιστῆναι τὸν Ἡρώδην εἰρημένων ‘ἑστὸς καὶ τὸ ὕδωρ νοσεῖ’ μετὰ ταῦτα ἐπιστάντος ἑτέρᾳ δυνάμει μεταλαβὼν ‘καὶ ὑδάτων’ εἶπεν ‘ἡδίω τὰ πλανώμενα.’ κἀκεῖνα τῶν Ἀλεξάνδρου Σκυθῶν: ‘καὶ πηγνυμένου μὲν Ἴστρου πρὸς μεσημβρίαν ἤλαυνον, λυομένου δὲ ἐχώρουν πρὸς ἄρκτον ἀκέραιος τὸ σῶμα καὶ οὐχ ὥσπερ νυνὶ κείμενος. τί γὰρ ἂν πάθοι δεινὸν ἄνθρωπος ταῖς ὥραις ἑπόμενος;’ ἐπὶ τελευτῇ δὲ τοῦ λόγου διαβάλλων τὴν πόλιν ὡς πνιγηρὸν οἰκητήριον τὸ ἐπὶ πᾶσιν ὧδε ἀνεφθέγξατο: ‘ἀλλ᾽ ἀναπέτασον τὰς πύλας, ἀναπνεῦσαι θέλω.’ προσδραμὼν δὲ τῷ Ἡρώδῃ καὶ περισχὼν αὐτὸν ‘ἀντεφεστίασόν με’ ἔφη, καὶ ὁ Ἡρώδης ‘τί δὲ οὐ μέλλω’ εἶπεν ‘λαμπρῶς οὕτως ἑστιάσαντα’; διαλυθείσης δὲ τῆς ἀκροάσεως καλέσας ὁ Ἡρώδης τῶν ἑαυτοῦ γνωρίμων τοὺς ἐν ἐπιδόσει ἠρώτα, ποῖός τις αὐτοῖς ο σοφιστὴς φαίνοιτο, Σκέπτου δὲ τοῦ ἀπὸ τῆς Κορίνθου τὸν μὲν πηλὸν εὑρηκέναι φήσαντος, τὸν δὲ Πλάτωνα ζητεῖν, ἐπικόπτων αὐτὸν ὁ Ἡρώδης ‘τουτὶ’ ἔφη ‘πρὸς μηδένα εἴπῃς ἕτερον, σεαυτὸν γὰρ’ ἔφη ‘διαβαλεῖς ὡς ἀμαθῶς κρίνοντα, ἐμοὶ δὲ ἕπου [p. 80] μᾶλλον ἡγουμένῳ αὐτὸν Σκοπελιανὸν νήφοντα.’ ταυτὶ δὲ ὁ Ἡρώδης ἐχαρακτήριζε καθεωρακὼς τὸν ἄνδρα κεκραμένην ἑρμηνείαν ἐφαρμόζοντα τῇ περὶ τὰς σοφιστικὰς ἐννοίας τόλμῃ. ἐπιδεικνύμενος δὲ τῷ Ἀλεξάνδρῳ τήν τε ἠχὼ τῆς διαλέξεως προσῆρεν, ἐπειδὴ ἐγίγνωσκε τούτῳ καὶ μάλιστα χαίροντα αὐτὸν τῷ τόνῳ, ῥυθμούς τε ποικιλωτέρους αὐλοῦ καὶ λύρας ἐσηγάγετο ἐς τὸν λόγον, ἐπειδὴ πολὺς αὐτῷ καὶ περὶ τὰς ἐξαλλαγὰς ἔδοξεν. ἡ δὲ σπουδασθεῖσα ὑπόθεσις οἱ ἐν Σικελίᾳ τρωθέντες ἦσαν αἰτοῦντες τοὺς ἀπανισταμένους ἐκεῖθεν Ἀθηναίους τὸ ὑπ᾽ αὐτῶν ἀποθνήσκειν. ἐπὶ ταύτης τῆς ὑποθέσεως τὸ θρυλούμενον ἐκεῖνο ἱκέτευσεν ἐπιτέγξας τοὺς ὀφθαλμοὺς δακρύοις ‘ναὶ Νικία, ναὶ πάτερ, οὕτως Ἀθήνας ἴδοις’, ἐφ᾽ ᾧ τὸν Ἀλέξανδρόν φασιν ἀναβοῆσαι: ‘ὦ Ἡρώδη, τεμάχιά σου ἐσμὲν οἱ σοφισταὶ πάντες,’ καὶ τὸν Ἡρώδην ὑπερησθέντα τῷ ἐπαίνῳ καὶ τῆς ἑαυτοῦ φύσεως γενόμενον δοῦναί οἱ δέκα μὲν σκευοφόρα, δέκα δὲ ἵππους, δέκα δὲ οἰνοχόους, δέκα δὲ σημείων γραφέας, τάλαντα δὲ εἴκοσι χρυσοῦ, πλεῖστον δὲ ἄργυρον, δύο δὲ ἐκ Κολλυτοῦ παιδία ψελλιζόμενα, ἐπειδὴ ἤκουεν αὐτὸν χαίροντα νέαις φωναῖς. τοιαῦτα μὲν οὖν αὐτῷ τὰ Ἀθήνησιν.

ἐπεὶ δὲ καὶ ἑτέρων σοφιστῶν ἀπομνημονεύματα παρεθέμην, δηλούσθω καὶ ὁ Ἀλέξανδρος ἐκ πλειόνων, οὐδὲ γὰρ ἐς πλῆρές πω τῆς ἑαυτοῦ δόξης ἀφῖκται παρὰ τοῖς Ἕλλησιν. ὡς μὲν δὴ σεμνῶς τε καὶ ξὺν ἡδονῇ διελέγετο, δηλοῦσι τῶν διαλέξεων αἵδε: ‘Μαρσύας ἤρα Ὀλύμπου καὶ Ὄλυμπος τοῦ αὐλεῖν’ καὶ πάλιν ‘Ἀραβία γῆ δένδρα πολλά, πεδία κατάσκια, γυμνὸν οὐδέν, [p. 81] φυτὰ ἡ γῆ, τὰ ἄνθη. οὐδὲ φύλλον Ἀράβιον ἐκβαλεῖς, οὐδὲ κάρφος ἀπορρίψεις οὐδὲν ἐκεῖ φυέν, τοσοῦτον ἡ γῆ περὶ τοὺς ἱδρῶτας εὐτυχεῖ’. καὶ πάλιν ‘ἀνὴρ πένης ἀπ᾽ Ἰωνίας, ἡ δὲ Ἰωνία Ἕλληνές εἰσιν οἰκήσαντες ἐν τῇ βαρβάρων.’ τὴν δὲ ἰδέαν ταύτην διατωθάζων ὁ Ἀντίοχος καὶ διαπτύων αὐτὸν ὡς τρυφῶντα ἐς τὴν τῶν ὀνομάτων ὥραν, παρελθὼν ἐς τὴν Ἀντιόχειαν διελέχθη ὧδε: ‘Ἰωνίαι Λυδίαι Μαρσύαι μωρίαι, δότε προβλήματα.’ τὰ δὲ ἐν τῇ μελέτῃ πλεονεκτήματα δεδήλωται μὲν καὶ ἐπὶ τούτων, δηλούσθω δὲ καὶ ἐπ᾽ ἄλλων ὑποθέσεων: διεξιὼν μὲν γὰρ τὸν Περικλέα τὸν κελεύοντα ἔχεσθαι τοῦ πολέμου καὶ μετὰ τὸν χρησμόν, ἐν ᾧ καὶ καλούμενος καὶ ἄκλητος ὁ Πύθιος ἔφη τοῖς Λακεδαιμονίοις συμμαχήσειν, ὧδε ἀπήντησε τῷ χρησμῷ: ‘ἀλλ᾽ ὑπισχνεῖταί,’ φησι, ‘τοῖς Λακεδαιμονίοις βοηθήσειν’ ὁ Πύθιος: ψεύδεται: οὕτως αὐτοῖς καὶ Τεγέαν ἐπηγγείλατο. διεξιὼν δὲ τὸν ξυμβουλεύοντα τῷ Δαρείῳ ζεῦξαι τὸν Ἴστρον: ‘ὑπορρείτω σοι ὁ Σκυθῶν Ἴστρος, κἂν εὔρους τὴν στρατιὰν διαγάγῃ, τίμησον αὐτὸν ἐξ αὐτοῦ πιών.’ τὸν δὲ Ἀρτάβαζον ἀγωνιζόμενος τὸν ἀπαγορεύοντα τῷ Ξέρξῃ μὴ τὸ δεύτερον στρατεύειν ἐπὶ τὴν Ἑλλδα ὧδε ἐβραχυλόγησεν: ‘τὰ μὲν δὴ Περσῶν τε καὶ Μήδων τοιαῦτά σοι, βασιλεῦ, κατὰ χώραν μένοντι, τὰ δὲ Ἑλλήνων γῆ λεπτὴ θάλαττα στενὴ καὶ ἄνδρες ἀπονενοημένοι καὶ θεοὶ βάσκανοι.’ τοὺς δὲ ἐν τοῖς πεδίοις νοσοῦντας ἐς τὰ ὄρη ἀνοικίζεσθαι πείθων ὧδε ἐφυσιολόγησεν: ‘δοκεῖ δέ μοι καὶ ὁ τοῦ παντὸς δημιουργὸς τὰ μὲν [p. 82] πεδία, ὥσπερ ἀτιμότερα ὕλης, ῥῖψαι κάτω, ἐπαίρειν δὲ τὰ ὄρη, ὥσπερ ἀξιώματα. ταῦτα πρῶτα μὲν ἥλιος ἀσπάζεται, τελευταῖα δὲ ἀπολείπει. τίς οὐκ ἀγαπήσει τόπον μακροτέρας ἔχοντα τὰς ἡμέρας;’ Διδάσκαλοι τῷ Ἀλεξάνδρῳ ἐγένοντο Φαβωρῖνός τε καὶ Διονύσιος: ἀλλὰ Διονυσίου μὲν ἡμιμαθὴς ἀπῆλθε μεταπεμφθεὶς ὑπὸ τοῦ πατρὸς νοσοῦντος, ὅτε δὴ καὶ ἐτελεύτα, Φαβωρίνου δὲ γνησιώτατα ἠκροάσατο, παρ᾽ οὗ μάλιστα καὶ τὴν ὥραν τοῦ λόγου ἔσπασεν. τελευτῆσαι τὸν Ἁλέξανδρον οἱ μὲν ἐν Κελτοῖς φασιν ἔτι ἐπιστέλλοντα, οἱ δ᾽ ἐν Ἰταλίᾳ πεπαυμένον τοῦ ἐπιστέλλειν, καὶ οἱ μὲν ἑξηκοντούτην, οἱ δὲ καὶ οὔπω, καὶ οἱ μὲν ἐπὶ υἱῷ, οἱ δ᾽ ἐπὶ θυγατρί, ὑπὲρ ὧν οὐδὲν εὗρον λόγου ἄξιον.

ς
Ἀξιούσθω λόγου καὶ Οὔαρος ὁ ἐκ τῆς Πέργης. Οὐάρῳ πατὴρ μὲν Καλλικλῆς ἐγένετο ἀνὴρ ἐν τοῖς δυνατωτάτοις τῶν Περγαίων, διδάσκαλος δὲ Κοδρατίων ὁ ὕπατος ἀποσχεδιάζων τὰς θετικὰς ὑποθέσεις καὶ τὸν Φαβωρίνου τρόπον σοφιστεύων. πελαργὸν δὲ τὸν Οὔαρον οἱ πολλοὶ ἐπωνόμαζον διὰ τὸ πυρσὸν τῆς ῥινὸς καὶ ῥαμφῶδες, καὶ τοῦτο μὲν ὡς οὐκ ἀπὸ δόξης ἠστείζοντο, ἔξεστι συμβαλεῖν ταῖς εἰκόσιν, αἳ ἀνάκεινται ἐν τῷ τῆς Περγαίας ἱερῷ. ὁ δὲ χαρακτὴρ τοῦ λόγου τοιοῦτος: ‘ἐφ᾽ Ἑλλήσποντον ἐλθὼν ἵππον αἰτεῖς, ἐπ᾽ Ἄθω δὲ ἐλθὼν πλεῦσαι θέλεις: οὐκ οἶδας, ἄνθρωπε, τὰς ὁδούς; ἀλλ᾽ Ἑλλησπόντῳ γῆν ὀλίγην ἐπιβαλὼν ταύτην οἴει σοι μένειν, τῶν ὀρῶν μὴ μενόντων;’ ἐλέγετο δὲ ἀπαγγέλλειν ταῦτα λαμπρᾷ τῇ φωνῇ καὶ ἠσκημένῃ. ἐτελεύτα μὲν οὖν οἴκοι οὔπω γηράσκων καὶ ἐπὶ [p. 83] παισί, τὸ δὲ ἀπ᾽ αὐτοῦ γένος εὐδόκιμοι πάντες ἐν τῇ Πέργῃ.

ζ
Ἑρμογένης δέ, ὃν Ταρσοὶ ἤνεγκαν, πεντεκαίδεκα ἔτη γεγονὼς ἐφ᾽ οὕτω μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης, ὡς καὶ Μάρκῳ βασιλεῖ παρασχεῖν ἔρωτα ἀκροάσεως: ἐβάδιζε γοῦν ἐπὶ τὴν ἀκρόασιν αὐτοῦ ὁ Μάρκος καὶ ἥσθη μὲν διαλεγομένου, ἐθαύμαζε δὲ σχεδιάζοντος, δωρεὰς δὲ λαμπρὰς ἔδωκεν. ἐς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν ὑπ᾽ οὐδεμιᾶς φανερᾶς νόσου, ὅθεν ἀστεισμοῦ λόγον παρέδωκε τοῖς βασκάνοις, ἔφασαν γὰρ τοὺς λόγους ἀτεχνῶς καθ᾽ Ὅμηρον πτερόεντας εἶναι, ἀποβεβληκέναι γὰρ αὐτοὺς τὸν Ἑρμογένην καθάπερ πτερά. καὶ Ἀντίοχος δὲ ὁ σοφιστὴς ἀποσκώπτων ποτὲ ἐς αὐτὸν ‘οὗτος’ ἔφη ‘Ἑρμογένης, ὁ ἐν παισὶ μὲν γέρων, ἐν δὲ γηράσκουσι παῖς.’ ἡ δὲ ἰδέα τοῦ λόγου, ἣν ἐπετήδευε, τοιάδε τις ἦν: ἐπὶ γὰρ τοῦ Μάρκου διαλεγόμενος ‘ἰδοὺ ἥκω σοι’, ἔφη ‘βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμένων’ καὶ πλείω ἕτερα διελέχθη καὶ ὧδε βωμόλοχα. ἐτελεύτα μὲν οὖν ἐν βαθεῖ γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος, κατεφρονήθη γὰρ ἀπολιπούσης αὐτὸν τῆς τέχνης.

η
Φίλαγρος δὲ ὁ Κίλιξ Λολλιανοῦ μὲν ἀκροατὴς ἐγένετο, σοφιστῶν δὲ θερμότατος καὶ ἐπιχολώτατος, λέγεται γὰρ δὴ νυστάζοντά ποτε ἀκροατὴν καὶ ἐπὶ κόρρης πλῆξαι, καὶ ὁρμῇ δὲ λαμπρᾷ ἐκ μειρακίου χρησάμενος οὐκ ἀπελείφθη αὐτῆς οὐδ᾽ ὁπότε ἐγήρασκεν, ἀλλ᾽ οὕτω τι ἐπέδωκεν, ὡς καὶ σχῆμα τοῦ διδασκάλου νομισθῆναι. πλείστοις δὲ ἐπιμίξας ἔθνεσι καὶ δοκῶν ἄριστα μεταχειρίζεσθαι τὰς ὑποθέσεις οὐ μετεχειρίσατο Ἀθήνησιν εὖ τὴν αὑτοῦ [p. 84] χολήν, ἀλλ᾽ ἐς ἀπέχθειαν Ἡρώδῃ κατέστησεν ἑαυτόν, καθάπερ τούτου ἀφιγμένος ἕνεκα. ἐβάδιζε μὲν γὰρ δείλης ἐν Κεραμεικῷ μετὰ τεττάρων, οἷοι Ἀθήνησιν οἱ τοὺς σοφιστὰς θηρεύοντες, ἰδὼν δὲ νεανίαν ἐκ δεξιᾶς ἀναστρέφοντα μετὰ πλειόνων σκώπτεσθαί τι ὑπ᾽ αὐτοῦ δόξας ‘ἀλλ᾽ ἦ σὺ’ ἔφη ‘τίς ’; ‘Ἀμφικλῆς ἐγώ’, ἔφη ‘εἰ δὴ τὸν Χαλκιδέα ἀκούεις.’ ‘ἀπέχου τοίνυν’ ἔφη ‘τῶν ἐμῶν ἀκροάσεων, οὐ γάρ μοι δοκεῖς ὑγιαίνειν.’ τοῦ δὲ ἐρομένου ‘τίς δὲ ὢν ταῦτα κηρύττεις’; δεινὰ πάσχειν ἦ δ᾽ ὁ Φίλαγρος, εἰ ἀγνοεῖταί ποι. ἐκφύλου δὲ αὐτὸν ῥήματος ὡς ἐν ὀργῇ διαφυγόντος λαβόμενος ὁ Ἀμφικλῆς, καὶ γὰρ δὴ καὶ ἐτύγχανε τῶν Ἡρώδου γνωρίμων τὴν πρώτην φερόμενος, ‘παρὰ τίνι τῶν ἐλλογίμων’ ἔφη ‘τοῦτο εἴρηται;’ καὶ ὃς ‘παρὰ Φιλάγρῳ’ ἔφη. αὕτη μὲν δὴ ἡ παροινία ἐς τὰ τοιαῦτα προὔβη, τῆς δὲ ὑστεραίας μαθὼν τὸν Ἡρώδην ἐν τῷ προαστείῳ διαιτώμενον γράφει πρὸς αὐτὸν ἐπιστολὴν καθαπτόμενος τοῦ ἀνδρὸς ὡς ἀμελοῦντος τοῦ τῶν ἀκροατῶν κόσμου. καὶ ὁ Ἡρώδης ‘δοκεῖς μοι’ ἔφη ‘οὐ καλῶς προοιμιάζεσθαι’ ἐπιπλήττων αὐτῷ ὡς μὴ κτωμένῳ ἀκροατῶν εὔνοιαν, ἣν προοίμιον ἡγεῖσθαι χρὴ τῶν ἐπιδείξεων. ὁ δὲ ὥσπερ οὐ ξυνιεὶς τοῦ αἰνίγματος, ἢ ξυνιεὶς μέν, ἐν γέλωτι δὲ τὴν τοῦ Ἡρώδου γνώμην βελτίστην οὖσαν τιθέμενος ἐψεύσθη τῆς ἐπιδείξεως παρελθὼν ἐς ἀκροατὰς οὐκ εὔνους.

ὡς γὰρ τῶν πρεσβυτέρων ἤκουον, προσέκρουσε μὲν ἡ διάλεξις νεαροηχὴς δόξασα καὶ ἐσπασμένη τὰς ἐννοίας, ἔδοξε δὲ καὶ μειρακιώδης%5, γυναικὸς γὰρ θρῆνος ἐγκατεμέμικτο τοῖς Ἀθηναίων ἐγκωμίοις τεθνεώσης αὐτῷ ἐν Ἰωνίᾳ, τὴν δὲ μελέτην οὕτως ἐπεβουλεύθη: ἠγώνιστό τις αὐτῷ κατὰ τὴν Ἀσίαν [p. 85] ὐπόθεσις οἱ παραιτούμενοι τὴν τῶν ἀκλήτων συμμαχίαν: ταύτης ἐκδεδομένης ἤδη τῆς ὑποθέσεως μνήμην ξυνελέξατο, καὶ γὰρ δὴ καὶ εὐδοκιμηκὼς ἐπ᾽ αὐτῇ ἐτύγχανε, λόγου δὲ ἥκοντος ἐς τοὺς ἀμφὶ τὸν Ἡρώδην, ὡς ὁ Φίλαγρος τὰς μὲν πρῶτον ὁριζομένας ὑποθέσεις αὐτοσχεδιάζοι, τὰς δὲ καὶ δεύτερον οὐκέτι ἀλλ᾽ ἕωλα μελετῴη καὶ ἑαυτῷ προειρημένα προὔβαλον μὲν αὐτῷ τοὺς ἀκλήτους τούτους, δοκοῦντι δὲ ἀποσχεδιάζειν ἀντανεγιγνώσκετο ἡ μελέτη. θορύβου δὲ πολλοῦ καὶ γέλωτος τὴν ἀκρόασιν κατασχόντος βοῶν ὁ Φίλαγρος καί κεκραγώς, ὡς δεινὰ πάσχοι τῶν ἑαυτοῦ εἰργόμενος οὐ διέφυγε τὴν ἤδη πεπιστευμένην αἰτίαν. ταῦτα μὲν οὖν ἐν τῷ Ἀγριππείῳ ἐπράχθη, διαλιπὼν δὲ ἡμέρας ὡς τέτταρας παρῆλθεν ἐς τὸ τῶν τεχνιτῶν βουλευτήριον, ὃ δὴ ᾠκοδόμηται παρὰ τὰς τοῦ Κεραμεικοῦ πύλας οὐ πόρρω τῶν ἱππέων. εὐδοκιμώτατα δὲ ἀγωνιζόμενος τὸν Ἀριστογείτονα τὸν ἀξιοῦντα κατηγορεῖν τοῦ μὲν Δημοσθένους Μηδισμοῦ, τοῦ δὲ Αἰσχίνου Φιλιππισμοῦ, ὑπὲρ ὧν καὶ γεγραμμένοι ἀλλήλους ἐτύγχανον, ἐσβέσθη τὸ φθέγμα ὑπὸ τῆς χολῆς ἐπισκοτοῦντος φύσει τοῖς ἐπιχόλοις τὴν φωνὴν τοῦ φωνητικοῦ πνεύματος. χρόνῳ μὲν οὖν ὕστερον ἐπεβάτευσε τοῦ κατὰ τὴν Ῥώμην θρόνου, Ἀθήνησι δὲ ἀπηνέχθη τῆς ἑαυτοῦ δόξης δι᾽ ἃς εἴρηκα αἰτίας.

χαρακτὴρ τῶν τοῦ Φιλάγρου λόγων ὁ μὲν ἐν ταῖς διαλέξεσι τοιοῦτος: ‘εἶτα οἴει ἥλιον ἑσπέρῳ φθονεῖν ἢ μέλειν αὐτῷ, εἴ τίς ἐστιν ἀστὴρ ἄλλος ἐν οὐρανῷ; οὐχ οὕτως ἔχει τὰ τοῦ μεγάλου τούτου πυρός. ἐμοὶ μὲν γὰρ δοκεῖ καὶ ποιητικῶς ἑκάστῳ διανέμειν, σοὶ μὲν ἄρκτον δίδωμι, λέγοντα, σοὶ δὲ μεσημβρίαν, [p. 86] σοὶ δὲ ἐσπέραν, πάντες δὲ ἐν νυκτί, πάντες, ὅταν ἐγὼ μὴ βλέπωμαι: ἠέλιος δ᾽ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην καὶ ἀστέρες οὐδαμοῦ.’ τίνες δὲ καὶ οἱ τῆς μελέτης αὐτῷ ῥυθμοὶ ἦσαν, δηλώσει τὰ πρὸς τοὺς ἀκλήτους εἰρημένα, καὶ γὰρ καὶ χαίρειν αὐτοῖς ἐλέγετο: ‘φίλε, τήμερόν σε τεθέαμαι καὶ τήμερον ἐν ὅπλοις καὶ μετὰ ξίφους μοι λαλεῖς’ καὶ ‘τὴν ἀπὸ τῆς ἐκκλησίας μόνην οἶδα φιλίαν. ἄπιτε οὖν, ἄνδρες φίλοι, τοῦτο γὰρ ὑμῖν τηροῦμεν τοὔνομα, κἂν δεηθῶμέν ποτε συμμάχων, ἐφ᾽ ὑμᾶς πέμψομεν, εἴ ποτε δήπου.’

μέγεθος μὲν οὖν ὁ Φίλαγρος μετρίου μείων, τὴν δὲ ὀφρὺν πικρὸς καὶ τὸ ὄμμα ἕτοιμος καὶ ἐς ὀργὴν ἐκκληθῆναι πρόθυμος, καὶ τὸ ἐν αὐτῷ δύστροπον οὐδ᾽ αὐτὸς ἠγνόει: ἐρομένου γοῦν αὐτὸν ἑνὸς τῶν ἑταίρων, τί μαθὼν παιδοτροφίᾳ οὐ χαίροι, ‘ὅτι’ ἔφη ‘οὐδ᾽ ἐμαυτῷ χαίρῳ.’ ἀποθανεῖν δὲ αὐτὸν οἱ μὲν ἐν τῇ θαλάττῃ, οἱ δὲ ἐν Ἰταλίᾳ περὶ πρῶτον γῆρας.

θ
Ἀριστείδην δὲ τὸν εἴτε Εὐδαίμονος εἴτε Εὐδαίμονα Ἀδριανοὶ μὲν ἤνεγκαν, οἱ δὲ Ἀδριανοὶ πόλις οὐ μεγάλη ἐν Μυσοῖς, Ἀθῆναι δὲ ἤσκησαν κατὰ τὴν Ἡρώδου ἀκμὴν καὶ τὸ ἐν τῇ Ἀσίᾳ Πέργαμον κατὰ τὴν Ἀριστοκλέους γλῶτταν. νοσώδης δὲ ἐκ μειρακίου γενόμενος οὐκ ἠμέλησε τοῦ πονεῖν. τὴν μὲν οὖν ἰδέαν τῆς νόσου καὶ ὅτι τὰ νεῦρα αὐτῷ ἐπεφρίκει, ἐν Ἱεροῖς βιβλίοις αὐτὸς φράζει, τὰ δὲ βιβλία ταῦτα ἐφημερίδων ἐπέχει τινὰ αὐτῷ λόγον, αἱ δὲ ἐφημερίδες ἀγαθαὶ διδάσκαλοι τοῦ περὶ παντὸς εὖ διαλέγεσθαι. ἐπὶ δὲ τὸ σχεδιάζειν μὴ ἑπομένης [p. 87] αὐτῷ τῆς φύσεως ἀκριβείας ἐπεμελήθη καὶ πρὸς τοὺς παλαιοὺς ἐβλεψεν ἱκανῶς τε τῷ γονίμῳ ἴσχυσε κουφολογίαν ἐξελὼν τοῦ λόγου. ἀποδημίαι δὲ Ἀριστείδου οὐ πολλαί, οὔτε γὰρ ἐς χάριν τῶν πολλῶν διελέγετο οὔτε ἐκράτει χολῆς ἐπὶ τοὺς μὴ ξὺν ἐπαίνῳ ἀκροωμένους, ἃ δέ γε ἐπῆλθεν ἔθνη, Ἰταλοί τέ εἰσι καὶ Ἑλλὰς καὶ ἡ πρὸς τῷ Δέλτα κατῳκημένη Αἴγυπτος, οἳ χαλκοῦν ἔστησαν αὐτὸν ἐπὶ τῆς κατὰ τὴν Σμύρναν ἀγορᾶς.

οἰκιστὴν δὲ καὶ τὸν Ἀριστείδην τῆς Σμύρνης εἰπεῖν οὐκ ἀλαζὼν ἔπαινος, ἀλλὰ δικαιότατός τε καὶ ἀληθέστατος: τὴν γὰρ πόλιν ταύτην ἀφανισθεῖσαν ὑπὸ σεισμῶν τε καὶ χασμάτων οὕτω τι ὠλοφύρατο πρὸς τὸν Μάρκον, ὡς τῇ μὲν ἄλλῃ μονῳδίᾳ θαμὰ ἐπιστενάξαι τὸν βασιλέα, ἐπὶ δὲ τῷ ‘ζέφυροι δὲ ἐρήμην καταπνέουσι’ καὶ δάκρυα τῷ βιβλίῳ ἐπιστάξαι τὸν βασιλέα ξυνοικίαν τε τῇ πόλει ἐκ τῶν τοῦ Ἀριστείδου ἐνδοσίμων νεῦσαι. ἐτύγχανε δὲ καὶ ξυγγεγονὼς ἤδη τῷ Μάρκῳ ὁ Ἀριστείδης ἐν Ἰωνίᾳ, ὡς γὰρ τοῦ Ἐφεσίου Δαμιανοῦ ἤκουον, ἐπεδήμει μὲν ὁ αὐτοκράτωρ ἤδη τῇ Σμύρνῃ τρίτην ἡμέραν, τὸν δὲ Ἀριστείδην οὔπω γιγνώσκων ἤρετο τοὺς Κυντιλίους, μὴ ἐν τῷ τῶν ἀσπαζομένων ὁμίλῳ παρεωραμένος αὐτῷ ὁ ἀνὴρ εἴη, οἱ δὲ οὐδὲ αὐτοὶ ἔφασαν ἑωρακέναι αὐτόν, οὐ γὰρ ἂν παρεῖναι τὸ μὴ οὐ ξυστῆσαι, καὶ ἀφίκοντο τῆς ὑστεραίας τὸν Ἀριστείδην ἄμφω δορυφοροῦντες. προσειπὼν δὲ αὐτὸν ὁ αὐτοκράτωρ ‘διὰ τί σε’ ἔφη ‘βραδέως εἴδομεν’; καὶ ὁ Ἀριστείδης ‘θεώρημα’, ἔφη ‘ὦ βασιλεῦ, ἠσχόλει, γνώμη δὲ θεωροῦσά τι μὴ ἀποκρεμαννύσθω οὗ ζητεῖ.’ ὑπερησθεὶς δὲ ὁ αὐτοκράτωρ τῷ ἤθει τἀνδρὸς ὡς ἁπλοικωτάτῳ τε καὶ σχολικωτάτῳ ‘πότε’ [p. 88] ἔφη ‘ἀκροάσομαί σου’; καὶ ὁ Ἀριστείδης ‘τήμερον’ εἶπεν ‘πρόβαλε καὶ αὔριον ἀκροῶ: οὐ γὰρ ἐσμὲν τῶν ἐμούντων, ἀλλὰ τῶν ἀκριβούντων. ἐξέστω δέ, ὦ βασιλεῦ, καὶ τοὺς γνωρίμους παρεῖναι τῇ ἀκροάσει.’ ‘ἐξέστω’ ἦ δ᾽ ὁ Μάρκος, ‘δημοτικὸν γάρ.’ εἰπόντος δὲ τοῦ Ἀριστείδου ‘δεδόσθω δὲ αὐτοῖς, ὦ βασιλεῦ, καὶ βοᾶν καὶ κροτεῖν, ὁπόσον δύνανται’, μειδιάσας ὁ αὐτοκράτωρ ‘τοῦτο’ ἔφη ‘ἐπὶ σοὶ κεῖται.’ οὐκ ἔγραψα τὴν μελετηθεῖσαν ὑπόθεσιν, ἐπειδὴ ἄλλοι ἄλλην φασίν, ἐκεῖνό γε μὴν πρὸς πάντων ὁμολογεῖται, τὸν Ἀριστείδην ἀρίστῃ φορᾷ ἐπὶ τοῦ Μάρκου χρήσασθαι πόρρωθεν τῇ Σμύρνῃ ἑτοιμαζούσης τῆς τύχης τὸ δι᾽ ἀνδρὸς τοιούτου δὴ ἀνοικισθῆναι. καὶ οὐ φημὶ ταῦτα, ὡς οὐχὶ καὶ τοῦ βασιλέως ἀνοικίσαντος ἂν ἀπολωλυῖαν πόλιν, ἣν οὖσαν ἐθαύμασεν, ἀλλ᾽ ὅτι αἱ βασίλειοί τε καὶ θεσπέσιοι φύσεις, ἢν προσεγείρῃ αὐτὰς ξυμβουλία καὶ λόγος, ἀναλάμπουσι μᾶλλον καὶ πρὸς τὸ ποιεῖν εὖ ξὺν ὁρμῇ φέρονται.

Δαμιανοῦ κἀκεῖνα ἤκουον, τὸν σοφιστὴν τοῦτον διαβάλλειν μὲν τοὺς αὐτοσχεδίους ἐν ταῖς διαλέξεσι, θαυμάζειν δὲ οὕτω τὸ σχεδιάζειν, ὡς καὶ ἰδίᾳ ἐκπονεῖν αὐτὸ ἐν δωματίῳ ἑαυτόν καθειργνύντα, ἐξεπόνει δὲ κῶλον ἐκ κώλου καὶ νόημα ἐκ νοήματος ἐπανακυκλῶν. τουτὶ δὲ ἡγώμεθα μασωμένου μᾶλλον ἢ ἐσθίοντος, αὐτοσχέδιος γὰρ γλώττης εὐροούσης ἀγώνισμα. κατηγοροῦσι δὲ τοῦ Ἀριστείδου τινὲς ὡς εὐτελὲς εἰπόντος προοίμιον ἐπὶ τῶν μισθοφόρων τῶν ἀπαιτουμένων τὴν γῆν, ἄρξασθαι γὰρ δὴ αὐτὸν τῆς ὑποθέσεως ταύτης ὧδε: ‘οὐ παύσονται οὗτοι οἱ ἄνθρωποι παρέχοντες ἡμῖν πράγματα.’ λαμβάνονται δέ τινες καὶ ἀκμῆς τοῦ [p. 89] ἀνδρὸς ἐπὶ τοῦ παραιτουμένου τὸν τειχισμὸν τῆς Λακεδαίμονος, εἴρηται δὲ ὧδε: ‘μὴ γὰρ δὴ ἐν τείχει ἐπιπτήξαιμεν ὀρτύγων ἀναψάμενοι φύσιν.’ λαμβάνονται καὶ παροιμίας ὡς ταπεινῶς προσερριμμένης, ἐπιδιαβάλλων γὰρ τὸν Ἀλέξανδρον ὡς πατρῴζοντα τὴν ἐν τοῖς πράγμασι δεινότητα τοῦ πατρὸς ἔφη τὸ παιδίον εἶναι. οἱ αὐτοὶ κατηγοροῦσι καὶ σκώμματος, ἐπειδὴ τοὺς Ἀριμασποὺς τοὺς μονομμάτους ἔφη ξυγγενεῖς εἶναι τοῦ Φιλίππου, ὥσπερ τοῦ Δημοσθένους ἀπολελογημένου τοῖς Ἕλλησιν ὑπὲρ τοῦ τραγικοῦ πιθήκου καὶ τοῦ ἀρουραίου Οἰνομάου. ἀλλὰ μὴ ἐκ τούτων τὸν Ἀριστείδην, δηλούτω δὲ αὐτὸν ὅ τε Ἰσοκράτης ὁ τοὺς Ἀθηναίους ἐξάγων τῆς θαλάττης καὶ ὁ ἐπιτιμῶν τῷ Καλλιξείνῳ ἐπὶ τῷ μὴ θάπτειν τοὺς δέκα καὶ οἱ βουλευόμενοι περὶ τῶν ἐν Σικελίᾳ καὶ ὁ μὴ λαβὼν Αἰσχίνης παρὰ τοῦ Κερσοβλέπτου τὸν σῖτον καὶ οἱ παραιτούμενοι τὰς σπονδὰς μετὰ τὸ κτεῖναι τὰ γένη, ἐν ᾗ μάλιστα ὑποθέσεων ἀναδιδάσκει ἡμᾶς, πῶς ἄν τις ἀσφαλῶς κεκινδυνευμένας τε καὶ τραγικὰς ἐννοίας μεταχειρίσαιτο. καὶ πλείους ἑτέρας ὑποθέσεις οἶδα εὐπαιδευσίαν ἐνδεικνυμένας τοῦ ἀνδρὸς τούτου καὶ ἰσχὺν καὶ ἦθος, ἀφ᾽ ὧν μᾶλλον αὐτὸν θεωρητέον, ἢ εἰ που καὶ παρέπτυσέ τι ἐς φιλοτιμίαν ἐκπεσών. καὶ τεχνικώτατος δὲ σοφιστῶν ὁ Ἀριστείδης ἐγένετο καὶ πολὺς ἐν θεωρήμασι, ὅθεν καὶ τοῦ σχεδιάζειν ἀπηνέχθη, τὸ γὰρ κατὰ θεωρίαν βούλεσθαι προάγειν πάντα ἀσχολεῖ τὴν γνώμην καὶ ἀπαλλάττει τοῦ ἑτοίμου. ἀποθανεῖν δὲ τὸν Ἀριστείδην οἱ μὲν οἴκοι γράφουσιν, οἱ δὲ ἐν Ἰωνίᾳ ἔτη βιώσαντα οἱ μὲν ἑξήκοντά φασιν, οἱ δὲ ἀγχοῦ τῶν ἑβδομήκοντα.

ι
Ἀδριανὸν δὲ τὸν Φοίνικα Τύρος μὲν [p. 90] ἤνεγκεν, Ἀθῆναι δὲ ἤσκησαν. ὡς γὰρ τῶν ἐμαυτοῦ διδασκάλων ἤκουον, ἀφίκετο μὲν ἐς αὐτὰς κατὰ Ἡρώδην, φύσεως δὲ ἰσχὺν σοφιστικωτάτην ἐνδεικνύμενος καὶ οὐκ ἄδηλος ὢν ὡς ἐπὶ μέγα ἥξοι: ἐφοίτησε μὲν γὰρ τῷ Ἡρώδῃ ὀκτὼ καὶ δέκα ἴσως γεγονὼς ἔτη καὶ ταχέως ἀξιωθείς, ὧν Σκέπτος τε καὶ Ἀμφικλῆς ἠξιοῦντο, ἐνεγράφη καὶ τῇ τοῦ Κλεψυδρίου ἀκροάσει. τὸ δὲ Κλεψύδριον ὧδε εἶχεν: τῶν τοῦ Ἡρώδου ἀκροατῶν δέκα οἱ ἀρετῆς ἀξιούμενοι ἐπεσιτίζοντο τῇ ἐς πάντας ἀκροάσει κλεψύδραν ξυμμεμετρημένην ἐς ἑκατὸν ἔπη, ἃ διῄει ἀποτάδην ὁ Ἡρώδης παρῃτημένος τὸν ἐκ τῶν ἀκροατῶν ἔπαινον καὶ μόνου γεγονὼς τοῦ λέγειν. παραδεδωκότος δὲ αὐτοῦ τοῖς γνωρίμοις τὸ μηδὲ τὸν τοῦ πότου καιρὸν ἀνιέναι, ἀλλὰ κἀκεῖ τι ἐπισπουδάζειν τῷ οἴνῳ ξυνέπινε μὲν ὁ Ἀδριανὸς τοῖς ἀπὸ τῆς κλεψύδρας ὡς κοινωνὸς μεγάλου ἀπορρήτου, λόγου δὲ αὐτοῖς περὶ τῆς ἑκάστου τῶν σοφιστῶν ἰδέας προβαίνοντος παρελθὼν ἐς μέσους ὁ Ἀδριανὸς ‘ἐγὼ’ ἔφη ‘ὑπογράψω τοὺς χαρακτῆρας οὐ κομματίων ἀπομνημονεύων ἢ νοιδίων ἢ κώλων ἢ ῥυθμῶν, ἀλλ᾽ ἐς μίμησιν ἐμαυτὸν καθιστὰς καὶ τὰς ἁπάντων ἰδέας ἀποσχεδιάζων σὺν εὐροίᾳ καὶ ἐφιεὶς τῇ γλώττῃ.’ παραλιπόντος δὲ αὐτοῦ τὸν Ἡρώδην ὁ μὲν Ἀμφικλῆς ἤρετο τοῦ χάριν τὸν διδάσκαλον αὐτῶν παρέλθοι αὐτός τε ἐρῶν τῆς ἰδέας ἐκείνους τε ἰδὼν ἐρῶντας ‘ὅτι’ ἔφη ‘οὗτοι μὲν οἷοι καὶ μεθύοντι παραδοῦναι μίμησιν, Ἡρώδην δὲ τὸν βασιλέα τῶν λόγων ἀγαπητὸν ἢν ἄοινός τε καὶ νήφων ὑποκρίνωμαι.’ ταῦτα ἀπαγγελθέντα τῷ Ἡρώδῃ διέχεεν αὐτὸν ὄντα καὶ ἄλλως ἥττω εὐδοξίας. ἐπήγγειλε δὲ τῷ Ἡρώδῃ καὶ ἀκρόασιν σχεδίου λόγου νεάζων ἔτι, καὶ ὁ Ἡρώδης [p. 91] οὐχ ὡς διαβάλλουσί τινες, βασκαίνων τε καὶ τωθάζων, ἀλλ᾽ ἀπὸ τοῦ διακειμένου τε καὶ ἵλεω ἀκροασάμενος ἐπέρρωσε τὸν νεανίαν εἰπὼν ἐπὶ πᾶσιν ‘κολοσσοῦ ταῦτα μεγάλα σπαράγματ᾽ ἂν εἴη’, ἅμα μὲν διορθούμενος αὐτὸν ὡς ὑφ᾽ ἡλικίας διεσπασμένον τε καὶ μὴ ξυγκείμενον, ἅμα δὲ ἐπαινῶν ὡς μεγαλόφωνόν τε καὶ μεγαλογνώμονα. καὶ λόγον τῷ Ἡρώδῃ ἀποθανόντι ἐπεφθέγξατο ἐπάξιον τοῦ ἀνδρός, ὡς ἐς δάκρυα ἐκκληθῆναι τοὺς Ἀθηναίους ἐν τῇ τοῦ λόγου ἀκροάσει.

μεστὸς δὲ οὕτω παρρησίας ἐπὶ τὸν θρόνον παρῆλθε τὸν Ἀθήνησιν, ὡς προοίμιόν οἱ γενέσθαι τῆς πρὸς αὐτοὺς διαλέξεως μὴ τὴν ἐκείνων σοφίαν, ἀλλὰ τὴν ἑαυτοῦ, ἤρξατο γὰρ δὴ ὧδε: ‘πάλιν ἐκ Φοινίκης γράμματα.’ τὸ μὲν δὴ προοίμιον τοῦτο ὑπερπνέοντος ἦν τοὺς Ἀθηναίους καὶ διδόντος τι αὐτοῖς ἀγαθὸν μᾶλλον ἢ λαμβάνοντος, μεγαλοπρεπέστατα δὲ τοῦ Ἀθήνησι θρόνου ἐπεμελήθη ἐσθῆτα μὲν πλείστου ἀξίαν ἀμπεχόμενος, ἐξηρτημένος δὲ τὰς θαυμασιωτέρας τῶν λίθων καὶ κατιὼν μὲν ἐπὶ τὰς σπουδὰς ἐπ᾽ ἀργυροχαλίνου ὀχήματος, ἐπεὶ δὲ σπουδάσειε, ζηλωτὸς αὖ ἐπανιὼν ξὺν πομπῇ τοῦ πανταχόθεν Ἑλληνικοῦ. οἵδε γὰρ ἐθεράπευον αὐτόν, ὥσπερ τὰ γένη τῆς Ἐλευσῖνος ἱεροφάντην λαμπρῶς ἱερουργοῦντα. ὑπεποιεῖτο δὲ αὐτοὺς καὶ παιδιαῖς καὶ πότοις καὶ θήραις καὶ κοινωνίᾳ πανηγύρεων Ἑλληνικῶν, ἄλλα ἄλλῳ ξυννεάζων, ὅθεν διέκειντο πρὸς αὐτὸν ὡς πρὸς πατέρα παῖδες ἡδύν τε καὶ πρᾷον καὶ ξυνδιαφέροντα αὐτοῖς τὸ Ἑλληνικὸν σκίρτημα. ἐγώ τοι καὶ δακρύοντας αὐτῶν ἐνίους οἶδα, ὁπότε ἐς μνήμην τοῦ ἀνδρὸς τούτου καθίσταιντο, καὶ τοὺς μὲν τὸ φθέγμα ὑποκοριζομένους, [p. 92] τοὺς δὲ τὸ βάδισμα, τοὺς δὲ τὸ εὔσχημον τῆς στολῆς.

ἐπαχθεῖσαν δὲ αὐτῷ καὶ φονικὴν αἰτίαν ὧδε ἀπέφυγεν: ἦν Ἀθήνησιν ἀνθρώπιον οὐκ ἀγύμναστον τοῦ περὶ τοὺς σοφιστὰς δρόμου: τούτῳ ἀμφορέα μέν τις οἴνου προσάγων ἢ ὄψα ἢ ἐσθῆτα ἢ ἀργύριον εὐμεταχειρίστῳ ἐχρῆτο, καθάπερ οἱ τὰ πεινῶντα τῶν θρεμμάτων τῷ θαλλῷ ἄγοντες, εἰ δὲ ἀμελοῖτο, φιλολοιδόρως εἶχε. καὶ ὑλάκτει. τῷ μὲν οὖν Ἀδριανῷ προσκεκρούκει διὰ τὴν εὐχέρειαν τοῦ ἤθους, Χρῆστον δὲ τὸν ἐκ τοῦ Βυζαντίου σοφιστὴν ἐθεράπευεν, καὶ ὁ μὲν Ἀδριανὸς ἐκαρτέρει τὰ ἐξ αὐτοῦ πάντα, δήγματα κόρεων τὰς ἐκ τῶν τοιούτων λοιδορίας καλῶν, οἱ γνώριμοι δὲ οὐκ ἐνεγκόντες παρεκελεύσαντο τοῖς ἑαυτῶν οἰκέταις παίειν αὐτόν, καὶ ἀνοιδησάντων αὐτῷ τῶν σπλάγχνων ἐν ἡμέρᾳ τριακοστῇ ἀπέθανε παρασχών τινα καὶ αὐτὸς τῷ θανάτῳ λόγον, ἐπειδὴ ἀκράτου νοσῶν ἔσπασεν. οἱ δὲ προσήκοντες τῷ τεθνεῶτι γράφονται τὸν σοφιστὴν φόνου παρὰ τῷ τῆς Ἑλλάδος ἄρχοντι ὡς ἕνα Ἀθηναίων, ἐπειδὴ φυλή τε ἦν αὐτῷ καὶ δῆμος Ἀθήνησιν, ὁ δὲ ἀπέγνω τὴν αἰτίαν ὡς μήτε ταῖς ἑαυτοῦ χερσὶ μήτε ταῖς τῶν ἑαυτοῦ δούλων τετυπτηκότος τὸν τεθνάναι λεγόμενον. ξυνήρατο δὲ αὐτῷ τῆς ἀπολογίας πρῶτον μὲν τὸ Ἑλληνικὸν τίνας οὐχὶ ἀφιέντες ὑπὲρ αὐτοῦ φωνὰς δακρύοις ἅμα, ἔπειτα ἡ τοῦ ἰατροῦ μαρτυρία ἡ ἐπὶ τῷ οἴνῳ.

κατὰ δὲ τοὺς χρόνους, οὓς ὁ αὐτοκράτωρ Μάρκος Ἀθήναζε ὑπὲρ μυστηρίων ἐστάλη, ἐκράτει μὲν ἤδη τοῦ τῶν σοφιστῶν θρόνου ὁ ἀνὴρ οὗτος, ἐν μέρει δὲ ὁ Μάρκος τῆς τῶν Ἀθηνῶν ἱστορίας ἔθετο μηδὲ τὴν ἐκείνου σοφίαν ἀγνοῆσαι: καὶ γὰρ δὴ καὶ [p. 93] ἐπέταξεν αὐτὸν τοῖς νέοις οὐκ ἀκροάσει βασανίσας, ἀλλὰ ξυνθέμενος τῇ περὶ αὐτοῦ φήμῃ. Σεβήρου δὲ ἀνδρὸς ὑπάτου διαβάλλοντος αὐτὸν ὡς τὰς σοφιστικὰς ὑποθέσεις ἐκβακχεύοντα διὰ τὸ ἐρρῶσθαι πρὸς τοὺς ἀγῶνας ἔλεγχον τούτου ποιούμενος ὁ Μάρκος προὔβαλε μὲν αὐτῷ τὸν Ὑπερείδην τὸν ἐς μόνας ἐπιστρέφοντα τὰς Δημοσθένους γνώμας, ὅτε δὴ ἐν Ἐλατείᾳ Φίλιππος ἦν, ὁ δὲ οὕτως τὸν ἀγῶνα εὐηνίως διέθετο, ὡς μηδὲ τοῦ Πολέμωνος ῥοίζου λείπεσθαι δόξαι. ἀγασθεὶς δὲ αὐτὸν ὁ αὐτοκράτωρ ἐπὶ μέγα ἦρε δωρεαῖς τε καὶ δώροις. καλῶ δὲ δωρεὰς μὲν τάς τε σιτήσεις καὶ τὰς προεδρίας καὶ τὰς ἀτελείας καὶ τὸ ἱερᾶσθαι καὶ ὅσα ἄλλα λαμπρύνει ἄνδρας, δῶρα δὲ χρυσὸν ἄργυρον ἵππους ἀνδράποδα καὶ ὅσα ἑρμηνεύει πλοῦτον, ὧν αὐτόν τε ἐνέπλησε καὶ γένος τὸ ἐκείνου πάντας.

κατασχὼν δὲ καὶ τὸν ἄνω θρόνον οὕτως τὴν Ῥώμην ἐς ἑαυτὸν ἐπέστρεψεν, ὡς καὶ τοῖς ἀξυνέτοις γλώττης Ἑλλάδος ἔρωτα παρασχεῖν ἀκροάσεως. ἠκροῶντο δὲ ὥσπερ εὐστομούσης ἀηδόνος, τὴν εὐγλωττίαν ἐκπεπληγμένοι καὶ τὸ σχῆμα καὶ τὸ εὔστροφον τοῦ φθέγματος καὶ τοὺς πεζῇ τε καὶ ξὺν ᾠδῇ ῥυθμούς. ὁπότε οὖν σπουδάζοιεν περὶ τὰς ἐγκυκλίους θέας, ὀρχηστῶν δὲ αὗται τὸ ἐπίπαν, φανέντος ἂν περὶ τὴν σκηνὴν τοῦ τῆς ἀκροάσεως ἀγγέλου ἐξανίσταντο μὲν ἀπὸ τῆς συγκλήτου βουλῆς, ἐξανίσταντο δὲ τῶν δημοσίᾳ ἱππευόντων οὐχ οἱ τὰ Ἑλλήνων σπουδάζοντες μόνον, ἀλλὰ καὶ ὁπόσοι τὴν ἑτέραν γλῶτταν ἐπαιδεύοντο ἐν τῇ Ῥώμῃ καὶ δρόμῳ ἐχώρουν ἐς τὸ Ἀθήναιον ὁρμῆς μεστοὶ καὶ τοὺς βάδην πορευομένους κακίζοντες.

νοσοῦντι δὲ αὐτῷ κατὰ τὴν Ῥώμην, ὅτε δὴ καὶ [p. 94] ἐτελεύτα, ἐψηφίσατο μὲν τὰς ἐπιστολὰς ὁ Κόμμοδος ξὺν ἀπολογίᾳ τοῦ μὴ καὶ θᾶττον, ὁ δὲ ἐπιθειάσας μὲν ταῖς Μούσαις, ὥσπερ εἰώθει, προσκυνήσας δὲ τὰς βασιλείους δέλτους τὴν ψυχὴν πρὸς αὐταῖς ἀφῆκεν ἐνταφίῳ τῇ τιμῇ χρησάμενος: ἐτελεύτα δὲ ἀμφὶ τὰ ὀγδοήκοντα ἔτη, οὕτω τι εὐδόκιμος, ὡς καὶ πολλοῖς γόης δόξαι: ὅτι μὲν οὖν ἀνὴρ πεπαιδευμένος οὐκ ἄν ποτε ἐς γοήτων ὑπαχθείη τέχνας, ἱκανῶς ἐν τοῖς ὑπὲρ Διονυσίου λόγοις εἴρηκα, ὁ δέ, οἶμαι, τερατευόμενος ἐν ταῖς ὑποθέσεσι περὶ τὰ τῶν μάγων ἤθη τὴν ἐπωνυμίαν ταύτην παρ᾽ αὐτῶν ἔσπασεν. διαβάλλουσι δὲ αὐτὸν ὡς καὶ ἀναιδῆ τὸ ἦθος, πέμψαι μὲν γὰρ αὐτῷ τινα τῶν γνωρίμων ἰχθῦς διακειμένους ἐπὶ δίσκου ἀργυροῦ πεποικιλμένου χρυσῷ, τὸν δὲ ὑπερησθέντα τῷ δίσκῳ μήτε ἀποδοῦναι καὶ ἀποκρίνασθαι τῷ πέμψαντι ‘εὖγε, ὅτι καὶ τοὺς ἰχθῦς.’ τουτὶ δὲ διατριβῆς μὲν ἕνεκα παῖξαι λέγεται πρός τινα τῶν ἑαυτοῦ γνωρίμων, ὃν ἤκουε μικροπρεπῶς τῷ πλούτῳ χρώμενον, τὸν δὲ ἄργυρον ἀποδοῦναι σωφρονίσας τὸν ἀκροατὴν τῷ ἀστεισμῶ.

ὁ δὲ σοφιστὴς οὗτος πολὺς μὲν περὶ τὰς ἐννοίας καὶ λαμπρὸς καὶ τὰς διασκευὰς τῶν ὑποθέσεων ποικιλώτατος ἐκ τῆς τραγῳδίας τοῦτο ᾑρηκώς, οὐ μὴν τεταγμένος γε, οὐδὲ τῇ τέχνῃ ἑπόμενος, τὴν δὲ παρασκευὴν τῆς λέξεως ἀπὸ τῶν ἀρχαίων σοφιστῶν περιεβάλλετο ἤχῳ προσάγων μᾶλλον ἢ κρότῳ. πολλαχοῦ δὲ τῆς μεγαλοφωνίας ἐξέπεσεν ἀταμιεύτως τῇ τραγῳδίᾳ χρησάμενος.

ια
τὸν δὲ Βυζάντιον σοφιστὴν Χρῆστον ἀδικεῖ ἡ Ἑλλὰς ἀμελοῦντες ἀνδρός, ὃς ἄριστα μὲν Ἑλλήνων ὑπὸ Ἡρώδου ἐπαιδεύθη, πολλοὺς δὲ ἐπαίδευσε καὶ θαυμασίους ἄνδρας, ὧν ἐγένετο Ἱππόδρομός [p. 95] τε ὁ σοφιστὴς καὶ Φιλίσκος καὶ Ἰσαγόρας ὁ τῆς τραγῳδίας ποιητὴς ῥήτορές τε εὐδόκιμοι Νικομήδης ὁ ἐκ τοῦ Περγάμου καὶ Ἀκύλας ὁ ἐκ τῆς ἑῴου Γαλατίας καὶ Ἀρισταίνετος ὁ Βυζάντιος καὶ τῶν ἐλλογίμως φιλοσοφησάντων Κάλλαισχρός τε ὁ Ἀθηναῖος καὶ ὁ ἐπὶ βωμῷ Σῶσπις καὶ πλείους ἕτεροι λόγου ἄξιοι. παιδεύοντι δὲ αὐτῷ κατὰ τοὺς Ἀδριανοῦ τοῦ σοφιστοῦ καιροὺς ἑκατὸν ἔμμισθοι ἀκροαταὶ ἦσαν καὶ ἄριστοι τούτων, οὓς εἶπον. Ἀδριανοῦ δὲ καθιδρυθέντος ἐς τὴν Ῥώμην ἐψηφίζοντο μὲν οἱ Ἀθηναῖοι πρεσβεύεσθαι ὑπὲρ Χρήστου τὸν Ἀθήνησιν αὐτῷ θρόνον ἐκ βασιλέως αἰτοῦντες, ὁ δὲ παρελθὼν ἐς αὐτοὺς ἐκκλησιάζοντας διέλυσε τὴν πρέσβευσιν ἄλλα τε διαλεχθεὶς ἀξιόλογα καὶ ἐπὶ πᾶσιν εἰπὼν ‘οὐχ αἱ μύριαι τὸν ἄνδρα.’

οἴνου δὲ ἡττώμενος παροινίας ἐκράτει καὶ εὐχερείας καὶ ἀγερωχίας, ἣν ὁ οἶνος ἐπὶ τὰς γνώμας τῶν ἀνθρώπων ἐσάγει, τοσοῦτον δὲ αὐτῷ περιῆν τοῦ νήφειν, ὡς καὶ ἐς ἀλεκτρυόνων ᾠδὰς προβάντος τοῦ πότου σπουδῆς αὐτὸν ἅπτεσθαι, πρὶν ὕπνου σπάσαι. διεβέβλητο δὲ μάλιστα πρὸς τοὺς ἀλαζόνας τῶν νέων καίτοι χρησιμωτέρους τῶν ἄλλων ὄντας ἐς τὰς ξυμβολὰς τοῦ μισθοῦ. Διογένη γοῦν τὸν Ἀμαστριανὸν ὁρῶν τετυφωμένον ἐκ μειρακίου καὶ περινοοῦντα μὲν σατραπείας, περινοοῦντα δὲ αὐλὰς καὶ τὸ ἀγχοῦ βασιλέων ἑστήξειν, λέγοντα δέ, ὡς ὁ δεῖνα Αἰγύπτιος προειρήκοι αὐτῷ ταῦτα, ὁ... μηδὲ τὰ ἑαυτοῦ σιωπῶν.

τὴν δὲ ἰδέαν τῶν λόγων πεποίκιλται μὲν ἐκ τῶν Ἡρώδου πλεονεκτημάτων, λείπεται δὲ αὐτῶν τοῦ ἑτοίμου, καθάπερ ἐν ζωγραφίᾳ ἡ ἄνευ χρωμάτων ἐσκιαγραφημένη μίμησις, προὔβη δὲ ἂν [p. 96] καὶ ἐς τὸ ἴσον τῆς ἀρετῆς, εἰ μὴ πεντηκοντούτης ἀπέθανεν.

ιβ
Πολυδεύκη δὲ τὸν Ναυκρατίτην οὐκ οἶδα, εἴτε ἀπαίδευτον δεῖ καλεῖν εἴτε πεπαιδευμένον, εἴθ᾽, ὅπερ εὔηθες δόξει, καὶ ἀπαίδευτον καὶ πεπαιδευμένον: ἐνθυμουμένῳ γὰρ αὐτοῦ τὰ ὀνόματα ἱκανῶς ἐγεγύμναστο τὴν γλῶτταν τῆς ἀττικιζούσης λέξεως, διορῶντι δὲ τὸ ἐν ταῖς μελέταις εἶδος οὐδὲν βέλτιον ἑτέρου ἠττίκισεν.

τάδε οὖν χρὴ περὶ αὐτοῦ εἰδέναι: Πολυδεύκης τὰ μὲν κριτικὰ ἱκανῶς ἤσκητο, πατρὶ ξυγγενόμενος τοὺς κριτικοὺς λόγους εἰδότι, τοὺς δὲ σοφιστικοὺς τῶν λόγων τόλμῃ μᾶλλον ἢ τέχνῃ ξυνέβαλλε θαρρήσας τῇ φύσει, καὶ γὰρ δὴ καὶ ἄριστα ἐπεφύκει. Ἀδριανοῦ δὲ ἀκροατὴς γενόμενος ἴσον ἀφέστηκεν αὐτοῦ καὶ τῶν πλεονεκτημάτων καὶ τῶν ἐλαττωμάτων, ἥκιστα μὲν γὰρ πίπτει, ἥκιστα δὲ αἴρεται, πλὴν ἀλλ᾽ εἰσί τινες ἡδονῶν λιβάδες διακεκραμέναι τοῦ λόγου. ἰδέα δὲ αὐτοῦ διαλεγομένου μὲν ἥδε: ‘ὁ Πρωτεὺς ὁ Φάριος τὸ θαῦμα τὸ Ὁμηρικὸν πολλαὶ μὲν αὐτοῦ καὶ πολυειδεῖς αἱ μορφαί, καὶ γὰρ ἐς ὕδωρ αἴρεται καὶ ἐς πῦρ ἅπτεται καὶ ἐς λέοντα θυμοῦται καὶ ἐς σῦν ὁρμᾷ καὶ ἐς δράκοντα χωρεῖ καὶ ἐς πάρδαλιν πηδᾷ καὶ δένδρον ἢν γένηται, κομᾷ.’ μελετῶντος δὲ αὐτοῦ χαρακτῆρα ποιώμεθα τοὺς νησιώτας τοὺς τὰ γένη πιπράσκοντας ἐς τὴν ἀπαγωγὴν τῶν φόρων, ἐπειδὴ βούλονται καὶ ἄριστα εἰρῆσθαι τήνδε τὴν ὑπόθεσιν, ἧς τὸ ἐπὶ πᾶσιν ὧδε εἴρηται: ‘παῖς ἠπειρώτης ἀπὸ Βαβυλῶνος πατρὶ νησιώτῃ γράφει: δουλεύω βασιλεῖ δῶρον ἐκ σατράπου δοθείς, οὔτε δὲ ἵππον ἀναβαίνω Μηδικὸν οὔτε τόξον λαμβάνω [p. 97] Περσικόν, ἀλλ᾽ οὐδὲ ἐπὶ πόλεμον ἢ θήραν, ὡς ἀνήρ, ἐξέρχομαι, ἐν γυναικωνίτιδι δὲ κάθημαι καὶ τὰς βασιλέως θεραπεύω παλλακάς, καὶ βασιλεὺς οὐκ ὀργίζεται, εὐνοῦχος γάρ εἰμι. εὐδοκιμῶ δὲ παρ᾽ αὐταῖς θάλατταν Ἑλληνικὴν διηγούμενος καὶ τὰ τῶν Ἑλλήνων μυθολογῶν καλά, πῶς Ἠλεῖοι πανηγυρίζουσι, πῶς Δελφοὶ θεσπίζουσι, τίς ὁ παρ᾽ Ἀθηναίοις Ἐλέου βωμός. ἀλλὰ καὶ σύ, πάτερ, μοι γράφε, πότε παρὰ Λακεδαιμονίοις Ὑακίνθια καὶ παρὰ Κορινθίοις Ἴσθμια καὶ παρὰ Δελφοῖς Πύθια καὶ εἰ νικῶσιν Ἀθηναῖοι ναυμαχοῦντες. ἔρρωσο καὶ τὸν ἀδελφόν μοι προσαγόρευσον, εἰ μήπω πέπραται.’ ταῦτα μὲν δὴ ὁποῖα τοῦ ἀνδρὸς τούτου σκοπεῖν ἔξεστι τοῖς ἀδεκάστως ἀκροωμένοις. ἀδεκάστους δὲ ἀκροατὰς καλῶ τοὺς μήτε εὔνους μήτε δύσνους. ἐλέγετο δὲ ταῦτα καὶ μελιχρᾷ τῇ φωνῇ ἀπαγγέλλειν, ᾗ καὶ βασιλέα Κόμμοδον θέλξας τὸν Ἀθήνησι θρόνον παρ᾽ αὐτοῦ εὕρετο. ἐβίω μὲν οὖν ἐς ὀκτὼ καὶ πεντήκοντα ἔτη, ἐτελεύτα δὲ ἐπὶ παιδὶ γνησίῳ μέν, ἀπαιδεύτῳ δέ.

ιγ
Καισάρεια δὲ ἡ Καππαδοκῶν ὄρει Ἀργαίῳ πρόσοικος Παυσανίου τοῦ σοφιστοῦ οἶκος. ὁ δὲ Παυσανίας ἐπαιδεύθη μὲν ὑπὸ Ἡρώδου καὶ τῶν τοῦ Κλεψυδρίου μετεχόντων εἷς ἐγένετο, οὓς ἐκάλουν οἱ πολλοὶ διψῶντας, ἐς πολλὰ δὲ ἀναφέρων τῶν Ἡρώδου πλεονεκτημάτων καὶ μάλιστα τὸ αὐτοσχεδιάζειν ἀπήγγελλε δὲ αὐτὰ παχείᾳ τῇ γλώττῃ καὶ ὡς Καππαδόκαις ξύνηθες, ξυγκρούων μὲν τὰ σύμφωνα τῶν στοιχείων, συστέλλων δὲ τὰ μηκυνόμενα καὶ μηκύνων τὰ βραχέα, ὅθεν ἐκάλουν αὐτὸν οἱ [p. 98] πολλοὶ μάγειρον πολυτελῆ ὄψα πονήρως ἀρτύοντα. ἡ δὲ ἰδέα τῆς μελέτης ὑπτιωτέρα, ἔρρωται δὲ ὅμως καὶ οὐχ ἁμαρτάνει τοῦ ἀρχαίου, ὡς ὑπάρχει ταῖς μελέταις ξυμβαλεῖν, πολλαὶ γὰρ τοῦ Παυσανίου κατὰ τὴν Ῥώμην, οἷ δὴ καὶ καταβιοὺς ἀπέθανε γηράσκων ἤδη, τοῦ θρόνου μετέχων, καὶ μετεῖχε δὲ καὶ τοῦ Ἀθήνησιν, ὅτε δὴ καὶ ἀπιὼν ἐκεῖθεν ἐπὶ πᾶσιν, οἷς πρὸς τοὺς Ἀθηναίους διεξῆλθε, καιριώτατα τὸ τοῦ Εὐριπίδου ἐπεφθέγξατο

Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω πόλιν.

ιδ
Ἀθηνόδωρος δὲ ὁ σοφιστὴς τὸ μὲν ἐς πατέρα ἧκον ἐπιφανέστατος ἦν τῶν κατὰ τὴν Αἶνον, τὸ δὲ ἐς διδασκάλους καὶ παίδευσιν φανερώτατος τοῦ Ἑλληνικοῦ. Ἀριστοκλέους μὲν γὰρ ἤκουσε παῖς ἔτι, Χρήστου δὲ ἤδη ξυνιείς, ὅθεν ἀπ᾽ ἀμφοῖν ἐκράθη τὴν γλῶτταν ἀττικίζων τε κἀκ περιβολῆς ἑρμηνεύων. παιδεύων δὲ Ἀθήνησι κατὰ τοὺς χρόνους, οὓς καὶ Πολυδεύκης ἐπαίδευσεν, ἐπέσκωπτεν αὐτὸν ταῖς διαλέξεσιν ὡς μειρακιώδη λέγων ‘οἱ Ταντάλου κῆποι’ δοκεῖν ἐμοὶ τὸ κοῦφον τοῦ λόγου καὶ ἐπιπόλαιον φαντασίᾳ προσεικάζων οὔσῃ τε καὶ οὐκ οὔσῃ. ἐμβριθὴς δὲ καὶ τὸ ἦθος γενόμενος ἐτελεύτα ἡβῶν ἔτι ἀφαιρεθεὶς ὑπὸ τῆς τύχης τὸ καὶ πρόσω ἐλάσαι δόξης.

ιε
λαμπρὸν ἐν σοφισταῖς καὶ Πτολεμαῖος ὁ Ναυκρατίτης ἤχησεν. ἦν μὲν γὰρ τῶν μετεχόντων τοῦ ἱεροῦ τοῦ περὶ Ναύκρατιν ὀλίγοις Ναυκρατιτῶν ὑπάρχον, Ἡρώδου δὲ ἀκροατὴς μέν, οὐ μὴν ζηλωτὴς ἐγένετο, ἀλλ᾽ ἐς τὸν Πολέμωνα μᾶλλον ὑπηνέχθη, τὸν γὰρ ῥοῖζον τοῦ λόγου καὶ τὸ πνεῦμα καὶ τὸ ἐκ περιβολῆς φράζειν ἐκ τῆς Πολέμωνος σκηνῆς ἐσηγάγετο, λέγεται δὲ καὶ αὐτοσχεδιάσαι σὺν εὐροίᾳ [p. 99] ἀμηχάνῳ. δικῶν τε καὶ δικαστηρίων παρέτραγε μέν, οὐ μήν, ὡς ὄνομα ἐντεῦθεν ἄρασθαι. Μαραθῶνα δὲ αὐτὸν ἐπωνόμαζον, ὡς μέν τινες, ἐπειδὴ τῷ Μαραθῶνι δήμῳ ἐνεγράφη Ἀθήνησιν, ὡς δὲ ἐνίων ἤκουον, ἐπειδὴ ἐν ταῖς Ἀττικαῖς τῶν ὑποθέσεων τῶν Μαραθῶνι προκινδυνευσάντων θαμὰ ἐμνημόνευεν.

κατηγοροῦσι δὲ τοῦ Πτολεμαίου τινὲς ὡς μὴ διορῶντος τὰς ὑποθέσεις, μηδὲ ὅπη ξυνεστᾶσί τε καὶ μή, τεκμήριον τόδε τιθέμενοι τῆς κατηγορίας ταύτης: τοὺς Μεσσηνίους οἱ Θηβαῖοι γράφονται τὴν τῶν ἀχαριστησάντων, ἐπεὶ τοὺς φεύγοντας αὐτῶν μὴ ἐδέξαντο, ὅτε καὶ αἱ Θῆβαι ὑπὸ Ἀλεξάνδρου ἥλωσαν. ταύτην γὰρ ἐπιφανῶς αὐτῷ εἰρημένην τὴν ὑπόθεσιν καὶ σοφῶς, ὡς οἷόν τε, συκοφαντοῦσι λέγοντες, ὡς εἰ μὲν ζῶντος Ἀλεξάνδρου κρίνονται, τίς οὕτω θρασύς, ὡς καταψηφίσασθαι Μεσσηνίων; εἰ δὲ τεθνεῶτος, τίς οὕτω πρᾷος, ὡς ἀπογνῶναι τὴν αἰτίαν; οὐ γὰρ ξυνιᾶσιν οἱ ταῦτα διαβάλλοντες, ὅτι ἡ τῶν Μεσσηνίων ἀπολογία κατὰ ξυγγνώμην ἵσταται τὸν Ἀλέξανδρον προισχομένων καὶ τὸν ἐκείνου φόβον, οὗ μηδὲ ἡ ἄλλη Ἑλλὰς ἀπείρως εἶχεν. ταῦτά μοι ἀπολελογήσθω ὑπὲρ τοῦ ἀνδρὸς παραιτουμένῳ αὐτὸν ἀδίκου καὶ πεπανουργημένης αἰτίας: καὶ γὰρ δὴ καὶ εὐφημότατος σοφιστῶν οὗτος. πλεῖστα δὲ ἐπελθὼν ἔθνη καὶ πλείσταις ἐνομιλήσας πόλεσιν οὐδαμοῦ διέβαλε τὸ ἑαυτοῦ κλέος, οὐδὲ ἥττων ἢ προσεδοκήθη ἔδοξεν, ἀλλ᾽ ὥσπερ ἐπὶ λαμπροῦ ὀχήματος τῆς φήμης πορευόμενος διῄει τὰ ἄστη. ἐτελεύτα δὲ γηραιὸς ἐν Αἰγύπτῳ τοὺς ὀφθαλμοὺς οὐκ ἀφαιρεθεὶς μὲν ὑπὸ τοῦ τῆς κεφαλῆς ῥεύματος, ἐπικοπεὶς δέ. [p. 100]

ις
Εὐοδιανὸν δὲ τὸν Σμυρναῖον τὸ μὲν γένος ἐς Νικήτην τὸν σοφιστὴν ἀνῆγεν, αἱ δὲ οἴκοι τιμαὶ ἐς τοὺς ἀρχιερέας τε καὶ στεφανουμένους τὴν ἐπὶ τῶν ὅπλων, τὰ δὲ τῆς φωνῆς ἆθλα ἐς τὴν Ῥώμην καὶ τὸν ἐκείνῃ θρόνον. ἐπιταχθεὶς δὲ καὶ τοῖς ἀμφὶ τὸν Διόνυσον τεχνίταις, τὸ δὲ ἔθνος τοῦτο ἀγέρωχοι καὶ χαλεποὶ ἀρχθῆναι, ἐπιτηδειότατος τὴν ἀρχὴν ἔδοξε καὶ κρείττων ἢ λαβεῖν αἰτίαν. υἱοῦ δὲ αὐτῷ τελευτήσαντος ἐν τῇ Ῥώμῃ οὐδὲν θῆλυ οὐδὲ ἀγεννὲς ἀνεφθέγξατο, ἀλλ᾽ ‘ὦ τέκνον’ τρὶς ἀνακαλέσας ἔθαψεν. ἀποθνήσκοντι δὲ αὐτῷ κατὰ τὴν Ῥώμην παρῆσαν μὲν οἱ ἐπιτήδειοι πάντες, βουλὴν δὲ αὐτῶν ποιουμένων ὑπὲρ τοῦ σώματος, εἴτε χρὴ καταθάπτειν αὐτόθι, εἴτε ταριχεύσαντας πορθμεύειν ἐς τὴν Σμύρναν ἀναβοήσας ὁ Εὐοδιανὸς ‘οὐ καταλείπω’ ἔφη ‘τὸν υἱὸν μόνον.’ ὧδε μὲν δὴ σοφῶς ἐπέσκηψε τὸ τῷ παιδὶ ξυνταφῆναι. ἀκροατὴς δὲ Ἀριστοκλέους γενόμενος πανηγυρικῆς ἰδέας ἥψατο ἐν στρυφνῷ κρατῆρι συγκεράσας οἷον νᾶμα πότιμον. εἰσὶ δὲ οἵ φασι καὶ Πολέμωνος ἠκροᾶσθαι αὐτόν.

ιζ
Ῥοῦφον δὲ τὸν ἐκ τῆς Περίνθου σοφιστὴν μὴ ἀπὸ τῆς οὐσίας, μηδὲ εἰ πολλοὶ ὕπατοι τὸ ἐκεινου γένος, μηδὲ εἰ τὴν τῶν Πανελληνίων Ἀθήνησιν εὐκλεῶς ἦρξεν, ταυτὶ γὰρ εἰ καὶ πλείω λέγοιτο, οὔπω τῇ σοφίᾳ τοῦ ἀνδρὸς παραβεβλῆσθαι ἄξια, ἀλλ᾽ ἡ γλῶττα δηλούτω αὐτὸν καὶ ἡ ξύνεσις, ᾗ περὶ τὰς ἐσχηματισμένας μάλιστα τῶν ὑποθέσεων ἐχρήσατο. τὴν δὲ ἰδέαν ταύτην ἐθαυμάσθη πρῶτον μέν, ὅτι χαλεπὴ ἑρμηνεῦσαι, δεῖ γὰρ ἐν ταῖς κατὰ σχῆμα ξυγκειμέναις τῶν ὑποθέσεων τοῖς μὲν λεγομένοις ἡνίας, τοῖς δὲ σιωπωμένοις κέντρου, ἔπειτα, οἶμαι, καὶ διὰ τὴν ἑαυτοῦ φύσιν, ἐκκειμένως γὰρ τοῦ ἤθους [p. 101] καὶ ἀπανούργως ἔχων ὑπεκρίνετο εὖ, καὶ ἃ μὴ ἐπεφύκει. πλουσιώτατος δὲ τῶν κατὰ τὸν Ἑλλήσποντον καὶ Προποντίδα γενόμενος καὶ δόξης αὐτῷ ἐπὶ τῷ σχεδιάζειν πολλῆς μὲν ὑπαρχούσης Ἀθήνησι, πολλῆς δὲ ἐν Ἰωνίᾳ τε καὶ Ἰταλίᾳ, οὐδαμοῦ κατέστησεν ἑαυτὸν ἐς ἀπέχθειαν ἢ πόλεως ἢ ἀνδρός, ἀλλὰ πρᾳότητος ἦν χρηματιστής. ἐλέγετο δὲ καὶ γυμναστικῇ κρατύνειν τὸ σῶμα ἀναγκοφαγῶν ἀεὶ καὶ διαπονῶν αὐτὸ παραπλησίως τοῖς ἀγωνιζομένοις. ἀκροατὴς δὲ Ἡρώδου μὲν ἐν παισίν, Ἀριστοκλέους δὲ ἐν μειρακίοις γενόμενος καὶ μεγάλων ὑπ᾽ αὐτοῦ ἀξιωθεὶς ἐλαμπρύνετο τῷ Ἡρώδῃ μᾶλλον δεσπότην τε αὐτὸν καλῶν καὶ Ἑλλήνων γλῶτταν καὶ λόγων βασιλέα καὶ πολλὰ τοιαῦτα. ἐτελεύτα δὲ οἴκοι ἓν καὶ ἑξήκοντα ἔτη γενόμενος καὶ ἐπὶ παισίν, ὑπὲρ ὧν γε μέγα οὐδὲν ἔχω εἰπεῖν, πλήν γε δὴ ὅτι ἀπ᾽ ἐκείνου.

ιη
Ὀνόμαρχος δὲ ὁ ἐκ τῆς Ἄνδρου σοφιστὴς οὐκ ἐθαυμάζετο μέν, οὐ μεμπτὸς δὲ ἐφαίνετο. ἐπαίδευσε μὲν γὰρ κατὰ χρόνους, οὓς Ἀδριανός τε καὶ Χρῆστος Ἀθήνησι, πρόσοικος δὲ ὢν τῆς Ἀσίας τῆς Ἰωνικῆς ἰδέας οἷον ὀφθαλμίας ἔσπασε, σπουδαζομένης μάλιστα τῇ Ἐφέσῳ, ὅθεν ἐδόκει τισὶν οὐδ᾽ ἠκροᾶσθαι Ἡρώδου καταψευδομένοις τοῦ ἀνδρός: τὸ μὲν γὰρ τῆς ἑρμηνείας παρέφθορεν ἔσθ᾽ ὅπη δι᾽ ἣν εἴρηκα αἰτίαν, αἱ δὲ ἐπιβολαὶ τῶν νοημάτων Ἡρώδειοί τε καὶ ἀπορρήτως γλυκεῖαι. ἔξεστι δὲ αὐτὸν θεωρεῖν ἐπὶ τοῦ τῆς εἰκόνος ἐρῶντος, εἰ μὴ μειρακιεύεσθαι δόξω. εἴρηται δὲ ὧδε: ‘ὦ κάλλος ἔμψυχον ἐν ἀψύχῳ σώματι, τίς ἄρα σε δαιμόνων ἐδημιούργησεν; πειθώ τις ἢ χάρις ἢ αὐτὸς ὁ Ἔρως, ὁ τοῦ κάλλους πατήρ; ὡς [p. 102] πάντα σοι πρόσεστιν ἐν ἀληθείᾳ προσώπου στάσις χρόας ἄνθος βλέμματος κέντρον μειδίαμα κεχαρισμένον παρειῶν ἔρευθος ἀκοῆς ἴχνος. ἔχεις δὲ καὶ φωνὴν μέλλουσαν ἀεί. τάχα τι καὶ λαλεῖς, ἀλλ᾽ ἐμοῦ μὴ παρόντος, ἀνέραστε καὶ βάσκανε, πρὸς πιστὸν ἐραστὴν ἄπιστε. οὐδενός μοι μετέδωκας ῥήματος: τοιγαροῦν τὴν φρικωδεστάτην ἅπασιν ἀεὶ τοῖς καλοῖς ἀρὰν ἐπὶ σοὶ θήσομαι: εὔχομαί σοι γηρᾶσαι.’ τελευτῆσαι δὲ αὐτὸν οἱ μὲν Ἀθήνησι, οἱ δὲ οἴκοι, μεσαιπόλιόν τε καὶ παριόντα ἐς γῆρας, γενέσθαι δὲ ἀγροικότερον τὸ εἶδος καὶ κατὰ τὸν Μάρκου τοῦ Βυζαντίου αὐχμόν.

ιθ
Ἀπολλώνιος δὲ ὁ Ναυκρατίτης Ἡρακλείδῃ μὲν ἐναντία ἐπαίδευσε τὸν Ἀθήνησι θρόνον κατειληφότι, λόγου δὲ ἐπεμελήθη πολιτικοῦ καὶ εὖ κεκολασμένου, ἧττον δὲ ἀγωνιζομένου, περιβολὴ γὰρ ἄπεστιν αὐτοῦ καὶ πνεῦμα. ὄντι δὲ αὐτῷ κακῷ τὰ ἐρωτικὰ γίγνεται παῖς ἐξ ἀδίκων γάμων Ῥουφῖνος ὁ ἐπ᾽ αὐτῷ σοφιστεύσας οὐδὲν γόνιμον, οὐδὲ ἐκ καρδίας, ἀλλὰ τῶν ἐκείνου κομματίων τε καὶ νοιδίων ἐχόμενος, ἐφ᾽ ᾧ καὶ λαβὼν αἰτίαν ἐξ ἀνδρὸς σοφοῦ ‘οἱ νόμοι’ ἔφη ‘διδόασί μοι χρῆσθαι τοῖς πατρῴοις,’ καὶ ὃς ‘διδόασι μέν’, εἶπεν ‘ἀλλὰ τοῖς κατὰ νόμους γεγονόσι’. καθάπτονται δὲ αὐτοῦ τινες καὶ τὸ σταλῆναι ἐς Μακεδονίαν μισθωτὸν οἰκίας οὐδὲ εὖ πραττούσης. ἀλλ᾽ ἀφείσθω τῶν τοιούτων: εὕροις μὲν γὰρ ἂν καὶ τῶν πολὺ σοφῶν ἐνίους πολλὰ καὶ ἀνελεύθερα ὑπὲρ χρημάτων πράξαντας, οὐ μὴν τόν γε Ἀπολλώνιον τοῦτον, κοινήν τε γὰρ παρέσχε τὴν οὐσίαν τῶν Ἑλλήνων τοῖς δεομένοις, καὶ οὐ βαρὺς ἦν ὑπὲρ μισθοῦ ξυμβῆναι. ἐτελεύτα δὲ ἑβδομηκοντούτης [p. 103] Ἀθήνησιν ἔχων ἐντάφιον τὴν ἐξ ἁπάντων Ἀθηναίων εὔνοιαν. Ἀδριανοῦ μὲν καὶ Χρήστου τῶν σοφιστῶν ἀκροατὴς ἐγένετο, ἀμφοῖν δὲ ἀφέστηκεν, ὅσον οἱ μὴ ἀκούσαντες. ἐφεώρα δὲ τὰς ὑποθέσεις ὑπεξιὼν μὲν τοῦ κοινοῦ, καιρὸν δὲ πλείω τοῦ ξυμμέτρου.

κ
ὁ δὲ Ἀπολλώνιος ὁ Ἀθηναῖος ὀνόματος μὲν ἠξιώθη καθ᾽ Ἕλληνας, ὡς ἱκανὸς τὰ δικανικὰ καὶ τὰ ἀμφὶ μελέτην οὐ μεμπτός, ἐπαίδευσε δὲ Ἀθήνησι καθ᾽ Ἡρακλείδην τε καὶ τὸν ὁμώνυμον τοῦ πολιτικοῦ θρόνου προεστὼς ἐπὶ ταλάντῳ. διαπρεπὴς δὲ καὶ τὰ πολιτικὰ γενόμενος ἔν τε πρεσβείαις ὑπὲρ τῶν μεγίστων ἐπρέσβευσεν ἔν τε λειτουργίαις, ἃς μεγίστας Ἀθηναῖοι νομίζουσι, τήν τε ἐπώνυμον καὶ τὴν ἐπὶ τῶν ὅπλων ἐπετράπη καὶ τὰς ἐξ ἀνακτόρου φωνὰς ἤδη γηράσκων, Ἡρακλείδου μὲν καὶ Λογίμου καὶ Γλαύκου καὶ τῶν τοιούτων ἱεροφαντῶν εὐφωνίᾳ μὲν ἀποδέων, σεμνότητι δὲ καὶ μεγαλοπρεπείᾳ καὶ κόσμῳ παρὰ πολλοὺς δοκῶν τῶν ἄνω.

πρεσβεύων δὲ παρὰ Σεβῆρον ἐν Ῥώμῃ τὸν αὐτοκράτορα ἀπεδύσατο πρὸς Ἡρακλείδην τὸν σοφιστὴν τὸν ὑπὲρ μελέτης ἀγῶνα, καὶ ἀπῆλθεν ὁ μὲν τὴν ἀτέλειαν ἀφαιρεθείς, ὁ δὲ Ἀπολλώνιος δῶρα ἔχων. διαδόντος δὲ τοῦ Ἡρακλείδου λόγον οὐκ ἀληθῆ ὑπὲρ τοῦ Ἀπολλωνίου, ὡς αὐτίκα δὴ βαδιουμένου ἐς Λιβύην, ἡνίκα Λεπτίνης ἦν ὁ αὐτοκράτωρ ἐκεῖ καὶ τὰς ἐξ ἁπάσης γῆς ἀρετὰς συνῆγεν, καὶ πρὸς αὐτὸν εἰπόντος ‘ὥρα σοι ἀναγιγνώσκειν τὸν πρὸς Λεπτίνην’ ‘σοὶ μὲν οὖν’, ἦ δ᾽ ὁ Ἀπολλώνιος, ‘καὶ γὰρ δὴ καὶ ὑπὲρ τῆς ἀτελείας γέγραπται’. [p. 104]

βαλβῖδα μὲν δὴ τοῦ λόγου ὁ Ἀπολλώνιος ἐκ τῆς Ἀδριανοῦ ἰδέας βέβληται ἅτε δὴ καὶ ἀκροατὴς γενόμενος, παραλλάττει δὲ ὅμως ἐς ῥυθμοὺς ἐμμέτρους τε καὶ ἀναπαίοντας, οὓς εἰ φυλάξαιτο, σεμνοπρεπὴς τὴν ἀπαγγελίαν δοκεῖ καὶ βεβηκώς. τουτὶ δέ ἐστιν εὑρεῖν καὶ ἐπ᾽ ἄλλων μὲν ὑποθέσεων, μάλιστα δὲ ἐπὶ τοῦ Καλλίου, ὃς ἀπαγορεύει τοῖς Ἀθηναίοις πυρὶ μὴ θάπτειν: ‘ὑψηλὴν ἆρον, ἄνθρωπε, τὴν δᾷδα. τί βιάζῃ καὶ κατάγεις κάτω καὶ βασανίζεις τὸ πῦρ; οὐράνιόν ἐστιν, αἰθέριόν ἐστιν, πρὸς τὸ ξυγγενὲς ἔρχεται τὸ πῦρ. οὐ κατάγει νεκρούς, ἀλλ᾽ ἀνάγει θεούς. ἰὼ Προμηθεῦ δᾳδοῦχε καὶ πυρφόρε, οἷά σου τὸ δῶρον ὑβρίζεται: νεκροῖς ἀναισθήτοις ἀναμίγνυται. ἐπάρηξον βοήθησον κλέψον, εἰ δυνατόν, κἀκεῖθεν τὸ πῦρ.’ παρεθέμην δὲ ταῦτα οὐ παραιτούμενος αὐτὸν τῶν ἀκολάστων ῥυθμῶν, ἀλλὰ διδάσκων, ὅτι μηδὲ τοὺς σωφρονεστέρους ῥυθμοὺς ἠγνόει ἐτελεύτα μὲν οὖν ἀμφὶ τὰ πέντε καὶ ἑβδομήκοντα ἔτη πολὺς καὶ ἐν τῷ Ἀθηναίων δήμῳ πνεύσας, ἐτάφη δὲ ἐν τῷ προαστείῳ τῆς Ἐλευσῖνάδε λεωφόρου. ὄνομα μὲν δὴ τῷ προαστείῳ Ἱερὰ συκῆ, τὰ δὲ Ἐλευσινόθεν ἱερά, ἐπειδὰν ἐς ἄστυ ἄγωσιν, ἐκεῖ ἀναπαύουσιν.

κα
ἀναγράψω καὶ Πρόκλον τὸν Ναυκρατίτην εἰδὼς εὖ τὸν ἄνδρα, καὶ γὰρ δὴ καὶ τῶν ἐμῶν διδασκάλων εἷς οὗτος. Πρόκλος τοίνυν ἦν μὲν τῶν οὐκ ἀφανῶν κατ᾽ Αἴγυπτον, στασιάζουσαν δὲ ἰδὼν τὴν Ναύκρατιν καὶ παρὰ τὰ ἤθη πολιτεύοντας τὴν Ἀθήνησιν ἡσυχίαν ἠσπάσατο καὶ ὑπεκπλεύσας ἐκεῖ ἔζη πολλὰ μὲν ἀγαγὼν χρήματα, πολλοὺς δὲ οἰκέτας [p. 105] καὶ τὴν ἄλλην κατασκευὴν μεγαλοπρεπῶς κεκοσμημένην. εὖ δὲ ἀκούων Ἀθήνησι καὶ τὸν ἐν μειρακίῳ χρόνον ηὐδοκίμησε πολλῷ μᾶλλον ἀνὴρ γενόμενος, πρῶτον μὲν ἐπὶ τῇ τοῦ βίου αἱρέσει, ἔπειτα, οἶμαι, καὶ ἐπὶ εὐεργετήματι γενομένῳ μὲν περὶ ἕνα Ἀθηναῖον, δήλωσιν δὲ παρασχομένῳ χρηστοῦ ἤθους: ἐς γὰρ τὸν Πειραιᾶ ἐσπλεύσας ἤρετό τινα τῶν αὐτόθεν, εἰ ὁ δεῖνα καλῶς Ἀθήνησι ζῇ καὶ εὖ πράττει, ἠρώτα δὲ ταῦτα ὑπὲρ τοῦ ξένου, ᾧ προσέμιξεν Ἀθήνησι νέος ὤν, ὅτε δὴ καὶ Ἀδριανῷ ἐφοίτα. μαθὼν δὲ αὐτὸν εἶναί τε καὶ ζῆν, ἐκπεσεῖσθαι δὲ αὐτίκα τῆς οἰκίας διακηρυττομένης ἐπ᾽ ἀγορᾶς πρὸς δραχμὰς μυρίας, ἃς ἐπ᾽ αὐτῇ ἐδεδάνειστο, ἔπεμψεν αὐτῷ τὰς μυρίας μηδὲ ἀνελθών πω ἐς τὸ ἄστυ εἰπὼν ‘ἐλευθέρωσον τὴν οἰκίαν, ἵνα μή σε κατηφῆ ἴδω’. ταῦτα μὴ πλουσίου μόνον ἡγώμεθα, ἀλλὰ καὶ τῷ πλούτῳ καλῶς χρωμένου πεπαιδευμένου τε ἱκανῶς καὶ τὰ φιλικὰ ἀκριβοῦντος.

ἐκτήσατο δὲ καὶ οἰκίας, δύο μὲν ἐν ἄστει, μίαν δὲ ἐν Πειραιεῖ καὶ ἄλλην Ἐλευσῖνι. ἐφοίτα δὲ αὐτῷ καὶ ἀπ᾽ Αἰγύπτου λιβανωτὸς ἐλέφας μύρον βίβλος βιβλία καὶ πᾶσα ἡ τοιάδε ἀγορά, καὶ ἀποδιδόμενος αὐτὰ τοῖς διατιθεμένοις τὰ τοιαῦτα οὐδαμοῦ φιλοχρήματος ἔδοξεν οὐδὲ ἀνελεύθερος, οὐδὲ ἐραστὴς τοῦ πλείονος, οὐδὲ ἐπικέρδια μαστεύων ἢ τόκους, ἀλλ᾽ αὐτὸ ἀγαπῶν τὸ ἀρχαῖον. υἱῷ τε ἀσώτῳ περὶ ἀλεκτρυόνων τροφὴν περί τε ὀρτύγων κυνῶν τε καὶ κυνιδίων καὶ ἵππων ξυννεάζων μᾶλλον ἢ ἐπιπλήττων καὶ παρὰ τοῖς πολλοῖς ἔχων αἰτίαν ‘θᾶττον’ ἔφη ‘μεταβαλεῖ τὸ μετὰ γερόντων παίζειν ἢ μετὰ ἡλίκων’. ἀποθανόντος δὲ αὐτῷ τοῦ παιδὸς καὶ τῆς γυναικὸς ἐπὶ παλλακῇ ἐγένετο διὰ τὸ καὶ γηράσκοντας [p. 106] ὀφθαλμοὺς ἐπάγεσθαι, θηλυτάτῃ δὲ αὐτῇ γενομένῃ πᾶσαν ἐφιεὶς ἡνίαν οὐκ ἀγαθὸς ἔδοξε προστάτης τοῦ οἴκου.

τὰ δὲ τῆς μελέτης πάτρια τῷ ἀνδρὶ τούτῳ διέκειτο ὧδε: ἑκατὸν δραχμὰς ἅπαξ καταβαλόντι ἐξῆν ἀκροᾶσθαι τὸν ἀεὶ χρόνον. ἦν δὲ αὐτῷ καὶ θήκη βιβλίων ἐπὶ τῆς οἰκίας, ὧν μετῆν τοῖς ξυλλεγομένοις ἐς τὸ πλήρωμα τῆς ἀκροάσεως. ὡς δὲ μὴ συρίττοιμεν ἀλλήλους, μηδὲ σκώπτοιμεν, ἃ ἐν ταῖς τῶν σοφιστῶν ξυνουσίαις φιλεῖ γίγνεσθαι, ἀθρόοι ἐσεκαλούμεθα καὶ ἐκαθήμεθα ἐσκληθέντες οἱ μὲν παῖδες καὶ οἱ παιδαγωγοὶ μέσοι, τὰ μειράκια δὲ αὐτοί. τὸ μὲν οὖν διαλεχθῆναι αὐτὸν ἐν σπανιστοῖς ἔκειτο, ὅτε δὲ ὁρμήσειεν ἐς διάλεξιν, ἱππιάζοντί τε ἐῴκει καὶ γοργιάζοντι. ἡ μελέτη δὲ τῆς προτεραίας προεωραμένη ἐσεκυκλεῖτο. τὸ δὲ μνημονικὸν ἐνενηκοντούτης ἤδη γηράσκων καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔρρωτο, καὶ ἑρμήνευε μὲν κατὰ φύσιν, Ἀδριάνειοι δὲ ἦσαν αἱ ἐπιβολαὶ τῶν νοημάτων.

κβ
Φοῖνιξ δὲ ὁ Θετταλὸς οὐδὲ θαυμάσαι ἄξιος, οὐδὲ αὖ διαβαλεῖν πάντα. ἦν μὲν γὰρ τῶν Φιλάγρῳ πεφοιτηκότων, γνῶναι δὲ ἀμείνων ἢ ἑρμηνεῦσαι, τάξιν τε γὰρ τὸ νοηθὲν εἶχε καὶ οὐθὲν ἔξω καιροῦ ἐνοεῖτο, ἡ δὲ ἑρμηνεία διεσπάσθαι τε ἐδόκει καὶ ῥυθμοῦ ἀφέστηκέναι. ἐδόκει δὲ ἐπιτηδειότερος γεγονέναι τοῖς ἀρχομένοις τῶν νέων ἢ τοῖς ἕξιν τινὰ ἤδη κεκτημένοις, τὰ γὰρ πράγματα γυμνὰ ἐξέκειτο καὶ οὐ περιήμπισχεν αὐτὰ ἡ λέξις. ἑβδομηκοντούτης δὲ ἀποθανὼν Ἀθήνησιν ἐτάφη οὐκ ἀφανῶς, κεῖται γὰρ πρὸς τοῖς ἐκ τῶν πολέμων ἐν δεξιᾷ τῆς Ἀκαδημίανδε καθόδου.

κγ
ἄγει με ὁ λόγος ἐπ᾽ ἄνδρα ἐλλογιμώτατον [p. 107] Δαμιανὸν τὸν ἐκ τῆς Ἐφέσου, ὅθεν ἐξῃρήσθων Σώτηροί τε καὶ Σῶσοι καὶ Νίκανδροι καὶ Φαῖδροι Κῦροί τε καὶ Φύλακες, ἀθύρματα γὰρ τῶν Ἑλλήνων μᾶλλον οὗτοι προσρηθεῖεν ἂν ἢ σοφισταὶ λόγου ἂξιοι. Δαμιανῷ τοίνυν ἐλλογιμώτατον μὲν καὶ τὸ ἄνω γένος καὶ πλείστου ἄξιοι τῇ Ἐφέσῳ, εὐδοκιμώτατοι δὲ καὶ οἱ ἀπ᾽ αὐτοῦ φύντες, ξυγκλήτου γὰρ βουλῆς ἀξιοῦνται πάντες ἐπ᾽ εὐδοξίᾳ θαυμαζόμενοι καὶ ὑπεροψίᾳ χρημάτων, αὐτός τε πλούτῳ ποικίλῳ καὶ πολυπρεπεῖ κατεσκευασμένος ἐπήρκει μὲν καὶ τοῖς δεομένοις τῶν Ἐφεσίων, πλεῖστα δὲ ὠφέλει τὸ κοινὸν χρήματά τε ἐπιδιδοὺς καὶ τὰ ὑποδεδωκότα τῶν δημοσίων ἔργων ἀνακτώμενος.

συνῆψε δὲ καὶ τὸ ἱερὸν τῇ Ἐφέσῳ κατατείνας ἐς αὐτὸ τὴν διὰ τῶν Μαγνητικῶν κάθοδον. ἔστι δὲ αὕτη στοὰ ἐπὶ στάδιον λίθου πᾶσα, νοῦς δὲ τοῦ οἰκοδομήματος μὴ ἀπεῖναι τοῦ ἱεροῦ τοὺς θεραπεύοντας, ὁπότε ὕοι. τοῦτο μὲν δὴ τοὖργον ἀπὸ πολλῶν χρημάτων ἀποτελεσθὲν ἐπέγραψεν ἀπὸ τῆς ἑαυτοῦ γυναικός, τὸ δὲ ἐν τῷ ἱερῷ ἑστιατήριον αὐτὸς ἀνέθηκε μεγέθει τε ἐξάρας ὑπὲρ πάνθ᾽ ὁμοῦ τὰ παρ᾽ ἑτέροις καὶ λόγου κρείττω περιβαλὼν κόσμον, ὡράισται γὰρ Φρυγίῳ λίθῳ, οἷος οὔπω ἐτμήθη. πλούτῳ δὲ χρῆσθαι καλῶς ἐκ μειρακίου ἤρξατο: Ἀριστείδου γὰρ δὴ καὶ Ἀδριανοῦ κατειληφότοιν τοῦ μὲν τὴν Σμύρναν, τοῦ δὲ τὴν Ἔφεσον, ἠκροάσατο ἀμφοῖν ἐπὶ μυρίαις εἰπὼν πολλῷ ἥδιον ἐς τοιαῦτα δαπανᾶν παιδικὰ ἢ ἐς καλούς τε καὶ καλάς, ὥσπερ ἔνιοι. καὶ ὁπόσα ὑπὲρ τῶν ἀνδρῶν τούτων ἀναγέγραφα Δαμιανοῦ μαθὼν εἴρηκα εὖ τὰ ἀμφοῖν εἰδότος.

πλούτου δὲ ἐπίδειξιν τῷ ἀνδρὶ τούτῳ κἀκεῖνα εἶχεν: πρῶτα μὲν ἡ γῆ πᾶσα, ὁπόσην ἐκέκτητο, ἐκπεφυτευμένη [p. 108] δένδρεσι καρπίμοις τε καὶ εὐσκίοις, ἐν δὲ τοῖς ἐπὶ θαλάττῃ καὶ νῆσοι χειροποίητοι καὶ λιμένων προχώσεις βεβαιοῦσαι τοὺς ὅρμους καταιρούσαις τε καὶ ἀφιείσαις ὁλκάσιν, οἰκίαι τε ἐν προαστείοις αἱ μὲν κατεσκευασμέναι τὸν ἐν ἄστει τρόπον, αἱ δὲ ἀντρώδεις, ἔπειτα αὐτοῦ τοῦ ἀνδρὸς τὸ ἐν τῇ ἀγορᾷ ἦθος οὐ πᾶν ἀσπαζομένου κέρδος, οὐδὲ ἐπαινοῦντος τὸ ἐξ ἅπαντος λαμβάνειν, ἀλλ᾽ οὓς αἴσθοιτο ἀποροῦντας προῖκα τούτοις τὴν ἑαυτοῦ φωνὴν διδόντος. παραπλήσιον δὲ ἦν κἀν τοῖς σοφιστικοῖς τῶν λόγων, οὓς γὰρ αἴσθοιτο ἀποροῦντας ἐξ ὑπερορίων ἐθνῶν ἥκοντας, ἠφίει τούτοις τὸν μισθὸν τῆς ἀκροάσεως, μὴ λάθοιεν δαπανώμενοι.

ἦν δὲ δικανικοῦ μὲν σοφιστικώτερος, σοφιστικοῦ δὲ δικανικώτερος. προιὼν δὲ ἐς γῆρας μεθῆκεν ἄμφω τὰς σπουδὰς τὸ σῶμα καταλυθεὶς μᾶλλον ἢ τὴν γνώμην: τοῖς γοῦν κατὰ κλέος αὐτοῦ φοιτῶσιν ἐς τὴν Ἔφεσον παρέχων ἑαυτὸν ἀνέθηκε κἀμοί τινα ξυνουσίαν πρώτην τε καὶ δευτέραν καὶ τρίτην, καὶ εἶδον ἄνδρα παραπλήσιον τῷ Σοφοκλείῳ ἵππῳ, νωθρὸς γὰρ ὑφ᾽ ἡλικίας δοκῶν νεάζουσαν ὁρμὴν ἐν ταῖς σπουδαῖς ἀνεκτᾶτο. ἐτελεύτα δὲ οἴκοι ἔτη βιοὺς ἑβδομήκοντα καὶ ἐτάφη ἐν προαστείῳ τινὶ τῶν ἑαυτοῦ, ᾧ μάλιστα ἐνεβίωσεν.

κδ
Ἀντιπάτρῳ δὲ τῷ σοφιστῇ πατρὶς μὲν ἦν Ἱεράπολις, ἐγκαταλεκτέα δὲ αὕτη ταῖς κατὰ τὴν Ἀσίαν εὖ πραττούσαις, πατὴρ δὲ Ζευξίδημος τῶν ἐπιφανεστάτων ἐκείνῃ, Ἀδριανῷ δὲ καὶ Πολυδεύκει φοιτήσας ἀπὸ τοῦ Πολυδεύκους μᾶλλον ἥρμοσται, τὰς ὁρμὰς τῶν νοημάτων ἐκλύων τοῖς τῆς ἑρμηνείας ῥυθμοῖς. ἀκροασάμενος δὲ καὶ Ζήνωνος τοῦ Ἀθηναίου τὸ περὶ τὴν τέχνην ἀκριβὲς ἐκείνου ἔμαθεν. [p. 109] αὐτοσχέδιος δὲ ὢν οὐδὲ φροντισμάτων ἠμέλει, ἀλλ᾽ Ὀλυμπικούς τε ἡμῖν διῄει καὶ Παναθηναικοὺς καὶ ἐς ἱστορίαν ἔλαβε τὰ Σεβήρου τοῦ βασιλέως ἔργα, ὑφ᾽ οὗ μάλιστα ταῖς βασιλείοις ἐπιστολαῖς ἐπιταχθεὶς λαμπρόν τι ἐν αὐταῖς ἤχησεν. ἐμοὶ μὲν γὰρ δὴ ἀποπεφάνθω μελετῆσαι μὲν καὶ ξυγγράψαι τοῦ ἀνδρὸς τούτου πολλοὺς βέλτιον, ἐπιστεῖλαι δὲ μηδένα ἄμεινον, ἀλλ᾽ ὥσπερ τραγῳδίας λαμπρὸν ὑποκριτὴν τοῦ δράματος εὖ ξυνιέντα ἐπάξια τοῦ βασιλείου προσώπου φθέγξασθαι. σαφήνειάν τε γὰρ τὰ λεγόμενα εἶχε καὶ γνώμης μέγεθος καὶ τὴν ἑρμηνείαν ἐκ τῶν παρόντων καὶ ξὺν ἡδονῇ τὸ ἀσύνδετον, ὃ δὴ μάλιστα ἐπιστολὴν λαμπρύνει.

ὑπάτοις δὲ ἐγγραφεὶς ἦρξε μὲν τοῦ τῶν Βιθυνῶν ἔθνους, δόξας δὲ ἑτοιμότερον χρῆσθαι τῷ ξίφει τὴν ἀρχὴν παρελύθη. βίου μὲν δὴ ὀκτὼ καὶ ἑξήκοντα ἔτη τῷ Ἀντιπάτρῳ ἐγένετο καὶ ἐτάφη οἴκοι, λέγεται δὲ ἀποθανεῖν καρτερίᾳ μᾶλλον ἢ νόσῳ: διδάσκαλος μὲν γὰρ τῶν Σεβήρου παίδων ἐνομίσθη καὶ θεῶν διδάσκαλον ἐκαλοῦμεν αὐτὸν ἐν τοῖς ἐπαίνοις τῆς ἀκροάσεως, ἀποθανόντος δὲ τοῦ νεωτέρου σφῶν ἐπ᾽ αἰτίᾳ, ὡς τῷ ἀδελφῷ ἐπιβουλεύοι, γράφει πρὸς τὸν πρεσβύτερον ἐπιστολὴν μονῳδίαν ἐπέχουσαν καὶ θρῆνον, ὡς εἷς μὲν αὐτῷ ὀφθαλμὸς ἐκ δυοῖν, χεὶρ δὲ μία, καὶ οὓς ἐπαίδευσεν ὅπλα ὑπὲρ ἀλλήλων αἴρεσθαι, τούτους ἀκούοικατ᾽ ἀλλήλων ἠρμένους. ὑφ᾽ ὧν παροξυνθῆναι τὸν βασιλέα μὴ ἀπιστῶμεν, καὶ γὰρ ἂν καὶ ἰδιώτην ταῦτα παρώξυνε βουλόμενόν γε τὸ δοκεῖν ἐπιβεβουλεῦσθαι μὴ ἀπιστεῖσθαι.

κε
πολὺς ἐν σοφιστῶν κύκλῳ καὶ Ἑρμοκράτης ὁ Φωκαεὺς ᾄδεται φύσεως ἰσχὺν δηλώσας παρὰ πάντας, οὓς ἑρμηνεύω, οὐδενὶ γὰρ θαυμασίῳ [p. 110] σοφιστῇ ξυγγενόμενος, ἀλλὰ Ῥουφίνου τοῦ Σμυρναίου ἀκηκοὼς τὰ σοφιστικὰ τολμῶντος μᾶλλον ἢ κατορθοῦντος ἑρμήνευσε ποικιλώτατα Ἑλλήνων καὶ ἔγνω καὶ ἔταξεν, οὐ τὰς μὲν τῶν ὑποθέσεων, τὰς δὲ οὐχί, ἅπαξ δὲ πάσας τὰς μελετωμένας, καὶ γὰρ δὴ καὶ τὰς ἐσχηματισμένας εὖ διέθετο ἀμφιβολίας τε πλείστας ἐπινοήσας καὶ τὸ σημαινόμενον ἐγκαταμίξας τῷ ὑφειμέμῳ.

πάππος μὲν δὴ αὐτῷ ἐγένετο Ἄτταλος ὁ Πολέμωνος τοῦ σοφιστοῦ παῖς, πατὴρ δὲ Ῥουφινιανὸς ὁ ἐκ Φωκαίας, ἀνὴρ ὕπατος Καλλιστὼ γήμας τὴν Ἀττάλου. τελευτήσαντος δὲ αὐτῷ τοῦ πατρὸς ἐς διαφορὰν κατέστη πρὸς τὴν ἑαυτοῦ μητέρα οὕτω τι ἀπαραίτητον, ὡς μηδὲ δάκρυον ἐπ᾽ αὐτῷ τὴν Καλλιστὼ ἀφεῖναι ἐν μειρακίῳ ἀποθανόντι, ὅτε δὴ καὶ τοῖς πολεμιωτάτοις ἐλεεινὰ τὰ τῆς ἡλικίας φαίνεται. καὶ τοῦτο οὑτωσὶ μὲν ἀκούσαντι κακίᾳ τοῦ μειρακίου προσκείσεται μᾶλλον, εἰ μηδὲ μήτηρ ἐπ᾽ αὐτῷ τι ἔπαθεν, λογιζομένῳ δὲ τὴν αἰτίαν καὶ ὅτι τὴν μητέρα ἀπέστερξεν ἐπὶ δούλου ἔρωτι, ὁ μὲν ξυμβαίνων τοῖς νόμοις φαίνοιτο ἄν, οἳ δεδώκασι τὸ ἐπὶ ταῖς τοιαῖσδε αἰτίαις καὶ ἀποκτείνειν, ἡ δὲ ἀξία μισεῖν καὶ τοῖς οὐ προσήκουσιν ὑπὲρ ὧν ἑαυτήν τε καὶ τὸν υἱὸν ᾔσχυνεν.

ὥσπερ δὲ ταύτην ὁ Ἑρμοκράτης διαφεύγει τὴν αἰτίαν, οὕτως ἐκείνην οὐκ ἂν διαφύγοι: τὸν γὰρ πατρῷον οἶκον βαθὺν αὐτῷ παραδοθέντα κατεδαπάνησεν οὐκ ἐς ἱπποτροφίας οὐδὲ ἐς λειτουργίας, ἀφ᾽ ὧν καὶ ὄνομά ἐστιν ἄρασθαι, ἀλλ᾽ ἐς ἄκρατον καὶ ἑταίρους οἵους παρασχεῖν καὶ κωμῳδίᾳ λόγον, οἷον παρέσχον λόγον οἱ Καλλίαν ποτὲ τὸν Ἱππονίκου κολακεύσαντες. [p. 111]

Ἀντιπάτρου δὲ παρεληλυθότος ἐς τὰς βασιλείους ἐπιστολὰς ἤδη ἀσπαζομένου τε ἁρμόσαι οἱ τὴν ἑαυτοῦ θυγατέρα πονήρως ἔχουσαν τοῦ εἴδους οὐκ ἐπήδησε πρὸς τὴν ἐκείνου εὐπραγίαν, ἀλλὰ καὶ τῆς προμνηστρίας ἀναγούσης ἐς τὴν τοῦ Ἀντιπάτρου ἰσχύν, ἣν εἶχε τότε, οὐκ ἄν ποτε ἔφη δουλεῦσαι προικὶ μακρᾷ καὶ πενθεροῦ τύφῳ. ἐξωθούντων δὲ αὐτὸν τῶν συγγενῶν ἐς τὸν γάμον καὶ Διὸς Κόρινθον ἡγουμένων τὸν Ἀντίπατρον οὐ πρότερον εἶξεν ἢ Σεβῆρον αὐτοκράτορα μεταπέμψαντα αὐτὸν ἐς τὴν ἑῴαν δοῦναί οἱ τὴν κόρην, ὅτε δὴ καὶ τῶν ἐπιτηδείων ἐρομένου τινὸς αὐτόν, πότε ἄγοι τὰ ἀνακαλυπτήρια, ἀστειότατα ὁ Ἑρμοκράτης ‘ἐγκαλυπτήρια μὲν οὖν’ ἔφη ‘τοιαύτην λαμβάνων’. καὶ διέλυσε μετ᾽ οὐ πολὺ τὸν γάμον ὁρῶν οὔτε ἰδεῖν ἡδεῖαν οὔτε ἐπιτηδείαν τὸ ἦθος.

καὶ ἀκροατὴς δὲ τοῦ Ἑρμοκράτους ὁ αὐτοκράτωρ γενόμενος ἠγάσθη αὐτὸν ἴσα τῷ πάππῳ δωρεάς τε αἰτεῖν ἀνῆκεν: καὶ ὁ Ἑρμοκράτης ‘στεφάνους μὲν’ ἔφη ‘καὶ ἀτελείας καὶ σιτήσεις καὶ πορφύραν καὶ τὸ ἱερᾶσθαι ὁ πάππος ἡμῖν τοῖς ἀπ᾽ αὐτοῦ παρέδωκεν, καὶ τί ἂν αἰτοίην παρὰ σοῦ τήμερον, ἃ ἐκ τοσούτου ἔχω; ἐπεὶ δὲ ἐστί μοι προστεταγμένον ὑπὸ τοῦ κατὰ τὸ Πέργαμον Ἀσκληπιοῦ πέρδικα σιτεῖσθαι λιβανωτῷ θυμιώμενον, τὸ δὲ ἄρωμα τοῦτο οὕτω τι σπανιστὸν καθ᾽ ἡμᾶς νῦν, ὡς ψαιστὸν καὶ δάφνης φύλλα τοῖς θεοῖς θυμιᾶσθαι, δέομαι λιβανωτοῦ ταλάντων πεντήκοντα, ἵνα θεραπεύοιμι μὲν τοὺς θεούς, θεραπευοίμην δὲ αὐτός.’ ἔδωκε τὸν λιβανωτὸν ξὺν ἐπαίνῳ ὁ αὐτοκράτωρ ἐρυθριᾶν εἰπών, ἐπειδὴ μικρὰ ᾐτήθη.

Ξυνελάμβανε δὲ τῷ Ἑρμοκράτει τῶν ἐπιδείξεων [p. 112] πρῶτον μὲν τὸ τοῦ πάππου κλέος, ἡ γὰρ φύσις ἡ ἀνθρωπεία τὰς ἀρετὰς ἀσπάζεται μᾶλλον τὰς ἐκ πατέρων ἐς παῖδας διαδοθείσας, ὅθεν εὐκλεέστερος μὲν Ὀλυμπιονίκης ὁ ἐξ Ὀλυμπιονικῶν οἴκου, γενναιότερος δὲ στρατιώτης ὁ μὴ ἀστρατεύτων ἡδίους τε τῶν ἐπιτηδεύσεων αἱ πατέρων τε καὶ προγόνων οἴκου, καὶ τέχναι βελτίους αἱ κληρονομούμεναι, ξυνελάμβανε δὲ αὐτῷ καὶ ἡ ὥρα ἡ περὶ τῷ εἴδει, καὶ γὰρ ἐπίχαρις καὶ ἀγαλματίας, οἷα ἔφηβοι, καὶ τὸ θάρσος δὲ τοῦ μειρακίου τὸ ἐν τοῖς πλήθεσιν ἔκπληξιν ἐς τοὺς πολλοὺς ἔφερεν, ἣν ἐκπλήττονται ἄνθρωποι τοὺς τὰ μεγάλα μὴ ξὺν ἀγωνίᾳ πράττοντας. ἐδίδου τι καὶ ἡ εὔροια καὶ ὁ τῆς γλώττης κρότος καὶ τὸ ἐν στιγμῇ τοῦ καιροῦ ξυνορᾶν τὰς ὑποθέσεις καὶ τὰ ἀναγιγνωσκόμενά τε καὶ λεγόμενα παλαιότερα ὄντα ἢ νέῳ γε ἐνθυμηθῆναι καὶ ἑρμηνεῦσαι. αἱ μὲν δὴ μελέται τοῦ Ἑρμοκράτους ὀκτώ που ἴσως ἢ δέκα καί τις λόγος οὐ μακρός, ὃν ἐν Φωκαίᾳ διῆλθεν ἐν τῷ Πανιωνίῳ κρατῆρι. ἐμοὶ δὲ ἀποπεφάνθω μὴ ἄν τινα ὑπερφωνῆσαι τὴν μειρακίου τούτου γλῶτταν, εἰ μὴ ἀφῃρέθη τὸ παρελθεῖν ἐς ἄνδρας φθόνῳ ἁλούς. ἐτελεύτα δὲ κατ᾽ ἐνίους μὲν ὀκτὼ καὶ εἴκοσι γεγονώς, ὡς δὲ ἔνιοι, πέντε καὶ εἴκοσι, καὶ ἐδέξατο αὐτὸν ἡ πατρῴα γῆ καὶ αἱ πατρῷαι θῆκαι.

κς
ἀνὴρ ἐλλογιμώτατος καὶ Ἡρακλείδης ὁ Λύκιος καὶ τὰ οἴκοι μέν, ἐπειδὴ πατέρων τε ἀγαθῶν ἔφυ καὶ ἀρχιερεὺς Λυκίων ἐγένετο, τὴν δὲ λειτουργησίαν οὖσαν οὐ μεγάλου ἔθνους Ῥωμαίων μεγάλων ἀξιοῦσιν ὑπὲρ ξυμμαχίας, οἶμαι, παλαιᾶς, ἐλλογιμώτερος δὲ ὁ Ἡρακλείδης τὰ σοφιστικά, ἀποχρῶν μὲν γὰρ ξυνεῖναι, ἀποχρῶν δὲ ἑρμηνεῦσαι καὶ [p. 113] τοὺς ἀγῶνας ἀπέριττος καὶ τὰς πανηγυρικὰς ἐννοίας οὐχ ὑπερβακχεύων.

ἐκπεσὼν δὲ τοῦ θρόνου τοῦ Ἀθήνησι ξυστάντων ἐπ᾽ αὐτὸν τῶν Ἀπολλωνίου τοῦ Ναυκρατίτου ἑταίρων, ὧν πρῶτος καὶ μέσος καὶ τελευταῖος Μαρκιανὸς ὁ ἐκ Δολίχης ἐγένετο, ἐπὶ τὴν Σμύρναν ἐτράπετο θύουσαν μάλιστα δὴ πόλεων ταῖς τῶν σοφιστῶν Μούσαις. νεότητα μὲν οὖν Ἰωνικήν τε καὶ Λύδιον καὶ τὴν ἐκ Φρυγῶν καὶ Καρίας ξυνδραμεῖν ἐς Ἰωνίαν κατὰ ξυνουσίαν τοῦ ἀνδρὸς οὔπω μέγα, ἐπειδὴ ἀγχίθυρος ἁπάσαις ἡ Σμύρνα, ὁ δὲ ἦγε μὲν καὶ τὸ ἐκ τῆς Εὐρώπης Ἑλληνικόν, ἦγε δὲ τοὺς ἐκ τῆς ἑῴας νέους, πολλοὺς δὲ ἦγεν Αἰγυπτίων οὐκ ἀνηκόους αὐτοῦ ὄντας, ἐπειδὴ Πτολεμαίῳ τῷ Ναυκρατίτῃ κατὰ Αἴγυπτον περὶ σοφίας ἤρισεν. ἐνέπλησε μὲν δὴ τὴν Σμύρναν ὁμίλου λαμπροῦ, ὤνησε δὲ καὶ πλείω ἕτερα, ἃ ἐγὼ δηλώσω: πόλις ἐς ξένους πολλοὺς ἐπεστραμμένη ἄλλως τε καὶ σοφίας ἐρῶντας σωφρόνως μὲν βουλεύσει, σωφρόνως δὲ ἐκκλησιάσει φυλαττομένη δήπου τὸ ἐν πολλοῖς τε καὶ σπουδαίοις κακὴ ἁλίσκεσθαι, ἱερῶν τε ἐπιμελήσεται καὶ γυμνασίων καὶ κρηνῶν καὶ στοῶν, ἵνα ἀποχρῶσα τῷ ὁμίλῳ φαίνοιτο. ἑ̣̣̓ δὲ καὶ ναύκληρος ἡ πόλις εἴη, καθάπερ ἡ Σμύρνα, πολλὰ καὶ ἄφθονα αὐτοῖς ἡ θάλασσα δώσει. ξυνήρατο δὲ τῇ Σμύρνῃ καὶ τοῦ εἴδους ἐλαίου κρήνην ἐπισκευάσας ἐν τῷ τοῦ Ἀσκληπιοῦ γυμνασίῳ χρυσῆν τοῦ ὀρόφου, καὶ τὴν στεφανηφόρον ἀρχὴν παρ᾽ αὐτοῖς ἦρξεν, ἀφ᾽ ὧν τοῖς ἐνιαυτοῖς τίθενται Σμυρναῖοι τὰ ὀνόματα.

ἐπὶ Σεβήρου δὲ αὐτοκράτορός φασιν αὐτὸν σχεδίου λόγου ἐκπεσεῖν αὐλὴν καὶ δορυφόρους δείσαντα. τουτὶ δὲ ἀγοραῖος μέν τις παθὼν κἂν [p. 114] αἰτίαν λάβοι, τὸ γὰρ τῶν ἀγοραίων ἔθνος ἰταμοὶ καὶ θρασεῖς, σοφιστὴς δὲ ξυσπουδάζων μειρακίοις τὸ πολὺ τῆς ἡμέρας πῶς ἂν ἀντίσχοι ἐκπλήξει; ἐκκρούει γὰρ σχεδίου λόγου καὶ ἀκροατὴς σεμνῷ προσώπῳ καὶ βραδὺς ἔπαινος καὶ τὸ μὴ κροτεῖσθαι συνήθως, εἰ δὲ καί φθόνου ὑποκαθημένου ἑαυτὸν αἴσθοιτο, ὥσπερ ὁ Ἡρακλείδης τὸν τοῦ Ἀντιπάτρου τότε ὑφεωρᾶτο, ἧττον μὲν ἐνθυμηθήσεται, ἧττον δὲ εὐροήσει, αἱ γὰρ τοιαίδε ὑποψίαι γνώμης ἀχλὺς καὶ δεσμὰ γλώττης.

ἱερὰς δὲ λέγεται κέδρους ἐκτεμὼν δημευθῆναι τὸ πολὺ τῆς οὐσίας, ὅτε δὴ καὶ ἀπιόντι αὐτῷ τοῦ δικαστηρίου ἐπηκολούθουν μὲν οἱ γνώριμοι παραμυθούμενοί τε καὶ ἀνέχοντες τὸν ἄνδρα, ἑνὸς δὲ αὐτῶν εἰπόντος ‘ἀλλ᾽ οὐ μελέτην ἀφαιρήσεταί τις, ὦ Ἡρακλείδη, οὐδὲ τὸ ἐπ᾽ αὐτῇ κλέος’, καὶ ἐπιρραψῳδήσαντος αὐτῷ τὸ ‘εἷς δή που λοιπὸς κατερύκεται εὐρέϊ’ — ‘φίσκῳ’ ἔφη, ἀστειότατα δὴ ἐπιπαίξας τοῖς ἑαυτοῦ κακοῖς.

δοκεῖ δὲ μάλιστα σοφιστῶν οὗτος τὴν ἐπιστήμην πόνῳ κατακτήσασθαι μὴ ξυγχωρούσης αὐτῷ τῆς φύσεως, καὶ ἔστιν αὐτῷ φρόντισμα οὐκ ἀηδές, βιβλίον ξύμμετρον, ὃ ἐπιγέγραπται Πόνου ἐγκώμιον, τὸ δὲ βιβλίον τοῦτο πρὸ χειρῶν ἔχων ἐνέτυχε Πτολεμαίῳ τῷ σοφιστῇ κατὰ τὴν Ναύκρατιν, ὀ δὲ ἤρετο αὐτόν, ὅ τι σπουδάζοι, τοῦ δὲ εἰπόντος, ὅτι πόνου εἴη ἐγκώμιον, αἰτήσας ὁ Πτολεμαῖος τὸ βιβλίον καὶ ἀπαλείψας τὸ πῖ ‘ὥρα σοι’ ἔφη ‘ἀναγιγνώσκειν τὸ ὄνομα τοῦ ἐγκωμίου’. καὶ αἱ διαλέξεις δέ, ἃς Ἀπολλώνιος ὁ Ναυκρατίτης κατ᾽ αὐτοῦ διελέγετο, ὡς νωθροῦ καθάπτονται καὶ μοχθοῦντος.

Ἡρακλείδου διδάσκαλοι Ἡρώδης μὲν τῶν οὐκ [p. 115] ἀληθῶς πεπιστευμένων, Ἀδριανὸς δὲ καὶ Χρῆστος ἐν γνησίοις, καὶ Ἀριστοκλέους δὲ ἠκροᾶσθαι αὐτὸν μὴ ἀπιστῶμεν. λέγεται δὲ καὶ γαστρὶ κοίλῃ χρήσασθαι καὶ πλεῖστα ὀψοφαγῆσαι, καὶ ἡ πολυφαγία αὕτη ἐς οὐδὲν αὐτῷ ἀποσκῆψαι. ἐτελεύτα γοῦν ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη ἄρτιος τὸ σῶμα καὶ τάφος μὲν αὐτῷ Λυκία λέγεται, ἐτελεύτα δὲ ἐπὶ θυγατρὶ καὶ ἀπελευθέροις οὐ σπουδαίοις, ὑφ᾽ ὧν καὶ τὴν Ῥητορικὴν ἐκληρονομήθη: ἡ δὲ Ῥητορικὴ γήδιον δεκατάλαντον ἦν αὐτῷ κατὰ τὴν Σμύρναν ἐωνημένον ἐκ τῶν ἀκροάσεων.

κζ
μὴ δεύτερα τῶν προειρημένων σοφιστῶν μηδὲ Ἱππόδρομόν τις ἡγείσθω τὸν Θετταλὸν, τῶν μὲν γὰρ βελτίων φαίνεται, τῶν δὲ οὐκ οἶδα ὅ τι λείπεται. ἱπποδρόμῳ τοίνυν πατρὶς μὲν ἦν Λάρισσα πόλις εὖ πράττουσα ἐν Θετταλοῖς, πατὴρ δὲ Ὀλυμπιόδωρος παρελθὼν ἱπποτροφίᾳ Θετταλοὺς πάντας.

μεγάλου δὲ ἐν Θετταλίᾳ δοκοῦντος τοῦ καὶ ἅπαξ προστῆναι τῶν Πυθίων ὁ Ἱππόδρομος προέστη δὶς τῶν Πυθικῶν ἄθλων, πλούτῳ τε ὑπερήνεγκε τοὺς ἄνω καὶ κόσμῳ τῷ περὶ τὸν ἀγῶνα καὶ μεγέθει γνώμης καὶ δικαιότητι βραβευούσῃ τὸ εὐθύ. τὸ γοῦν περὶ τὸν τῆς τραγῳδίας ὑποκριτὴν ὑπ᾽ αὐτοῦ πραχθὲν οὐδὲ ὑπερβολὴν ἑτέρῳ καταλέλοιπε δικαιότητός τε καὶ γνώμης: Κλήμης γὰρ ὁ Βυζάντιος τραγῳδίας ὑποκριτὴς ἦν μὲν οἷος οὔπω τις τὴν τέχνην, νικῶν δὲ κατὰ τοὺς χρόνους, οὓς τὸ Βυζάντιον ἐπολιορκεῖτο, ἀπῄει ἁμαρτάνων τῆς νίκης, ὡς μὴ δοκοίη δι᾽ ἑνὸς ἀνδρὸς κηρύττεσθαι πόλις ὅπλα ἐπὶ Ῥωμαίους ἠρμένη. ἄριστα δὲ αὐτὸν ἀγωνισάμενον κἀν τοῖς Ἀμφικτυονικοῖς ἄθλοις οἱ μὲν Ἀμφικτύονες [p. 116] ἀπεψηφίζοντο τῆς νίκης δέει τῆς προειρημένης αἰτίας, ἀναπηδήσας δὲ ξὺν ὁρμῇ ὁ Ἱππόδρομος ‘οὗτοι μὲν’ εἶπεν ‘ἐρρώσθων ἐπιορκοῦντές τε καὶ παραγιγνώσκοντες τοῦ δικαίου, ἐγὼ δὲ Κλήμεντι τὴν νικῶσαν δίδωμι.’ ἐφέντος δὲ θατέρου τῶν ὑποκριτῶν ἐπὶ τὸν βασιλέα, ηὐδοκίμησε πάλιν ἡ τοῦ Ἱπποδρόμου ψῆφος, καὶ γὰρ δὴ καὶ ἐπὶ τῆς Ῥώμης ἐνίκα ὁ Βυζάντιος.

τοιοῦτος δὲ ὢν ἐς τὰ πλήθη θαυμασίᾳ πρᾳότητι ἐπὶ τὰς ἐπιδείξεις ἐχρῆτο: παραλαβὼν γὰρ τὴν τέχνην φίλαυτόν τε καὶ ἀλαζόνα οὔτε ἐς ἔπαινον ἑαυτοῦ κατέστη ποτὲ καὶ ἐπέκοπτε τὰς ὑπερβολὰς τῶν ἐπαίνων: βοώντων γοῦν ἐπ᾽ αὐτῷ ποτε τῶν Ἑλλήνων πολλὰ καὶ εὔφημα καί που καὶ τῷ Πολέμωνι ὁμοιούντων αὐτὸν ‘τί μ᾽ ἀθανάτοισιν ἐίσκεις’; ἔφη, οὔτε τὸν Πολέμωνα ἀφελόμενος τὸ νομίζεσθαι θεῖον ἄνδρα, οὔτε ἑαυτῷ διδοὺς τὸ τοιούτῳ ὁμοιοῦσθαι. Πρόκλου δὲ τοῦ Ναυκρατίτου πομπείαν οὐ πρεσβευτικὴν ξυνθέντος ἐπὶ πάντας τοὺς παιδεύοντας Ἀθήνησι καὶ τὸν Ἱππόδρομον ἐγκαταλέξαντος τῷ λοιδορησμῷ τούτῳ ἡμεῖς μὲν ᾠόμεθα λόγου ἀκροάσασθαι πρὸς τὴν τῶν εἰρημένων ἠχὼ ξυγκειμένου, ὁ δὲ οὐδὲν εἰπὼν φλαῦρον ἔπαινον εὐφημίας διεξῆλθεν, ἀρξάμενος ἀπὸ τοῦ ταὼ τοῦ ὄρνιθος ὡς ἀναπτεροῦντος αὐτὸν τοῦ ἐπαίνου. ὧδε μὲν δὴ διέκειτο πρὸς τοὺς ἑαυτοῦ πρεσβυτέρους καὶ χρόνῳ πολλῷ τε καὶ οὐ πολλῷ προειληφότας, ὡς δὲ καὶ πρὸς τοὺς ἰσήλικας εἶχεν, ὑπάρχει μαθεῖν ἐκ τῶνδε: νεανίας ἀπ᾽ Ἰωνίας ἥκων Ἀθήναζε διῄει ἐπαίνους τοῦ Ἡρακλείδου πέρα ἀχθηδόνος: ἰδὼν οὖν αὐτὸν ὁ Ἱππόδρομος ἐν τῇ ἀκροάσει ‘ὁ νεανίας οὗτος’ ἔφη ‘ἐρᾷ [p. 117] τοῦ ἑαυτοῦ διδασκάλου. καλὸν οὖν ξυλλαβεῖν αὐτῷ τῶν παιδικῶν: καὶ γὰρ ἂν καὶ ξὺν ἑρμαίῳ ἀπέλθοι μαθὼν ἐγκωμιάζειν.’ καὶ εἰπὼν ταῦτα ἔπαινον τοῦ Ἡρακλείδου διῆλθεν, οἷος ἐπ᾽ αὐτῷ οὔπω εἴρηται. τὰ δὲ ἐπὶ Διοδότῳ τῷ Καππαδόκῃ δάκρυα καὶ τὸ ἐσθῆτα μέλαιναν ἐπ᾽ αὐτῷ ἐνδῦναι φύσιν μὲν παρεσχημένῳ μελέτῃ ἐπιτηδείαν, ἐφήβῳ δὲ ἀποθανόντι πατέρα τοῦ Ἑλληνικοῦ ἐκήρυξε τὸν Ἱππόδρομον καὶ περιωπὴν ἔχοντα τοῦ καὶ μεθ᾽ ἑαυτὸν γενέσθαι τινὰς ἀριπρεπεῖς ἄνδρας. τουτὶ δὲ μάλιστα ἐν Ὀλυμπίᾳ ἐδήλωσεν: Φιλοστράτῳ γὰρ τῷ Λημνίῳ γνωρίμῳ μὲν ἑαυτοῦ ὄντι, δύο δὲ καὶ εἴκοσιν ἔτη γεγονότι ἀναρριπτοῦντί τινα αὐτοσχέδιον πλεῖστα μὲν ἐνέδωκε τῇ τέχνῃ τῶν ἐπαίνων, ὧν τε εἰπεῖν ἔδει καὶ μή, ἀξιούσης δὲ καὶ τὸν Ἱππόδρομον τῆς Ἑλλάδος αὐτίκα παριέναι, ‘οὐκ ἐπαποδύσομαι’ ἔφη ‘τοῖς ἐμαυτοῦ σπλάγχνοις’. καὶ εἰπὼν ταῦτα ἀνεβάλετο τὴν ἀκρόασιν ἐπὶ τὴν τῆς θυσίας ἡμέραν. ταῦτα μὲν οὖν ἐχέτω μοι δήλωσιν ἀνδρὸς πεπαιδευμένου φιλανθρώπου τε καὶ πρᾴου τὸ ἦθος.

τὸν δὲ Ἀθήνησι τῶν σοφιστῶν θρόνον κατασχὼν ἐτῶν που τεττάρων ἀπηνέχθη αὐτοῦ ὑπὸ τῆς γυναικὸς καὶ τοῦ πλούτου, ἐκείνη γὰρ ἐνεργοτάτη γυναικῶν ἐγένετο καὶ φύλαξ ἀγαθὴ χρημάτων, ἀμφοῖν τε ἀπόντων ἡ οὐσία ὑπεδίδου. τοῦ γε μὴν φοιτᾶν ἐς τὰς τῶν Ἑλλήνων πανηγύρεις οὐκ ἠμέλει, ἀλλ᾽ ἐθάμιζεν ἐς αὐτὰς ἐπιδείξεων ἕνεκα καὶ τοῦ μὴ ἀγνοεῖσθαι. βελτίων δὲ κἀκεῖνα ἐφαίνετο ὑπὸ τοῦ καὶ μετὰ τὸ πεπαῦσθαι τοῦ παιδεύειν ἀεὶ σπουδάζειν. ἱππόδρομος μὲν γὰρ δὴ πλεῖστα μὲν ἐξέμαθεν Ἑλλήνων τῶν γε μετὰ τὸν Καππαδόκην Ἀλέξανδρον μνήμην εὐτυχησάντων, πλεῖστα δὲ ἀνέγνω [p. 118] μετά γε Ἀμμώνιον τὸν ἀπὸ τοῦ Περιπάτου, ἐκείνου γὰρ πολυγραμματώτερον ἄνδρα οὔπω ἔγνων. μελέτης δὲ ὁ Ἱππόδρομος οὔτε ἐν ἀγρῷ διαιτώμενος ἠμέλει οὔτε ὁδοιπορῶν οὔτε ἐν Θετταλίᾳ, ἀλλὰ καὶ κρεῖττον ὄλβου κτῆμα ἐκάλει αὐτὴν ἐκ τῶν Εὐριπίδου τε ὕμνων καὶ Ἀμφίονος.

ἀγροικότερός τε ὢν τὸ εἶδος ὅμως ἀμήχανον εὐγένειαν ἐπεδήλου τοῖς ὄμμασι γοργόν τε καὶ φαιδρὸν βλέπων. τουτὶ δὲ καὶ Μεγιστίας ὁ Σμυρναῖος ἐν αὐτῷ καθεωρακέναι φησὶν οὐ τὰ δεύτερα τῶν φυσιογνωμονούντων νομισθείς: ἀφίκετο μὲν γὰρ ἐς τὴν Σμύρναν μετὰ τὸν Ἡρακλείδην ὁ Ἱππόδρομος οὔπω πρὸ τούτου ἥκων, ἀποβὰς δὲ τῆς νεὼς ἀπῄει ἐς ἀγοράν, εἴ τῳ ἐντύχοι πεπαιδευμένῳ τὰ ἐγχώρια. ἱερὸν δὲ κατιδὼν καὶ παιδαγωγούς τε προσκαθημένους ἀκολούθους τε παῖδας ἄχθη βιβλίων ἐν πήραις ἀνημμένους ξυνῆκεν, ὅτι παιδεύοι τις ἔνδον τῶν ἐπιφανῶν, καὶ ἔσω παρῄει καὶ προσειπὼν τὸν Μεγιστίαν ἐκάθητο ἐρωτῶν οὐδέν. ὁ μὲν δὴ Μεγιστίας ᾤετο ὑπὲρ μαθητῶν αὐτὸν διαλέξεσθαι οἱ, πατέρα ἴσως ἢ τροφέα παίδων ὄντα, καὶ ἤρετο, ὑπὲρ ὅτου ἥκοι, ὁ δὲ ‘πεύσῃ’ ἔφη ‘ἐπειδὰν αὐτοὶ γενώμεθα’. διακωδωνίσας οὖν ὁ Μεγιστίας τὰ μειράκια ‘λέγε’, ἔφη ‘ὅ τι βούλει’. καὶ ὁ Ἱππόδρομος ‘ἀντιδῶμεν ἀλλήλοις τὴν ἐσθῆτα’ εἶπεν, ἦν δὲ ἄρα τῷ μὲν Ἱπποδρόμῳ χλαμύς, τῷ δὲ αὖ δημηγορικὸν ἱμάτιον. ‘καὶ τίνα σοι νοῦν ἔχει τοῦτο’; ἦ δ᾽ ὁ Μεγιστίας. ‘ἐπίδειξιν’ ἔφη ‘σοι μελέτης ποιήσασθαι βούλομαι’. δαιμονᾶν μὲν οὖν αὐτὸν ᾠήθη ταῦτα ἐπαγγείλαντα καὶ τὴν γνώμην ἐλαύνεσθαι, τὰς βολὰς δὲ ἀνασκοπῶν τῶν ὀμμάτων καὶ ὁρῶν αὐτὸν ἔννουν καὶ καθεστηκότα ἀντέδωκε τὴν ἐσθῆτα ὑπόθεσίν τε αἰτήσαντι [p. 119] προὔβαλε τὸν μάγον τὸν ἀποθνήσκειν ἀξιοῦντα, ἐπειδὴ μὴ ἐδυνήθη ἀποκτεῖναι μάγον μοιχόν. ὡς δὲ ἱζήσας ἐπὶ τοῦ θρόνου καὶ σμικρὸν ἐπισχὼν ἀνεπήδησεν, μᾶλλον ἐσῄει τὸν Μεγιστίαν ὁ τῆς μανίας λόγος καὶ τὰ πλεονεκτήματα ἐμβροντησίαν ᾤετο, ἀρξαμένου δὲ τῆς ὑποθέσεως καὶ εἰπόντος ‘ἀλλ᾽ ἐμαυτόν γε δύναμαι’ ἐξέπεσεν ἑαυτοῦ ὑπὸ θαύματος καὶ προσδραμὼν αὐτῷ ἱκέτευε μαθεῖν, ὅστις εἴη. ‘εἰμὶ μὲν’ ἔφη ‘ἱππόδρομος ὁ Θετταλός, ἥκω δέ σοι ἐγγυμνασόμενος, ἵν᾽ ἐκμάθοιμι δι᾽ ἑνὸς ἀνδρὸς οὕτω πεπαιδευμένου τὸ ἦθος τῆς Ἰωνικῆς ἀκροάσεως. ἀλλ᾽ ὅρα με δι᾽ ὅλης τῆς ὑποθέσεως.’ περὶ τέρμα δὲ τοῦ λόγου δρόμος ὑπὸ τῶν κατὰ τὴν Σμύρναν πεπαιδευμένων ἐπὶ τὰς τοῦ Μεγιστίου θύρας ἐγένετο, ταχείας τῆς φήμης διαδοθείσης ἐς πάντας ἐπιχωριάζειν αὐτοῖς τὸν Ἱππόδρομον, ὁ δὲ ἀναλαβὼν τὴν ὑπόθεσιν ἑτέρᾳ δυνάμει μετεχειρίσατο τὰς ἤδη εἰρημένας ἐννοίας παρελθών τε ἐς τὸ κοινὸν τῶν Σμυρναίων ἀνὴρ ἔδοξε θαυμάσιος καὶ οἷος ἐν τοῖς πρὸ αὐτοῦ γράφεσθαι.

ἦν δὲ αὐτῷ τὰ μὲν τῆς διαλέξεως Πλάτωνος ἀνημμένα καὶ Δίωνος, τὰ δὲ τῆς μελέτης κατὰ τὸν Πολέμωνα ἐρρωμένα καὶ που καὶ ποτιμώτερα, τὰ δὲ τῆς εὐροίας οἷα τοῖς ἀλύπως ἀναγιγνώσκουσι τὰ σφόδρα αὐτοῖς καθωμιλημένα. Νικαγόρου δὲ τοῦ σοφιστοῦ μητέρα σοφιστῶν τὴν τραγῳδίαν προσειπόντος διορθούμενος ὁ Ἱππόδρομος τὸν λόγον ‘ἐγὼ δὲ’ ἔφη ‘πατέρα Ὅμηρον.’ ἐσπούδαζε δὲ καὶ ἀπὸ Ἀρχιλόχου καλῶν τὸν μὲν Ὅμηρον φωνὴν σοφιστῶν, τὸν δὲ Ἀρχίλοχον πνεῦμα. μελέται μὲν δὴ τοῦ ἀνδρὸς τούτου τριάκοντα ἴσως, ἄρισται δὲ αὐτῶν οἱ Καταναῖοι καὶ οἱ Σκύθαι καὶ ὁ Δημάδης ὁ μὴ ξυγχωρῶν [p. 120] ἀφίστασθαι Ἀλεξάνδρου ἐν Ἰνδοῖς ὄντος. ᾄδονται δὲ αὐτοῦ καὶ λυρικοὶ νόμοι, καὶ γὰρ δὴ καὶ τῆς νομικῆς λύρας ἥπτετο. ἐτελεύτα δὲ ἀμφὶ τὰ ἑβδομήκοντα καὶ οἴκοι καὶ ἐπὶ υἱῷ ἀγροῦ μὲν προστῆναι καὶ οἰκίας ἱκανῷ, παραπλῆγι δὲ καὶ ἔκφρονι, τὰ δὲ τῶν σοφιστῶν οὐ πεπαιδευμένῳ.

κη
οἱ τὸν Λαοδικέα Οὔαρον λόγων ἀξιοῦντες αὐτοὶ μὴ ἀξιούσθων λόγων, καὶ γὰρ εὐτελὴς καὶ διακεχηνὼς καὶ εὐήθης καὶ ἣν εἶχεν εὐφωνίαν αἰσχύνων καμπαῖς ᾀσμάτων, αἷς κἂν ὑπορχήσαιτό τις τῶν ἀσελγεστέρων: οὗ διδάσκαλον ἢ ἀκροατὴν τί ἂν γράφοιμι, τί δ᾽ ἂν φράζοιμι, εὖ γιγνώσκων, ὅτι μήτ᾽ ἂν τοιαῦτα διδάξειέ τις καὶ τοῖς μεμαθηκόσιν ὄνειδος τὸ τοιούτων ἠκροᾶσθαι;

κθ
Κυρίνῳ δὲ τῷ σοφιστῇ πατρὶς μὲν Νικομήδεια ἐγένετο, γένος δὲ οὔτε εὐδόκιμον οὔτε αὖ κατεγνωσμένον, ἀλλὰ φύσις ἀγαθὴ παραλαβεῖν μαθήματα καὶ παραδοῦναι βελτίων, οὐ γὰρ μνήμην μόνον, ἀλλὰ καὶ σαφήνειαν ἤσκει. κομματίας ὁ σοφιστὴς οὗτος καὶ περὶ μὲν τὰ θετικὰ τῶν χωρίων οὐ πολύς, ἐρρωμένος μὴν καὶ σφοδρὸς καὶ κατασεῖσαι δεινὸς ἀκροατοῦ ὦτα, καὶ γὰρ δὴ καὶ ἀπεσχεδίαζεν, προσφυέστερος δὲ ταῖς κατηγορίαις δοκῶν ἐπιστεύθη ἐκ βασιλέως τὴν τοῦ ταμιείου γλῶτταν, καὶ παρελθὼν ἐς τὸ δυνηθῆναί τι οὔτε βαρὺς οὔτε ἀλαζὼν ἔδοξεν, ἀλλὰ πρᾷός τε καὶ ἑαυτῷ ὅμοιος, οὔτε ἐρασιχρήματος, ἀλλ᾽ ὥσπερ τὸν Ἀριστείδην Ἀθηναῖοι ᾄδουσι μετὰ τὴν ἐπίταξιν τῶν φόρων καὶ τὰς νήσους ἐπανελθεῖν σφισιν ἐν τῷ προτέρῳ τρίβωνι, οὕτω καὶ ὁ Κυρῖνος ἀφίκετο ἐς τὰ ἑαυτοῦ ἤθη πενίᾳ σεμνυνόμενος. αἰτιωμένων δὲ αὐτὸν τῶν κατὰ τὴν Ἀσίαν ἐνδεικτῶν, ὡς πρᾳότερον περὶ τὰς κατηγορίας ἢ [p. 121] αὐτοὶ διδάσκουσιν ‘καὶ μὴν καὶ πολλῷ βέλτιον’ εἶπεν ‘ὑμᾶς λαβεῖν τὴν ἐμὴν πρᾳόητα ἢ ἐμὲ τὴν ὑμετέραν ὠμότητα.’ ἐνδειξάντων δὲ αὐτῶν καὶ πόλιν οὐ μεγάλην ἐπὶ πολλαῖς μυριάσιν ἐκράτει μὲν ὁ Κυρῖνος τὴν δίκην ἄκων μάλα, προσιόντες δὲ αὐτῷ οἱ ἐνδεῖκται ‘αὕτη σε’ ἔφασαν ‘ἡ δίκη ἀρεῖ μέγαν παρελθοῦσα ἐς τὰ τοῦ βασιλέως ὦτα’. καὶ ὁ Κυρῖνος ‘οὐκ ἐμοὶ πρέπον,’ ἔφη ‘ἀλλ᾽ ὑμῖν ἐπὶ τῷ πόλιν ἀοίκητον εἰργάσθαι τιμᾶσθαι.’ ἐπὶ δὲ υἱῷ τελευτήσαντι παραμυθουμένων αὐτὸν τῶν προσηκόντων ‘πότε’ εἶπεν ‘ἀνὴρ ἢ νῦν δόξω’; Ἀδριανοῦ δὲ ἀκροατὴς γενόμενος οὐ πᾶσιν ὡμολόγει τοῖς ἐκείνου, ἀλλ᾽ ἔστιν ἃ καὶ διέγραφεν οὐκ ὀρθῶς εἰρημένα. τέρμα δὲ αὐτῷ τοῦ βίου ἔτος ἑβδομηκοστὸν καὶ τὸ σῆμα οἴκοι.

λ
Φιλίσκος δὲ ὁ Θετταλὸς Ἱπποδρόμῳ μὲν συνῆπται γένος, τοῦ δὲ Ἀθήνησι θρόνου προὔστη ἐτῶν ἑπτὰ τὴν ἀτέλειαν τὴν ἐπ᾽ αὐτῷ ἀφαιρεθείς, τουτὶ δὲ πῶς συνέβη, δηλῶσαι ἀνάγκη: Ἑορδαῖοι Μακεδόνες ῾ἀνειπόντες ἐσ᾽ τὰς οἰκείας λειτουργίας τὸν Φιλίσκον, ὡς δὴ ὑπάρχον αὐτοῖς ἐπὶ πάντας τοὺς ἀπὸ μητέρων, ἐφίεσαν: τῆς δίκης τοίνυν γενομένης ἐπὶ τὸν αὐτοκράτορα, Ἀντωνῖνος δὲ ἦν ὁ τῆς φιλοσόφου παῖς Ἰουλίας, ἐστάλη ἐς τὴν Ῥώμην ὡς τὰ ἑαυτοῦ θησόμενος, καὶ προσρυεὶς τοῖς περὶ τὴν Ἰουλίαν γεωμέτραις τε καὶ φιλοσόφοις εὕρετο παρ᾽ αὐτῆς διὰ τοῦ βασιλέως τὸν Ἀθήνησι θρόνον. ὁ δ᾽, ὥσπερ οἱ θεοὶ Ὁμήρῳ πεποίηνται οὐ πάντα ἑκόντες ἀλλήλοις διδόντες, ἀλλ᾽ ἔστιν ἃ καὶ ἄκοντες, οὕτω δὴ ἠγρίαινε καὶ χαλεπὸς ἦν ὡς περιδραμόντι, ὡς δὲ ἤκουσεν εἶναί τινα αὐτῷ καὶ δίκην, ἧς αὐτὸς ἀκροατὴς ἔσοιτο, κελεύει τὸν ἐπιτεταγμένον ταῖς [p. 122] δίκαις προειπεῖν οἱ τὸ μὴ δι᾽ ἑτέρου, δι᾽ ἑαυτοῦ δὲ ἀγωνίσασθαι. ἐπεὶ δὲ παρῆλθεν ἐς τὸ δικαστήριον, προσέκρουσε μὲν τὸ βάδισμα, προσέκρουσε δὲ ἡ στάσις, καὶ τὴν στολὴν οὐκ εὐσχήμων ἔδοξε καὶ τὴν φωνὴν μιξόθηλυς καὶ τὴν γλῶτταν ὕπτιος καὶ βλέπων ἑτέρωσέ ποι μᾶλλον ἢ ἐς τὰ νοούμενα: ἐκ τούτων ἀποστραφεὶς ὁ αὐτοκράτωρ ἐς τὸν Φιλίσκον ἐπεστόμιζεν αὐτὸν καὶ παρὰ πάντα τὸν λόγον διείρων ἐς αὐτὸν τοῦ ὕδατος καὶ ἐρωτήσεις ἐν αὐτῷ στενὰς ποιούμενος, ὡς δὲ οὐ πρὸς τὰ ἐρωτώμενα αἱ ἀποκρίσεις ἐγένοντο Φιλίσκου ‘τὸν μὲν ἄνδρα’ ἔφη ‘δείκνυσιν ἡ κόμη, τὸν δὲ ῥήτορα ἡ φωνή’, καὶ μετὰ πολλὰς τοιαύτας ἐπικοπὰς ἐπήγαγεν ἑαυτὸν τοῖς Ἑορδαίοις. εἰπόντος δὲ τοῦ Φιλίσκου ‘σύ μοι λειτουργιῶν ἀτέλειαν δέδωκας δοὺς τὸν Ἀθήνησι θρόνον’ ἀναβοήσας ὁ αὐτοκράτωρ ‘οὔτε σὺ’ εἶπεν ‘ἀτελὴς οὔτε ἄλλος οὐδεὶς τῶν παιδευόντων: οὐ γὰρ ἄν ποτε διὰ μικρὰ καὶ δύστηνα λογάρια τὰς πόλεις ἀφελοίμην τῶν λειτουργησόντων.’ ἀλλ᾽ ὅμως καὶ μετὰ ταῦτα Φιλοστράτῳ τῷ Λημνίῳ λειτουργιῶν ἀτέλειαν ἐπὶ μελέτῃ ἐψηφίσατο τέτταρα καὶ εἴκοσιν ἔτη γεγονότι. αἱ μὲν δὴ προφάσεις, δι᾽ ἃς ὁ Φιλίσκος ἀφῃρέθη τὸ εἶναι ἀτελής, αἵδε ἐγένοντο, μὴ ἀφαιρείσθω δὲ αὐτὸν τὰ περὶ τῷ βλέμματι καὶ τῷ φθέγματι καὶ σχήματι ἐλαττώματα τὸ μὴ οὐ κράτιστα ῥητόρων ἑλληνίσαι τε καὶ συνθεῖναι. ἡ δὲ ἰδέα τοῦ λόγου λάλος μᾶλλον ἢ ἐναγώνιος, διεφαίνετο δὲ αὐτῆς καὶ καθαρὰ ὀνόματα καὶ καινοπρεπὴς ἦχος. ἐτελεύτα μὲν οὖν ἐπὶ θυγατρὶ καὶ υἱῷ οὐδενὸς ἀξίῳ, μέτρον δὲ αὐτῷ τοῦ βίου ἔτη ἑπτὰ καὶ ἑξήκοντα. κεκτημένος δὲ Ἀθήνησι χωρίον οὐκ ἀηδὲς οὐκ ἐν αὐτῷ ἐτάφη, ἀλλ᾽ ἐν τῇ Ἀκαδημίᾳ, οὗ τίθησι [p. 123] τὸν ἀγῶνα ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ὁ πολέμαρχος.

λα
Αἰλιανὸς δὲ Ῥωμαῖος μὲν ἦν, ἠττίκιζε δέ, ὥσπερ οἱ ἐν τῇ μεσογείᾳ Ἀθηναῖοι. ἐπαίνου μοι δοκεῖ ἄξιος ὁ ἀνὴρ οὗτος, πρῶτον μέν, ἐπειδὴ καθαρὰν φωνὴν ἐξεπόνησε πόλιν οἰκῶν ἑτέρᾳ φωνῇ χρωμένην, ἔπειθ᾽, ὅτι προσρηθεὶς σοφιστὴς ὑπὸ τῶν χαριζομένων τὰ τοιαῦτα οὐκ ἐπίστευσεν, οὐδὲ ἐκολάκευσε τὴν ἑαυτοῦ γνώμην, οὐδὲ ἐπήρθη ὑπὸ τοῦ ὀνόματος οὕτω μεγάλου ὄντος, ἀλλ᾽ ἑαυτὸν εὖ διασκεψάμενος ὡς μελέτῃ οὐκ ἐπιτήδειον τῷ ξυγγράφειν ἐπέθετο καὶ ἐθαυμάσθη ἐκ τούτου. ἡ μὲν ἐπίπαν ἰδέα τοῦ ἀνδρὸς ἀφέλεια προσβάλλουσά τι τῆς Νικοστράτου ὥρας, ἡ δὲ ἐνίοτε, πρὸς Δίωνα ὁρᾷ καὶ τὸν ἐκείνου τόνον.

ἐντυχὼν δέ ποτε αὐτῷ Φιλόστρατος ὁ Λήμνιος βιβλίον ἔτι πρόχειρον ἔχοντι καὶ ἀναγιγνώσκοντι αὐτὸ σὺν ὀργῇ καὶ ἐπιτάσει τοῦ φθέγματος ἤρετο αὐτόν, ὅ τι σπουδάζοι, καὶ ὃς ‘ἐκπεπόνηταί μοι’ ἔφη ‘κατηγορία τοῦ Γύννιδος, καλῶ γὰρ οὕτω τὸν ἄρτι καθῃρημένον τύραννον, ἐπειδὴ ἀσελγείᾳ πάσῃ τὰ Ῥωμαίων ᾔσχυνε.’ καὶ ὁ Φιλόστρατος ‘ἐγώ σε’ εἶπεν ‘ἐθαύμαζον ἄν, εἰ ζῶντος κατηγόρησας’. εἶναι γὰρ δὴ τὸ μὲν ζῶντα τύραννον ἐπικόπτειν ἀνδρός, τὸ δὲ ἐπεμβαίνειν κειμένῳ παντός.

ἔφασκε δὲ ὁ ἀνὴρ οὗτος μηδ᾽ ἀποδεδημηκέναι ποι τῆς γῆς ὑπὲρ τὴν Ἰταλῶν χώραν, μηδὲ ἐμβῆναι ναῦν, μηδὲ γνῶναι θάλατταν, ὅθεν καὶ λόγου πλείονος κατὰ τὴν Ῥώμην ἠξιοῦτο ὡς τιμῶν τὰ ἤθη. Παυσανίου μὲν οὖν ἀκροατὴς ἐγένετο, ἐθαύμαζε δὲ τὸν Ἡρώδην ὡς ποικιλώτατον ῥητόρων. ἐβίω δὲ ὑπὲρ τὰ ἑξήκοντα ἔτη καὶ ἐτελεύτα οὐκ ἐπὶ παισίν, [p. 124] ποιδοποιίαν γὰρ παρῃτήσατο τῷ μὴ γῆμαί ποτε. τοῦτο δὲ εἴτε εὔδαιμον εἴτε ἄθλιον οὐ τοῦ παρόντος καιροῦ φιλοσοφῆσαι.

λβ
ἐπεὶ δὲ ἡ τύχη κράτιστον ἐπὶ πάντα τὰ ἀνθρώπεια, μηδὲ Ἡλιόδωρος ἀπαξιούσθω σοφιστῶν κύκλου παράδοξον ἀγώνισμα τύχης γενόμενος: ἐχειροτονήθη μὲν γὰρ ὁ ἀνὴρ οὗτος πρόδικος τῆς ἑαυτοῦ πατρίδος ἐς τὰ Κελτικὰ ἔθνη ξὺν ἑτέρῳ, νοσοῦντος δὲ θατέρου καὶ λεγομένου τοῦ βασιλέως διαγράφειν πολλὰς τῶν δικῶν διέδραμεν ὁ Ἡλιόδωρος ἐς τὸ στρατόπεδον δείσας περὶ τῇ δίκῃ, ἐσκαλούμενος δὲ θᾶττον ἢ ᾤετο ἐς τὸν νοσοῦντα ἀνεβάλλετο, ὑβριστὴς δὲ ὢν ὁ τὰς δίκας ἐσκαλῶν οὐ συνεχώρει ταῦτα, ἀλλὰ παρήγαγεν αὐτὸν ἐς τὰ δικαστήρια ἄκοντά τε καὶ τοῦ γενείου ἕλκων. ὡς δὲ ἔσω παρῆλθε καὶ θαρραλέον μὲν ἐς τὸν βασιλέα εἶδεν, καιρὸν δὲ ᾔτησεν ὕδατος, αὐτὴν δὲ τὴν παραίτησιν ἐντρεχῶς διέθετο εἰπὼν ‘καινόν σοι δόξει, μέγιστε αὐτοκράτορ, ἑαυτόν τις παραγραφόμενος μόνος ἀγωνίσασθαι τὴν δίκην ἐντολὰς οὐκ ἔχων’ ἀναπηδήσας ὁ αὐτοκράτωρ ἄνδρα τε ‘οἷον οὔπω ἔγνωκα, τῶν ἐμαυτοῦ καιρῶν εὕρημα’ καὶ τὰ τοιαῦτα ἐκάλει τὸν Ἡλιόδωρον ἀνασείων τὴν χεῖρα καὶ τὸν κόλπον τῆς χλαμύδος. κατ᾽ ἀρχὰς μὲν οὖν ἐνέπεσέ τις καὶ ἡμῖν ὁρμὴ γέλωτος οἰομένοις, ὅτι διαπτύοι αὐτόν, ἐπεὶ δὲ ἱππεύειν αὐτῷ τε δημοσίᾳ ἔδωκε καὶ παισίν, ὁπόσους ἔχοι, ἐθαυμάζετο ἡ τύχη ὡς τὴν ἑαυτῆς ἰσχὺν ἐνδεικνυμένη διὰ τῶν οὕτω παραλόγων, καὶ πολλῷ πλέον τοῦτο ἐκ τῶν ἐφεξῆς ἐδηλοῦτο: ὡς γὰρ ξυνῆκεν ὁ Ἀράβιος, ὅτι κατὰ δαίμονα ἀγαθὸν τὰ πράγματα αὐτῷ προὔβαινεν, ἀπεχρήσατο τῇ φορᾷ τοῦ βασιλέως, καθάπερ τῶν [p. 125] ναυκλήρων οἱ τὰ ἱστία πλήρη ἀνασείοντες ἐν ταῖς εὐπλοίαις καὶ ‘ὦ βασιλεῦ’, ἔφη ‘ἀνάθες μοι καιρὸν ἐς ἐπίδειξιν μελέτης’, καὶ ὁ βασιλεὺς ‘ἀκροῶμαι’, εἶπε ‘καὶ λέγε ἐς τόδε: ὁ Δημοσθένης ἐπὶ τοῦ Φιλίππου ἐκπεσὼν καὶ δειλίας φεύγων.’ μελετῶντι δὲ οὐ μόνον ἑαυτὸν εὔνουν παρεῖχεν, ἀλλ᾽ ἡτοίμαζε καὶ τὸν ἐξ ἄλλων ἔπαινον φοβερὸν βλέπων ἐς τοὺς μὴ ξὺν ἐπαίνῳ ἀκούοντας. καὶ μὴν καὶ προὐστήσατο αὐτὸν τῆς μεγίστης τῶν κατὰ τὴν Ῥώμην συνηγοριῶν ὡς ἐπιτηδειότερον δικαστηρίοις καὶ δίκαις. ἀποθανόντος δὲ τοῦ βασιλέως προσετάχθη μέν τις αὐτῷ νῆσος, λαβὼν δὲ ἐν τῇ νήσῳ φονικὴν αἰτίαν ἀνεπέμφθη ἐς τὴν Ῥώμην ὡς ἀπολογησόμενος τοῖς τῶν στρατοπέδων ἡγεμόσι, δόξαντι δὲ αὐτῷ καθαρῷ εἶναι τῆς αἰτίας ἐπανείθη καὶ ἡ νῆσος. καὶ γηράσκει ἐν τῇ Ῥώμῃ μήτε σπουδαζόμενος μήτε ἀμελούμενος.

λγ
ἀσπάσιον δὲ τὸν σοφιστὴν Ῥάβεννα μὲν ἤνεγκεν, ἡ δὲ Ῥάβεννα Ἰταλοί, Δημητριανὸς δὲ ὁ πατὴρ ἐπαίδευσεν εὖ γιγνώσκων τοὺς κριτικοὺς τῶν λόγων. πολυμαθὴς δὲ ὁ Ἀσπάσιος καὶ πολυήκοος καὶ τὸ μὲν καινοπρεπὲς ἐπαινῶν, ἐς ἀπειροκαλίαν δὲ οὐδαμοῦ ἐκπίπτων ὑπὸ τοῦ ἐν καιρῷ χρῆσθαι οἷς γιγνώσκει. τουτὶ δέ που καὶ ἐν μουσικῇ κράτιστον, οἱ γὰρ καιροὶ τῶν τόνων λύρᾳ τε φωνὴν ἔδωκαν καὶ αὐλῷ καὶ μελῳδίαν ἐπαίδευσαν. ἐπιμεληθεὶς δὲ τοῦ δοκίμως τε καὶ σὺν ἀφελείᾳ ἑρμηνεύειν πνεύματός τε καὶ περιβολῆς ἠμέλησε, τὸ σχεδιάζειν τε ἐκ φύσεως οὐκ ἔχων πόνῳ παρεστήσατο.

ἦλθε δὲ καὶ ἐπὶ πολλὰ τῆς γῆς μέρη βασιλεῖ τε ξυνὼν καὶ καθ᾽ ἑαυτὸν μεταβαίνων. προὔστη δὲ καὶ τοῦ κατὰ τὴν Ῥώμην θρόνου νεάζων μὲν εὐδοκιμώτατος, γηράσκων δὲ ξὺν αἰτίᾳ τοῦ μὴ ἑτέρῳ [p. 126] ἀποστῆναι βούλεσθαι. ἡ δὲ πρὸς τὸν Λήμνιον Φιλόστρατον τῷ Ἀσπασίῳ διαφορὰ ἤρξατο μὲν ἀπὸ τῆς Ῥώμης, ἐπέδωκε δὲ ἐν Ἰωνίᾳ ὑπὸ Κασσιανοῦ τε καὶ Αὐρηλίου τῶν σοφιστῶν αὐξηθεῖσα. ἦν δὲ αὐτοῖν ὁ μὲν Αὐρήλιος οἷος καὶ ἐν καπηλείοις μελετᾶν πρὸς τὸν ἐκεῖ οἶνον, ὁ δ᾽ οἷος θρασύνεσθαι μὲν ἐπὶ τὸν Ἀθήνησι θρόνον διὰ καιρούς, οἷς ἀπεχρήσατο, παιδεῦσαι δὲ μηδένα, πλὴν Περίγητος τοῦ Λυδοῦ. περὶ μὲν οὖν τοῦ τρόπου τῆς διαφορᾶς εἴρηταί μοι καὶ τί ἂν αὖθις ἑρμηνεύοιμι τὰ ἀποχρώντως δεδηλωμένα; τὸ δὲ εἶναί τι χρηστὸν καὶ παρ᾽ ἐχθροῦ εὑρέσθαι ἐν πολλοῖς μὲν τῶν ἀνθρωπίνων διεφάνη, μάλιστα δὲ ἐπὶ τῶν ἀνδρῶν τούτων: διενεχθέντε γὰρ ὁ μὲν ἀσπάσιος προσεποίησεν αὑτῷ τὸ σχεδιάζειν ξὺν εὐροίᾳ, ἐπειδὴ ὁ Φιλόστρατος καὶ τούτου τοῦ μέρους ἐλλογίμως εἶχεν, ὁ δ᾽ αὖ τὸν ἑαυτοῦ λόγον τέως ὑλομανοῦντα πρὸς τὴν ἀκρίβειαν τὴν ἐκείνου ἐκόλασεν.

ἡ δὲ ξυγγεγραμμένη ἐπιστολὴ τῷ Φιλοστράτῳ περὶ τοῦ πῶς χρὴ ἐπιστέλλειν πρὸς τὸν Ἀσπάσιον τείνει, ἐπειδὴ παρελθὼν ἐς βασιλείους ἐπιστολὰς τὰς μὲν ἀγωνιστικώτερον τοῦ δέοντος ἐπέστελλε, τὰς δὲ οὐ σαφῶς, ὧν οὐδέτερον βασιλεῖ πρέπον: αὐτοκράτωρ γὰρ δὴ ὁπότε ἐπιστέλλοι, οὐ δεῖ ἐνθυμημάτων οὐδ᾽ ἐπιχειρημάτων, ἀλλὰ δόξης, οὐδ᾽ αὖ ἀσαφείας, ἐπειδὴ νόμους φθέγγεται, σαφήνεια δὲ ἑρμηνεὺς νόμου.

Παυσανίου μὲν οὖν μαθητὴς ὁ Ἀσπάσιος, Ἱπποδρόμου δὲ οὐκ ἀνήκοος, ἐπαίδευε δὲ κατὰ τὴν Ῥώμην ἱκανῶς γηράσκων, ὁπότε μοι ταῦτα ἐγράφετο. τοσαῦτα περὶ Ἀσπασίου. περὶ δὲ Φιλοστράτου Λημνίου καὶ τίς μὲν ἐν δικαστηρίοις ὁ ἀνὴρ οὗτος, [p. 127] τίς δὲ ἐν δημηγορίαις, τίς δὲ ἐν συγγράμμασι, τίς δὲ ἐν μελέταις, ὅσος δὲ ἐν σχεδίῳ λόγῳ, καὶ περὶ Νικαγόρου τοῦ Ἀθηναίου, ὃς καὶ τοῦ Ἐλευσινίου ἱεροῦ κήρυξ ἐστέφθη, καὶ Ἀψίνης ὁ Φοῖνιξ ἐφ᾽ ὅσον προὔβη μνήμης τε καὶ ἀκριβείας, οὐκ ἐμὲ δεῖ γράφειν, καὶ γὰρ ἂν καὶ ἀπιστηθείην ὡς χαρισάμενος, ἐπειδὴ φιλία μοι πρὸς αὐτοὺς ἦν.


BIBLIOGRAFIE:


Sursa: http://www.perseus.tufts.edu