Μυσοὶ δέ οὐχ οἱ τοῦ Τηλέφου τὸ Πέργαμον κατοικοῦντες, ἀλλὰ ἐκείνους τοὺς πρὸς τῷ Πόντῳ μοι νόει τοὺς κάτω, οἵπερ οὖν καὶ τῇ γῇ τῇ Σκυθίδι προσοικοῦσι τὰς ἐκείνων ἐπιδρομὰς ἀνείργοντες καὶ τῇ Ῥώμῃ τὸν χῶρον τὸν προειρημένον φρουροῦντες πάντα' τοὺς Ἡρακλείας πλησίον φημὶ καὶ τῶν Άξίου ρευμάτων. ἐνταῦθά τοι καὶ τὴν Αἰήτου Μήδειαν οἱ ἐπιχώριοι ὑμνοῦσι τὸ ἔργον ἐχεῖνο τὸ ἐς τὸν Ἄψυρτον τὸν ἀδελφὸν χερδὶ κακαῖς τολμῆσαι, ναὶ μὰ Δία δυστυχῆ φήμην ἐπὶ τῇ Κόλχῳ φαρμακῷ πρὸς ταῖς ἄλλαις ταῖς ἐν Ἕλλησι τήνδε ᾄδοντες οἱ Μυσοί. ἀλλὰ οὗτοί γε θήραν ἰχθύων ἐκείνην θηρῶσιν. ἀνὴρ Ἰστριανὸς γένος, τὴν τέχνην ἁλιεύς, τῆς τοῦ Ἴστρου ὄχθης πλησίον ἐλαύνει βοῶν ζεῦγος, οὔ τι που δεόμενος ἀροῦν οὗτος' ὥσπερ γάρ φησιν ὁ λόγος, μηδὲν εἶναι βοῒ κοινὸν καὶ δελφῖνι, οὕτω τοι φιλία χερσὶν ἁλιέων καὶ ἀρότρῳ πόθεν ἂν γένοιτο; εἰ οὖν οἱ καὶ ἵππων παρείη ζεῦγος, τοῖς ἵπποις χρῆται. καὶ τὸν μὲν ζυγὸν ὁ ἀνὴρ φέρει κατὰ τῶν ὤμων, ἔρχεται δὲ ἔνθα οἱ δοκεῖ καλῶς ἔχειν ἑαυτὸν καθίσαι καὶ ἐν καλῷ τῆς ἄγρας εἶναι πεπίστευκε. τῆς οὖν μηρίνθου στερεᾶς οὔδης καὶ ἄγαν ἑλκτικῆς τὴν μὲν ἀρχὴν ἐξῆψε μέσου τοῦ ζυγοῦ, ἄδην δὲ τροφῆς παρατίθησιν ἢ τοῖς βουσὶν ἢ τοῖς ἵπποις, oἳ δὲ ἐμπίπλανται. καὶ ἐκεῖνος τῇ μηρίνθῳ κατὰ θάτερα προσῆψεν ἄγκιστρον ίσχυρὸν καὶ μέντοι καὶ τεθηγμένον δεινῶς, περιπείρας δὲ ἄρα αὐτῷ πνεύμονα ταύρου, μεθῆκε τροφὴν Ἰστριανῷ σιλούρῳ καὶ μάλα γε ἡδίστην, ὑπὲρ τοῦ συνδέοντος τὸ ἄγκιστρον λίνου ἐξάψας τὸν ἀρκοῦντα μόλιβoν, οἷον ἐς τὴν ἕλξιν εἶναι ἕρμα αὐτόν. ὁ τοίνυν ἰχθὺς ὁπόταν αἴσθηται τῆς ταυρείου βορᾶς, παραχρῆμα κατὰ τὴν ἄγραν ὁρμᾷ' εἶτα ὡν ίμείρει τούτοις έντυχὼν ἀθρόως καὶ περιχανὼν ἄδην καὶ ἀταμιεύτως τὴν ἐμπεσοῦσάν οἱ κακὴν δαῖτα ἐς ἑαυτὸν σπᾷ. εἷτα ὑφ' ἡδονῆς ἑλιττόμενος ὅδε ὁ γάστρις ἑαυτὸν διαλέληθε τῷ προειρημένῳ περιπαρεὶς ἀγκίστρῳ, καὶ ἀποδρᾶναι τὸ ἐμπεσὸν κακὸν διψῶν τὴν μήρινθον ὡς ἔχει δυνάμεως ὑποταράττει τε καὶ κινεῖ. συνίησιν οὖν ὁ θηρατὴς καὶ ἡδονῆς ὑπερεμπίπλαται, εἶτα τῆς ἕδρας ἀνέθορε, καὶ μεθῆκεν ἑαντὸν ποταμίων τε ἔργων καὶ κυνηγεσίων ἐνύδρων, ὥσπερ δὲ ἐν δράματι ὑποκριτὴς ἀμείψας προδωπεῖον ὃ δὲ τὼ βόε ἐλαύνει ἢ τὼ ἳππω, ἀλκὴ δὲ ἄρα καὶ ἡ τοῦ κήτους καὶ ἡ τῶν ὑποζυγίων ἀντίπαλός ἐστιν. ὁ μὲν γὰρ θὴρ ὁ τοῦ Ἴστρου τρόφιμος ἕλκει κάτω ὅδον ποτὲ ἄρα τῆς ἐν αὑτῷ ρώμης ἔχει, τὸ μέντοι ζεῦγος τὸ ἀνθέλκον ἐκτείνει τὴν μήρινθον. ἀλλά oἱ πλέον oὐδὲ ἕν' τῆς γοῦν ἐπ' ἀμφοῖν ἕλξεως ὁ ἰχθὺς ἡττᾶται, καὶ ἀπειπὼν ἕλκεται κατὰ τῆς ᾑόνος. εἴποι ἂν Ὁμηρίδης δρυῶν στελέχη ἕλκειν ἡμιόνους τινάς, ὡς ἐπὶ τῇ Πατρόκλου ταφῇ Ὅμηρος ᾄδει ταῦτα δήπου τὰ ὑμνούμενα.
BIBLIOGRAFIE:
Sursa: http://books.google.com |