Χορός
Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως στόλον ἡμέτερον νάιον ἀρθέντ᾽ ἀπὸ προστομίων λεπτοψαμάθων Νείλου. Δίαν δὲ λιποῦσαι 5 χθόνα σύγχορτον Συρίᾳ φεύγομεν, οὔτιν᾽ ἐφ᾽ αἵματι δημηλασίαν ψήφῳ πόλεως γνωσθεῖσαν, ἀλλ᾽ αὐτογενεῖ φυξανορίᾳ γάμον Αἰγύπτου παίδων ἀσεβῆ 10 'ξονοταζόμεναι. Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος καὶ στασίαρχος τάδε πεσσονομῶν κύδιστ᾽ ἀχέων ἐπέκρανε, φεύγειν ἀνέδην διὰ κῦμ᾽ ἅλιον, 15 κέλσαι δ᾽ Ἄργους γαῖαν, ὅθεν δὴ γένος ἡμέτερον τῆς οἰστροδόνου βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας Διὸς εὐχόμενον τετέλεσται. τίν᾽ ἂν οὖν χώραν εὔφρονα μᾶλλον 20 τῆσδ᾽ ἀφικοίμεθα σὺν τοῖσδ᾽ ἱκετῶν ἐγχειριδίοις ἐριοστέπτοισι κλάδοισιν; ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ, ὕπατοί τε θεοί, καὶ βαρύτιμοι 25 χθόνιοι θήκας κατέχοντες, καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ ὁσίων ἀνδρῶν, δέξασθ᾽ ἱκέτην τὸν θηλυγενῆ στόλον αἰδοίῳ πνεύματι χώρας: ἀρσενοπληθῆ δ᾽ 30 ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ, πρὶν πόδα χέρσῳ τῆ δ᾽ ἐν ἀσώδει θεῖναι, ξὺν ὄχῳ ταχυήρει πέμψατε πόντονδ᾽: ἔνθα δὲ λαίλαπι χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ᾽ 35 ὀμβροφόροισίν τ᾽ ἀνέμοις ἀγρίας ἁλὸς ἀντήσαντες, ὄλοιντο, πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει, σφετεριξάμενοι πατραδέλφειαν τήνδ᾽ ἀεκόντων ἐπιβῆναι. 40 νῦν δ᾽ ἐπικεκλομένα Δῖον πόρτιν ὑπερ- πόντιον τιμάορ᾽, ἶνίν τ᾽ ἀνθονομούσας προγόνου βοὸς ἐξ ἐπιπνοίας 45 Ζηνὸς ἔφαψιν: ἐπωνυμίᾳ δ᾽ ἐπεκραίνετο μόρσιμος αἰὼν εὐλόγως, Ἔπαφόν τ᾽ ἐγέννασεν: ὅντ᾽ ἐπιλεξαμένα, 50 νῦν ἐν ποιονόμοις ματρὸς ἀρχαίας τόποις τῶν πρόσθε πόνων μνασαμένα, τά τε νῦν ἐπιδείξω πιστὰ τεκμήρια γαιονόμοις, 55 τὰ δ᾽ ἄελπτά περ ὄντα φανεῖται. γνώσεται δὲ λόγους τις ἐν μάκει. εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων ἔγγαιος οἶκτον οἰκτρὸν ἀίων, 60 δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας Μήτιδος οἰκτρᾶς ἀλόχου, κιρκηλάτου τ᾽ ἀηδόνος, ἅτ᾽ ἀπὸ χλωρῶν πετάλων ἐργομένα πενθεῖ μὲν οἶκτον ἠθέων: 65 ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως ὤλετο πρὸς χειρὸς ἕθεν δυσμάτορος κότου τυχών: τὼς καὶ ἐγὼ φιλόδυρ- τος Ἰαονίοισι νόμοισι 70 δάπτω τὰν ἁπαλὰν Νειλοθερῆ παρειὰν ἀπειρόδακρύν τε καρδίαν. γοεδνὰ δ᾽ ἀνθεμίζομαι δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς 75 ἀερίας ἀπὸ γᾶς εἴ τις ἐστὶ κηδεμών. ἀλλά, θεοὶ γενέται κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες: ἥβᾳ μὴ τέλεον 80 δόντες ἔχειν παρ᾽ αἶσαν, ὕβριν δ᾽ ἑτοίμως στυγοῦντες, πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις. ἔστι δὲ κἀκ πολέμου τειρομένοις βωμὸς ἀρῆς φυγάσιν 85 ῥῦμα, δαιμόνων σέβας. εὖ δ᾽ εἴη Διόθεν παναληθῶς. Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη. παντᾷ τοι φλεγέθει κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ 90 μερόπεσσι λαοῖς. πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ, κορυφᾷ Διὸς εἰ κρανθῇ , πρᾶγμα τέλειον. δαυλοὶ γὰρ πραπίδων δάσκιοί τε τείνουσιν πόροι 95 κατιδεῖν ἄφραστοι. ἰάπτει δ᾽ ἐλπίδων ἀφ᾽ ὑψιπύργων πανώλεις βροτούς, βίαν δ᾽ οὔτιν᾽ ἐξοπλίζει: 100 πᾶν ἄπονον δαιμονίων. ἥμενος ὃν φρόνημά πως αὐτόθεν ἐξέπραξεν ἔμπας ἑδράνων ἐφ᾽ ἁγνῶν. ἰδέσθω δ᾽ εἰς ὕβριν 105 βρότειον, οἵα νεάζει πυθμὴν δι᾽ ἁ- μὸν γάμον τεθαλὼς δυσπαραβούλοισι φρεσίν, καὶ διάνοιαν μαινόλιν 110 κέντρον ἔχων ἄφυκτον, ἄταν δ᾽ ἀπάτᾳ μεταγνούς. τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω λιγέα βαρέα δακρυοπετῆ, ἰὴ ἰή, 115 ἰηλέμοισιν ἐμπρεπῆ: θρεομένη μέλη ζῶσα γόοις με τιμῶ. ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν, καρβᾶνα δ᾽ αὐδὰν εὖ, γᾶ, κοννεῖς. 120 πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι λινοσινεῖ Σιδονία καλύπτρᾳ. θεοῖς δ᾽ ἐναγέα τέλεα πελομένων καλῶς ἐπίδρομ᾽, ὁπόθι θάνατος ἀπῇ. 125 ἰὼ ἰώ, ἰὼ δυσάγκριτοι πόνοι. ποῖ τόδε κῦμ᾽ ἀπάξει; ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν, καρβᾶνα δ᾽ αὐδὰν 130 εὖ, γᾶ, κοννεῖς. πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι λινοσινεῖ Σιδονίᾳ καλύπτρᾳ. πλάτα μὲν οὖν λινορραφής τε 135 δόμος ἅλα στέγων δορὸς ἀχείματόν μ᾽ ἔπεμπε σὺν πνοαῖς: οὐδὲ μέμφομαι: τελευτὰς δ᾽ ἐν χρόνῳ πατήρ μοι παντόπτας 140 πρευμενεῖς κτίσειεν, σπέρμα σεμνᾶς μέγα ματρὸς εὐνὰς ἀνδρῶν, ἒ ἔ, ἄγαμον ἀδάματον ἐκφυγεῖν. θέλουσα δ᾽ αὖ θέλουσαν ἁγνά μ᾽ 145 ἐπιδέτω Διὸς κόρα, ἔχουσα σέμν᾽ ἐνώπι᾽ ἀσφαλῶς, παντὶ δὲ σθένει διωγμοῖς ἀσχαλῶσ᾽ ἀδμήτας ἀδμήτα 150 ῥύσιος γενέσθω, σπέρμα σεμνᾶς μέγα ματρὸς εὐνὰς ἀνδρῶν, ἒ ἔ, ἄγαμον ἀδάματον ἐκφυγεῖν. εἰ δὲ μή, μελανθὲς ἡλιόκτυπον γένος 155 τὸν γάιον, τὸν πολυξενώτατον Ζῆνα τῶν κεκμηκότων ἱξόμεθα σὺν κλάδοις 160 ἀρτάναις θανοῦσαι, μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων. ἆ Ζήν, Ἰοῦς ἰῷ μῆνις μάστειρ᾽ ἐκ θεῶν: κοννῶ δ᾽ ἄγαν 165 γαμετᾶς οὐρανόνικον. χαλεποῦ γὰρ ἐκ πνεύματος εἶσι χειμών. καὶ τότ᾽ οὐ δικαίοις Ζεὺς ἐνέξεται λόγοις, 170 τὸν τᾶς βοὸς παῖδ᾽ ἀτιμάσας, τὸν αὐ- τός ποτ᾽ ἔκτισεν γόνῳ, νῦν ἔχων παλίντροπον ὄψιν ἐν λιταῖσιν; 175 ὑψόθεν δ᾽ εὖ κλύοι καλούμενος. ἆ Ζήν, Ἰοῦς ἰῶ , μῆνις μάστειρ᾽ ἐκ θεῶν: κοννῶ δ᾽ ἄγαν γαμετᾶς οὐρανόνικον χαλεποῦ γὰρ ἐκ πνεύματος εἶσι χειμών.
Δαναός
παῖδες, φρονεῖν χρή: ξὺν φρονοῦντι δ᾽ ἥκετε πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί. καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν αἰνῶ φυλάξαι τἄμ᾽ ἔπη δελτουμένας. 180 ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ: σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι: ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον λεύσσω, ξὺν ἵπποις καμπύλοις τ᾽ ὀχήμασιν: τάχ᾽ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται 185 ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι. ἀλλ᾽ εἴτ᾽ ἀπήμων εἴτε καὶ τεθηγμένος ὠμῇ ξὺν ὀργῇ τόνδ᾽ ἐπόρνυται στόλον, ἄμεινόν ἐστι παντὸς εἵνεκ᾽, ὦ κόραι, πάγον προσίζειν τόνδ᾽ ἀγωνίων θεῶν. 190 κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς ἱκετηρίας, ἁγάλματ᾽ αἰδοίου Διός, σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων, αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ᾽ ἔπη 195 ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει, τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς. φθογγῇ δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ, τὸ μὴ μάταιον δ᾽ ἐκ μετωποσωφρόνων ἴτω προσώπων ὄμματος παρ᾽ ἡσύχου. 200 καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ γένῃ. τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος. μέμνησο δ᾽ εἴκειν: χρεῖος εἶ ξένη φυγάς. θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
Χορός
πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις. 205 φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι:
Δαναός
ἴδοιτο δῆτα πρευμενοῦς ἀπ᾽ ὄμματος:
Χορός
θέλοιμ᾽ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
Δαναός
μή νυν σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος.
Χορός
210 ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας.
Δαναός
κείνου θέλοντος εὖ τελευτήσει τάδε.
Χορός
*
Δαναός
καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.
Χορός
καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—
Δαναός
ἁγνόν τ᾽ Ἀπόλλω, φυγάδ᾽ ἀπ᾽ οὐρανοῦ θεόν.
Χορός
215 εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.
Δαναός
συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
Χορός
τίν᾽ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;
Δαναός
ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
Χορός
ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.
Δαναός
220 Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.
Χορός
ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.
Δαναός
πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν σέβεσθ᾽: ἐν ἁγνῷ δ᾽ ἑσμὸς ὡς πελειάδων ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ, 225 ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος. ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ 'ν Ἅιδου θανὼν φύγῃ ματαίων αἰτίας, πράξας τάδε. 230 κἀκεῖ δικάζει τἀπλακήμαθ᾽, ὡς λόγος, Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας. σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον, ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.
Βασιλεύς
ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον 235 πέπλοισι βαρβάροισι καὶ πυκνώμασι χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων. ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο, ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν 240 ἔτλητ᾽ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει. κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις: μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ. καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι δίκαιον ἦν, 245 εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
Χορός
εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον. ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω, ἢ ῥήτορ᾽ ἱεροράβδον, ἢ πόλεως ἀγόν;
Βασιλεύς
πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς ἐμοί. 250 τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης. ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον γένος Πελασγῶν τήνδε καρποῦται χθόνα. καὶ πᾶσαν αἶαν, ἧς δι᾽ ἁγνὸς ἔρχεται 255 Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ. ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα, Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας, ὄρη τε Δωδωναῖα. συντέμνει δ᾽ ὅρος ὑγρᾶς θαλάσσης: τῶνδε τἀπὶ τάδε κρατῶ. 260 αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν. Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων, 265 τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν χρανθεῖσ᾽ ἀνῆκε γαῖα μηνιταῖ᾽ ἄχη δρακονθόμιλον δυσμενῆ ξυνοικίαν. τούτων ἄκη τομαῖα καὶ λυτήρια πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ 270 μνήμην ποτ᾽ ἀντίμισθον ηὕρετ᾽ ἐν λιταῖς.
ἔχουσα δ᾽ ἤδη τἀπ᾽ ἐμοῦ τεκμήρια γένος τ᾽ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω. μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.
Χορός
βραχὺς τορός θ᾽ ὁ μῦθος: Ἀργεῖαι γένος 275 ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός: καὶ ταῦτ᾽ ἀληθῆ πάντα προσφύσω λόγῳ.
Βασιλεύς
ἄπιστα μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοί, ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος. Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι 280 γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις. καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν, Κύπριος χαρακτήρ τ᾽ ἐν γυναικείοις τύποις εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων: τοίας τ᾽ ἀκούω νομάδας ἱπποβάμοσιν 285 εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα παρ᾽ Αἰθίοψιν ἀστυγειτονουμένας. καὶ τὰς ἀνάνδρους κρεοβόρους τ᾽ Ἀμαζόνας, εἰ τοξοτευχεῖς ἦτε, κάρτ᾽ ἂν ᾔκασα ὑμᾶς. διδαχθεὶς δ᾽ ἂν τόδ᾽ εἰδείην πλέον, 290 ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν.
Χορός
κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ Ἰὼ γενέσθαι τῇ δ᾽ ἐν Ἀργείᾳ χθονί;
Βασιλεύς
ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.
Χορός
295 μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;
Βασιλεύς
κἄκρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα.
Χορός
πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
Βασιλεύς
βοῦν τὴν γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.
Χορός
300 οὔκουν πελάζει Ζεὺς ἐπ᾽ εὐκραίρῳ βοΐ;
Βασιλεύς
φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.
Χορός
τί δῆτα πρὸς ταῦτ᾽ ἄλοχος ἰσχυρὰ Διός;
Βασιλεύς
τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.
Χορός
ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
Βασιλεύς
305 Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
Χορός
τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;
Βασιλεύς
βοηλάτην μύωπα κινητήριον.
Χορός
οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
Βασιλεύς
τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
Χορός
310 καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί.
Βασιλεύς
καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
Χορός
καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει γόνον.
Βασιλεύς
τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;
Χορός
315 Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.
Βασιλεύς
*
Χορός
Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη.
Βασιλεύς
*
Χορός
*
Βασιλεύς
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
Χορός
Βῆλον δίπαιδα πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.
Βασιλεύς
320 τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.
Χορός
Δαναός, ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις.
Βασιλεύς
καὶ τοῦδ᾽ ἄνοιγε τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.
Χορός
Αἴγυπτος. εἰδὼς δ᾽ ἁμὸν ἀρχαῖον γένος πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.
Βασιλεύς
325 δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
Χορός
ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά. πόνου δ᾽ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν: 330 ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπιστον φυγὴν κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν, ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;
Βασιλεύς
τί φὴς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν, λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
Χορός
335 ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.
Βασιλεύς
πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
Χορός
τίς δ᾽ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;
Βασιλεύς
σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
Χορός
καὶ δυστυχούντων γ᾽ εὐμαρὴς ἀπαλλαγή.
Βασιλεύς
340 πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
Χορός
αἰτοῦσι μὴ 'κδοὺς παισὶν Αἰγύπτου πάλιν.
Βασιλεύς
βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαι νέον.
Χορός
ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
βασιλεύς
εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.
Χορός
345 αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην.
Βασιλεύς
πέφρικα λεύσσων τάσδ᾽ ἕδρας κατασκίους.
Χορός
βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος. Παλαίχθονος τέκος, κλῦθί μου πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ. 350 ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον, λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις ἠλιβάτοις, ἵν᾽ ἀλκᾷ πίσυνος μέμυ- κε φράζουσα βοτῆρι μόχθους.
Βασιλεύς
ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον 355 νεύονθ᾽ ὅμιλον τόνδ᾽ ἀγωνίων θεῶν. εἴη δ᾽ ἄνατον πρᾶγμα τοῦτ᾽ ἀστοξένων. μηδ᾽ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει νεῖκος γένηται: τῶν γὰρ οὐ δεῖται πόλις.
Χορός
ἴδοιτο δῆτ᾽ ἄνατον φυγὰν 360 ἱκεσία Θέμις Διὸς κλαρίου. σὺ δὲ παρ᾽ ὀψιγόνου μάθε γεραιόφρων: ποτιτρόπαιον αἰδόμενος †οὖνπερ ἱεροδόκα† . . θεῶν λήματ᾽ ἀπ᾽ ἀνδρὸς ἁγνοῦ.
Βασιλεύς
365 οὔτοι κάθησθε δωμάτων ἐφέστιοι ἐμῶν. τὸ κοινὸν δ᾽ εἰ μιαίνεται πόλις, ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη. ἐγὼ δ᾽ ἂν οὐ κραίνοιμ᾽ ὑπόσχεσιν πάρος, ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.
Χορός
370 σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον. πρύτανις ἄκριτος ὤν, κρατύνεις βωμόν, ἑστίαν χθονός, μονοψήφοισι νεύμασιν σέθεν, μονοσκήπτροισι δ᾽ ἐν θρόνοις χρέος 375 πᾶν ἐπικραίνεις: ἄγος φυλάσσου.
Βασιλεύς
ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις, ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ. οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς. ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας 380 δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.
Χορός
τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, φύλακα πολυπόνων βροτῶν, οἳ τοῖς πέλας προσήμενοι δίκας οὐ τυγχάνουσιν ἐννόμου. 385 μένει τοι Ζηνὸς ἱκταίου κότος δυσπαραθέλκτους παθόντος οἴκτοις.
Βασιλεύς
εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους εἶναι, τίς ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι; 390 δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ.
Χορός
μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριος κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι μῆχαρ ὁρίζομαι γάμου δύσφρονος 395 φυγάν: ξύμμαχον δ᾽ ἑλόμενος δίκαν κρῖνε σέβας τὸ πρὸς θεῶν.
Βασιλεύς
οὐκ εὔκριτον τὸ κρῖμα. μή μ᾽ αἱροῦ κριτήν. εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε πράξαιμ᾽ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε 400 εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι, ‘ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν.’
Χορός
ἀμφοτέρους ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις. 405 τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλ- γεῖς τὸ δίκαιον ἔρξας;
Βασιλεύς
δεῖ τοι βαθείας φροντίδος σωτηρίου, δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν δεδορκὸς ὄμμα, μηδ᾽ ἄγαν ᾠνωμένον, 410 ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει, αὐτοῖσί θ᾽ ἡμῖν ἐκτελευτήσει καλῶς, καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται μήτ᾽ ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν 415 βαρὺν ξύνοικον θησόμεσθ᾽ ἀλάστορα, ὃς οὐδ᾽ ἐν Ἅιδου τὸν θανόντ᾽ ἐλευθεροῖ. μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;
Χορός
φρόντισον καὶ γενοῦ πανδίκως εὐσεβὴς 420 πρόξενος: τὰν φυγάδα μὴ προδῷς, τὰν ἕκαθεν ἐκβολαῖς δυσθέοις ὀρμέναν: μηδ᾽ ἴδῃς μ᾽ ἐξ ἑδρᾶν πολυθέων ῥυσια- 425 σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός. γνῶθι δ᾽ ὕβριν ἀνέρων καὶ φύλαξαι κότον. μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν ἀπὸ βρετέων βίᾳ 430 δίκας ἀγομέναν ἱππηδὸν ἀμπύκων, πολυμίτων πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν. ἴσθι γάρ: παισὶ τάδε καὶ δόμοις, ὁπότερ᾽ ἂν κτίσῃς, 435 μένει ἄρ ἐκτίνειν ὁμοιΐαν θέμιν. τάδε φράσαι δίκαια Διόθεν κράτη.
Βασιλεύς
καὶ δὴ πέφρασμαι. δεῦρο δ᾽ ἐξοκέλλεται. ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν 440 πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον. ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή. καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων, †ἄτην γε μείζω καὶ μέγ᾽ ἐμπλήσας γόμου† 445 γένοιτ᾽ ἂν ἄλλα Κτησίου Διὸς χάριν: καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια, γένοιτο μύθου μῦθος ἂν θελκτήριος ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια. ὅπως δ᾽ ὅμαιμον αἷμα μὴ γενήσεται, 450 δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη. ἦ κάρτα νείκους τοῦδ᾽ ἔσω παροίχομαι θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν εἶναι. γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν.
Χορός
455 πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων.
Βασιλεύς
ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται.
Χορός
ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων
Βασιλεύς
τάχ᾽ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.
Χορός
ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—
Βασιλεύς
460 λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽ ἔσῃ.
Χορός
εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις στόλῳ—
Βασιλεύς
τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χορός
νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
Βασιλεύς
αἰνιγματῶδες τοὔπος: ἀλλ᾽ ἁπλῶς φράσον.
Χορός
465 ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν.
Βασιλεύς
ἤκουσα μαστικτῆρα καρδίας λόγον.
Χορός
ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον.
Βασιλεύς
καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα, κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται: 470 ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον τόδ᾽ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν. εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος, μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον. εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν 475 σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους, πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν, ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον;
ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος. 480 σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ ψόγος 485 ἐμοῦ: κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς. καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας ἰδὼν τάδε ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου, ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος: τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
Δαναός
490 πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα, αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν. ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν βωμοὺς προνάους καὶ †πολισσούχων ἕδρας 495 εὕρωμεν, ἀσφάλεια δ᾽ ᾖ δι᾽ ἄστεως στείχουσι: μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις. Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον: καὶ δὴ φίλον τις ἔκταν᾽ ἀγνοίας ὕπο.
Βασιλεύς
500 στείχοιτ᾽ ἄν, ἄνδρες: εὖ γὰρ ὁ ξένος λέγει. ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας: καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν ναύτην ἄγοντας τόνδ᾽ ἐφέστιον θεῶν.
Χορός
τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι: 505 ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;
Βασιλεύς
κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
Χορός
καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.
Βασιλεύς
λευρὸν κατ᾽ ἄλσος νῦν ἐπιστρέφου τόδε.
Χορός
καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;
Βασιλεύς
510 οὔτοι πτερωτῶν ἁρπαγαῖς σ᾽ ἐκδώσομεν.
Χορός
ἀλλ᾽ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;
Βασιλεύς
εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
Χορός
οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.
Βασιλεύς
ἀεί γ᾽ ἄναρκτόν ἐστι δεῖμ᾽ ἐξαίσιον.
Χορός
515 σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.
Βασιλεύς
ἀλλ᾽ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ: καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν. 520 πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους λιταῖς παραιτοῦ τῶν σ᾽ ἔρως ἔχει τυχεῖν. ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι. πειθὼ δ᾽ ἕποιτο καὶ τύχη πρακτήριος.
Χορός
ἄναξ ἀνάκτων, μακάρων 525 μακάρτατε καὶ τελέων τελειότατον κράτος, ὄλβιε Ζεῦ, πιθοῦ τε καὶ γένει σῷ ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας. λίμνᾳ δ᾽ ἔμβαλε πορφυροειδεῖ 530 τὰν μελανόζυγ᾽ ἄταν. τὸ πρὸς γυναικῶν δ᾽ ἐπιδὼν παλαίφατον ἁμέτερον γένος φιλίας προγόνου γυναικὸς νέωσον εὔφρον᾽ αἶνον, 535 γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς: Δῖαί τοι γένος εὐχόμεθ᾽ εἶναι γᾶς ἀπὸ τᾶσδ᾽ ἄποικοι. παλαιὸν, δ᾽ εἰς ἴχνος μετέσταν ματέρος ἀνθονόμους ἐπωπάς, 540 λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ οἴστρῳ ἐρεθομένα φεύγει ἁμαρτίνοος, πολλὰ βροτῶν διαμειβομένα φῦλα, διχῇ δ᾽ ἀντίπορον 545 γαῖαν ἐν αἴσᾳ διατέμ- νουσα πόρον κυματίαν ὁρίζει: ἰάπτει δ᾽ Ἀσίδος δι᾽ αἴας μηλοβότου Φρυγίας διαμπάξ. περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν, 550 Λύδιά τε γύαλα, καὶ δι᾽ ὀρῶν Κιλίκων Παμφύλων τε γένη διορνυμένα καί ποταμοὺς ἀενάους καὶ βαθύπλουτον χθόνα καὶ 555 τὰν Ἀφροδίτας πολύπυρον αἶαν. ἱκνεῖται δὴ σινουμένα βέλει βουκόλου πτερόεντος Δῖον πάμβοτον ἄλσος, λειμῶνα χιονόβοσκον, ὅντ᾽ ἐπέρχεται 560 Τυφῶ μένος, ὕδωρ τε Νείλου νόσοις ἄθικτον, μαινομένα πόνοις ἀτί- μοις ὀδύναις τε κεντροδα- λήτισι, θυιὰς Ἥρας. 565 βροτοὶ δ᾽, οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι χλωρῷ δείματι θυμὸν πάλλοντ᾽ ὄψιν ἀήθη, βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον, τὰν μὲν βοός, 570 τὰν δ᾽ αὖ γυναικός: τέρας δ᾽ ἐθάμβουν. καὶ τότε δὴ τίς ἦν ὁ θέλ- ξας πολύπλαγκτον ἀθλίαν οἰστροδόνητον Ἰώ; δι᾽ αἰῶνος κρέων ἀπαύστου 575 Ζεὺς ... Διὸς δ᾽ ἀπημάντῳ σθένει καὶ θείαις ἐπιπνοίαις παύεται, δακρύων δ᾽ ἀπο- στάζει πένθιμον αἰδῶ. 580 λαβοῦσα δ᾽ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ γείνατο παῖδ᾽ ἀμεμφῆ, δι᾽ αἰῶνος μακροῦ πάνολβον: ἔνθεν πᾶσα βοᾷ χθών, ‘φυσιζόου γένος τόδε 585 Ζηνός ἐστιν ἀληθῶς: τίς γὰρ ἂν κατέπαυσεν Ἥ- ρας νόσους ἐπιβούλους;’ Διὸς τόδ᾽ ἔργον καὶ τόδ᾽ ἂν γένος λέγων ἐξ Ἐπάφου κυρήσαις. 590 τίν᾽ ἂν θεῶν ἐνδικωτέροισιν κεκλοίμαν εὐλόγως ἐπ᾽ ἔργοις; αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ γένους παλαιόφρων μέγας τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς. 595 ὑπ᾽ ἀρχᾶς δ᾽ οὔ τινος θοάζων τὸ μεῖον κρεισσόνων κρατύνει. οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη. πάρεστι δ᾽ ἔργον ὡς ἔπος σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.
Δαναός
600 θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων: δήμου δέδοκται παντελῆ ψηφίσματα.
Χορός
ὦ χαῖρε πρέσβυ, φίλτατ᾽ ἀγγέλλων ἐμοί ἔνισπε δ᾽ ἡμῖν ποῖ κεκύρωται τέλος, δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.
Δαναός
605 ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως, ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με γηραιᾷ φρενί: πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον: ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους 610 κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν: καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ ἄγειν: ἐὰν δὲ προστιθῇ τὸ καρτερόν, τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ. 615 τοιάνδ᾽ ἔπειθεν ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον μέγαν προφωνῶν μήποτ᾽ εἰσόπιν χρόνου πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν 620 ἀμήχανον βόσκημα πημονῆς πέλειν. τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς ἔκραν᾽ ἄνευ κλητῆρος ὡς εἶναι τάδε. δημηγόρους δ᾽ ἤκουσεν εὐπιθὴς στροφὰς δῆμος Πελασγῶν: Ζεὺς δ᾽ ἐπέκρανεν τέλος
Χορός
625 ἄγε δή, λέξωμεν ἐπ᾽ Ἀργείοις εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς. Ζεὺς δ᾽ ἐφορεύοι ξένιος ξενίου στόματος τιμὰς ἐπ᾽ ἀληθείᾳ, τέρμον᾽ ἄμεμπτον προσαπαντᾶν. 630 νῦν ὅτε καί, θεοὶ διογενεῖς, κλύοιτ᾽ εὐ- κταῖα γένει χεούσας: μήποτε πυρίφατον γᾶν Πελασγίαν πόλιν 635 τὸν ἄκορον βοᾶς, κτίσαι μάχλον Ἄπη, τὸν ἀρότοις θερί- ζοντα βροτοὺς ἐν ἄλλοις, οὕνεκ᾽ ᾤκτισαν ἡμᾶς, 640 ψῆφον δ᾽ εὔφρον᾽ ἔθεντο, αἰδοῦνται δ᾽ ἱκέτας Διός, ποίμναν τάνδ᾽ ἀμέγαρτον: οὐδὲ μετ᾽ ἀρσένων ψῆφον ἔθεντ᾽ ἀτιμώ- 645 σαντες ἔριν γυναικῶν, Δῖον ἐπιδόμενοι πράκτορά τε σκοπὸν δυσπολέμητον, ὃν οὐ τίς ἂν δόμος ἔχοι 650 ἐπ᾽ ὀρόφων μιαί- νοντα; βαρὺς δ᾽ ἐφίζει. ἅζονται γὰρ ὁμαίμους Ζηνὸς ἵκτορας ἁγνοῦ. τοιγάρτοι καθαροῖσι βω- 655 μοῖς θεοὺς ἀρέσονται. τοιγὰρ ὑποσκίων ἐκ στομάτων ποτά- σθω φιλότιμος εὐχά, μήποτε λοιμὸς ἀνδρῶν 660 τάνδε πόλιν κενώσαι: μηδ᾽ ἐπιχωρίοις ἔρις πτώμασιν αἱματίσαι πέδον γᾶς. ἥβας δ᾽ ἄνθος ἄδρεπτον ἔστω, μηδ᾽ Ἀφροδίτας 665 εὐνάτωρ βροτολοιγὸς Ἄ- ρης κέρσειεν ἄωτον. †καὶ γεραροῖσι πρε- σβυτοδόκοι γεμόν- των† θυμέλαι φλεγόντων. 670 τὼς πόλις εὖ νέμοιτο Ζῆνα μέγαν σεβόντων, τὸν ξένιον δ᾽ ὑπερτάτως, ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ. τίκτεσθαι δ᾽ ἐφόρους γᾶς 675 ἄλλους εὐχόμεθ᾽ ἀεί, Ἄρτεμιν δ᾽ Ἑκάταν γυναι- κῶν λόχους ἐφορεύειν. μηδέ τις ἀνδροκμὴς λοιγὸς ἐπελθέτω 680 τάνδε πόλιν δαΐζων, ἄχορον ἀκίθαριν δακρυογόνον Ἄρη βοάν τ᾽ ἔνδημον ἐξοπλίζων. νούσων δ᾽ ἑσμὸς ἀπ᾽ ἀστῶν 685 ἵζοι κρατὸς ἀτερπής: εὐμενὴς δ᾽ ὁ Λύκειος ἔ- στω πάσᾳ νεολαίᾳ. καρποτελῆ δέ τοι Ζεὺς ἐπικραινέτω 690 φέρματι γᾶν πανώρῳ. πρόνομα δὲ βότ᾽ ἀγροῖς πολύγονα τελέθοι: τὸ πᾶν τ᾽ ἐκ δαιμόνων λάχοιεν. εὔφαμον δ᾽ ἐπὶ βωμοῖς 695 μοῦσαν θείατ᾽ ἀοιδοί. ἁγνῶν τ᾽ ἐκ στομάτων φερέ- σθω φάμα φιλοφόρμιγξ. φυλάσσοι τ᾽ ἀτρεμαῖα τιμὰς τὸ δάμιον, τὸ πτόλιν κρατύνει, 700 προμαθὶς εὐκοινόμητις ἀρχά. ξένοισί τ᾽ εὐξυμβόλους, πρὶν ἐξοπλίζειν Ἄρη, δίκας ἄτερ πημάτων διδοῖεν. θεοὺς δ᾽, οἳ γᾶν ἔχουσιν ἀεὶ 705 τίοιεν ἐγχωρίοις πατρῴαις δαφνηφόροις βουθύτοισι τιμαῖς. τὸ γὰρ τεκόντων σέβας τρίτον τόδ᾽ ἐν θεσμίοις Δίκας γέγραπται μεγιστοτίμου.
Δαναός
710 εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι. ὑμεῖς δὲ μὴ τρέσητ᾽ ἀκούσασαι πατρὸς ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους. ἱκεταδόκου γὰρ τῆσδ᾽ ἀπὸ σκοπῆς ὁρῶ τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει: 715 στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ᾽ ὁδόν, οἴακος εὐθυντῆρος ὑστάτου νεὼς ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη. πρέπουσι δ᾽ ἄνδρες νάιοι μελαγχίμοις 720 γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν, καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ 'πικουρία εὔπρεπτος: αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα στείλασα λαῖφος παγκρότως ἐρέσσεται. ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως 725 πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν. ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ᾽ ἥξω λαβών. ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι, ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες. ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε: μὴ τρέσητέ νιν. 730 ὅμως δ᾽ ἄμεινον, εἰ βραδύνοιμεν βοῇ, ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε. θάρσει: χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Χορός
πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι 735 ἥκουσι: μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου. περίφοβόν μ᾽ ἔχει τάρβος ἐτητύμως πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι. παροίχομαι, πάτερ, δείματι.
Δαναός
ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα, 740 θάρσει, μαχοῦνται περὶ σέθεν, σάφ᾽ οἶδ᾽ ἐγώ.
Χορός
ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος μάχης τ᾽ ἄπληστον: καὶ λέγω πρὸς εἰδότα. δοριπαγεῖς δ᾽ ἔχοντες κυανώπιδας νῆας ἔπλευσαν ὧδ᾽ ἐπιτυχεῖ κότῳ 745 πολεῖ μελαγχίμῳ σὺν στρατῷ.
Δαναός
πολλοὺς δέ γ᾽ εὑρήσουσιν ἐν μεσημβρίας θάλπει βραχίον᾽ εὖ κατερρινημένους.
Χορός
μόνην δὲ μὴ πρόλειπε: λίσσομαι, πάτερ. γυνὴ μονωθεῖσ᾽ οὐδέν: οὐκ ἔνεστ᾽ Ἄρης. 750 οὐλόφρονες, δὲ καὶ δολιομήτιδες δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω- μῶν ἀλέγοντες οὐδέν.
Δαναός
καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ᾽ ὦ τέκνα, εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.
Χορός
755 οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη δείσαντες ἡμῶν χεῖρ᾽ ἀπόσχωνται, πάτερ. περίφρονες δ᾽ ἄγαν ἀνιέρῳ μένει μεμαργωμένοι κυνοθρασεῖς, θεῶν οὐδὲν ἐπαΐοντες.
Δαναός
760 ἀλλ᾽ ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶν εἶναι: βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
Χορός
ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι τάχος.
Δαναός
οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή, 765 οὐδ᾽ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια ἐς γῆν ἐνεγκεῖν, οὐδ᾽ ἐν ἀγκυρουχίαις θαρσοῦσι ναῶν ποιμένες παραυτίκα, ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα ἐς νύκτ᾽ ἀποστείχοντος ἡλίου. φιλεῖ 770 ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ. οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν:
* πράξας ἀρωγήν: ἄγγελον δ᾽ οὐ μέμψεται 775 πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳ φρενί.
Χορός
ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας, τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που; μέλας γενοίμαν καπνὸς 780 νέφεσσι γειτονῶν Διός: τὸ πᾶν δ᾽ ἄφαντος ἀμπετὴς ἀιδνὸς ὡς κόνις ἄτερθε πτερύγων ὀλοίμαν. ἄφυκτον δ᾽ οὐκέτ᾽ ἂν πέλοι κακόν: 785 κελαινόχρως δὲ πάλλεταί μου καρδία. πατρὸς σκοπαὶ δέ μ᾽ εἷλον: οἴχομαι φόβῳ. θέλοιμι δ᾽ ἂν μορσίμου βρόχου τυχεῖν ἐν ἀρτάναις, πρὶν ἄνδρ᾽ ἀπευκτὸν 790 τῷδε χριμφθῆναι χροΐ. πρόπαρ θανούσας δ᾽ Ἀίδας ἀνάσσοι. πόθεν δέ μοι γένοιτ᾽ ἂν αἰθέρος θρόνος, πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών, ἢ λισσὰς αἰγίλιψ ἀπρόσ- 795 δεικτος οἰόφρων κρεμὰς γυπιὰς πέτρα, βαθὺ πτῶμα μαρτυροῦσά μοι, πρὶν δαΐκτορος βίᾳ καρδίας γάμου κυρῆσαι; 800 κυσὶν δ᾽ ἔπειθ᾽ ἕλωρα κἀπιχωρίοις ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν: τὸ γὰρ θανεῖν ἐλευθεροῦ- ται φιλαιάκτων κακῶν. ἐλθέτω ἐλθέτω μόρος, πρὸ κοί- 805 τας γαμηλίου τυχών. ἀμφυγᾶς τίν᾽ ἔτι πόρον τέμνω γάμου λυτῆρα; ἴυζε δ᾽ ὀμφὰν οὐρανίαν μέλεα μέλη λιτανὰ θεοῖς: 810 τέλεα δέ πως πελόμενά μοι λύσιμά τ᾽ ἄχιμά τ᾽ ἔπιδε, πάτερ, βίαια μὴ φαιδρῶς ὁρῶν ὄμμασιν ἐνδίκοις. 815 σεβίζου δ᾽ ἱκέτας σέθεν, γαιάοχε παγκρατὲς Ζεῦ. γένος γὰρ Αἰγύπτειον ὕβριν δύσφορον ἀρσενογενὲς μετά με δρόμοισι διόμενοι 820 φυγάδα μάταισι πολυθρόοις βίαια δίζηνται λαβεῖν. σὸν δ᾽ ἐπίπαν ζυγὸν ταλάντου. τί δ᾽ ἄνευ σέθεν θνατοῖσι τέλειόν ἐστιν; 825 ό ό ό, ά ά ά: ὅδε μάρπτις νάιος γάιος. τῶν πρό, μάρπτι, κάμνοις: †ἰόφ .. ὀμ .. αὖθι κάκκας νυ δυϊαν βοᾶν ἀμφαίνω.† 830 ὁρῶ τάδε φροίμια †πράξαν πόνων βιαίων ἐμῶν. ἠὲ ἠέ. βαῖνε φυγᾷ πρὸς ἀλκάν: †βλοσυρόφρονα χλιδᾷ δύσφορα ναῒ κἀν γᾷ. 835 γαϊάναξ προτάσσου.†
Κῆρυξ
σοῦσθε σοῦσθ᾽ ἐπὶ βᾶ- ριν ὅπως ποδῶν ἔχετε †οὐκοῦν οὐκοῦν† τιλμοὶ τιλμοὶ καὶ στιγμοί, 840 πολυαίμων φόνιος ἀποκοπὰ κρατός. σοῦσθε σοῦσθ᾽† ὀλύμεναι ὀλόμεν᾽ ἐπαμίδα.
Χορός
εἴθ᾽ ἀνὰ πολύρυτον ἁλμήεντα πόρον 845 δεσποσίῳ ξὺν ὕβρει, γομφοδέτῳ τε δόρει διώλου. †αἵμονες ὡς ἐπάμιδα ησυδουπιάπιτα†
Κῆρυξ
†κελεύω βοᾶν μεθέσθαι 850 ἴχαρ φρενί τ᾽ ἄταν.† ἰοὺ ἰού. λεῖφ᾽ ἕδρανα, κί᾽ ἐς δόρυ. ἀτίετον ἄπολιν οὐ σέβω.
Χορός
μήποτε πάλιν ἴδοιμ᾽ 855 ἀλφεσίβοιον ὕδωρ, ἔνθεν ἀεξόμενον ζώφυτον αἷμα βροτοῖσι θάλλει. ἔγγαιος ἐγὼ βαθυχαῖος 860 †βαθρείας βαθρείας, γέρον.†
Κῆρυξ
σὺ δ᾽ ἐν ναῒ ναῒ βάσῃ τάχα θέλεος ἀθέλεος, βίᾳ βίᾳ τε πολλᾷ φροῦδα. †βάτεαι βαθυμιτροκακὰ παθῶν† 865 ὀλόμεναι παλάμαις.
Χορός
αἰαῖ αἰαῖ. αἲ γὰρ δυσπαλάμως ὄλοιο δι᾽ ἁλίρρυτον ἄλσος, κατὰ Σαρπηδόνιον 870 χῶμα πολύψαμμον ἀλαθεὶς Εὐρεΐαισιν αὔραις.
Κῆρυχ
ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς. Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ. ἴυζε καὶ 875 βόα, χέον πικρότερον οἰζύος νόμον.
Χορός
οἰοῖ οἰοῖ, λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων περί, χάμψα, βρυάζεις: ὃς ἐπωπᾷ σ᾽, ὁ μέγας 880 Νεῖλος, ὑβρίζοντά σ᾽ ἀποτρέ- ψειεν ἄιστον ὕβριν.
Κῆρυξ
βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον ὅσον τάχιστα: μηδέ τις σχολαζέτω. ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμ᾽ ἅζεται.
Χορός
885 οἰοῖ, πάτερ, βρέτεος ἄρος ἀτᾷ μ᾽:: ἅλαδ᾽ ἄγει ἄραχνος ὡς βάδην. ὄναρ ὄναρ μέλαν, ὀτοτοτοτοῖ, 890 μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν φοβερὸν ἀπότρεπε, ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ.
Κῆρυξ
οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε: οὐ γάρ μ᾽ ἔθρεψαν, οὐδ᾽ ἐγήρασαν τροφῇ.
Χορός
895 μαιμᾷ πέλας δίπους ὄφις:
* ἔχιδνα δ᾽ ὥς μέ τις πόδα δακοῦσ᾽ ἔχει. ὀτοτοτοτοῖ, μᾶ Γᾶ μᾶ Γᾶ βοὰν 900 φοβερὸν ἀπότρεπε, ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ.
Κῆρυξ
εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε, λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
Χορός
διωλόμεσθ᾽: ἄσεπτ᾽, ἄναξ, πάσχομεν—
Κῆρυξ
905 πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα ὄψεσθε: θαρσεῖτ᾽, οὐκ ἐρεῖτ᾽ ἀναρχίαν.
Χορός
ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.
Κῆρυχ
ἕλξειν ἔοιχ᾽ ὑμᾶς ἀποσπάσας κόμης, 910 ἐπεὶ οὐκ ἀκούετ᾽ ὀξὺ τῶν ἐμῶν λόγων.
Βασιλεύς
οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος ἀνδρῶν Πελασγῶν τήνδ᾽ ἀτιμάζεις χθόνα; ἀλλ᾽ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν; κάρβανος ὢν δ᾽ Ἕλλησιν ἐγχλίεις ἄγαν: 915 καὶ πόλλ᾽ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.
Κῆρυξ
τί δ᾽ ἠμπλάκηται τῶνδ᾽ ἐμοὶ δίκης ἄτερ;
Βασιλεύς
ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
Κῆρυξ
πῶς δ᾽ οὐχί; τἄμ᾽ ὀλωλόθ᾽ εὑρίσκων ἄγω.
Βασιλεύς
ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;
Κῆρυξ
920 Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
Βασιλεύς
θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.
Κῆρυξ
τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
Βασιλεύς
οἱ δ᾽ ἐνθάδ᾽ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;
Κῆρυξ
ἄγοιμ᾽ ἄν, εἴ τις τάσδε μὴ 'ξαιρήσεται.
Βασιλεύς
925 κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλ᾽ ἐς μακράν.
Κῆρυξ
ἤκουσα τοὔπος δ᾽ οὐδαμῶς φιλόξενον.
Βασιλεύς
οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
Κῆρυξ
λέγοιμ᾽ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
Βασιλεύς
ἀβουκόλητον τοῦτ᾽ ἐμῷ, φρονήματι.
Κῆρυξ
930 ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,— καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς ἥκειν γυναικῶν αὐτανέψιον στόλον; οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο 935 Ἄρης: τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ ἔλυσεν: ἀλλὰ πολλὰ γίγνεται πάρος πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου.
Βασιλεύς
τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν εἴσῃ σύ τ᾽ αὐτὸς χοἰ ξυνέμποροι σέθεν. 940 ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος. τοία δὲ δημόπρακτος ἐκ πόλεως μία ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ στόλον γυναικῶν: τῶνδ᾽ ἐφήλωται τορῶς 945 γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως. ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα, σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου γλώσσης. κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων.
Κῆρυξ
950 ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον. εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
Βασιλεύς
ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ. ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι 955 θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν, πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην. καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια, δεδωμάτωμαι δ᾽ οὐδ᾽ ἐγὼ σμικρᾷ χερί. ἔνθ᾽ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους 960 πολλῶν μετ᾽ ἄλλων: εἰ δέ τις μείζων χάρις, πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους. τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα πάρεστι, λωτίσασθε. προστάτης δ᾽ ἐγὼ ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται 965 ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;
Χορός
ἀλλ᾽ ἀντ᾽ ἀγαθῶν ἀγαθοῖσι βρύοις, δῖε Πελασγῶν. πέμψον δὲ πρόφρων δεῦρ᾽ ἡμέτερον πατέρ᾽ εὐθαρσῆ Δαναόν, πρόνοον 970 καὶ βούλαρχον. τοῦ γὰρ προτέρα μῆτις, ὅπου χρὴ δώματα ναίειν καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν ψόγον ἀλλοθρόοις εὔτυκος: εἴη δὲ τὰ λῷστα. 975 σύν τ᾽ εὐκλείᾳ καὶ ἀμηνίτῳ βάξει λαῶν ἐγχώρων
* τάσσεσθε, φίλαι δμωίδες, οὕτως ὡς ἐφ᾽ ἑκάστῃ διεκλήρωσεν Δαναὸς θεραποντίδα φερνήν.
Δαναός
980 ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών, θύειν τε λείβειν θ᾽, ὡς θεοῖς, Ὀλυμπίοις, σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως. καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις: 985 ἐμοὶ δ᾽ ὀπαδοὺς τούσδε καὶ δορυσσόους ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας, καὶ μὴ 'ξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν λάθοιμι, χώρᾳ δ᾽ ἄχθος ἀείζων πέλοι. τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς 990 χάριν σέβεσθαι τιμιωτέραν χρεών. καὶ ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε πρὸς γεγραμμένοις πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός, ἀγνῶθ᾽ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ. πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει 995 κακήν, τό τ᾽ εἰπεῖν εὐπετὲς μύσαγμά πως. ὑμᾶς δ᾽ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ, ὥραν ἐχούσας τήνδ᾽ ἐπίστρεπτον βροτοῖς. τέρειν᾽ ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς: θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν; 1000 καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ. †καρπώματα στάζοντα κηρύσσει Κύπρις καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,† καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι πᾶς τις παρελθὼν ὄμματος θελκτήριον 1005 τόξευμ᾽ ἔπεμψεν, ἱμέρου νικώμενος. πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος πολὺς δὲ πόντος οὕνεκ᾽ ἠρόθη δορί, μηδ᾽ αἶσχος ἡμῖν, ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα 1010 τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ, οἰκεῖν λάτρων ἄτερθεν: εὐπετῆ τάδε. μόνον φύλαξαι τάσδ᾽ ἐπιστολὰς πατρός, τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
Χορός
τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων. 1015 ἐμῆς δ᾽ ὀπώρας οὕνεκ᾽ εὖ θάρσει, πάτερ. εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον, ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.
Χορός Δαναΐδων
ἴτε μὰν ἀστυάνακτας μάκαρας θεοὺς γανάοντες πολιούχους 1020 τε καὶ οἳ χεῦμ᾽ Ἐρασίνου περιναίουσιν παλαιόν. ὑποδέξασθε δ᾽ ὀπαδοὶ μέλος: αἶνος δὲ πόλιν τήνδε Πελασγῶν ἐχέτω, μηδ᾽ ἔτι Νείλου 1025 προχοὰς σέβωμεν ὕμνοις. ποταμοὺς δ᾽ οἳ διὰ χώρας θελεμὸν πῶμα χέουσιν πολύτεκνοι, λιπαροῖς χεύμασι γαίας τόδε μειλίσσοντες οὖδας. 1030 ἐπίδοι δ᾽ Ἄρτεμις ἁγνὰ στόλον οἰκτιζομένα, μηδ᾽ ὑπ᾽ ἀνάγκας γάμος ἔλθοι Κυθερείας: στυγίων πέλοι τόδ᾽ ἆθλον.
Χορός Θεραπαινῶν
Κύπριδος δ᾽ οὐκ ἀμελεῖ θεσμὸς ὅδ᾽ εὔφρων 1035 δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ. τίεται δ᾽ αἰολόμητις θεὸς ἔργοις ἐπὶ σεμνοῖς. μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισιν Πόθος ᾇ τ᾽ οὐδὲν ἄπαρνον 1040 τελέθει θέλκτορι Πειθοῖ. δέδοται δ᾽ Ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας ψεδυρᾷ τρίβῳ τ᾽ Ἐρώτων. φυγάδεσσιν δ᾽ ἐπιπνοίας κακά τ᾽ ἄλγη πολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι. 1045 τί ποτ᾽ εὔπλοιαν ἔπραξαν ταχυπόμποισι διωγμοῖς; ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν. Διὸς οὐ παρβατός ἐστιν μεγάλα φρὴν ἀπέρατος: 1050 μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ προτερᾶν πέλοι γυναικῶν.
Δαναΐς
ὁ μέγας Ζεὺς ἀπαλέξαι γάμον Αἰγυπτογενῆ μοι.
Θεράπαινα
τὸ μὲν ἂν βέλτατον εἴη:
Δαναΐς
1055 σὺ δὲ θέλγοις ἂν ἄθελκτον.
Θεράπαινα
σὺ δέ γ᾽ οὐκ οἶσθα τὸ μέλλον.
Δαναΐς
τί δὲ μέλλω φρένα Δίαν καθορᾶν, ὄψιν ἄβυσσον;
Θεράπαινα
μέτριον νῦν ἔπος εὔχου:
Δαναΐς
1060 τίνα καιρόν με διδάσκεις;
Θεράπαινα
τὰ θεῶν μηδὲν ἀγάζειν.
Χορός
Ζεὺς ἄναξ ἀποστεροί- η γάμον δυσάνορα δάιον, ὅσπερ Ἰὼ 1065 πημονᾶς ἐλύσατ᾽ εὖ χειρὶ παιωνίᾳ κατασχεθών, εὐμενῆ βίαν κτίσας. καὶ κράτος νέμοι γυναι- ξίν: τὸ βέλτερον κακοῦ 1070 καὶ τὸ δίμοιρον αἰνῶ, καὶ δίκᾳ δίκας ἕπε- σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις μαχαναῖς θεοῦ πάρα.
BIBLIOGRAFIE:
Sursa: http://www.perseus.tufts.edu , 2016 |