|
 |
Άννα Κομνηνή - Αλεχιασ (Ε)
| 5.1.1 Ὁ μέντοι Ρομπέρτος ἀμεριμνήσας παντάπασι τὴν λείαν πᾶσαν καὶ τὴν βασιλικὴν σκηνὴν ἀφελόμενος τρο παιοφόρος καὶ γαυριῶν τὴν πεδιάδα κατέλαβεν͵ εἰς ἣν πρότερον ηὐλίζετο τὸ Δυρράχιον πολιορκῶν. Καὶ μικρὸν διαναπαυσάμενος ἐβουλεύετο͵ εἰ χρὴ αὖθις ἀποπειρᾶσθαι τῶν τούτου τειχῶν ἢ τὴν μὲν πολιορκίαν εἰς τὸ ἐπιὸν ἔαρ παραφυλάξασθαι͵ τὸ παρὸν δὲ τὴν Γλαβινίτζαν κατα λαβεῖν καὶ τὰ Ἰωαννίνα κἀκεῖσε παραχειμάσαι καταθέμενον τὸ ὁπλιτικὸν ἅπαν εἰς τὰ ὑπερκείμενα τέμπη τῆς πεδιά δος Δυρραχίου. Οἱ δ΄ ἐντὸς Δυρραχίου͵ καθάπερ ὁ λόγος ἐδήλωσεν͵ ἐπεὶ οἱ πλείους ἀπὸ Μέλφης καὶ Βενετίας ἧσαν ἄποικοι͵ τὰ ξυμπεσόντα τῷ αὐτοκράτορι μεμαθη κότες καὶ τὴν τοσαύτην ἀνδροκτασίαν καὶ τὴν τῶν τηλι κούτων ἀνδρῶν σφαγὴν καὶ τοὺς στόλους ὑποκεχωρηκότας καὶ ὅτι ὁ Ρομπέρτος εἰς τὸ ἐπιὸν ἔαρ τὴν πολιορκίαν ταμιεύεται͵ διεσκοπεῖτο ἕκαστος ὅ τι πράττειν χρὴ καὶ σῴζεσθαι καὶ μὴ αὖθις ἐς τοσούτους ἐμπεπτωκέναι κινδύ νους.
5.1.2 Συλλεξάμενοι οὖν ἑαυτοὺς τὸ ἀπόρρητον ἕκαστος εἰς τὸ ἐμφανὲς ἄγουσι καὶ περὶ τῶν ὅλων γνω σιμαχήσαντες ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν πεισθῆναι τῷ Ρομπέρτῳ καὶ παραδοῦναί οἱ τὴν πόλιν. Ἐρεθισθέντες δὲ καὶ παρά του τῶν ἀποίκων Μέλφης καὶ ταῖς τούτου πεισθέντες ὑποθημοσύναις τὰς εἰσόδους ἀναπετάσαντες πάροδον τῷ Ρομπέρτῳ δεδώκασιν. Ἐγκρατὴς δὲ τούτου γενόμενος τὰς δυνάμεις μετεκαλεῖτο φυλοκρινῶν ἅμα͵ εἴ που τέτρωταί τις καιρίαν ἢ ἐπὶ χρῶτα παραξέσαντος τυχὸν τοῦ ξίφους͵ καὶ διερευνώμενος ὁποῖοί τε καὶ ὁπόσοι πολέμου παρανάλωμα γεγόνασιν ἐν ταῖς προηγησαμέναις μάχαις͵ σκοπῶν ἅμα͵ ἐπεὶ χειμὼν ἤδη παρῆν κατὰ τόδε καιροῦ͵ διὰ τούτου καὶ μισθοφορικὸν ἕτερον ἐπισυνάξαι καὶ ξενικὰς ἐπισυλλέξαι δυνάμεις καὶ ἦρος ἐπιφανέντος τηνικαῦτα πανστρατὶ κατὰ τοῦ βασιλέως χωρῆσαι.
5.1.3 Ἀλλ΄ οὐκ αὐτὸς μὲν ὁ Ρομπέρτος͵ καίτοι νικητὴν ἑαυτὸν καὶ τροπαιοῦχον ἀνευφημῶν͵ τοιαῦτα ἐλογίζετο͵ ὁ δ΄ ἡττηθεὶς βασιλεὺς καὶ τραυματίας γεγονὼς διὰ τὴν ἀνύποιστον ἐκείνην ἧτταν καὶ τοσούτους καὶ τοιούτους ἀποβεβληκὼς μορμολυχθεὶς οἷον συνέσταλ ται· ἀλλὰ μηδὲν σμικροπρεπὲς περὶ ἑαυτοῦ λογισάμενος μηδὲ χαλάσας ὅλως τὸν λογισμὸν σπεύδων ἦν ὅλῃ γνώμῃ τὴν ἧτταν ἦρος φανέντος ἀνακαλέσασθαι. ῏Ησαν γὰρ ἄμφω πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανοὶ καὶ πολεμικῶν τεχνασμάτων οὐδενὸς ἀδαεῖς͵ ἀλλὰ πάσαις μὲν τειχο μαχίαις͵ πάσαις δὲ λοχήσεσι καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθάδες͵ τὰς δὲ διὰ χειρὸς πράξεις δραστικοὶ καὶ γενναῖοι καὶ ἐχθροὶ πάντων τῶν ὑπ΄ οὐρανὸν ἡγεμόνων γνώμῃ καὶ ἀνδρίᾳ κατάλληλοι. Εἶχε δέ τι τοῦ Ρομπέρτου πλέον ὁ βασιλεὺς Ἀλέξιος͵ ὅτι νεάζων τὴν ἡλικίαν ἔτι κατ΄ οὐδὲν ἐλάττων τοῦ ἤδη ἀκμάζοντος ἦν καὶ τὴν γῆν μικροῦ σαλεύειν ὅλας τε φάλαγγας ἐκ μόνου ἐμβοήματος αὐχοῦντος συνταράττειν. Ἀλλὰ ταῦτα μὲν ἐν ἑτέροις τηρείσθωσαν τόποις· μελήσει γὰρ πάντως τοῖς ἐγκωμιάζειν ἐθέλουσιν.
5.1.4 Ὁ δέ γε βασιλεὺς Ἀλέξιος ἐν Ἀχρίδι μικρὸν ἑαυτὸν ἀνακτησάμενος καὶ τὸ σῶμα διαναπαύσας καταλαμβάνει τὴν Διάβολιν. Καὶ τοὺς μὲν τοῦ πολέμου διασωθέντας τῆς ἐκ τοῦ μόχθου κακοπαθείας ὡς ἐνὸν ἐπανελάμβανε͵ τοὺς δέ γε ἐπιλοίπους ἁπανταχόθεν ἀπο στείλας διεκηρύκευε τὴν Θεσσαλονίκην καταλαβεῖν. Ἐπεὶ δὲ πεῖραν τοῦ Ρομπέρτου καὶ τῆς τόλμης τοῦ τηλικούτου ἔσχε στρατεύματος καὶ πολλὴν ἀφέλειαν καὶ ἀνανδρίαν τῶν ὑπ΄ αὐτὸν κατεψηφίσατο (οὐ γὰρ ἂν προσθείην στρα τιωτῶν ὅτι καὶ οἱ τέως παρόντες ἀγύμναστοί τε τὸ παράπαν ἦσαν καὶ πάσης στρατιωτικῆς ἐμπειρίας ἀδαεῖς)͵ διὰ τοῦτο γοῦν ἐδεῖτο συμμάχων· τὸ δὲ ἄτερ χρημάτων οὐκ ἐνῆν. Τὰ δὲ οὐ παρῆν τῶν βασιλικῶν ταμιείων ἐπὶ μηδενὶ δέοντι κενωθέντων ὑπὸ τοῦ προβεβασιλευκότος Νικηφόρου τοῦ Βοτανειάτου τοσοῦτον ὡς μηδὲ τῶν ταμιείων κεκλεῖσθαι τὰς πύλας͵ ἀλλ΄ ἀνέτως πατεῖσθαι παντὶ τῷ βουλομένῳ δι΄ αὐτῶν ὁδεύειν· προπέποτο γάρ. Ἔνθεν τοι καὶ ἐν ἀμηχανίᾳ τὸ πᾶν καθίστατο ἀσθενείας καὶ πενίας ὁμοῦ συμπιεζούσης τὴν ὑπὸ Ρωμαίους.
5.1.5 Τότε δὴ τότε τί τὸν νέον βασιλέα καὶ ἄρτι τῶν τῆς βασι λείας οἰάκων ἐπιβεβηκότα ἐχρῆν διαπράξασθαι; Πάντως ἢ ἐξαπορούμενον τὸ πᾶν καταλιπόντα ἐκστῆναι τῆς ἀρχῆς͵ ὡς μὴ ἀναίτιον ὄντα αἰτιῷτό τις αὐτὸν ὡς ἀπειροπόλεμον καὶ ἀνεπιστήμονα ἀρχηγόν͵ ἢ ἐξ ἀνάγκης ὡς ἐνὸν καὶ συμμάχους μετακαλέσασθαι καὶ τὰ τούτοις ἐπαρκέσοντα χρήματα ὅθεν δήποτε συναγαγεῖν καὶ τοὺς ἁπανταχῆ διασπαρέντας τοῦ στρατεύματος διὰ δωρεῶν ἀνακαλεῖσθαι͵ ἵν΄ ἐντεῦθεν μείζους ἐλπίδας κτησάμενοι αὐτοί τε μετ΄ αὐτοῦ ἐγκαρτερήσαιεν καὶ οἱ ἀπόντες πρὸς τὸ ἐπανέρχεσθαι προθυμότεροι γένοιντο καὶ οὕτω γενναιότερον πρὸς τὰ Κελτικὰ πλήθη ἀντικαταστῆναι δυνήσαιντο. Ἀνάξιον μὲν οὖν καὶ ἀσύμφωνον τῆς αὐτοῦ περὶ τὰ στρατιωτικὰ ἐπιστήμης ὁμοῦ καὶ τόλμης μηδὲν πεπραχέναι βουλόμενος πρὸς δύο ταῦτα ἀπέβλεψε͵ συμμάχους τε ἁπανταχόθεν μεταπέμψασθαι ἐλπίσι πολλῶν δωρεῶν εὐμηχάνως τού τους ὑποσυρόμενος͵ τὴν δέ γε μητέρα καὶ τὸν ἀδελφὸν αἰτήσασθαι χρήματά οἱ ξυμπορισαμένους ὅθεν δήποτε ἐκπέμψαι.
5.2.1 Οἱ δὲ πόρον πορισμοῦ μὴ ἐφευρίσκοντες ἕτερον πρότερον μὲν ἅπαντα τὰ αὐτῶν συναγαγόντες χρήματα͵ ὁπόσα ἐν χρυσῷ καὶ ἀργύρῳ τῇ βασιλικῇ χωνείᾳ παραπε πόμφασι. Πρώτη δὲ πάντων ἡ βασιλὶς καὶ μήτηρ ἐμὴ ὁπόσα ἔκ τε μητρῴου καὶ πατρῴου κλήρου ἐνυπῆρχον αὐτῇ κατεβάλετο καὶ τοὺς ἄλλους ἐντεῦθεν πρὸς τοῦτο ἐρεθίσαι οἰομένη· ἐδεδίει γὰρ ὑπὲρ τοῦ αὐτοκράτορος ἐν στενῷ κομιδῇ τὰ κατ΄ αὐτὸν ὁρῶσα. Εἶτα δὴ καὶ ἐξ ἑτέρων͵ ὁπόσοι εὐνοϊκώτερον πρὸς τοὺς βασιλεῖς τούτους διέκειντο͵ αὐθαιρέτως προτεθυμηκότων κατα βαλέσθαι͵ ὁπόσον ἕκαστος εἶχε προθέσεως χρυσίου καὶ ἀργυρίου πορισάμενοι ἐξέπεμψαν τὸ μέν τι τοῖς συμμά χοις͵ τὸ δέ τι πρὸς τὸν αὐτοκράτορα.
5.2.2 Ἀλλὰ πρὸς τὴν ἐπικειμένην χρείαν μηδαμῶς ἐξαρκούντων͵ τῶν μὲν χάριτας αἰτούντων ὡς συναγωνισαμένων δῆθεν͵ τῶν δέ͵ ὁπόσον μισθοφορικόν͵ δαψιλέστερον τὸν μισθὸν ἐξαιτου μένων͵ ἐνέκειτο αὖθις καὶ ἕτερα ἀνακαλούμενος διὰ τὸ ἀπεγνωκέναι τὴν Ρωμαίων εὔνοιαν. Οἱ δὲ ἐν ἀμηχανίᾳ γεγονότες καὶ πολλοὺς λογισμοὺς ἀνελίξαντες ἰδίᾳ τε καὶ κοινῇ͵ ἐπεὶ καὶ τὸν Ρομπέρτον αὖθις ὁπλιζόμενον μεμα θήκεσαν͵ μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν εἰς τοὺς πάλαι κειμένους νόμους καὶ τοὺς κανόνας περὶ τῆς τῶν ἱερῶν ἐκποιήσεως ἀπέβλεψαν. Καὶ μετὰ τῶν ἄλλων εὑρηκότες ὅτιπερ ἐπ΄ ἀναρρύσει αἰχμαλώτων τὰ τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν ἱερὰ ἔξεστιν ἐκποιεῖσθαι (ἑώρων δὲ ὅτι καὶ τῶν Χριστιανῶν ὅσοι περὶ τὴν Ἀσίαν ὑπὸ τὴν βαρβαρικὴν ἐτέλουν χεῖρα καὶ ὁπόσοι τὴν σφαγὴν ἐξέφυγον ἐμιαίνοντο διὰ τὴν μετὰ τῶν ἀπίστων συναναστροφήν)͵ ὀλίγ΄ ἄττα τῶν πάλαι ἠργηκότων ἱερῶν καὶ καταλελυμένων ὡς εἰς μηδεμίαν χρείαν συντελοῦντα͵ ἀλλ΄ ἀφορμὴν μόνον ἱεροσυ λίας καὶ ἀσεβείας ἅμα τοῖς πολλοῖς παρεχόμενα ὡς ὕλην χαράγματος εἰς μισθὸν τοῖς στρατιώταις καὶ συμμάχοις τὰ τοιαῦτα χρηματίσαι ἐσκέψαντο.
5.2.3 Τούτου γοῦν συνδόξαντος ἀνέρχεται ὁ σεβαστοκράτωρ Ἰσαάκιος εἰς τὸ τοῦ Θεοῦ μέγα τέμενος τὴν σύνοδον ἐκκλησιάσας καὶ τὸ τῆς ἐκκλησίας ἅπαν πλήρωμα. Θεασάμενοι δὲ τοῦτον οἱ τῆς ἱερᾶς συνόδου ἐπ΄ ἐκκλησίας συνεδριάζοντες τῷ πατριάρχῃ ἔκθαμβοι γεγονότες ἠρώτων ὅτου χάριν παρεγένετο. Ὁ δέ· Λέξων ἥκω τι πρὸς ὑμᾶς χρήσιμον τῇ βιαίᾳ τῶν πραγμάτων παρεμπτώσει καὶ σωστικὸν τοῦ στρατοῦ. Ἅμα δὲ καὶ τοὺς περὶ τῶν μὴ χρησιμευόντων ἱερῶν κανόνας ἀπεστομάτιζε καὶ πολλὰ περὶ τούτων δημηγορή σας Ἀναγκάζομαί͵ φησιν͵ ἀναγκάζειν οὓς οὐ βού λομαι ἀναγκάζειν. Καὶ γενναίους προτιθέμενος λογι σμοὺς ἐδόκει τάχα πείθειν τοὺς πλείονας.
5.2.4 Ὁ δέ γε Μεταξᾶς ἀντέτεινεν ἀνθυποφοράς τινας εὐλόγους εἰσα γαγών͵ ἀποσκώπτων ἅμα καὶ πρὸς αὐτὸν τὸν Ἰσαάκιον. Ἀλλ΄ ὅμως τὰ δεδογμένα ἐκράτει. Τοῦτο ὕλη μεγίστης κατηγορίας τοῖς βασιλεῦσιν ἐγένετο (οὐκ ὀκνῶ γὰρ καὶ τὸν Ἰσαάκιον ἀπόρφυρον βασιλέα κατονομάζειν) οὐ τότε μόνον͵ ἀλλὰ καὶ μέχρι καιροῦ διαρκέσασα. Καὶ γὰρ ἀρχιε ρεύς τις τηνικαῦτα Χαλκηδόνος Λέων προὐκάθητο͵ οὐ τῶν πάνυ σοφῶν καὶ λογίων͵ ἀρετῆς δὲ ἐπιμεμελημένος͵ τὸ δὲ ἦθος αὐτῷ σκληρὸν καὶ ἀπόκροτον· οὗτος οὖν τῶν ἐν τοῖς Χαλκοπρατίοις πυλῶν ἀφαιρουμένων τοῦ ἐπικει μένου αὐταῖς ἀργυρίου ἢ καὶ χρυσίου εἰς τὸ μέσον εἰσδὺς ἐπαρρησιάζετο μηδ΄ ὅλως ἢ οἰκονομίας ἢ τῶν περὶ τῶν ἱερῶν κειμένων νόμων ἐπαισθανόμενος. Ὑβριστικώτερον δὲ καὶ οἷον εἰπεῖν ἀτακτότερον τῷ τηνικαῦτα κρατοῦντι προσεφέρετο͵ ὁσάκις εἰς τὴν βασιλεύουσαν ἐπανῄει τῇ ἀνεξικακίᾳ ἐκείνου καὶ τῇ φιλανθρωπίᾳ καταχρώμενος. Καὶ ὁπηνίκα μὲν τὰ πρῶτα κατὰ τοῦ Ρομπέρτου ὁ αὐτο κράτωρ τῆς βασιλίδος πόλεως ἐξῄει͵ Ἰσαακίου τοῦ σεβα στοκράτορος καὶ αὐταδέλφου αὐτοῦ μετὰ τῆς κοινῆς γνώμης ὅθεν δήποτε συμποριζομένου χρήματα μετὰ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου͵ εἰς θυμὸν ἐκίνει τὸν ῥηθέντα ἀδελφὸν τοῦ βασιλέως ἀναισχυντότερον αὐτῷ προσφερόμενος.
5.2.5 Ὡς δὲ καὶ ὁ βασιλεὺς πολλάκις μὲν ἡττηθεὶς καὶ μυριάκις αὖθις κατατολμήσας τῶν Κελτῶν Θεοῦ νεύσει νικηφόρος στεφανίτης ἐπανεληλύθει͵ ἐπεὶ καὶ αὖθις ἄλλο νέφος ἐχθρῶν͵ τοὺς Σκύθας φημί͵ κατ΄ αὐτοῦ ἐξορμῶν ἤδη μεμαθήκοι͵ καὶ διὰ τοῦτο καὶ ἡ συλλογὴ τῶν χρημάτων͵ καὶ τοῦ βασιλέως ἐν τῇ μεγαλοπόλει ἐνδημοῦν τος͵ ἐφ΄ ὁμοίαις αἰτίαις ἐσπουδάζετο͵ ὁ ἀρχιερεὺς ἐκεῖνος ἀναιδέστερον προσέπεσε τῷ αὐτοκράτορι. Καὶ συζητήσεως πολλῆς ἐντεῦθεν περὶ τῶν ἱερῶν γινομένης͵ λατρευτικῶς͵ οὐ σχετικῶς δὲ προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας παρ΄ ἡμῶν ἐδογμάτιζεν ἔν τισι μὲν εὐλόγως ἅμα καὶ ἀρχιερα τικῶς ἐνιστάμενος͵ ἔν τισι δὲ καὶ οὐκ ὀρθῶς δογματίζων οὐκ οἶδ΄ εἴτε δι΄ ἔριν καὶ τὴν πρὸς τὸν βασιλέα ἀπέχθειαν τοῦτο πεπονθὼς εἴτε δι΄ ἄγνοιαν. Ἐξακριβοῦν γὰρ ἀσφαλῶς τὸν λόγον οὐκ εἶχεν͵ ὅτι λογικῆς μαθήσεως ἀμέτοχος ὑπῆρχε παντάπασιν.
5.2.6 Ὡς δ΄ ἐπὶ πλέον πρὸς τοὺς βασιλεῖς ἐθρασύνετο χαιρεκάκοις ἀνδράσι πειθόμενος͵ ὁποῖοι πολλοὶ τότε ὑπῆρχον τοῦ πολιτεύματος͵ εἰς τοῦτο παρανυττόμενος καὶ πρὸς ὕβρεις καὶ βλασφημίας ἀκαίρους ἐτράπετο͵ καὶ ταῦτα παρακαλοῦντος αὐτὸν τοῦ βασιλέως μεταβαλεῖν τὴν περὶ τῶν εἰκόνων γνώμην͵ ἔτι δὲ καὶ τῆς πρὸς αὐτὸν ἀποσχέσθαι ἀπεχθείας͵ ὑπισχνουμένου ἅμα καὶ τὰ ἱερὰ ταῖς ἁγίαις ἐκκλησίαις λαμπρότερα ἀποδοῦναι καὶ πᾶν ὅ τι δέοι ποιεῖν πρὸς διόρθωσιν͵ καὶ ἤδη καὶ διορθουμένου παρὰ τῶν ἐλλογιμωτέρων τότε τῆς συνόδου͵ οὓς οἱ τῷ τοῦ Χαλκηδόνος μέρει προσκείμενοι κόλακας ἐκάλουν͵ καθαιρέσει κατεδικάζετο. Ὡς δὲ μηδὲν ὑπο πτήσσων οὐδ΄ ὅλως ἠρέμει͵ ἀλλὰ καὶ αὖθις συνετάραττε τὴν ἐκκλησίαν οὐκ ἀγεννῆ φατρίαν συνεπαγόμενος͵ ὡς ἄτεγκ τος ἦν πάντη καὶ ἀδιόρθωτος͵ μετὰ πολλῶν ἐνιαυτῶν παρέλευσιν πάντες ὁμοῦ τοῦ ἀνδρὸς κατεψηφίσαντο. κἀντεῦθεν ὑπερορίαν καταδικάζεται. Καὶ δέχεται τοῦτον ἡ περὶ τὸν Πόντον Σῳζόπολις παντοίας προνοίας καὶ θεραπείας βασιλικῆς ἀξιούμενον͵ κἂν οὐδαμῶς χρᾶσθαι ταύταις ἠβούλετο ὕστερον δι΄ ἣν πρὸς τὸν αὐτοκράτορα ἔτρεφε μῆνιν͵ ὡς ἔοικεν. Ἀλλὰ ταῦτα μὲν ὧδέ πη περι γεγράφθω.
5.3.1 Ὁ δέ γε αὐτοκράτωρ τοὺς νεήλυδας (συνέρρεον γὰρ ἱκανοὶ περισωθέντα τοῦτον μεμαθηκότες) ἐπιμελῶς ἐξεπαί δευεν ὅπως ἱππεύειν χρὴ εὐοχώτατα καὶ τοξεύειν εὐστο χώτατα͵ ὁπλιτεύειν τε καὶ ἐνεδρεύειν ἐπικαιρότατα. Ἐπε πόμφει δὲ αὖθις καὶ πρὸς τὸν ῥῆγα Ἀλαμανίας πρέσβεις͵ ὧν προεξῆρχεν ὁ Μηθύμνης καλούμενος͵ καὶ διὰ γραφῆς ἐπὶ πλέον ἐρεθίζει μὴ μέλλειν ἔτι͵ ἀλλὰ τὰς αὐτοῦ ἀνα λαβόμενον δυνάμεις τάχιον τὴν Λογγιβαρδίαν καταλαβεῖν κατὰ τὰς συγκειμένας συνθήκας͵ ἐφ΄ ᾧ ἀπασχολῆσαι τὸν Ρομπέρτον͵ ἵν΄ οὕτως ἀδείας τυχὼν στρατεύματα αὖθις καὶ ξενικὰς δυνάμεις συλλέξηται καὶ οὕτω τοῦτον τοῦ Ἰλλυρικοῦ ἀπελάσῃ͵ πολλὰς τῷ Ἀλαμανίας ῥηγὶ ὁμολο γήσας τὰς χάριτας εἰ οὕτω ποιήσειε͵ καὶ τὸ ὑποσχεθὲν αὐτῷ διὰ τῶν παρ΄ αὐτοῦ σταλέντων πρέσβεων κῆδος ἐκπληρῶσαι διαβεβαιούμενος.
5.3.2 Ταῦτα οἰκονομήσας τὸν Πακουριανὸν μέγαν δομέστικον αὐτοῦ που καταλιπὼν αὐτὸς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται͵ ἐφ΄ ᾧ καὶ ξενικὰς ἁπανταχόθεν συλλέξασθαι δυνάμεις καὶ ἄλλα τινὰ οἰκονομῆσαι τῷ καιρῷ καὶ τοῖς ξυμπεσοῦσι πράγμασι συμβαλλόμενα. Οἱ δὲ Μανιχαῖοι͵ τε Ξαντᾶς καὶ ὁ Κουλέων͵ μετὰ τῶν ὑπ΄ αὐτοὺς ὡς εἰς δύο πρὸς τῇ ἡμισείᾳ χιλιάδας ποσουμένων ἀσυντάκτως οἴκαδε ἐπανέρχονται. Καὶ πολλάκις μετακαλούμενοι παρὰ τοῦ αὐτοκράτορος ὑπισχνοῦντο μὲν ἐληλυθέναι͵ ὑπερετίθεντο δὲ τὴν ἔλευσιν. Ὁ δὲ ἐπέκειτο καὶ δωρεὰς αὐτοῖς καὶ τιμὰς διὰ γραφῶν ὑπισχνούμενος͵ καὶ οὐδ΄ οὕτως πρὸς αὐτὸν ἐληλύθεσαν.
5.3.3 Οὕτως οὖν τοῦ βασιλέως κατὰ τοῦ Ρομπέρτου ἑτοι μαζομένου ἧκέ τις τῷ Ρομπέρτῳ ἀπαγγέλλων τὴν τοῦ ῥηγὸς Ἀλαμανίας εἰς Λογγιβαρδίαν ὅσον ἤδη ἄφιξιν. Ὁ δὲ ἐν ἀμηχανίᾳ γεγονὼς διεσκοπεῖτο τί ἂν χρὴ ποιεῖν. Πολλὰ τοίνυν γνωσιμαχήσας͵ ἐπεὶ τὸν μὲν Ρογέρην ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶν διάδοχον τῆς αὐτοῦ ἀρχῆς κατέ λιπε͵ τῷ δέ γε Βαϊμούντῳ νεωτέρῳ ὄντι οὔπω χώραν τινὰ ἀπενείματο͵ συναγαγὼν τοὺς κόμητας ἅπαντας καὶ ἐκκρίτους τοῦ ὁπλιτικοῦ παντὸς μετακαλεσάμενος τὸν υἱὸν αὐτοῦ Βαϊμοῦντον τὸν Σανίσκον δημηγόρος προὐ κάθητο καί φησιν.
5.3.4 Οἴδατε͵ κόμητες͵ ὅτι τὸν φίλ τατόν μοι υἱὸν Ρογέρην καὶ πρωτότοκον τῶν υἱῶν κύριον τῆς ἐμῆς ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν μέλλειν διαπερᾶν κατ έστησα χώρας. Οὐ γὰρ ἐχρῆν ἐκεῖθεν ὑποχωροῦντα καὶ τοιοῦτο ἀναδεχόμενον ἔργον τὴν ἰδίαν χώραν ἄτερ ἡγε μόνος καταλιπεῖν εἰς προνομὴν ἕτοιμον παντὶ τῷ βουλο μένῳ ἐκκεῖσθαι. Ἐπεὶ δὲ ὁ ῥὴξ Ἀλαμανίας πολιορκήσων ταύτην ἤδη καταλαμβάνει͵ χρὴ καὶ ἡμᾶς ὡς ἐνὸν ταύτης ἀντιποιήσασθαι. Οὐδὲ γὰρ δεῖ ἑτέρων ἐπιλαμβανομένους τῶν ἰδίων κατερρᾳθυμηκέναι. Λοιπὸν ἐγὼ μὲν ἄπειμι ἐφ΄ ᾧ τῆς οἰκείας χώρας ἀντιποιήσασθαι͵ τὴν πρὸς τὸν Ἀλαμανίας ἀναδησάμενος μάχην. Τουτῳὶ δέ μοι τῷ υἱῷ τῷ νεωτέρῳ ἐπαφίημι τό τε Δυρράχιον καὶ τὸν Αὐλῶνα καὶ τὰς λοιπὰς πόλεις καὶ νήσους ὅσας φθάσας αὐτὸς τὠμῷ δόρατι κατέσχον. Παρεγγυῶμαι δὲ καὶ ὑμῖν καὶ ἀξιῶ ὡς ἐμὲ τοῦτον λογίζεσθαι καὶ ὅλῃ χειρὶ καὶ γνώμῃ ὑπὲρ αὐτοῦ μάχεσθαι.
5.3.5 Καὶ σοὶ δὲ τῷ φιλτάτῳ μοι ἐπισκήπτω υἱῷ ἀποστρέψας τὸν λόγον πρὸς τὸν Βαϊ μοῦντον διὰ τιμῆς πάσης τοὺς κόμητας ἄγειν καὶ συμ βούλοις ἐν ἅπασι χρᾶσθαι καὶ μὴ οἷον ἐναυθεντεῖν͵ ἀλλὰ πάντων αὐτοῖς κοινωνεῖν. Σὺ δὲ ἀλλ΄ ὅρα μὴ καταμελή σῃς τὸν κατὰ τοῦ βασιλέως Ρωμαίων ἀναπράξασθαι πόλεμον͵ ἀλλ΄ ἐν ὅσῳ μεγάλην ἧτταν ἡττήθη καὶ μικροῦ μαχαίρας ἔργον ἐγεγόνει καὶ τὸ πολὺ τῶν αὐτοῦ στρα τευμάτων τῷ πολέμῳ ἀνήλωτο (καὶ γάρ͵ φησι͵ καὶ ἐγγὺς ἦλθε τοῦ ζωγρηθῆναι καὶ ἐκ μέσων τῶν χειρῶν ἡμῶν τραυματίας ᾤχετο)͵ μὴ ἀνήσεις ὅλως͵ μή πως ἀνέσεως τυχὼν συλλέξαι τό τε πνεῦμα καὶ γενναιότερον ἢ τὸ πρό τερον ἀντικατασταίη σοι. Οὐ γὰρ τῶν τυχόντων ὁ ἀνήρ͵ ἀλλ΄ ἐκ νηπίου πολέμοις καὶ μάχαις ἐντραφεὶς πᾶσάν τε τὴν ἕω καὶ τὴν ἑσπέραν διεληλυθὼς ὁπόσους ἀποστάτας τοῖς πρῴην αὐτοκράτορσι δορυθηράτους ἐποίησε͵ καὶ αὐτὸς πάντως ἐκ πολλῶν ἀκούεις. Εἰ γοῦν ὅλως ἀναπέσῃς καὶ μὴ κατ΄ αὐτοῦ χωρήσεις πάσῃ γνώμῃ͵ ὁπόσα μὲν αὐτὸς ἔργα πολλὰ καμὼν ἤνυσα φροῦδα ποιήσεις͵ αὐτὸς δὲ τοὺς καρποὺς τῆς ἰδίας ῥᾳθυμίας πάντως δρέψῃ. Κἀγὼ μὲν ἤδη ἄπειμι ἀγωνισόμενος τὸν ῥῆγα τῆς ἡμε δαπῆς ἀπελάσαι χώρας καὶ οὕτω τὸν φίλτατόν μοι Ρογέρην ἐπὶ τῆς δοθείσης αὐτῷ ἐξουσίας ἑδράσαι.
5.3.6 Οὕτω μὲν οὖν συνταξάμενος αὐτῷ εἰσεληλυθὼς εἰς μονῆρες τὴν περαίαν τῆς Λογγιβαρδίας κατέλαβε· καὶ ὀξέως εἰς τὸ Σαλερηνὸν ἐκεῖθεν παραγίνεται͵ ὅπερ πάλαι ποτὲ εἰς κατοικίαν τῶν τῆς δουκικῆς ἀξίας ἀντιποιου μένων ἀφώριστο. Κεῖθι γοῦν ἐγκαρτερήσας ἱκανὰς συν ειλόχει δυνάμεις καὶ μισθοφορικὸν ἐξ ἀλλοδαπῶν ὅτι πλεῖ στον. Ὁ δὲ ῥὴξ Ἀλαμανίας κατὰ τὰς πρὸς τὸν αὐτοκρά τορα ὑποσχέσεις καταλαμβάνειν ἤδη τὴν Λογγιβαρδίαν ἠπείγετο. Τοῦτο μεμαθηκὼς ὁ Ρομπέρτος ἔσπευδε τὴν Ρώμην καταλαβεῖν ἑνωθησόμενός τε τῷ πάπᾳ καὶ τὸν Ἀλαμανίας ἀπείρξων τοῦ προκειμένου σκοποῦ. Ἐπεὶ δὲ οὐδ΄ ὁ πάπας πρὸς τοῦτο ἀνένευεν͵ ἄμφω κατὰ τοῦ Ἀλα μανίας ἐξώρμησαν.
5.3.7 Ὁ μέντοι ῥὴξ πολιορκῆσαι τὴν Λογγιβαρδίαν ἐπειγόμενος͵ ἐπεὶ καὶ τὰ κατὰ τὸν αὐτο κράτορα μεμαθήκοι καὶ ὅτι μεγάλην ἥτταν ἡττηθείς͵ τῶν μὲν τοῦ στρατεύματος ξιφῶν παρανάλωμα γεγονότων͵ τῶν δὲ ἑκασταχοῦ διασπαρέντων͵ αὐτὸς εἰς πολλοὺς καταστὰς κινδύνους ἐν τῷ γενναίως μάχεσθαι καιρίως ἐν διαφόροις τοῦ σώματος πληγεὶς μέρεσι τόλμῃ καὶ γενναιότητι γνώμης παραδόξως ἐρρύσθη͵ στρέψας τὰς ἡνίας πρὸς τὴν ἐνεγκαμένην ἐχώρει τοῦτο νίκην λογισάμενος τὸ μὴ κιν δύνοις ἑαυτὸν ὑποβαλεῖν ἐπὶ μηδενὶ δέοντι. Οὗτος μὲν οὖν εἴχετο τῆς πρὸς τὰ οἴκοι φερούσης· ὁ δὲ Ρομπέρτος φθάσας εἰς τὴν τοῦ ῥηγὸς παρεμβολὴν αὐτὸς μὲν προσω τέρω διώκειν οὐκ ἤθελεν͵ ἀπόμοιραν δὲ ἱκανὴν τῶν αὐτοῦ ταγμάτων διελὼν διώκειν τὸν Ἀλαμανίας προὐτρέψατο. Αὐτὸς δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος μετὰ τοῦ πάπα πρὸς Ρώμην ἀπένευσε. Καὶ τοῦτον ἐπὶ τοῦ ἰδίου θρόνου ἑδράσας εὐφημίας αὖθις παρ΄ ἐκείνου τυγχάνει κἄπειτα πρὸς τὸ Σαλερηνὸν ἐπανέρχεται τῆς ἐκ τῶν πολλῶν μόθων κακοπαθείας ἑαυτὸν ἀνακτησόμενος.
5.4.1 Μετ΄ οὐ πολὺ δὲ καταλαμβάνει τοῦτον ὁ Βαϊμοῦν τος τὴν ἀγγελίαν τῆς ἐπισυμβάσης αὐτῷ ἥττης ἐπὶ τοῦ προσώπου φέρων. Ὅπως δὲ ξυνέπεσε τὰ τῆς τύχης αὐτῷ͵ ὁ λόγος ἤδη δηλώσει. Καὶ γὰρ τῶν ἐκείνου μεμνη μένος παραγγελμάτων καὶ ἄλλως δὲ ἀρηΐφιλος ὢν ἀνὴρ καὶ φιλοκινδυνότατος ἀπρὶξ τῆς κατὰ τοῦ βασιλέως μάχης εἴχετο. Καὶ τὰς ἰδίας δυνάμεις ἀναλαβόμενος συνεφεπο μένους ἔχων καὶ ὁπόσοι ἐλλογιμώτεροι καὶ λογάδες Ρωμαίων στρατιῶται καὶ ἡγεμόνες τῶν παρὰ τοῦ Ρομ πέρτου κατασχεθεισῶν χωρῶν καὶ πόλεων (ἀπεγνωκότες γὰρ καθάπαξ τοῦ αὐτοκράτορος ὅλοι τῆς τοῦ Βαϊμούντου γεγόνασι γνώμης) καταλαμβάνει διὰ τῆς Βαγενητίας τὰ Ἰωάννινα καὶ τάφρον κατὰ τοὺς ἔξωθεν διακειμένους ἀμπελῶνας ποιήσας πρότερον͵ ἅμα δὲ καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐν ἐπικαίροις τόποις καταθέμενος αὐτὸς ἐντὸς τὰς σκηνὰς ἐπήξατο. Τὰ δὲ τείχη περιαθρήσας καὶ τὴν τοῦ κάστρου ἀκρόπολιν ἐπισφαλῆ διαγνοὺς οὐ μόνον αὐτὴν ἀνορθοῦν ὡς ἐνὸν ἠπείγετο͵ ἀλλὰ καὶ ἑτέραν ἐν ἄλλῳ μέρει τῶν τειχῶν οὗ μᾶλλον συνοῖσον αὐτῷ δέδοκτο ἐρυμνο τάτην ἀνῳκοδόμει͵ λῃζόμενος ἅμα καὶ τὰς παρακειμένας πόλεις καὶ χώρας.
5.4.2 Ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ εὐθὺς μηδὲ μελλήσας ὅλως τὰς δυνάμεις ἁπάσας συναγα γὼν τῆς Κωνσταντίνου σπεύσας ἔξεισι κατὰ μῆνα Μάϊον. Τοιγαροῦν τὰ Ἰωάννινα καταλαβών͵ ἐπεὶ ὁ τοῦ πολέμου καὶ τῆς μάχης καιρὸς ἤδη παρῆν͵ τὰ οἰκεῖα στρατεύματα μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Βαϊμούντου δυνάμεων ὄντα κατανοῶν καὶ ἄλλως δὲ ἀπὸ τῆς μετὰ τοῦ Ρομπέρτου προηγησαμένης μάχης γινώσκων τὴν πρώτην κατὰ τῶν ἐναντίων ἱππασίαν τῶν Κελτῶν ἀνύποιστον δέον ἔκρινε πρῶτον μὲν διὰ πολλοστῶν μετρητῶν τινων καὶ ἐκκρίτων ἀκροβολισμοὺς ποιήσασθαι͵ ἵν΄ ἐντεῦθεν ἔνδειξίν τινα καὶ τῆς τῷ Βαϊμούντῳ ἐνυπαρχούσης στρατηγικῆς ἐπιστήμης σχοίη καὶ γένηταί οἱ διὰ τῶν μερικῶν προσβολῶν τὴν τοῦ ὅλου γνῶσιν ἐσχηκέναι κἀντεῦθεν ξὺν ἐπιστήμῃ βεβαιό τερον πρὸς τὸν Κελτὸν ἀντιπαρατάξασθαι. Οὕτω γοῦν τὰ στρατεύματα κατ΄ ἀλλήλων ἐσφάδᾳζεν· ὁ δὲ βασιλεὺς τὴν ἀνύποιστον τῶν Λατίνων δεδιὼς πρώτην προσβολὴν καινόν τι ποιεῖ. Ἁμάξας κουφοτέρας κατασκευάσας καὶ τῶν συνηθῶν ἥττους ἐφ΄ ἑκάστῃ τούτων κοντοὺς ἐνέπηξε τέσσαρας καὶ πεζοὺς ὁπλοφόρους ἐπέστησεν͵ ὥστε ὁπηνίκα οἱ Λατῖνοι ὅλους ῥυτῆρας χαλάσαντες κατὰ τῆς Ρωμαϊκῆς ὁρμήσουσι φάλαγγος͵ τὰς ἁμάξας ὠθεῖσθαι πρόσω διὰ τῶν ὑφισταμένων ὁπλοφόρων πεζῶν͵ ἵν΄ οὕτω τὸ συνεχὲς διακόπτηται τοῦ συνασπισμοῦ τῶν Λατίνων.
5.4.3 Καὶ ἐπεὶ καιρὸς πολέμου παρῆν͵ τοῦ ἡλίου ἤδη τοῦ ὁρίζοντος λαμπρῶς ὑπερκύψαντος͵ ὁ αὐτοκράτωρ τὰς φάλαγγας εἰς πολέμου τύπον καταστήσας αὐτὸς τὸ μεσαί τατον εἶχεν. Ὁ γοῦν Βαϊμοῦντος οὐκ ἀνέτοιμος τῆς μάχης συγκροτυμένης πρὸς τὴν μηχανὴν ἐφάνη τοῦ αὐτοκράτορος͵ ἀλλ΄ ὥσπερ προγνοὺς τὸ βεβουλευμένον μεθαρμόζεται πρὸς τὸ ξυμπεσὸν καὶ τὰς ἰδίας δυνάμεις δίχα διελὼν καὶ τὰς ἁμάξας παρεκκλίνας κατὰ τῆς Ρωμαϊκῆς ἑκατέρωθεν ἵεται παρατάξεως. Καὶ φάλαγγες μὲν φάλαγξι τηνικαῦτα ἐμίγνυντο καὶ ἀνέρες ἀνδράσι κατὰ στόμα ἐμάχοντο. Οὕτω δὲ πολλῶν ἐκατέρωθεν ἐν τῷ μάχεσθαι πεσόντων τὴν μὲν νικῶσαν εἶχεν ὁ Βαϊμοῦντος͵ ὁ δέ γε αὐτοκράτωρ καθάπερ τις πύργος ἀκλόνητος ἵστατο ἐξ ἑκατέρου μέρους βαλλόμενος καὶ ὅπου μὲν ἱππαζόμενος κατὰ τῶν ἐπιόντων Κελτῶν καὶ συμπλεκόμενος ἐνίοις πλήττων καὶ κτείνων καὶ πληττόμενος͵ ὅπου δὲ καὶ τοὺς φεύγοντας συχνοῖς ἐμβοήμασιν ἀνακτώμενος. Ὡς δ΄ εἰς μέρη πολλὰ τὰς φάλαγγας διασπασθείσας ἑώρα͵ δεῖν ἐλογίσατο καὶ αὐτὸς ἑαυτῷ τὸ ἀσφαλὲς περιποιήσασθαι οὐ σώσων ἑαυτὸν οὐθ΄ ὑπὸ δειλίας συγχυθείς͵ ὡς τάχα ἄν τις εἴπῃ͵ ἀλλ΄ εἴ που τὸν κίνδυνον διεκφυγὼν καὶ συλλεξά μενος ἑαυτὸν αὖθις γενναιότερον τοῖς μαχομένοις Κελτοῖς ἀντικατασταίη.
5.4.4 Ὑποφεύγων δὲ τοὺς ἐχθροὺς μετ΄ ὀλίγων πάνυ τινῶν καὶ τῶν Κελτῶν τισιν ἐντυχὼν αὖθις ἐκεῖνος ὁ ἀκαταπτόητος στρατηγὸς ἐδείκνυτο. Ἀναρρώσας γὰρ τοὺς σὺν αὐτῷ καὶ σφοδρὰν τὴν κατ΄ αὐτῶν ἱππασίαν ὡς σήμερον τεθνηξόμενος ποιήσας ἢ κατὰ κράτος ἡττή σων κτείνει μὲν αὐτὸς παίσας ἕνα τῶν Κελτῶν͵ καὶ ὁπόσοι δὲ σὺν αὐτῷ Ἄρεως ἦσαν ὑπασπισταὶ πολλοὺς τρώσαντες ἐξεδίωξαν. Καὶ οὕτως ἀμετρήτους καὶ μεγίστους διεκφυ γὼν κινδύνους αὖθις σῴζεται διὰ τῶν Στρουγῶν διελθὼν εἰς Ἀχρίδας κἀκεῖθι ἐγκαρτερήσας καὶ ἱκανοὺς τῶν πεφευγότων ἀνακαλεσάμενος αὐτοῦ που μετὰ τοῦ μεγάλου δομεστίκου πάντας καταλιπὼν καταλαμβάνει τὸν Βαρ δάρην͵ οὐ ῥᾳστώνης χάριν· βασιλικὰς γὰρ ῥᾳθυμίας καὶ ἀναπαύλας οὐδαμῶς ἑαυτῷ ἀπεμέτρει.
5.4.5 Καὶ αὖθις συναγαγὼν τὰ στρατεύματα καὶ μισθοφορικὸν συλλεξά μενος κατὰ τοῦ Βαϊμούντου χωρεῖ ἕτερόν τι σκοπήσας͵ δι΄ οὗ καταγωνίσαιτο τοὺς Κελτούς. Τριβόλους γὰρ σιδηρᾶς κατασκευάσας͵ ἐπεὶ τὴν μάχην ἐς νέωτα προσεδόκα͵ ἑσπέρας ταύτας ἐν τῷ μεσαιχμίῳ τῆς πεδιάδος κατέ στρωσεν οὗπερ σφοδροτέραν ἐστοχάζετο τοὺς Κελτοὺς τὴν ἱππασίαν ποιήσασθαι͵ μηχανώμενος τάχα τὴν πρώτην καὶ ἀνύποιστον τῶν Λατίνων ὁρμὴν διὰ τούτων ἀποθραῦ σαι τῶν τριβόλων περιπαρέντων τοῖς ποσὶ τῶν ἵππων καὶ τοὺς μὲν κατὰ μέτωπον ἱσταμένους τῶν Ρωμαίων͵ ὁπόσοι δόρατα ἔφερον͵ μεμετρημένας τὰς ἱππασίας ποιεῖσθαι καὶ ὁπόσον μὴ ταῖς τριβόλοις περιπαρεῖεν͵ ἀλλ΄ ἐφ΄ ἑκάτερα σχιζομένους ὑποστρέφειν͵ τοὺς δὲ πελταστὰς πόρρωθεν κατὰ τῶν Κελτῶν σφοδροὺς ἐκπέμπειν τοὺς ὀϊστούς͵ τὸ δέ γε δεξιὸν καὶ εὐώνυμον κέρας ἐξ ἑκατέρου μέρους ἀσχέτῳ ῥύμῃ τοῖς Κελτοῖς ἐπεισπεσεῖν.
5.4.6 Τοιαῦτα μὲν τὰ τοὐμοῦ πατρὸς διανοήματα· τὸν δὲ Βαϊμοῦντον ταῦτα οὐ διέλαθε. Συνέβαινε γάρ τι τοιοῦτον. Ὅπερ γὰρ ὁ βασιλεὺς ἑσπέρας κατ΄ ἐκείνου ἐβουλεύσατο͵ πρωΐας ὁ Κελτὸς μεμάθηκε. Καὶ πρὸς τὸ ἀκουσθὲν εὐφυῶς μεθαρμοσάμενος τὴν μάχην ἀνεδέχετο καὶ οὐκέθ΄͵ ὡς ἔθος αὐτῷ͵ τὴν ὁρμὴν τῆς μάχης ἐποίει͵ ἀλλὰ προαρπάσας τὴν τοῦ αὐτοκράτορος βουλὴν αὐτὸς ἐξ ἑκατέρου μέρους τὸν μόθον μᾶλλον ἀνερρίπισε τὴν κατὰ μέτωπον φάλαγγα ἀτρεμεῖν τέως παρακελευσάμενος. Τῆς γοῦν μάχης ἀγχεμάχου γεγονυίας οἱ τοῦ ῥωμαϊκοῦ στρατεύματος τὰ νῶτα τοῖς Λατίνοις δεδώκασι μηδ΄ ἀντωπῆσαι τούτοις τοῦ λοιποῦ ἰσχύοντες προκατεπτοημένοι ὄντες διὰ τὴν προηγησαμένην ἧτταν.
5.4.7 Καὶ σύγχυσις τηνικαῦτα τῆς ῥωμαϊκῆς παρατάξεως ἦν͵ κἂν ὁ βασιλεὺς ἀκλόνητος μένων γενναίως καὶ χειρὶ καὶ γνώμῃ ἀντικαθίστατο πολλοὺς μὲν τρώσας͵ ἔστι δ΄ οὗ καὶ τρωθείς. Καὶ ἐπεὶ τὸ ἅπαν ἐκρεῦσαν ἤδη στράτευμα ἐθεάσατο καὶ ἑαυτὸν μετ΄ ὀλίγων καταλειφθέντα͵ δέον ἐλογίσατο μὴ ἀλόγως ἀνθιστάμενος κινδυνεῦσαι. Ἐπὰν γάρ τις πολλὰ μογήσας μὴ πρὸς ἰσχύος ἔχοι τοῖς ἐχθροῖς ἀντικαθίστασθαι͵ μάταιος ἂν ᾗ εἰς προὖπτον κίνδυνον ἑαυτὸν συνωθῶν. Τοῦ γοῦν δεξιοῦ καὶ εὐωνύμου κέρως τῆς ῥωμαϊκῆς φάλαγγος φυγαδείᾳ χρησαμένων ὁ βασιλεὺς ἔτι ἐγκαρτερῶν μετὰ τῆς τοῦ Βαϊμούντου φάλαγγος γεν ναίως ἀπεμάχετο τὸν ὅλον αὐτὸς ἀναδεξάμενος πόλεμον. Τὸ δὲ ἀνατίρρητον συνιεὶς τοῦ κινδύνου δέον ἔκρινεν ἑαυτὸν περισῶσαι͵ ὡς αὖθις δύνασθαι μάχεσθαι πρὸς τὸν καταγωνισάμενον καὶ ἀντίπαλος ἔσεσθαι καρτερώτατος καὶ μὴ τὸ πᾶν τῆς νίκης ἄρασθαι τὸν Βαϊμοῦντον.
5.4.8 Τοιοῦτος γὰρ ἦν ἡττώμενος καὶ νικῶν͵ φεύγων καὶ αὖθις διώκων͵ καὶ μηδέποτε ὑποπτήσσων μήτε μὴ ἀνελπιστίας βρόχοις ἁλισκόμενος. ῏Ην γὰρ καὶ εἰς Θεὸν μεγίστην ἔχων πίστιν καὶ τοῦτον μὲν ἐς μέσον διὰ παντὸς περιφέρων͵ ὅρκου δὲ παντάπασιν ἀπεχόμενος. Ἀπειρηκὼς οὖν͵ ὡς ἄνωθεν εἴρηται͵ ὀπισθόρμητος καὶ αὐτὸς γέγονε διωκό μενος παρὰ τοῦ Βαϊμούντου καὶ ἐκκρίτων κομήτων. Ἐν τούτοις δέ φησι πρὸς τὸν Γουλήν (οὗτος δὲ πατρῷος αὐτοῦ θεράπων) καὶ τοὺς σὺν αὐτῷ Μέχρι πόσου φευξό μεθα; Καὶ στρέψας τὸν χαλινὸν καὶ τοῦ κουλεοῦ τὸ ξίφος ἐξαγαγὼν παίει τὸν πρώτως αὐτῷ συναντήσαντα κατὰ τῆς ὄψεως. Τοῦτο οἱ Κελτοὶ θεασάμενοι καὶ διαγνόν τες αὐτὸν τῆς ἰδίας ἀπεγνωκότα σωτηρίας͵ ἐπειδὴ τοὺς τοιαύτης γνώμης γεγονότας ἄνδρας ἀκαταμαχήτους πάλαι ἐγίνωσκον͵ ὑποσταλέντες τοῦ διώκειν ἐπαύσαντο. Καὶ οὕτω τῶν διωκόντων ἀπαλλαγεὶς ὑπεξῄει τοῦ κινδύνου. Οὐδὲ φεύγων δὲ ὅλως ἀνεπεπτώκει͵ ἀλλὰ τῶν φευγόντων τοὺς μὲν ἀνεκαλεῖτο͵ τοὺς δὲ καὶ ἐπέσκωπτε͵ κἂν οἱ πολλοὶ τὸν ἀγνοοῦντα ὑπεκρίνοντο. Οὕτω γοῦν τοῦ κινδύ νου σωθεὶς εἰσέρχεται εἰς τὴν βασιλεύουσαν͵ ἐφ΄ ᾧ συνα γαγεῖν αὖθις στρατεύματα καὶ κατὰ τοῦ Βαϊμούντου χωρῆσαι.
5.5.1 Ἐπεὶ δὲ τοῦ Ρομπέρτου πρὸς Λογγιβαρδίαν παλινο στήσαντος τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ὁ Βαϊμοῦντος ἀνεδέξατο ταῖς ἐκείνου ὑποθημοσύναις χρώμενος καὶ διὰ παντὸς μάχας καὶ πολέμους ἀναρριπίζων͵ τὸν μὲν Πέτρον τοῦ Ἀλίφα μετὰ τοῦ Πουντέση εἰς πολιορκίαν ἐν διαφόροις χώραις ἐξέπεμψεν· ἔνθεν τοι καὶ τοὺς μὲν δύο Πολόβους εὐθὺς ὁ Πέτρος τοῦ Ἀλίφα κατέσχε͵ τὰ δὲ Σκόπια ὁ προρρηθεὶς Πουντέσης. Αὐτὸς δὲ μηνυθεὶς παρὰ τῶν Ἀχριδιωτῶν ταχὺ τὰς Ἀχρίδας καταλαμβάνει. Καὶ πρὸς μικρὸν ἐγκαρτερήσας τοῦ Ἀριέβη φρουροῦντος τὸ κάστρον ἄπρακτος ἀπῆλθεν εἰς τὸν Ὀστροβὸν κἀκεῖθεν κενὸς ἀποπεμφθεὶς διῆλθε διὰ τοῦ Σοσκοῦ καὶ διὰ τῶν Σερβίων ἀπῆλθεν εἰς Βέροιαν. Καὶ προσβαλὼν ἐν πολλοῖς καὶ πολλάκις τόποις καὶ μὴ ἀνύσας διὰ τῶν Βοδινῶν καταλαμβάνει τὰ Μόγλενα καὶ ἀνεγείρει καστέλιόν τι πρὸ χρόνου ἐρειπωθέν. Εἶτα καταλιπὼν μεθ΄ ἱκανῶν ἐκεῖ κόμητά τινα Σαρακηνὸν ἐξ ἐπωνυμίας καλούμενον εἰς τὸν Βαρδάρην κατέλαβεν εἰς τὰς καλουμένας Ἄσπρας Ἐκκλη σίας. Καὶ τριμηναῖον χρόνον διατρίβοντος ἐκεῖ ἐν τῷ μεταξὺ ἔκκριτοι τρεῖς τῶν κομήτων͵ ὅ τε Πουντέσης͵ ὁ Ρενάλδος καὶ Γελίελμός τις καλούμενος συνωμοσίαν πεποιηκότες αὐτομολῆσαι πρὸς τὸν βασιλέα ἐφωράθησαν. Καὶ ὁ μὲν Πουντέσης τοῦτο προγνοὺς ἀποδράσας προσῆλθε τῷ αὐτοκράτορι͵ οἱ δὲ λοιποὶ δύο κατεσχέθησαν καὶ ἀπελύθησαν κατὰ τὸν νόμον τῶν Κελτῶν πρὸς πόλεμον. Καὶ ἡττηθεὶς κατεβλήθη ὁ Γελίελμος͵ ὃν καὶ κατασχὼν ἐτύφλωσε͵ τὸν δέ γε ἕτερον Ρενάλδον ἀπέστειλε πρὸς τὸν πατέρα αὐτοῦ Ρομπέρτον εἰς Λογγιβαρδίαν͵ ὑφ΄ οὗ ἀφαι ρεῖται καὶ οὗτος τοὺς ὀφθαλμούς. Ὁ δὲ Βαϊμοῦντος ἀπάρας ἀπὸ τῶν Ἄσπρων Ἐκκλησιῶν ἀπῆλθεν εἰς Καστο ρίαν. Τοῦτο μαθὼν ὁ μέγας δομέστικος καταλαμβάνει τὰ Μόγλενα καὶ κατασχὼν τὸν Σαρακηνὸν κτείνει παραυτίκα ἐρειπώσας τελείως τὸ καστέλιον. Ὁ δέ γε Βαϊμοῦντος ἐξελθὼν τῆς Καστορίας ἔρχεται εἰς τὴν Λάρισσαν κεῖθι παραχειμάσαι βουλόμενος.
5.5.2 Καταλαβὼν δὲ τὴν μεγα λόπολιν ὁ αὐτοκράτωρ͵ καθάπερ εἴρηται͵ εὐθὺς ἔργου εἴχετο͵ ὁποῖος ἐκεῖνος θερμουργὸς καὶ μηδέποτε ῥᾳστώνης μετειληχώς͵ δυνάμεις τε ᾐτεῖτο τὸν σουλτάνον μετὰ ἡγεμόνων πεῖραν ἐκ μακροῦ ἐσχηκότων. Ὁ δὲ τηνικαῦτα πέμπει πρὸς αὐτὸν χιλιάδας ἑπτὰ μετὰ ἡγεμόνων λίαν ἐμπείρων καὶ αὐτὸν τὸν Καμύρην χρόνῳ καὶ πείρᾳ τῶν ἄλλων ὑπερέχοντα. Ἐν ὅσῳ δὲ ταῦτα ὁ βασιλεὺς ᾠκονόμει καὶ ἡτοιμάζετο͵ ὁ Βαϊμοῦντος μέρος τι τοῦ ἰδίου στρατεύ ματος ἀποδιελόμενος Κελτοὺς καταφράκτους ὅλους ἀπο στείλας ἐξ ἐπιδρομῆς κατέσχε τὴν Πελαγονίαν͵ τὰ Τρίκαλα καὶ τὴν Καστορίαν. Αὐτὸς δὲ ὁ Βαϊμοῦντος μετὰ ξύμπαντος τοῦ στρατεύματος καταλαβὼν τὰ Τρίκαλα ἀποσπάδα τοῦ ὅλου στρατεύματος ἀποστείλας γενναίους ὅλους ἐξ ἐφόδου κατέσχε τὸν Τζίβισκον. Κᾆθ΄ οὕτως καταλαβὼν τὴν Λάρισσαν κατ΄ αὐτὴν τὴν τοῦ μεγαλομάρτυ ρος Γεωργίου μνήμην σὺν ὅλαις δυνάμεσι καὶ περιζώσας τὰ τείχη ἐπολιόρκει αὐτήν.
5.5.3 Ὁ δὲ ταυτηνὶ τὴν πόλιν φυλάττων πατρῴου τοῦ αὐτοκράτορος θεράποντος υἱός͵ Λέων ὁ Κεφαλᾶς͵ γενναίως πρὸς τὰς τοῦ Βαϊμούντου ἀντι καθίστατο μηχανὰς ἐπὶ ὅλοις μησὶν ἕξ. Δηλοῖ δὲ τὴν τοῦ βαρβάρου ἔφοδον διὰ γραφῶν τηνικαῦτα τῷ αὐτοκράτορι. Ὁ δὲ οὐ παραχρῆμα͵ καίτοι σφαδᾴζων͵ τῆς πρὸς τὸν Βαϊμοῦντον φερούσης ἥπτετο͵ ἀλλὰ πλεῖον μισθοφορικὸν ἐπισυνάγων ἁπανταχόθεν ἀνεβάλλετο τὴν ἐξέλευσιν. Εἶτα καρτερῶς ὁπλίσας ἅπαντας ἔξεισι τῆς Κωνσταντίνου. Καὶ τοῖς μέρεσι τῆς Λαρίσσης ἐγγίσας καὶ διελθὼν διὰ τοῦ βουνοῦ τῶν Κελλίων καὶ τὴν δημοσίαν λεωφόρον δεξιόθεν καταλιπὼν καὶ τὸν βουνὸν τὸν οὑτωσὶ ἐγχωρίως καλούμενον Κίσσαβον κατῆλθεν εἰς Ἐζεβάν· χωρίον δὲ τοῦτο Βλαχικὸν τῆς Ἀνδρωνίας ἔγγιστα διακείμενον. Ἐκεῖθεν δὲ καταλαβὼν ἑτέραν αὖθις κωμόπολιν Πλαβίτζαν συνηθῶς καλουμένην͵ ἀγχοῦ που τοῦ οὑτωσί πως καλου μένου ποταμοῦ ῥέοντος διακειμένην͵ τὴν σκηνὴν κα τέθετο ἀποχρῶντα τάφρον διορύξας. Καὶ ἐγερθεὶς ἐκεῖθεν ὁ βασιλεὺς ἀπῆλθεν ἄχρι τῶν κηπουρείων τοῦ Δελφινᾶ κἀκεῖθεν εἰς τὰ Τρίκαλα.
5.5.4 Γράμμα δέ τις τηνικαῦτα ἧκε κομίζων τοῦ Κεφαλᾶ Λέοντος͵ περὶ οὗ φθάσας ὁ λόγος ἐδήλωσε͵ παρρησιαστικώτερον γράφοντος· Ἴσθι͵ ὦ βασι λεῦ͵ ὅτι μέχρι τοῦ νῦν σπουδὴν πολλὴν εἰσενηνοχὼς διετήρησα τὸ κάστρον ἀνάλωτον. ῎Ηδη δὲ τῶν ἐφειμένων Χριστιανοῖς τροφίμων στερούμενοι καὶ τῶν μὴ προσηκόν των ἡψάμεθα. Ἀλλὰ καὶ ταῦθ΄ ἡμῖν ἐπέλιπον. Εἰ γοῦν βοηθῆσαι ἡμῖν θέλων σπεύσεις καὶ τοὺς πολιορκοῦντας ἐκδιῶξαι δυνηθείης͵ τῷ Θεῷ χάρις. Εἰ δ΄ οὔ͵ τοὐμὸν ἤδη πεπλήρωκα· καὶ τὸ ἐντεῦθεν ἀνάγκῃ δουλεύοντες (καὶ τί γὰρ δεῖ πρὸς φύσιν καὶ τὴν ἐκ ταύτης τυραννίδα ποιεῖν;) γνώμην ἔχομεν τὸ φρούριον παραδοῦναι τοῖς ἐπικειμένοις ἐχθροῖς καὶ φανερῶς ἀποπνίγουσιν. Ἀλλ΄ εἰ ταῦτα δυστυ χῆσαι συμβαίη͵ ἐπάρατος μὲν γενοίμην ἐγώ͵ τολμηρῶς δὲ καὶ κατὰ τῆς σῆς βασιλείας τοῦτο παρρησιάζομαι͵ εἰ μὴ τάχιον σπεύσεις τοῦ κινδύνου ἡμᾶς ἐξελέσθαι μὴ πρὸς τοσοῦτον βάρος πολέμου τε καὶ λιμοῦ ἀντισχεῖν ἐπὶ πλέον δεδυνημένους͵ σὺ δ΄ ὁ ἡμέτερος βασιλεύς͵ εἴ γε δυνάμενος βοηθεῖν οὐκ ἐπέσπευσας τὴν βοήθειαν͵ οὐκ ἂν φθάνοις ἔγκλημα προδοσίας ἀποφυγγάνων.
5.5.5 Ὁ δὲ αὐτοκράτωρ δεῖν ἔγνω διά τινος τρόπου ἑτέρου αὐτοὺς καταγωνίσασθαι· λογισμοὶ δὲ τοῦτον συνεῖχον καὶ μέριμναι. Καὶ δῆτα σκοπῶν ὅπως χρὴ λόχους ἐνστήσασθαι͵ δι΄ ὅλης ἡμέρας διεπονεῖτο Θεὸν ἀρωγὸν ἐπικαλούμενος. Μετακαλεσά μενος οὖν τηνικαῦτά τινα τῶν γερόντων Λαρισσαίων ἐπυνθάνετο περὶ τῆς τοῦ τόπου θέσεως. Καὶ ἀνατείνας τοὺς ὀφθαλμούς͵ ἅμα καὶ τῷ δακτύλῳ ἐπισημαίνων͵ ἐπι μελῶς ἀνηρώτα ὅπη φάραγγές εἰσι διερρωγυῖαι τοῖς τόποις ἢ λόχμαι τινὲς βαθεῖαι πρὸς αὐτὰς συνεχίζονται. Ταῦτα δὲ τοῦ Λαρισσαίου ἐπυνθάνετο βουλόμενος λόχον ἐπιστῆσαι καὶ δι΄ ἀπάτης τοὺς Λατίνους καταγωνίσασθαι· τὸν γὰρ φανερὸν καὶ κατὰ μέτωπον φθάσας ἀπηγόρευε πόλεμον πολλάκις συμβαλὼν καὶ ἡττηθεὶς καὶ πεῖραν τῆς συμβολῆς τοῦ φραγγικοῦ πολέμου λαβών.
5.5.6 Ἐπεὶ δὲ ἥλιος κατέδυ αὐτός τε δι΄ ὅλης κεκοπιακὼς τῆς ἡμέρας ὁ βασιλεὺς εἰς ὕπνον ἐτράπετο͵ ὄνειρος ἐφίσταται τούτῳ. Ἐδόκει ἐντὸς τοῦ ἱεροῦ τεμένους τοῦ μεγαλομάρτυρος Δημητρίου ἑστάναι καὶ φωνῆς ἀκοῦσαι͵ Μὴ λυποῦ μηδὲ στένε͵ αὔριον νικᾷς. Τὴν δὲ φωνὴν βάλλειν αὐτοῦ τὴν ἀκοὴν ᾤετο ἐκ μιᾶς τῶν ἐν τῷ τεμένει ἀπῃωρημένων εἰκόνων͵ ἐν ᾖ ὁ μεγαλόμαρτυς Δημήτριος κατεγέγραπτο. Διυπνισθεὶς δὲ καὶ περιχαρὴς γεγονὼς ἐκ τῆς τοῦ ὀνείρου ταύτης ὀμφῆς ἐθεοκλύτει τε τῷ μάρτυρι καὶ προσυπισ χνεῖτο͵ εἰ γένοιτό οἱ νίκην κατὰ τῶν ἐχθρῶν ἄρασθαι͵ αὐτόθι τε παραγενέσθαι καὶ πρὸ σταδίων ἱκανῶν τῆς πόλεως Θεσσαλονίκης οὐκ ἔφιππον͵ ἀλλὰ πεζῇ καὶ βάδην ἐρχόμενον εἰς τὴν αὐτοῦ ἐλεύσεσθαι προσκύνησιν.
5.5.7 Καὶ δὴ μετακαλεσάμενος τοὺς στρατηγούς τε καὶ ἡγε μόνας καὶ συγγενεῖς ἅπαντας βουλῆς ἤρχετο τὴν ἑκάστου γνώμην ἀναζητῶν· εἶτα τὸ σκοπηθὲν ἀπήγγειλε. Τὸ δὲ ἦν παραδοῦναι τὰ τάγματα ἅπαντα τοῖς συγγενέσιν αὐτοῦ· προεξάρχοντα δὲ τὸν Μελισσηνὸν Νικηφόρον ἐφίστησι καὶ τὸν Κουρτίκιον Βασίλειον͵ τὸν καὶ Ἰωαννάκην καλού μενον· ἀνὴρ δὲ οὗτος τῶν ἐπιφανῶν͵ περιβόητος ἐπ΄ ἀνδρείᾳ καὶ στρατιωτικῇ ἐπιστήμῃ͵ ἐξ Ἀδριανουπόλεως ὁρμώμενος. Οὐ τὰ τάγματα δὲ μόνον αὐτοῖς παραδίδωσιν͵ ἀλλὰ καὶ τὰ τῆς βασιλείας παράσημα ἅπαντα. Ἐπέ σκηπτε δὲ ποιήσασθαι τὴν παράταξιν καθ΄ ὃ σχῆμα ἐν τοῖς προηγησαμένοις πολέμοις αὐτὸς παρετάττετο παραγ γείλας αὐτοῖς δι΄ ἀκροβολισμῶν πρότερον ἀπόπειραν τῶν ἔμπροσθεν τῶν Λατίνων ἐρχομένων ποιήσασθαι͵ εἶτα τὸ ἐνυάλιον ἀλαλάξαντας πανστρατὶ κατ΄ αὐτῶν χωρῆσαι· ἐπὰν δὲ ὁ συνασπισμὸς γένηται καὶ εἰς χεῖρας κατ΄ ἀλλή λων ἔλθωσι͵ νῶτα παρασχεῖν τοῖς Λατίνοις καὶ φεύγειν ἀκρατῶς ὡς πρὸς τὸ Λυκοστόμιον ὑποκρίνεσθαι. Ἐν ᾧ δὲ ταῦτα ὁ βασιλεὺς παρεκελεύετο͵ χρεμετισμὸς ἁπάντων τῶν ἵππων τοῦ στρατοπέδου αἴφνης ἐξηκούσθη. Καὶ θάμβος ἐπὶ τούτῳ κατέσχεν ἅπαντας· ἀγαθὸς δὲ ὅμως οἰωνὸς αὐτῷ τε τῷ βασιλεῖ παραυτίκα καὶ πᾶσι τοῖς περιεργοτέροις ἐδόκει.
5.5.8 Ἀλλὰ ταῦτα μὲν οὕτω πως ἐπισκήψας αὐτοῖς καὶ καταλιπὼν δεξιόθεν τοῦ κάστρου Λαρίσσης περιμείνας τὴν τοῦ ἡλίου δύσιν γεννάδας τινὰς ἄνδρας ἕπεσθαί οἱ ἐπιτάξας τὴν τοῦ Λιβοτανίου κλεισ ούραν διεληλυθὼς καὶ τὸν Ρεβένικον περικόψας καὶ διὰ τῆς καλουμένης Ἀλλαγῆς πρὸς τὸ εὐώνυμον τῆς Λαρίσσης μέρος καταλαβὼν καὶ περιαθρήσας τὴν ἅπασαν τοῦ τόπου θέσιν χθαμαλώτερον τόπον κατανοήσας ἐκεῖθι μετὰ τῶν συνεφεπομένων αὐτῷ λοχῶν ἦν. Οἱ δὲ ἡγεμόνες τῶν ῥωμαϊκῶν ταγμάτων͵ ὁπηνίκα ὁ βασιλεὺς προλοχίσειν͵ ὡς εἴρηται͵ ἐπειγόμενος τὴν τοῦ Λιβοτανίου κλεισούραν διέρχεσθαι ἔμελλε͵ τηνικαῦτα ἀποσπάδα τινὰ τῶν ῥωμαϊ κῶν ἀποδιελόμενοι ταγμάτων κατὰ τῶν Κελτῶν ἐξέπεμψαν͵ ἐφ΄ ᾧ πρὸς ἑαυτοὺς ἑλκύσαι͵ ὡς μὴ ἐκεχειρίαν ἔχοιεν φωρᾶσαι τὸν αὐτοκράτορα ὅπη πορεύεται. Οἳ καὶ πρὸς τὴν πεδιάδα κατελθόντες προσέβαλον τοῖς Κελτοῖς καὶ ἐφ΄ ἱκανὸν μαχεσάμενοι διέστησαν τῆς νυκτὸς ἀπάρτι μὴ παραχωρούσης τὴν μάχην. Καταλαβὼν δὲ τὸν σκοπηθέντα τόπον ὁ βασιλεὺς ἅπαντας ἀποβῆναι τῶν ἵππων ἐκέλευσε καὶ ἐπὶ γόνυ κλιθέντας τοὺς χαλινοὺς χερσὶ κατέχειν. Καὶ αὐτὸς δὲ χαμαιδρύῳ περιτυχὼν ὡσαύτως κατακλιθεὶς τὸν χαλινὸν ἐν χερσὶ κατέχων ἐπὶ πρόσωπον τὸ ἐπίλοιπον τῆς νυκτὸς ἔκειτο.
5.6.1 Ἀνίσχοντος δὲ τοῦ ἡλίου͵ ἐπεὶ τὰ τῶν Ρωμαίων τάγματα κατὰ φάλαγγας ἱστάμενα ὁ Βαϊμοῦντος ἐθεάσατο τάς τε βασιλικὰς σημαίας καὶ τὰ ἀργυρόηλα δόρατα καὶ τοὺς ἵππους μετὰ τῶν βασιλικῶν ἐρυθρῶν ἐφεστρίδων͵ ὡς ἐνὸν καὶ αὐτὸς κατ΄ αὐτῶν τὴν ἰδίαν κατεστήσατο φάλαγγα διχῆ διελὼν τὰς δυνάμεις καὶ τῶν μὲν αὐτὸς κατάρχων͵ τῶν δὲ φαλαγγάρχην τὸν Βρυέννιον καταστήσας· Λατῖνος δὲ οὗτος τῶν ἐπιφανῶν͵ ὃν καὶ κονοσταῦλον ὠνόμασαν. Οὕτω γοῦν τὰς ἰδίας καταστήσας δυνάμεις τὸ σύνηθες καὶ πάλιν ποιεῖ καὶ κατὰ μέτωπον τῆς παρα τάξεως͵ ὅπου τὰ βασιλικὰ ἑώρα παράσημα͵ ἐκεῖ τὸν αὐτοκράτορα νομίσας εἶναι ὡς πρηστὴρ τοῖς φαινομένοις ἐμπίπτει. Οἱ δὲ μικρὸν ἀντισχόντες τὰ νῶτα τούτῳ διδόα σιν· ὁ δὲ τούτους διώκων ὄπισθεν ἤλαυνεν ἀκρατῶς͵ ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. Ὁ μέντοι βασιλεὺς τὰ ἴδια τάγματα ἐπὶ πολὺ φεύγοντα ὁρῶν καὶ τὸν Βαϊμοῦντον ὄπισθεν τῶν ῥωμαϊκῶν ταγμάτων ἀκρατῶς διώκοντα στοχασάμενος ἱκανὸν ἤδη διάστημα τῆς ἰδίας ἀποστῆναι τὸν Βαϊμοῦντον παρεμβολῆς͵ ἐπὶ τὸν ἵππον ἀναβάς͵ τὸ αὐτὸ δὲ καὶ τοῖς μετ΄ αὐτοῦ παρακελευσάμενος κατα λαμβάνει τὴν τοῦ Βαϊμούντου παρεμβολήν. Καὶ εἴσω ταύτης γενόμενος πολλοὺς μὲν τῶν παρευρεθέντων Λατί νων ἀναιρεῖ καὶ τὰ λάφυρα ἐκεῖθεν ἀναιρεῖται· εἶτα περιαθρεῖ τοὺς διώκοντας καὶ φεύγοντας.
5.6.2 Καὶ ἐπεὶ ἀτέχνως τὴν φυγὴν ἑώρα ποιουμένους καὶ τὸν Βαϊμοῦντον ὄπισθεν διώκοντα καὶ ἐκείνου ὄπισθεν τὸν Βρυέννιον͵ μετακαλεσάμενος τὸν καλούμενον Πυρρὸν Γεώργιον ἐπὶ τοξείᾳ ὑμνούμενον καὶ ἑτέρους ἄνδρας γενναίους χωρίσας ἱκανοὺς πελταστὰς ὄπισθεν τοῦ Βρυεννίου ὀξέως ἐλαύνειν ἐπέσκηψε͵ φθάσαντας δὲ μὴ ἀγχέμαχον τὴν μάχην ποιῆσαι͵ ἀλλὰ πόρρωθεν κατὰ τῶν ἵππων μᾶλλον συχνὰ πέμπειν τὰ βέλη. Ἐπικαταλαβόντες οὖν τοὺς Κελτοὺς τοὺς ἵππους πυκνοῖς ὀϊστοῖς ἔβαλλον͵ ὡς ἐν ἀμηχανίᾳ τοὺς ἱππότας καθίστασθαι. Καὶ γὰρ ἀνὴρ Κελτὸς πᾶς ἐποχούμενος μὲν ἀνύποιστος τὴν ὁρμὴν καὶ τὴν θέαν ἐστίν͵ ἐπὰν δ΄ ἀποβαίη τοῦ ἵππου͵ τὸ μέν τι τῷ μεγέθει τῆς ἀσπίδος͵ τὸ δέ τι καὶ διὰ τὰ τῶν πεδίλων προάλματα καὶ δρόμον ἀνεπιτήδειον εὐχειρότατός τε τηνικαῦτα γίνεται καὶ ἀλλοῖος παντά πασιν ἢ πρότερον ὀκλαζούσης οἷον καὶ τῆς ψυχικῆς αὐτῷ προθυμίας. Καὶ τοῦτο͵ οἶμαι͵ γινώσκων ὁ βασιλεὺς μὴ τοὺς ἱππότας͵ ἀλλὰ τοὺς ἵππους ἀναιρεῖν ἐπέταττε.
5.6.3 Τῶν δὲ ἵππων τῶν Κελτῶν πιπτόντων περιεδινοῦντο οἱ τοῦ Βρυεννίου. Καὶ ἀπὸ τῆς τούτων πολλῆς συστροφῆς κονίσσαλος μακρὸς καὶ πυκνὸς ἵστατο μέχρι νεφῶν κορυ φούμενος͵ ὡς παραβάλλεσθαι τοῦτον κατ΄ ἐκείνου καιροῦ τῷ κατὰ τὴν Αἴγυπτον γεγονότι πάλαι σκότει ψηλαφητῷ. Τάς τε γὰρ τούτων ὄψεις ἡ πυκνότης ἀπετύφλου τῆς κόνεως καὶ ἄγνοιαν ἐμπαρεῖχεν ὁπόθεν καὶ παρὰ τίνων οἱ ὀϊστοὶ πέμπονται. Τρεῖς δὲ Λατίνους ἀποστείλας ὁ Βρυέννιος ἐδήλωσε τῷ Βαϊμούντῳ τὸ πᾶν. Οἳ καὶ κατέλαβον αὐτὸν εἴς τι νησίδιον ποταμοῦ τοῦ οὕτω καλουμένου Σαλαβρία μετά τινων ἱστάμενον ὀλίγων Κελτῶν καὶ σταφυλὰς ἐσθίοντα͵ ἅμα δὲ καὶ ὑπέρκομπόν τι καυχώμενον͵ ὅπερ καὶ μέχρι τοῦ νῦν παρῳδεῖται καὶ περιφέρεται. Τοῦτο γὰρ πολλάκις ἔλεγε βαρβαρίζων τὸ Λυκοστόμιον ὅτι Τὸν Ἀλέξιον εἰς λύκου στόμα ἐνέβαλον. Τοιοῦτον γὰρ ἡ ὑπεροψία σφάλλουσα τοὺς πολλοὺς καὶ πρὸς τὰ ὑπ΄ ὄψιν καὶ ἐν ποσὶ κείμενα.
5.6.4 Ἀκούσας δὲ τὰ παρὰ τοῦ Βρυεν νίου μηνυθέντα καὶ ἐπιγνοὺς τὸν δόλον καὶ τὴν δι΄ ἀπάτης νίκην τοῦ αὐτοκράτορος ἤχθετο μέν͵ ὡς εἰκός͵ κατέπιπτε δὲ οὐδαμῶς͵ ὁποῖος ἐκεῖνος. Ἀποκριθέντες οὖν τινες τῶν ὑπ΄ αὐτὸν κατάφρακτοι Κελτοὶ ἀνῆλθον εἰς ἀκρώρειάν τινα κατέναντι τῆς Λαρίσσης διακειμένην. Τούτους τὸ ὁπλιτικὸν θεασάμενοι ξὺν πολλῇ προθυμίᾳ ἐβίαζον ξυμβα λεῖν αὐτοῖς· ὁ δὲ αὐτοκράτωρ ἀπῆγε τούτους τοῦ ἐγχειρή ματος. Ἐκ διαφόρων δὲ πολλοὶ καὶ διάφοροι ξυμμιγέντες ταγμάτων ἀνελθόντες προσέβαλον τοῖς Κελτοῖς· οἱ δὲ παραχρῆμα κατ΄ αὐτῶν ὡρμηκότες ἀναιροῦσιν ἄχρι τῶν πεντακοσίων. Εἶτα τοῦ βασιλέως στοχασαμένου τοῦ τόπου δι΄ οὗ ὁ Βαϊμοῦντος ἔμελλε διελθεῖν͵ καὶ ἀποστείλαντος γενναίους στρατιώτας μετὰ καὶ Τούρκων καὶ τοῦ Μιγιδη νοῦ προεξάρχοντος͵ ἅμα τῷ πλησίον γενέσθαι εὐθὺς ὁ Βαϊμοῦντος ὁρμήσας κατ΄ αὐτῶν ἥττησε τούτους μέχρι τοῦ ποταμοῦ διώξας.
5.7.1 Τῇ δὲ μετ΄ αὐτὴν αὐγαζούσης ἤδη τῆς ἡμέρας παραδραμὼν τὸν ἤδη ῥηθέντα ποταμὸν μετὰ τῶν συνεφε πομένων αὐτῷ κομήτων καὶ αὐτοῦ δὴ τοῦ Βρυεννίου͵ ἐπεὶ ἑλώδη τόπον ἐν τοῖς τῆς Λαρίσσης μέρεσιν ἐθεάσατο͵ ἀναμεταξὺ δύο βουνῶν πεδιάδα ἀλσώδη εὑρὼν ἀποτε λευτῶσαν εἰς στενωπὸν ὀξύν (κλεισούραν τοῦτον καλοῦσι)͵ τὴν λεγομένην Δομενίκου παλάτιον͵ διὰ τούτου εἰσελθὼν ἐκεῖ τὸν χάρακα ἐπήξατο. Τῇ δὲ μετ΄ αὐτὴν κατὰ τὸ περίορθρον καταλαμβάνει αὐτὸν ὁ φαλαγγάρχης Μιχαὴλ ὁ Δούκας͵ ὁ πρὸς μητρὸς ἐμὸς θεῖος͵ μετὰ τοῦ ὁπλιτικοῦ παντός͵ ἀνήρ τις ἐπὶ φρονήσει διαβεβοημένος͵ ὥρᾳ δὲ καὶ μεγέθει σώματος διαφέρων οὐ τῶν τότε καιροῦ͵ ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων (θάμβος γὰρ εἶχεν ἅπαντας τοὺς ὁρῶντας τὸν ἄνδρα)͵ συνιδεῖν δὲ τὸ μέλλον καὶ φωρᾶσαι τὸ ἐνεστὸς καὶ καταπράξασθαι δεινότατός τε καὶ ἀπαρά μιλλος.
5.7.2 Τούτῳ ὁ αὐτοκράτωρ ἐπέσκηψε μὴ πάντας ἐντὸς τοῦ στομίου τῆς κλεισούρας εἰσελθεῖν͵ ἀλλὰ τὰς μὲν δυνάμεις ἔξωθεν ἵστασθαι ἰλαδόν͵ ὀλίγους δὲ διελεῖν Τούρκων καὶ Σαυροματῶν τῆς τοξείας εἰδήμονας καὶ τούτοις παραχωρῆσαι τῆς εἰσόδου͵ ἐπισκῆψαι δὲ τούτοις μηδενὶ ἑτέρῳ ξίφει πλὴν ὀϊστοῖς χρήσασθαι. Εἰσελθόντων δὲ καὶ ἱππασίας ποιουμένων κατὰ τῶν Λατίνων οἱ ἔξωθεν ἱστάμενοι πρὸς ἀλλήλους σφαδᾴζοντες ἤριζον͵ ὁποῖος ἂν τὸ στόμιον εἰσέλθοι. Ὁ γὰρ Βαϊμοῦντος πλήρης ὢν στρα τηγικῆς ἐπιστήμης τοὺς ὑπ΄ αὐτὸν ἐκέλευε συνησπικότας ἵστασθαι καὶ ταῖς ἀσπίσιν ἑαυτοὺς περιφράττοντας ἀτρε μεῖν. Ὁ δέ γε πρωτοστράτωρ θεασάμενος τοὺς ὑπ΄ αὐτὸν κατὰ μικρὸν ἐκρέοντας καὶ εἰσερχομένους διὰ τοῦ στομίου εἰσῆλθε καὶ αὐτός. Ὁ δὲ Βαϊμοῦντος τούτους θεασάμενος͵ ὥσπερ λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας͵ εἶπεν ἄν τις ὁμηρικῶς͵ ὣς καὶ οὗτος ἰδὼν ἐν αὐτοῖς ὀφθαλμοῖσι τού τους καὶ τὸν πρωτοστράτορα Μιχαὴλ ἀσχέτῳ ῥύμῃ πανσυδὶ κατ΄ αὐτῶν ἵεται· οἱ δὲ παραχρῆμα νῶτα τούτῳ διδόασιν.
5.7.3 Οὐζᾶς δὲ τὴν κλῆσιν φερώνυμον ἐκ τοῦ γένους λαχών͵ ἐπ΄ ἀνδρείᾳ διαβεβοημένος͵ εἰδὼς ἠδ΄ ἐπὶ δεξιὰ ἠδ΄ ἐπ΄ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην καθ΄ Ὅμηρον ἐν τῷ τοῦ στομίου ἐξέρχεσθαι δεξιὰ παρεκκλίνας γοργῶς ἐπιστραφεὶς παίει τὸν αὐτῷ ὑπαντιάσαντα Λατῖνον· ὁ δ΄ εὐθὺς κύμβαχος κατὰ γῆς ἔκειτο. Ὁ δὲ Βαϊμοῦντος ἐδίωκε τούτους μέχρι τοῦ ποταμοῦ Σαλαβρία. Ἐν δὲ τῷ φεύγειν ὁ ἤδη ῥηθεὶς Οὐζᾶς παίει τὸν τὴν σημαίαν τοῦ Βαϊμούντου κατέχοντα διὰ τοῦ δόρατος καὶ τὴν σημαίαν τῶν χειρῶν αὐτοῦ ἀφαρπάσας μικρὸν περιδινεῖ καὶ κλίνει πρὸς τὸ πρανές. Οἱ γοῦν Λατῖνοι τὴν σημαίαν ἐξ ὀρθίου σχήματος κατα κλιθεῖσαν ἑωρακότες ἐν συγχύσει γεγόνασι καὶ ἐφ΄ ἑτέραν ἐτράποντο ἀτραπόν͵ δι΄ ἧς καὶ τὰ Τρίκαλα καταλαμβάνου σιν ἤδη προκατασχεθέντα παρά τινων τῶν μετὰ τοῦ Βαϊ μούντου πρὸς τὸ Λυκοστόμιον φευγόντων. Κἀκεῖσε τέως αὐλίζονται εἴσω τούτων γεγονότες· ἐκεῖθεν δὲ καταλαμ βάνουσι τὴν Καστορίαν.
5.7.4 Ὁ δὲ βασιλεὺς ὑποστρέψας ἀπὸ Λαρίσσης καὶ τὴν Θεσσαλονίκην καταλαβών͵ ὁποῖος ἐκεῖνος περὶ τὰ τοιαῦτα͵ ταχὺ μάλα πρὸς τοὺς σὺν τῷ Βαϊμούντῳ κόμητας ἀποστείλας πολλὰς ὑποσχέσεις ἐπε ποίητο͵ εἰ τὸν Βαϊμοῦντον τοὺς μισθοὺς ἀπαιτήσουσιν͵ ὥσπερ αὐτοῖς καὶ ὑπέσχετο· τοῦ δὲ μὴ ἔχοντος ἀποδοῦναι παραπείσουσι τοῦτον κατελθεῖν εἰς θάλασσαν καὶ ἀναζη τῆσαι ταῦτα ἀπὸ τοῦ ἰδίου πατρὸς Ρομπέρτου καὶ αὐτὸν ἐκεῖνον διαπερᾶσαι τοὺς αὐτῶν μισθοὺς ἐξαιτησόμενον. Καὶ εἰ τοῦτο ἀνύσαιεν͵ πάντας τιμῆς καὶ μυρίων εὐεργε σιῶν ἐπαπολαῦσαι. Καὶ ὅσοι μὲν τούτων ἐπὶ μισθῷ δουλεῦσαι θελήσουσι͵ προσλαμβάνεσθαι τούτους καὶ ἀποχρῶντα τὸν μισθὸν ἀποδοῦναι κατὰ τὰ θελήματα αὐτῶν͵ τοὺς δ΄ αὖ εἰς τὰς οἰκίας αὐτῶν βουλομένους ἀπελθεῖν ἀκινδύνως διαβιβάσαι διὰ τῆς Οὐγγρίας.
5.7.5 Ὑπείξαντες οὖν τῷ τοῦ βασιλέως προστάγματι οἱ κόμητες τοὺς τῶν παραδραμόντων τεσσά ρων ἐνιαυτῶν μισθοὺς ἀσυμπαθῶς ἀπῄτουν. Ὁ δὲ μὴ ἔχων ἀποδοῦναι ἀνεβάλλετο τέως. Ὡς δὲ ἐνέκειντο εὔλογα αἰτοῦντες͵ μὴ ἔχων ὅ τι καὶ δράσειε τὸν μὲν Βρυέννιον αὐτοῦ που φυλάσσειν τὴν Καστορίαν κατέλιπε καὶ τὸν τοὺς Πολόβους φυλάσσοντα Πέτρον τοῦ Ἀλίφα· αὐτὸς δὲ τὸν Αὐλῶνα κατέλαβε. Τοῦτο δὲ μεμαθηκὼς ὁ βασιλεὺς νικητὴς εἰς τὴν βασιλίδα τῶν πόλεων ἐπαναζεύγνυσι.
5.8.1 Καταλαβὼν δὲ ταύτην καὶ ἐν συγχύσει τὰ κατὰ τὴν ἐκκλησίαν εὑρὼν οὐδὲ πρὸς βραχύν τινα χρόνον ἀνέσεως ἔτυχεν. Ἀλλ΄ ὁποῖος ἐκεῖνος ἀποστολικὸς ὤν͵ ἐπεὶ κυμαινομένην τοῖς τοῦ Ἰταλοῦ δόγμασι τὴν ἐκκλησίαν εὗρε͵ κἂν καὶ κατὰ τοῦ Βρυεννίου ἐβουλεύετο (Κελτὸς δὲ οὗτος τὴν Καστορίαν κατασχών͵ ὡς εἴρηται)͵ ἀλλ΄ οὐδ΄ οὕτως ἠμέλει τοῦ δόγματος. Ἐπὶ τούτοις γὰρ καὶ τὰ κατὰ τὸν Ἰταλὸν ἐβλάστησαν μεγάλως τὴν ἐκκλησίαν συνταράττοντα. Οὗτος δὲ ὁ Ἰταλός (δεῖ γὰρ τὰ κατ΄ αὐτὸν ἐξ ἀρχῆς αὐτῆς διηγήσασθαι) ὥρμητο μὲν ἐξ Ἰταλίας καὶ ἐν τῇ Σικελίᾳ ἐφ΄ ἱκανὸν διέτριψε· νῆσος δὲ αὕτη ἀγχοῦ τῆς Ἰταλίας διακειμένη. Οἱ γὰρ Σικελοὶ ἀποστάντες τῆς Ρωμαίων ἀρχῆς καὶ εἰς πόλεμον κατ΄ αὐτῶν καὶ μάχας ἀπονενευκό τες τοὺς Ἰταλοὺς εἰς συμμαχίαν προὐκαλέσαντο͵ μεθ΄ ὧν καὶ ὁ τοῦ Ἰταλοῦ πατὴρ ἦν ἔχων καὶ τὸν παῖδα μεθ΄ ἑαυτοῦ͵ κἂν μὴ στρατεύσιμον εἶχε τὴν ἡλικίαν͵ συνεφε πόμενον τούτῳ καὶ συμπαρασκαίροντα καὶ τὰ πολεμικὰ οἷα τὰ τῶν Ἰταλῶν͵ παιδευόμενον. Τὰ μὲν οὖν πρῶτα τῆς ἡλικίας οὕτως εἶχε τῷ Ἰταλῷ καὶ ἡ πρώτη τοιαύτη τούτῳ καταβολὴ τῆς παιδεύσεως.
5.8.2 Ἐπεὶ δὲ ὁ κλεινὸς ἐκεῖνος Γεώργιος ὁ Μανιάκης τοῦ Μονομάχου τὰ σκῆπτρα τῆς Ρωμαίων διέποντος τυραννήσας τὴν Σικελίαν κατέσχε͵ μόλις ἐκεῖθεν ὁ τοῦ Ἰταλοῦ πατὴρ καὶ τὸν παῖδα ἐπιφερό μενος πέφευγε. Καὶ εἰς Λογγιβαρδίαν φυγάδες ἄμφω κατή χθησαν ἔτι ὑπὸ Ρωμαίους τελοῦσαν. Ἐκεῖθεν δὲ οὗτος ὁ Ἰταλός͵ οὐκ οἶδ΄ ὅπως͵ τὴν Κωνσταντίνου κατέλαβε παιδείας ἁπάσης καὶ τέχνης λογικῆς οὐκ ἐνδεῶς ἔχουσαν. Καὶ γὰρ ἀπὸ τῆς αὐτοκρατορίας Βασιλείου τοῦ πορφυρογεννή του καὶ μέχρις αὐτῆς τῆς τοῦ Μονομάχου βασιλείας ὁ λόγος͵ εἰ καὶ τοῖς πλείοσιν ἐρρᾳθύμητο͵ ἀλλ΄ οὖν γε πάλιν οὐ καταδεδυκὼς ἀνέλαμψε καὶ ἀνέθορε καὶ διὰ σπουδῆς τοῖς φιλολόγοις ἐγένετο ἐπὶ τῶν χρόνων Ἀλεξίου τοῦ αὐτοκράτορος͵ τὰ πρὸ τούτου χλιδώντων τῶν πλειόνων καὶ παιζόντων ἀνθρώπων καὶ ὀρτυγίαις καὶ ἄλλοις αἰσχίοσι παιγνίοις ἐνασχολουμένων διὰ τὴν χλιδήν͵ λόγον δὲ καὶ παίδευσιν ἅπασαν τεχνικὴν ἐν παρέργῳ τιθεμένων.
5.8.3 Οὕτως οὖν τοὺς ἐνταῦθα ἔχοντας ὁ Ἰταλὸς εὑρηκὼς καὶ ἀνδράσιν ὁμιλήσας σχολαστικοῖς καὶ ἀμειλίκτοις καὶ τὸ ἦθος ἀγρίοις (ἧσαν γὰρ τότε καί τινες περὶ τὴν βασιλεύου σαν τοιοῦτοι) παιδείας τοίνυν ἐξ ἐκείνων λογικῆς μετασχὼν καὶ Μιχαὴλ ἐκείνῳ τῷ Ψελλῷ ἐν ὑστέρῳ προσωμίλησεν͵ ὃς οὐ πάνυ τι παρὰ διδασκάλοις σοφοῖς ἐφοίτησε͵ διὰ φύσεως δὲ δεξιότητα καὶ νοὸς ὀξύτητα͵ τυχὼν μέντοι καὶ Θεοῦ ἀρωγοῦ πρὸς τούτοις διὰ τὴν τῆς μητρὸς θερμοτά την ἱκεσίαν ἐπαγρυπνούσης συχνῶς τῷ ἐν τῷ ναῷ τοῦ Κύρου τῆς θεοτόκου σεπτῷ εἰκονίσματι καὶ θερμοῖς τοῖς δάκρυσιν ὑπὲρ τοῦ παιδὸς ἐκκαλουμένης͵ εἰς ἄκρον σοφίας ἁπάσης ἐληλακὼς καὶ τὰ Ἑλλήνων καὶ Χαλδαίων ἀκριβωσάμενος γέγονε τοῖς τότε χρόνοις περιβόητος ἐν σοφίᾳ. Τούτῳ γοῦν ὁ Ἰταλὸς προσομιλήσας ἐν ἀπαιδεύτῳ ἤθει καὶ βαρβαρικῷ οὐκ ἠδύνατο φιλοσοφίας εἰς βάθος ἐλθεῖν διδασκάλων ὅλως μηδ΄ ἐν τῷ μανθάνειν ἀνεχόμενος͵ θρά σους ὢν μεστὸς καὶ ἀπονοίας βαρβαρικῆς πάντων τε καθυ περτερεῖν καὶ πρὸ τοῦ μαθεῖν οἰόμενος καὶ πρὸς αὐτὸν τὸν Ψελλὸν ἐκ πρώτης ἀφετηρίας ἀντετάξατο. Ἐμβαθύνας δὲ τῇ διαλεκτικῇ καθημερινοὺς θορύβους ἐν πανδήμοις συνελεύσεσιν ἐποιεῖτο σοφιστικὰς συνείρων ἐρεσχελίας καὶ πᾶν εἴ τι τοιοῦτον προτιθεὶς καὶ αὖθις ὑπέχων λόγον τοιουτότροπον.
5.8.4 Τοῦτον προσηταιρίσατο καὶ ὁ τηνι καῦτα βασιλεύων Μιχαὴλ ὁ Δούκας καὶ οἱ τούτου ἀδελφοί· καὶ δευτέρου μὲν λόγου τοῦτον πρὸς τὸν Ψελλὸν ἐτίθεντο͵ ὅμως δὲ περιείχοντό τε αὐτοῦ καὶ ἐν λογικαῖς συνεχρῶντο ἁμίλλαις. ῏Ησαν γὰρ φιλολογώτατοι οἱ Δοῦκαι καὶ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ καὶ αὐτὸς δὴ ὁ βασιλεὺς Μιχαήλ. Ὁ δὲ Ἰταλὸς θερμὸν ἀεὶ καὶ μανικὸν πρὸς τὸν Ψελλὸν ἔβλεπε͵ κἂν ἐκεῖνος ὡς ἀετὸς τῶν τοῦ Ἰταλοῦ ἐρεσχελιῶν ὑπερίπτατο.
5.8.5 Τί τὸ μετὰ ταῦτα; Ἐσφάδᾳζε τὰ τῶν Λατίνων τε καὶ Ἰταλῶν κατὰ Ρωμαίων καὶ ἡ τῆς Λογγι βαρδίας ὅλης ὁμοῦ καὶ Ἰταλίας ἐμελετᾶτο κατάσχεσις. Καὶ ὁ βασιλεὺς ἐκεῖνος τὸν Ἰταλὸν ὡς οἰκεῖον δῆθεν καὶ ἄνδρα ἀγαθὸν καὶ τὰ τῶν Ἰταλῶν ἐπιστάμενον εἰς Ἐπί δαμνον ἀπέστειλε. Καὶ ἵνα συντέμω τὸν λόγον͵ ὡς κἀκεῖ ἐφωρᾶτο τὰ ἡμέτερα προδιδοὺς καὶ ἀπεστέλλετο ὁ μέλλων αὐτὸν μετακινεῖν ἐκεῖθεν͵ τούτου αἰσθόμενος φυγὰς εἰς Ρώμην ᾤχετο. Εἶθ΄ ὁποῖος ἐκεῖνος μεταμεληθεὶς πρὸς τὸν βασιλέα παρακλήσει χρησάμενος κατὰ κέλευσιν ἐκείνου τὴν Κωνσταντίνου κατέλαβε τὴν μονὴν τὴν οὕτω καλου μένην Πηγὴν ἐνδιαίτημα λαβὼν καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα. Ἔνθα καὶ τοῦ Ψελλοῦ μεταχωρή σαντος Βυζαντόθεν μετὰ τὴν ἀπόκαρσιν αὐτὸς φιλοσο φίας ἁπάσης προέστη διδάσκαλος͵ ὕπατος τῶν φιλοσόφων χρηματίσας͵ καὶ τάς τε Ἀριστοτελικὰς βίβλους καὶ τὰς Πλατωνικὰς ἐξηγεῖσθαι ἐσπούδαζε.
5.8.6 Καὶ ἦν μὲν τῷ δόξαι πολυμαθέστατος͵ δεινὸς δὲ μᾶλλον εἴπερ τις ἄλλος διερευνήσασθαι τῶν ἀνθρώπων τὴν δεινοτάτην περιπατη τικὴν καὶ ταύτης πλέον τὴν διαλεκτικήν. Πρὸς δὲ τὰς ἄλλας τέχνας τῶν λόγων οὐ πάνυ τι εὐφυῶς εἶχεν͵ ἀλλὰ περί τε τὴν γραμματικὴν ἐχώλευε τέχνην καὶ τοῦ ῥητορικοῦ νέκταρος οὐκ ἐγεύσατο· οὐδ΄ ἐκεῖθεν ὁ λόγος τούτῳ ἐφήρ μοστο καὶ εἰς κάλλος ἀπέξεστο. Ἔνθεν τοι καὶ τοῦ χαρα κτῆρος εἶχε στρυφνῶς καὶ τὸ πᾶν ἀνεμπεριβόλως. Καὶ συνενενεύκει ὁ λόγος αὐτῷ τὰς ὀφρῦς͵ καὶ διόλου ἀπέπνει ἰδριμύτητος. Διαλεκτικῶν δὲ ἐφόδων ἐμεμέστωτο τούτῳ τὸ ξύγγραμμα͵ καὶ ἡ γλῶττα τῶν ἐπιχειρημάτων ἐπεφόρητο τῷ διαλεγομένῳ ἐν ταῖς ὁμιλίαις μᾶλλον ἢ ταῖς γραφαῖς. Οὕτως εἶχεν ἰσχυρῶς πρὸς τὰς διαλέξεις καὶ τοσοῦτον ἄφυκτος ἦν ὡς τὸν ἀποκρινόμενον αὐτομάτως συνενε χθῆναι πρὸς τὴν σιγὴν καὶ εἰς ἀμηχανίαν ἐλθεῖν. Ἑκατέ ρωθεν γὰρ τῆς ἐρωτήσεως βόθρον ὤρυττε καὶ εἰς φρέαρ ἀποριῶν ἐνέβαλλε τὸν προσδιαλεγόμενον. Οὕτως ἐμπείρως εἶχε τῆς διαλεκτικῆς ὁ ἀνὴρ καὶ ταῖς ἐπαλλήλαις ἐπερω τήσεσι κατέπνιγε τοὺς διαλεγομένους συγχέων αὐτῶν καὶ συνταράττων τὸν νοῦν. Καὶ οὐκ ἦν τὸν ἅπαξ αὐτῷ συντυ χόντα τοὺς λαβυρίνθους τούτου διελθεῖν.
5.8.7 Ἀμουσότα τος δὲ ἄλλως ἦν καὶ θυμὸς αὐτοῦ κατεκράτει· καὶ ἥντινα προσεκτήσατο ἀρετὴν ἀπὸ τοῦ λόγου κατέλυε καὶ ἠφάνιζεν ὁ θυμός. Διελέγετο γὰρ καὶ ἔπεσι καὶ χερσὶν ὁ ἀνὴρ καὶ τὸν προσδιαλεγόμενον οὐκ ἠφίει πρὸς ἀπορίαν ὅλως ἐλθεῖν οὐδ΄ αὔταρκες ἦν αὐτῷ τὸ ἐπιρράψαι τοῦ ἀντικειμένου τὸ στόμα καὶ σιγὴν αὐτοῦ καταψηφιεῖσθαι͵ ἀλλ΄ εὐθὺς ἡ χεὶρ κατά τε τοῦ πώγωνος καὶ τῶν τριχῶν προσε φήλλετο καὶ ὕβρις εὐθὺς ξυνεπόδιζεν ὕβριν· καὶ ἀκάθεκτος ἦν ὁ ἄνθρωπος καὶ τὰς χεῖρας ὁμοῦ καὶ τὴν γλῶτταν. Τοῦτο δὲ μόνον ἀφιλόσοφον εἶχεν͵ ὅτι μετὰ τὴν πληγὴν κατελίμπανε τοῦτον ὁ θυμὸς καὶ τὸ δάκρυον κατελάμβανε καὶ εἰς λαμπρὸν μετάμελον ἤρχετο.
5.8.8 Εἰ δέ τῳ φίλον καὶ περὶ τῆς ὄψεως αὐτοῦ μαθεῖν͵ μεγάλη μὲν αὐτοῦ ἡ κεφαλή͵ τὸ μέτωπον προπετέστατον͵ τὸ πρόσωπον ἐμφανὲς καὶ ὁ μυκτὴρ ἐλεύθερόν τε καὶ ἄνετον ἀπέπνει τὸν ἀέρα καὶ περιφερὴς ὁ πώγων͵ τὰ στέρνα εὐρὺς καὶ εὐπαγὴς τὰ μέλη τοῦ σώματος͵ τὴν δὲ τῆς ἡλικίας ἀναδρομὴν τῶν εὐμηκεστέρων ἥττων͵ τὴν δὲ φωνὴν τοιοῦτος οἷος ἂν ἀπὸ τῶν Λατίνων ἐληλυθὼς νεανίας εἰς τὴν ἡμεδαπὴν γῆν τὰ Ἑλλήνων μὲν ἐκμάθοι͵ οὐ πάνυ δὲ καθαριεύοι τι τὴν φωνήν͵ ἀλλ΄ ἔστιν οὗ καὶ κολοβωτέρας ἐκφέροι τὰς συλλα βάς. Ἀλλ΄ οὔτε τὸ τοῦ στόματος οὐκ εὐαγὲς οὔτε τὸ εἰς ἄκρον ἄφωνον ἐλάνθανε τοὺς πολλούς͵ τοῖς δὲ ῥητορικωτέροις ἀγροικίζων κατελαμβάνετο. Ἔνθεν τοι καὶ τὰ συγγράμματα τούτου συνέσφιγκτο μὲν ἁπανταχόθεν τοῖς διαλεκτικοῖς τόποις͵ ἀσυνταξίας δὲ κακίαν καὶ σολοικισμὸν σποράδην διερριμμένον παντάπασιν οὐκ ἐξέφευγον.
5.9.1 Οὗτος τοίνυν προκαθήμενος φιλοσοφίας ἁπάσης καὶ συρρεούσης εἰς αὐτὸν τῆς νεότητος (καὶ γὰρ τά τε Πρόκλου καὶ Πλάτωνος καὶ τὰ φιλοσόφων ἀμφοῖν Πορφυρίου τε καὶ Ἰαμβλίχου ἀνεκάλυπτε τούτοις δόγματα καὶ μάλιστα τὰς Ἀριστοτέλους τέχνας καὶ τὴν ὡς ὀργάνου παρεχο μένην χρείαν ὑφηγεῖτο τοῖς ἐθέλουσι πραγματείαν καὶ ταύτῃ μᾶλλον ἐνηβρύνετο καὶ ἐνησχόλητο) οὐ πάνυ τι τοὺς μανθάνοντας ὠφελῆσαι ἐνίσχυσε τὸν θυμὸν καὶ τὴν ἄλλην τοῦ ἤθους ἀκαταστασίαν κωλύμην ἔχων.
5.9.2 Καὶ ὅρα μοι τοὺς τούτου μαθητάς͵ τὸν Σολομῶντα Ἰωάννην καί τινας Ἰασίτας καὶ Σερβλίας καὶ ἄλλους τάχα περὶ τὴν μάθησιν ἐσπουδακότας· ὧν τοὺς πλείους θαμὰ φοιτῶντας πρὸς τὰ βασίλεια καὶ αὐτὴ ἐθεασάμην ὕστερον τεχνικὸν μηδέν τι κατὰ ἀκρίβειαν εἰδότας͵ σχηματιζομένους δὲ τὸν διαλεκ τικὸν κινήσεσιν ἀτάκτοις καὶ μορίων παραφόροις τισὶ μετα φοραῖς͵ ὑγιὲς δὲ οὐδὲν ἐπισταμένους͵ προβαλλομένους τὰς ἰδέας͵ ἤδη δὲ καὶ τὰς μετεμψυχώσεις συνεσκιασμένως πως καὶ ἄλλα τινὰ ὁμοιότροπα καὶ παραπλησίως τούτοις ἀλλό κοτα.
5.9.3 Καὶ τίς γὰρ λόγου μετέχων οὐ παρῆν͵ τοῦ ἱεροῦ ζεύγους τοσοῦτον περὶ τὴν τῶν θείων λόγων ἐξερεύνησιν διὰ πάσης νυκτὸς καὶ ἡμέρας διαπονουμένων; Τοὺς ἐμούς φημι τοκέας καὶ βασιλεῖς. Ἀλλά τι μικρὸν παραδιηγήσομαι· δίδωσι γάρ μοι τοῦτο νόμος ῥητορικός. Μέμνημαι τῆς μητρὸς καὶ βασιλίδος πολλάκις ἀρίστου προκειμένου βίβλον ἐν χεροῖν φερούσης καὶ τοὺς λόγους διερευνωμένης τῶν δογματιστῶν ἁγίων πατέρων͵ μάλιστα δὲ τοῦ φιλοσόφου Μαξίμου καὶ μάρτυρος. Ἐσπουδάκει γὰρ οὐ τοσοῦτον περὶ τὰς φυσικὰς συζητήσεις ὁπόσον περὶ τὰ δόγματα τὴν ὄντως σοφίαν καρποῦσθαι βουλομένη. Καί μοι πολλάκις θαυμάζειν ἐπῄει καὶ θαυμάζουσα ἔφην ποτὲ πρὸς αὐτὴν Πῶς αὐτόθεν πρὸς τοσοῦτον ὕψος ἀπέβλεψας; Ἔγωγε τρέμω καὶ οὐδ΄ ἄκροις ὠσὶν ἀποτολμῶ τούτων ἐπαΐειν. Τὸ γὰρ πάνυ θεωρητικόν τε καὶ νοερὸν τοῦ ἀνδρός͵ ὥς φασιν͵ ἴλιγγον παρέχεται τοῖς ἀναγινώσκουσιν. Ἡ δὲ μειδιάσασα ἔφη͵ Ἐπαινετὴν οἶδα τὴν δειλίαν ταύτην· καὶ οὐδ΄ αὐτὴ ἀτρέμας ταῖς βίβλοις ταύταις πρόσειμι. Ἀλλ΄ ὅμως ἀπο σπᾶσθαι τούτων οὐ δύναμαι. Σὺ δέ μοι μικρὸν ἀνάμεινον καὶ ταῖς ἄλλαις ἐγκύψασα βίβλοις πρότερον καὶ τῆς τούτων ἀπογεύσῃ ἡδύτητος. Ἔτρωσέ μου τὴν καρδίαν ἡ τῶν ῥηθέντων μνήμη καὶ ὥσπερ εἰς πέλαγος ἄλλων διηγημάτων ἐμπέπτωκα. Ἀλλά με θεσμὸς ἱστορίας ἀπείργει· ἔνθεν τοι καὶ πρὸς τὰ κατὰ τὸν Ἰταλὸν ἀνατρεχέτω ὁ λόγος.
5.9.4 Ἐν τούτοις οὖν τοῖς ἄνωθεν ῥηθεῖσιν αὐτοῦ μαθηταῖς ἀκμάζων ὁ Ἰταλὸς πᾶσι καταφρονητικῶς προσεφέρετο τοὺς πολλοὺς τῶν ἀνοήτων πρὸς ἀνταρσίας ἀνακινῶν καὶ τυράν νους ἐκ τῶν οἰκείων μαθητῶν οὐκ ὀλίγους ἀποκαθιστάς. Καὶ εἶχον πολλοὺς προφέρειν͵ εἰ μὴ ὁ χρόνος με τὴν μνήμην ἀφείλετο. Ἀλλὰ ταῦτα μὴν ἦσαν πρὸ τοῦ ἀναχθῆναι τὸν ἐμὸν πατέρα εἰς τὴν τῆς βασιλείας περιωπήν· ἐπεὶ δὲ τὰ ὡδὶ παιδείας εὗρεν ἁπάσης ἐνδεῶς ἔχοντα καὶ τέχνης λογικῆς͵ τοῦ λόγου πόρρω που ἀπελαθέντος͵ αὐτὸς εἴ που σπινθῆρές τινες ἦσαν τούτου ὑπὸ σποδιᾷ κρυπτόμενοι͵ ἀναχωννύειν ἠπείγετο. Καὶ τοὺς ὅσοι περὶ τὰ μαθήματα ἐπιρρεπῶς εἶχον (ἦσαν γάρ τινες καὶ οὗτοι βραχεῖς͵ καὶ οὗτοι μέχρι τῶν Ἀριστοτελικῶν ἑστηκότες προθύρων)͵ τούτους πρὸς μάθησιν ὀτρύνων οὐκ ἐνεδίδου͵ προηγεῖσθαι δὲ τὴν τῶν θείων βίβλων μελέτην τῆς Ἑλληνικῆς παιδείας ἐπέτρεπε.
5.9.5 Τὸν δὲ Ἰταλὸν εὑρηκὼς θορύβων τὰ πάντα μεστὰ ποιούμενον καὶ πολλοὺς ἐξαπατῶντα τῷ σεβαστο κράτορι Ἰσαακίῳ τὴν τούτου δοκιμασίαν ἀνέθετο· ἀνὴρ δὲ οὗτος φιλολογώτατος καὶ μεγαλεπηβολώτατος. Καὶ ὃς οὕτως ἔχοντα τὸν ἄνδρα εὑρηκὼς δημοσίᾳ ἤλεγξε παρα στήσας εἰς μέσον εἶθ΄ οὕτως τῇ ἐκκλησίᾳ παρέπεμψε κατὰ κέλευσιν τἀδελφοῦ καὶ βασιλέως. Ἐπεὶ δὲ τὴν ἑαυτοῦ ἀπαιδευσίαν κρύπτειν οὐχ οἷός τε ἦν͵ κἀκεῖσε ἔκφυλα τῆς ἐκκλησίας δόγματα ἐξηρεύξατο καὶ εἰς μέσους τοὺς τῆς ἐκκλησίας λογάδας κωμῳδῶν οὐκ ἐπαύετο καὶ ἄλλα τινὰ ποιῶν ἤθους ἀπαιδεύτου καὶ βαρβαρικοῦ͵ προέδρου ὄντος τῆς ἐκκλησίας τηνικαῦτα Εὐστρατίου τοῦ Γαριδᾶ· ἃς τοῦτον παρακατέσχε περὶ τὰς οἰκοδομὰς τῆς μεγάλης ἐκκλησίας͵ ὡς ἵνα τάχα πρὸς τὸ κρεῖττον μεταποιήσῃ. Ἀλλὰ μικροῦ θᾶττον ἂν αὐτὸς τῆς ἐκείνου μετέσχε κακίας ἢ μετέδωκε κρείττονος γνώσεως͵ κατὰ τὸ φάμενον͵ καὶ ὁ Ἰταλὸς τὸν Γαριδᾶν ὅλον ἑαυτοῦ ἐποιήσατο.
5.9.6 Τί τὸ ἐντεῦθεν; Ὁ δῆμος ἅπας τῆς Κωνσταντίνου πρὸς τὴν ἐκκλησίαν συγκεκίνητο τὸν Ἰταλὸν ἀναζητοῦντες. Καὶ τάχα ἂν ἀφ΄ ὕψους εἰς μέσον τῆς ἐκκλησίας ἔρριπτο͵ εἰ μὴ λαθὼν ἐκεῖνος εἰς τὸν ὄροφον τουτουῒ τοῦ θείου τεμένους ἀνελθὼν ἔν τινι φωλεῷ ἑαυτὸν συνεκάλυψεν. Ὡς δὲ τὰ παρ΄ ἐκείνου κακῶς δογματισθέντα πολλοῖς τῶν περὶ τὰ ἀνάκτορα ἐθρυλλεῖτο καὶ μεγιστᾶνες οὐκ ὀλίγοι διεφθάρησαν ὑπὸ τῶν φθοροποιῶν τούτων δογμάτων καὶ μεγάλως ἡ τοῦ βασιλέως ψυχὴ διὰ τοῦτο ἐδάκνετο͵ εἰς ἕνδεκά τινα κεφά λαια τὰ δογματισθέντα κακῶς παρὰ τοῦ Ἰταλοῦ συνεκεφα λαιώσαντο καὶ τῷ βασιλεῖ ἐξαπέστειλαν. Ὁ δὲ αὐτοκράτωρ αὐτὰ ταῦτα τὰ κεφάλαια τὸν Ἰταλὸν ἀναθεματίσαι ἐπ΄ ἄμβωνος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐκέλευσεν ἀνακεκαλυμ μένῃ τῇ κεφαλῇ τοῦ πλήθους ἅπαντος ἀκροωμένου καὶ ἐπιλέγοντος αὐτοῖς τὸ ἀνάθεμα.
5.9.7 Ὡς οὖν ἐγένετο ταῦτα καὶ ὁ Ἰταλὸς ἀκάθεκτος ἦν καὶ πάλιν ἐν πολλοῖς τὰ τοιαῦτα ἔλεγεν ἀναφανδὸν καὶ παραινούμενος παρὰ τοῦ βασιλέως ἄτακτόν τι καὶ βαρβαρικὸν ἀπεπήδα͵ ἀνεθεμα τίσθη καὶ αὐτός͵ κἂν ἐς ὕστερον αὖθις ἐκείνου μεταμελη θέντος μετριώτερος καὶ ὁ τούτου γέγονεν ἀναθεματισμός. Καὶ τὰ μὲν δόγματα ἀπεντεῦθεν ἀναθεματίζεται͵ τὸ δὲ ἐκείνου ὄνομα πλαγίως πως καὶ ὑποκεκρυμμένως καὶ οὐδὲ τοῖς πολλοῖς γνωρίμως ὑπάγεται τῷ ἐκκλησιαστικῷ ἀναθέ ματι. Καὶ γὰρ οὗτος ἐν ὑστέροις καιροῖς μετεβέβλητο περὶ τὸ δόγμα καὶ ἐφ΄ οἷς ποτε πεπλάνητο͵ μεταμεμέλητο. Ἠρνεῖτο δὲ καὶ τὰς μετεμψυχώσεις καὶ τὸ ὑβρίζειν τὰς σεπτὰς εἰκόνας τῶν ἁγίων καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον μεθερμηνεύειν πως πρὸς τὸ ὀρθόδοξον ἔσπευδε καὶ δῆλος ἦν καὶ αὐτὸς καταγινώσκων ἑαυτοῦ ἐφ΄ οἷς πρῴην τοῦ εὐθέος μετετέτραπτο.
BIBLIOGRAFIE:
Sursa: http://foss.math.aegean.gr/~alex/Byz/Alexiad |
|
 |