ἐπειδὴ ἀπαιτεῖς συνεχῶς ἀπαντῶν, ἑταῖρε Τιμόκρατες, τὰ παρὰ τοῖς δειπνοσοφισταῖς λεγόμενα, καινά τινα νομίζων ἡμᾶς εὑρίσκειν, ὑπομνήσομέν σε τὰ παρὰ Ἀντιφάνει λεγόμενα ἐν Ποιήσει τόνδε τὸν τρόπον
μακάριόν ἐστιν ἡ τραγῳδία ποίημα κατὰ πάντ᾽, εἴ γε πρῶτον οἱ λόγοι ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι, πρὶν καὶ τιν᾽ εἰπεῖν ὥστ᾽ ὑπομνῆσαι μόνον δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ ἂν φράσω, τὰ γ᾽ ἄλλα πάντ᾽ ἴσασιν ὁ πατήρ Λάιος, μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες, τί πείσεθ᾽ οὗτος, τί πεποίηκεν. ἂν πάλιν εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία πάντ᾽ εὐθὺς εἴρηχ᾽, ὅτι μανεὶς ἀπέκτονε τὴν μητέρ᾽, ἀγανακτῶν δ᾽ Ἄδραστος εὐθέως ἥξει πάλιν τ᾽ ἄπεισι ... [p. 4] ἔπειθ᾽ ὅταν μηδὲν δύνωντ᾽ εἰπεῖν ἔτι, κομιδῇ δ᾽ ἀπειρήκωσιν ἐν τοῖς δράμασιν, αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν, καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει. ἡμῖν δὲ ταῦτ᾽ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ εὑρεῖν, ὀνόματα καινά, καινά πράγματα, καινοὺς λόγους κἄπειτα τὰ διῳκημένα πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν, τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ Χρέμης τις ἢ Φείδων τις, ἐκσυρίττεται: Πηλεῖ δὲ ταῦτ᾽ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν. Δίφιλος δ᾽ ἐν Ἐλαιῶνι
ἢ Φρουροῦσι: ὦ τόνδ᾽ ἐποπτεύουσα καὶ κεκτημένη Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον, Λητοῦς Διός τε τοξόδαμνε παρθένε, ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία ἐστὶν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις. 2. Τιμοκλῆς ὁ κωμῳδιοποιὸς κατὰ πολλὰ χρησίμην εἶναι λέγων τῷ βίῳ τὴν τραγῳδίαν φησὶν ἐν Διονυσιαζούσαις :
ὦ τάν, ἄκουσον, ἤν τι σοι μέλλω λέγειν. ἅνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπήρ᾽ ὁ βίος ἐν ἑαυτῷ φέρει. [p. 6] παραψυχὰς οὖν φροντίδων ἀνεύρετο ταύτας: ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει μεθ᾽ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα. τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει, ὁ νοσῶν δὲ μανικῶς Ἀλκμέων᾽ ἐσκέψατο: ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί, τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικε. χωλός τίς ἐστιν, τόν Φιλοκτήτην ὁρᾷ. γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μείζον᾽ ἢ πέπονθέ τις ἀτυχήματ᾽ ἄλλοις γεγονότ᾽ ἐννοούμενος τὰς αὐτὸς αὑτοῦ συμφορὰς ῥᾷον φέρει. 3. καὶ ἡμεῖς οὖν, ὦ Τιμόκρατες, ἀποδίδομέν σοι τὰ τῶν δειπνοσοφιστῶν λείψανα καὶ οὐ δίδομεν, ὡς ὁ Κοθωκίδης φησὶ ῥήτωρ Δημοσθένην χλευάζων, ὃς Φιλίππου Ἀθηναίοις Ἁλόννησον διδόντος συνεβούλευε μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσιν. ὅπερ Ἀντιφάνης ἐν Νεοττίδι παιδιὰν θέμενος ἐρεσχηλεῖ τόνδε τὸν τρόπον
ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς ἀπέλαβεν ὥσπερ ἔλαβεν. β. ἠγάπησεν ἂν τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης. Ἄλεξις δὲ ἐν Στρατιώτῃ: [p. 8]
ἀπόλαβε τουτί. β. τί τοῦτο δ᾽ ἐστὶν; α. ὃ παρ᾽ ὑμῶν ἐγὼ παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν. β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; α. οὐκ ἔστι γὰρ ἡμέτερον. β. οὐδ᾽ ἡμέτερον. α. ἀλλ᾽ ἐδώκατε ὑμεῖς ἐμοὶ τοῦτ᾽. α. οὐδ᾽ ἐδώκαμεν. β. τί δαί; β. ἀπεδώκαμεν. Β. τὸ μὴ προσῆκόν μοι λαβεῖν; καὶ ἐν Ἀδελφοῖς:
ἐγὼ δέδωκα γάρ τι ταύταις; εἰπέ μοι. β. οὐκ, ἀλλ᾽ ἀπέδωκας ἐνέχυρον δήπου λαβών. Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ:
καὶ τὰς παλαιὰς δώσω. Β. μὰ τὴν γῆν, μὴ σύ γε δῷς, ἀλλ᾽ ἀπόδος. α. καὶ δὴ φέρουσ᾽ ἐξέρχομαι. Τιμοκλῆς δ᾽ ἐν Ἥρωσιν:
οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ τὰ προσόντα φράζειν. β. πάνυ γε. α. δράσω τοῦτό σοι. καὶ πρῶτα μὲν δὴ παύσεται σοι Βριάρεως ὀργιζόμενος. β. ὁ ποῖος οὗτος Βριάρεως; α. ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ᾽ Ἄρη βλέπων. κατὰ τοὺς οὖν προειρημένους ποιητὰς καὶ αὐτοὶ τὰ ἑπόμενα τοῖς προειρημένοις ἀποδιδόντες καὶ οὐ διδόντες τὰ ἀκόλουθα λέξομεν. [p. 10]4. ἐπεισῆλθον οὖν ἡμῖν παῖδες πλῆθος ὅσον ἰχθύων φέροντες θαλασσίων λιμναίων τε ἐπὶ πινάκων ἀργυρῶν, ὡς θαυμάσαι μετὰ τοῦ πλούτου καὶ τὴν πολυτέλειαν μονονουχὶ γὰρ καὶ τὰς Νηρηίδας ὀψωνήκει. καί τις τῶν παρασίτων καὶ κολάκων ἔφη τὸν Ποσειδῶ πέμπειν τῷ Νιττουνίῳ ἡμῶν τοὺς ἰχθῦς οὐ διὰ τῶν ἐν τῇ Ῥώμῃ ὅσον ὅσῳ τῶν τὸν ἰχθὺν πωλούντων, ἀλλὰ τοὺς μὲν ἐξ Ἀντίου κεκομίσθαι, ἑτέρους δ᾽ ἐκ Ταρακινῶν καὶ τῶν καταντικρὺ νήσων Ποντίων, ἄλλους δ᾽ ἐκ Πύργων πόλις δ᾽ αὕτη Τυρρηνική, οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἰχθυοπῶλαι οὐδ᾽ ὀλίγον ἀποδέουσι τῶν κατὰ τὴν Ἀττικήν ποτε κωμῳδηθέντων περὶ ὧν Ἀντιφάνης μὲν ἐν Νεανίσκοις φησίν
ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας εἶναί τι λογοποίημα πρὸς ἀγορὰν δ᾽ ὅταν ἔλθω, πεπίστευκ᾽ ἐμβλέπων γὰρ αὐτόθι τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι: ὥστ᾽ ἐξ ἀνάγκης ἔστ᾽ ἀποστραφέντι μοι λαλεῖν πρὸς αὐτούς. ἂν ἴδω γὰρ ἡλίκον ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς. 5.
Ἄμφις δ᾽ ἐν Πλάνῳ: πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις μοίραις προσελθόντ᾽ ἀξιωθῆναι λόγου λαβεῖν τ᾽ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις ἢ πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ. οὓς ἂν ἐπερωτήσῃ τις ἀναλαβών: τι τῶν [p. 12] παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος πρῶτον σιωπῇ καὶ δικαίως τοῦτό γε: ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ, ὡσεὶ προσέξων δ᾽ οὐδὲν οὐδ᾽ ἀκηκοὼς ἔκρουσε πουλύπουν τιν᾽: ὁ δ᾽ ἐπρήσθη ... καὶ τότ᾽ οὐ λαλῶν ὅλα τὰ ῥήματ᾽, ἀλλὰ συλλαβὴν ἀφελὼν ‘ τάρων βολῶν γένοιτ᾽ ἄν:’ ἡ δὲ κέστρα; ‘κτὼ βολῶν.’ τοιαῦτ᾽ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι. Ἄλεξις Ἀπεγλαυκωμένῳ :
τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν 'ἴδω ἀνεσπακότας, δεινὸν μὲν ἠγοῦμαι ποεῖν, οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν. τοὺς δ᾽ ἰχθυοπώλας τοὺς κάκιστ᾽ ἀπολουμένους ἐπὰν 'ἴδω κάτω βλέποντας, τὰς δ᾽ ὀφρῦς ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι. ἐὰν δ᾽ ἐρωτήσῃς ‘ πόσου τοὺς κεστρέας πωλεῖς δύ᾽ ὄντας,’ ‘ δέκ᾽ ὀβολῶν,’ φησίν. ‘ βαρύ. ὀκτὼ λάβοις ἄν;’ ‘εἴπερ ὠνεῖ τὸν ἕτερον.’ ‘ὧ τάν, λαβὲ καὶ μὴ παῖζε.’ ‘ τοσουδί; ὁ παράτρεχε.’ ταῦτ᾽ οὐχὶ πικρότερ᾽ ἐστὶν αὐτῆς τῆς χολῆς; 6.
Δίφιλος Πολυπράγμονι: ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους. τόδε δ᾽, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίων [p. 14] ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ. ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς, κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ, ὡς φησὶν οὐ διὰ τοῦτὸ γ᾽, ἀλλ᾽ ἐστιγμένος πρὸ τοῦ μετώπου παραπέτασμ᾽ αὐτὴν ἔχει. οὗτος ἀποκρίνετ᾽, ἂν ἐρωτήσῃς ‘πόσου ὁ λάβραξ,’ ‘ δέκ᾽ ὀβολῶν,’ οὐχὶ προσθεὶς ὁποδαπῶν. ἔπειτ᾽ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς, ἐπράξατ᾽ Αἰγιναῖον: ἂν δ᾽ αὐτὸν δέῃ κέρματ᾽ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά. κατ᾽ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει. Ξέναρχος Πορφύρᾳ:
οἱ μὲν ποιηταί (φησι) λῆρός εἰσιν οὐδὲ ἓν καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει ἕκαστος αὐτῶν ταὔτ᾽ ἄνω τε καὶ κάτω. τῶν δ᾽ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον. ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ᾽ ἔστ᾽ ἐξουσία ῥαίνειν, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ, εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην ἐποίησ᾽ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ. ἦσαν δὲ πληγαί, καιρίαν δ᾽ εἰληφέναι δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν ἔκειτο μετὰ τῶν ἰχθύων, βοᾷ δέ τις ‘ὕδωρ, ὕδωρ.’ ὁ δ᾽ εὐθὺς ἐξάρας πρόχουν τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς [p. 16] κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἁπαξάπαν. εἴποις γ᾽ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι. 7. ὅτι δὲ καὶ νεκροὺς πωλοῦσι τοὺς ἰχθῦς καὶ σεσηπότας ἐπισημαίνεται ὁ Ἀντιφάνης ἐν Μοιχοῖς διὰ τούτων
οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις σήπονθ᾽, ἕωλοι κείμενοι δύ᾽ ἡμέρας ἢ τρεῖς, μόλις δ᾽ ἐὰν ποτ᾽ ὠνητὴν τυφλὸν λάβωσ᾽, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν τούτῳ: κομίσας δ᾽ ἐξέβαλεν ... οἴκαδε, τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών. ἐν δὲ Φιλοθηβαίῳ φησὶν
οὐ δεινὸν ἐστι, προσφάτους μὲν ἂν τύχῃ πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς τοῦτον σκυθρωπάζοντὰ θ᾽ ἡμῖν προσλαλεῖν, ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν; τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν: τὸν μὲν γελᾶν, τὸν δ᾽ ἕτερον οἰμώζειν μακρά. ὅτι δὲ καὶ παμπόλλου πιπράσκουσιν Ἄλεξις ἐν Πυλαίαις φησὶν ι
νὴ τὴν Ἀθηνᾶν, ἀλλ᾽ ἐγὼ τεθαύμακα τοὺς ἰχθυοπώλας, πῶς ποτ᾽ οὐχὶ πλούσιοι ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς φόρους: β. φόρους μόνον; οὐχὶ δεκατεύουσι γὰρ [p. 18] τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι, ὅλας δ᾽ ἀφαιροῦνται καθ᾽ ἑκάστην ἡμέραν; 8.
κἀν τῷ Λέβητι δέ φησιν ὁ αὐτὸς ποιητής: οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου Ἀριστονίκου ... ... τίθησι γὰρ νυνὶ νόμον, τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι ἰχθὺν ὑποτιμήσας ἀποδῶτ᾽ ἐλάττονος ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες τῆς ἀξίας ἀγαπῶσιν ἢ τῆς ἑσπέρας σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε. κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον πέμπτης ἅπαντες ἀγοράσουσι κατὰ τρόπον. καὶ προελθὼν δέ φησιν
οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς Ἀριστονίκου νομοθέτης ι τὰ τ᾽ ἄλλα γὰρ νενομοθέτηκε πολλὰ καὶ παντοῖα δὴ νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι τοὺς ἰχθυοπώλας, διὰ τέλους δ᾽ ἑστηκότας: εἶτ᾽ εἰς νέωτά φησι γράψειν κρεμαμένους, καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί. 9. ἐμφανίζει δ᾽ αὐτῶν καὶ τὸ σκαιόν, ἔτι δὲ μισάνθρωπον Ἀντιφάνης ἐν Μισοπονήρῳ πρὸς τοὺς ἐν τῷ βίῳ κακίστους τὴν σύγκρισιν αὐτῶν ποιούμενος διὰ τούτων
εἶτ᾽ οὐ σοφοὶ δῆτ᾽ εἰσὶν οἱ Σκύθαι σφόδρα, οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις [p. 20] διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα; β. οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον κακὸν οὐκ ἂν γένοιτο. α. μετά γε μαίας νὴ Δία: αὗται δ᾽ ὑπερβάλλουσι. β. μετά γε νὴ Δία τοὺς μητραγυρτοῦντάς, τὸ πολὺ γὰρ αὖ γένος μιαρώτατον τοῦτ᾽ ἐστίν. α. εἰ μὴ νὴ Δία τοὺς ἰχθυοπώλας τις λέγειν μιαρωτάτους βούλοιτο. Β. μετά γε τοὺς τραπεζίτας: ἔθνος τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον. 10. οὐκ ἀπιθάνως δὲ καὶ Δίφιλος ἐν Ἐμπόρῳ περὶ τοῦ παμπόλλου πιπράσκεσθαι τοὺς ἰχθῦς λέγει ὧδε:
οὐ πώποτ᾽ ἰχθῦς οἶδα τιμιωτέρους ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας, πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος. ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις, ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με. γόγγρον μὲν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα, ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην. Ἄλεξις δ᾽ ἐν Ἑλληνίδι:
ἀεὶ δὲ καὶ ζῶντ᾽ ἐστὶ καὶ τεθνηκότα τἀν τῇ θαλάττῃ πολέμι᾽ ἡμῖν θηρία. [p. 22] ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ᾽, ὡς γίνεται, ληφθῇ νέων τις, καταπεπώκασ᾽ εὐθέως. αὐτοὶ τ᾽ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων, τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους. τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι, ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει, ἐξ ὀνόματος δ᾽ ἰχθυοπώλου μνημονεύει Ἑρμαίου Αἰγυπτίου Ἄρχιππος ἐν Ἰχθύσιν οὕτως:
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν. καὶ Ἄλεξις δ᾽ ἐν Ἐπικλήρῳ Μικίωνος ἰχθυοπώλου τινος μνημονεύει. 11. εἰκότως οὖν καὶ οἱ ἁλιεῖς ἐπὶ τῇ τέχνῃ μέγα φρονοῦσι μᾶλλον ἢ οἱ ἄριστοι τῶν στρατηγῶν παράγει γοῦν τινα τούτων Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ περὶ τῆς ἁλιευτικῆς τέχνης τάδε λέγοντα:
τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία ἐν τοῖς πίναξιν κρεμαμένη θαυμάζεται: αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται ἀπὸ τοῦ ταγήνου τ᾽ εὐθέως ἀφανίζεται. ἐπεὶ τίνα δι᾽ ἄλλην τέχνην, ὦ χρηστὲ σύ, τὰ στόματα τῶν νεωτέρων κατακάετ᾽ ἢ ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν; ἀλλ᾽ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ [p. 24] εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους ἢ μαινίδ᾽; ὡραῖον δὲ μειρακύλλιον ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην τὴν τῶν ἀλιέων; ἥδε γὰρ δαμάζεται ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη, ἄγουσ᾽ ὑπ᾽ αὐτὰ σώματ᾽ ἀρίστου πύλας, ἀσύμβολον κλίνειν τ᾽ ἀναγκάζει φύσιν. 12. πρὸς δὲ τοὺς περιέργως ὀψωνοῦντας τάδε φησὶν Ἄλεξις ἐν Ἐπικλήρῳ:
ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ᾽ εὐπορεῖ, τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποεῖ γυμνούς, ἀναγκάζει τ᾽ ἐπάν τις ἐκδυθῇ, τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν ὃν ἂν δ᾽ ἴδῃ πρῶτον πένητα καὶ νέον παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον, ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον. Δίφιλος δ᾽ ἐν Ἐμπόρῳ καὶ νόμον εἶναί φησι παρὰ Κορινθίοις τινὰ τοιοῦτον
νόμιμον τοῦτ᾽ ἐστί, βέλτιστ᾽, ἐνθάδε Κορινθίοισιν, ἂν τιν᾽ ὀψωνοῦντ᾽ ἀεὶ λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν ζῇ καὶ τί ποιῶν. κἂν μὲν οὐσίαν ἔχῃ ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα, ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον [p. 26] ἐὰν δ᾽ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ, ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι. ὃς ἂν δὲ μὴ πίθητ᾽, ἐπέβαλον ζημίαν. ἐὰν δὲ μηδ᾽ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς, τῷ δημίῳ παρέδωκαν αὐτόν. β. Ἡράκλεις. α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος τοῦτον, συνιεῖς, ἀλλ᾽ ἀναγκαίως ἔχει ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν ἢ συκοφαντεῖν κατ᾽ ἀγορὰν ἢ μαρτυρεῖν ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος. β. ὀρθῶς γε νὴ Δί᾽. ἀλλὰ δὴ τί τοῦτ᾽ ἐμοί; α. ὁρῶμεν ὀψωνοῦνθ᾽ ἑκάστης ἡμέρας οὐχὶ μετρίως, βέλτιστέ, σ᾽, ἀλλ᾽ ὑπερηφάνως. οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν, συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν, περὶ τῶν σελίνων μαχόμεθ᾽, ὥσπερ Ἰσθμίοις. λαγώς τις εἰσελήλυθ᾽. εὐθὺς ἥρπακας. πέρδικα δ᾽ ἢ κίχλην γε νὴ Δί᾽ οὐκέτι ἔστιν δι᾽ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν, τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ. τὸ δὲ ἔθος τοῦτο καὶ Ἀθήνησιν εἶναι ἀξιοῖ Σώφιλος ἐν Ἀνδροκλεῖ ὀψονόμους ἀξιῶν αἱρεῖσθαι ὑπὸ τῆς βουλῆς δύ᾽ ἢ καὶ τρεῖς. Λυγκεὺς δ᾽ ὁ Σάμιος καὶ τέχνην ὀψωνητικὴν συνέγραψε πρός τινα δυσώνην, διδάσκων αὐτὸν τίνα δεῖ λέγοντα πρὸς τοὺς [p. 28] ἀνδροφόνους ἰχθυοπώλας λυσιτελῶς, ἔτι δὲ ἀλύπως ὠνεῖσθαι ἃ βούλεται. 13. ἐκ τούτων πάλιν τῶν λεχθέντων τὰς ἀκάνθας ἀναλεξάμενος Οὐλπιανὸς ‘εἰ ἔχομεν,’ ἔφη, ‘ δεῖξαι ἀργυροῖς σκεύεσιν ἐν τοῖς δείπνοις χρωμένους τοὺς ἀρχαίους καὶ εἰ ὁ πίναξ Ἑλληνικὸν ὄνομα. Ὁμήρου γὰρ εἰπόντος ἐν Ὀδυσσείᾳ:
τοῖσιν δ᾽ αὖ πίνακας κρειῶν παρέθηκε συβώτης, Ἀριστοφάνης ὁ Βυζάντιος νεώτερόν φησιν εἶναι τὸ ἐπὶ πινάκων παρατιθέναι τὰ ὄψα, ἀγνοῶν ὅτι κἀν ἄλλοις εἴρηκεν ὁ ποιητής:
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας. ζητῶ δὲ καὶ εἰ δούλων πλῆθός τινες ἐκέκτηντο ὥσπερ καὶ οἱ νῦν καὶ εἰ τὸ τήγανον εἴρηται καὶ μὴ μόνως τάγηνον, καὶ μὴ πάντα πίνωμεν ἢ καὶ ἐσθίωμεν ὥσπερ οἱ διὰ τὴν γαστέρα παράσιτοι ὀνομαζόμενοι ἢ κόλακες.’ 14. πρὸς ὃν Αἰμιλιανὸς ἀπεκρίνατο: ‘ πίνακα μὲν ἔχεις τὸ σκεῦος ὠνομασμένον καὶ παρὰ Μεταγένει τῷ κωμικῷ ἐν Θουριοπέρσαις. τήγανον δέ, ὦ βέλτιστε, εἴρηκεν ἐν μὲν Λήροις Φερεκράτης οὕτως :
ἀπὸ τηγάνου τ᾽ ἔφασκεν ἀφύας φαγεῖν. καὶ ἐν Πέρσαις ὁ αὐτός:
ἐπὶ τηγάνοις καθίσανθ᾽ ὑφάπτειν τοῦ φλέω. Φιλωνίδης δ᾽ ἐν Κοθόρνοις:
ὑποδέχεσθαι καὶ μαγίσι καὶ τηγάνοις. [p. 30] καὶ πάλιν
ὀσφρομένην τῶν τηγάνων. Εὔβουλος δ᾽ ἐν Ὀρθάννῃ:
ῥιπὶς δ᾽ ἐγείρει φύλακας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ. καὶ πάλιν
πᾶσα δ᾽ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ. καὶ ἐν Τιτᾶσι:
προσγελῶσά τε λοπὰς παφλάζει βαρβάρῳ λαλήματι: πηδῶσι δ᾽ ἰχθῦς ἐν μέσοισι τηγάνοις. τοῦ δὲ ῥήματος μέμνηται, Φρύνιχος ἐν Τραγῳδοῖς:
ἡδὺ δ᾽ ἀποτηγανίζειν ἄνευ συμβολῶν. καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί:
σὺ δ᾽ ἀποτηγανίζεις. Ἡγήσανδρος δ᾽ ὁ Δελφὸς Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον τήγανον διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ:
τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ, τὴν λοπάδα τήγανον προσαγορεύων. χωρὶς δὲ τοῦ τ στοιχείου Ἴωνες ἤγανον λέγουσιν, ὡς Ἀνακρέων ‘χεῖρὰ τ᾽ ἐν ἠγάνῳ βαλεῖν.’ 15. εἰς ἐπίστασιν δέ με ἄγει, καλὲ Οὐλπιανέ, περὶ τῆς τῶν ἀργυρωμάτων χρήσεως τὸ ὑπὸ Ἀλέξιδος ἐν Φυγάδι εἰρημένον [p. 32]
ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος ὁ τοῖς μαγείροις. μέχρι γὰρ τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες διηκονοῦντο, ὥς φησιν ὁ ἐμὸς Ἰόβας. μεταβαλόντων δ᾽ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα Κλεοπάτρα ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κέραμον αὐτὸ κέραμά τ᾽ ἐπεδίδου τοιαῦτα ἀποφόρητα τοῖς δειπνοῦσι: καὶ τοῦτ᾽ ἦν τὸ πολυτελέστατον εἴς τε τὸν Ῥωσικὸν εὐανθέστατον ὄντα κέραμον πέντε μνᾶς ἡμερησίας ἀνήλισκεν ἡ Κλεοπάτρα. Πτολεμαῖος δ᾽ ὁ βασιλεὺς ἐν ὀγδόῳ ὑπομνημάτων περὶ Μασσανάσσου τὸν λόγον ποιούμενος τοῦ Λιβύων βασιλέως φησὶ τάδε: ‘ δεῖπνα Ῥωμαικῶς ἦν κατεσκευασμένα, κεράμῳ παντὶ χορηγούμενα ἀργυρῷ: τὰς δὲ τῶν δευτέρων τραπέζας ἐκόσμει τοῖς Ἰταλικοῖς ἐθισμοῖς: τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ, γεγονότα πρὸς τὰ πλεκόμενα ταῖς σχοίνοις: μουσικοῖς δὲ ἐχρῆτο Ἑλληνικοῖς.’ 16. Ἀριστοφάνης δὲ ὁ κωμῳδιοποιός, ὅν φησιν Ἡλιόδωρος ὁ Ἀθηναῖος ἐν τοῖς περὶ ἀκροπόλεως—πεντεκαίδεκα δ᾽ ἐστὶ ταῦτα βιβλία Ναυκρατίτην εἶναι γένος, ἐν τῷ Πλούτῳ δράματι κατὰ τὴν τοῦ ὁμωνύμου θεοῦ ἐπιφάνειαν τοὺς ἰχθυηρούς φησι πίνακας ἀργυροῦς ἀναφανῆναι καθάπερ καὶ τὰ ἄλλα ἅπαντα, λέγων ὡδί [p. 34]
ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονε: τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ᾽ ὁρᾶν. ὁ δ᾽ ἰπνὸς γέγον᾽ ἡμῖν ἐξαπίνης ἐλεφάντινος. Πλάτων δ᾽ ἐν Πρέσβεσι:
κᾆτ᾽ ἔλαβον Ἐπικράτης τε καὶ Φορμίσιος παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα, ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς. Σώφρων δ᾽ ἐν γυναικείοις μίμοις φησί: ‘ τῶν δὲ χαλκωμάτων καὶ τῶν: ἀργυρωμάτων ἐμάρμαιρε ἁ οἰκία.’ 17. Φιλιππίδης δ᾽ ἐν Ἀργυρίου ἀφανισμῷ ὡς φορτικοῦ μέμνηται τοῦ τοιούτου καὶ σπανίου, ζηλουμένου δὲ ὑπό τινων νεοπλούτων μετοίκων
ἀλλ᾽ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω ἐλευθέρους, μαστιγίας δ᾽ ἀπ᾽ ἀργυροῦ πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε δυεῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ. πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν ἐργῶδες ἀμέλει. β. τοῦτο μὲν καὶ νῦν ἔτι: ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν. Ἄλεξις δὲ ἐν Ἱππίσκῳ νεανίσκον παράγων ἐρῶντα καὶ ἐπιδεικνύμενον τὸν πλοῦτον τῇ ἐρωμένῃ ταῦτα ποιεῖ λέγοντα: [p. 36]
τοῖς παισὶ τ᾽ εἶπα δύο γὰρ ἦγον οἴκοθεν τἀκπώματ᾽ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα θεῖναι, κύαθος δ᾽ ἦν ἀργυροῦς (οὗτος μὲν οὖν ἦγεν δύο δραχμάσ᾽, κυμβίον δὲ τέτταρας ἴσως ἑτέρας, ψυκτηρίδιον δὲ δέκ᾽ ὀβολούς, Φιλιππίδου λεπτότερον. β. ἀλλὰ ταῦθ᾽ ὅλως πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημέν᾽ ἦν. οἶδα δὲ κἀγώ τινα πολίτην ἡμέτερον πτωχαλαζόνα, ὃς δραχμῆς ἔχων τὰ πάντα ἀργυρώματα ἐβόα καλῶν τὸν οἰκέτην ἕνα ὄντα καὶ μόνον, ὀνόμασι δὲ χρώμενον ψαμμακοσίοις, ‘παῖ Στρομβιχίδη, μὴ τῶν χειμερινῶν ἀργυρωμάτων ἡμῖν παραθῇς, ἀλλὰ τῶν θερινῶν.’ τοιοῦτός ἐστι καὶ ὁ παρὰ Νικοστράτῳ ἐν τῷ ἐπιγραφομένῳ δράματι Βασιλεῖς. ἀλαζὼν δ᾽ ἐστὶ στρατιώτης περὶ οὗ λέγει:
λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον τῆς εὐπαρύφου λεπτότερον. ἐξήλαυνον γάρ τινες τὸν ἄργυρον καὶ τότε εἰς ὑμένος ἰδέαν. 18. καὶ Ἀντιφάνης δὲ ἐν Λημνίαις φησί
παρετέθη τρίπους πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί, ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι. καὶ Σώπατρος δ᾽ ὁ παρῳδὸς ἐν 'Ὀρέστῃ: [p. 38]
σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων. ἐν δὲ τῷ ἐπιγραφομένῳ δράματι Φακῇ φησιν
ἀλλ᾽ ἀμφὶ δείπνοις ὀξίδ᾽ ἀργυρᾶν ἔχει δρακοντομίμοις ἠρμένην τορεύμασιν, οἵαν ποτ᾽ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ. Θεόπομπος δ᾽ ὁ Χῖος ἐν ταῖς πρὸς Ἀλέξανδρον συμβουλαῖς περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν ‘ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων ἔχων πίνειν ἀλλ᾽ οὐδὲ χαλκῶν, ἀλλ᾽ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν.’ Δίφιλος δ᾽ ἐν Ζωγράφῳ:
ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον, εἴ τι νέον ἢ ποθεινὸν ὀστρέων γένη παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ, ὀπτῶν ἐπῇττε σωρὸς ἀπὸ τοῦ τηγάνου, τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς. Φιλήμων Ἰατρῷ:
καὶ γυλιὸν τιν᾽ ἀργυρωμάτων. Μένανδρος Ἑαυτὸν τιμωρουμένῳ
λουτρόν, θεραπαίνας, ... ἀργυρώματα. καὶ ἐν Ὑμνίδι:: [p. 40]
ἀλλὰ τἀργυρώματα ἥκω λαβεῖν βουλόμενος. Λυσίας δ᾽ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος ὁ λόγος: ‘ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι.’ οἱ δ᾽ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.’ 19. τοσαῦτα εἰπόντος τοῦ Αἰμιλιανοῦ ὁ Ποντιανὸς ἔφη: ‘ σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν παρὰ τοῖς Ἕλλησιν ὁ μὲν χρυσὸς καὶ πάνυ, ὁ δὲ ἄργυρος ὀλίγος ἦν ἐν τοῖς μετάλλοις. διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατέρα φησὶν Δοῦρις ὁ Σάμιος φιάλιον χρυσοῦν κεκτημένον ἀεὶ τοῦτ᾽ ἔχειν κείμενον ὑπὸ τὸ προσκεφάλαιον. καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλέων μεταβολαὶ ἔτι τε τῆς τραγῳδίας ἡ πολλή, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος ὁ Ἡρακλεώτης ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν. Ἀναξιμένης δ᾽ ὁ Λαμψακηνὸς ἐν ταῖς πρώταις ἐπιγραφομέναις ἱστορίαις τὸν Ἐριφύλης ὅρμον διαβόητον γενέσθαι διὰ τὸ σπάνιον εἶναι τότε τὸ χρυσίον παρὰ τοῖς Ἕλλησι: καὶ γὰρ ἀργυροῦν ποτήριον ἦν ἰδεῖν τότε παράδοξον. μετὰ δὲ τὴν Δελφῶν ὑπὸ Φωκέων κατάληψιν πάντα τὰ τοιαῦτα δαψίλειαν εἴληφεν. ἐκ ποτηρίων δὲ χαλκῶν ἔπινον οἱ σφόδρα δοκοῦντες πλουτεῖν καὶ τὰς θήκας τούτων ὠνόμαζον [p. 42] χαλκοθήκας. ῾ Ἡρόδοτός τέ φησι τοὺς Αἰγυπτίων ἱερεῖς χαλκοῖς ποτηρίοις πίνειν, τοῖς τε βασιλεῦσιν αὐτῶν θύουσί ποτε κοινῇ οὐχ εὑρεθῆναι πᾶσι δοθῆναι φιάλας ἀργυρᾶς: Ψαμμήτιχον γοῦν νεώτερον ὄντα τῶν ἄλλων βασιλέων χαλκῇ φιάλῃ σπεῖσαι τῶν ἄλλων ἀργυραῖς σπενδόντων. συληθέντος δ᾽ οὖν τοῦ Πυθικοῦ ἱεροῦ ὑπὸ τῶν Φωκικῶν τυράννων ἐπέλαμψε παρὰ τοῖς Ἕλλησιν ὁ χρυσός, εἰσεκώμασε δὲ καὶ ὁ ἄργυρος, ὕστερον δὲ τοῦ μεγίστου Ἀλεξάνδρου τοὺς ἐκ τῆς Ἀσίας θησαυροὺς ἀνελομένου ὄντως ἀνέτειλεν ὁ κατὰ Πίνδαρον εὐρυσθενὴς πλοῦτος. 20. καὶ τὰ ἐν Δελφοῖς δὲ ἀναθήματα τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ὑπὸ πρώτου Γύγου τοῦ Λυδῶν βασιλέως ἀνετέθη: καὶ πρὸ τῆς τούτου βασιλείας ἀνάργυρος, ἔτι δὲ ἄχρυσος ἦν ὁ Πύθιος, ὡς Φαινίας τέ φησιν ὁ Ἐρέσιος καὶ Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ τῶν Φιλιππικῶν. ἱστοροῦσι γὰρ οὗτοι κοσμηθῆναι τὸ Πυθικὸν ἱερὸν ὑπό τε τοῦ Γύγου καὶ τοῦ μετὰ τοῦτον Κροίσου, μεθ᾽ οὓς ὑπό τε Γέλωνος καὶ Ἱέρωνος τῶν Σικελιωτῶν, τοῦ μὲν τρίποδα καὶ Νίκην χρυσοῦ πεποιημένα ἀναθέντος καθ᾽ οὓς χρόνους Ξέρξης ἐπεστράτευε τῇ Ἑλλάδι, τοῦ δ᾽ Ἱέρωνος τὰ ὅμοια, λέγει δ᾽ οὕτως ὁ Θεόπομπος: ‘ἦν γὰρ τὸ παλαιὸν τὸ ἱερὸν κεκοσμημένον χαλκοῖς ἀναθήμασιν, οὐκ ἀνδριᾶσιν ἀλλὰ λέβησι καὶ τρίποσι χαλκοῦ πεποιημένοις. Λακεδαιμόνιοι οὖν χρυσῶσαι βουλόμενοι τὸ πρόσωπον [p. 44] τοῦ ἐν Ἀμύκλαις Ἀπόλλωνος καὶ οὐχ εὑρίσκοντες ἐν τῇ Ἑλλάδι χρυσίον πέμψαντες εἰς θεοῦ ἐπηρώτων τὸν θεὸν παρ᾽ οὗ χρυσίον πρίαιντο. ὁ δ᾽ αὐτοῖς ἀνεῖλεν παρὰ Κροίσου τοῦ Λυδοῦ πορευθέντας ὠνεῖσθαι. καὶ οἳ πορευθέντες παρὰ Κροίσου ὠνήσαντο. Ἱέρων δ᾽ ὁ Συρακόσιος βουλόμενος ἀναθεῖναι τῷ θεῷ τὸν τρίποδα καὶ τὴν Νίκην ἐξ ἀπέφθου χρυσοῦ ἐπὶ πολὺν χρόνον ἀπορῶν χρυσίου ὕστερον ἔπεμψε τοὺς ἀναζητήσοντας εἰς τὴν Ἑλλάδα, οἵτινες μόλις ποτ᾽ εἰς Κόρινθον ἀφικόμενοι καὶ ἐξιχνεύσαντες εὗρον παρ᾽ Ἀρχιτέλει τῷ Κορινθίῳ, ὃς πολλῷ χρόνῳ συνωνούμενος κατὰ μικρὸν θησαυροὺς εἶχεν οὐκ ὀλίγους, ἀπέδοτο γοῦν τοῖς παρὰ τοῦ ῾ Ἱέρωνος ὅσον ἠβούλοντο καὶ μετὰ ταῦτα πληρώσας καὶ τὴν ἑαυτοῦ χεῖρα ὅσον ἠβούλοντο χωρῆσαι ἐπέδωκεν αὐτοῖς. ἀνθ᾽ ὧν Ἱέρων πλοῖον σίτου καὶ ἄλλα πολλὰ δῶρα ἔπεμψεν ἐκ Σικελίας.’ 21. ἱστορεῖ τὰ αὐτὰ καὶ Φαινίας ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ τυράννων, ὡς χαλκῶν ὄντων τῶν παλαιῶν ἀναθημάτων καὶ τριπόδων καὶ λεβήτων καὶ ἐγχειριδίων, ὧν ἐφ᾽ ἑνὸς καὶ ἐπιγεγράφθαι φησίν
θάησαί μ᾽ : ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ ἦν ὅτε καλλικόμῳ μαρνάμεθ᾽ ἀμφ᾽ Ἑλένῃ: καὶ μ᾽ Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον. ἐπὶ δὲ τρίποδος, ὃς ἦν εἷς τῶν ἐπὶ Πατρόκλῳ ἄθλων τεθέντων
χάλκεός εἰμι τρίπους, Πυθοῖ δ᾽ ἀνάκειμαι ἄγαλμα. [p. 46] καὶ μ᾽ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς : Τυδείδης δ᾽ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης, νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον. 22. Ἔφορος δὲ ἢ Δημόφιλος ὁ υἱὸς αὐτοῦ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ λέγων φησίν: ‘Ὀνόμαρχος δὲ καὶ Φάυλλος καὶ Φάλαικος οὐ μόνον ἅπαντα τὰ τοῦ θεοῦ ἐξεκόμισαν, ἀλλὰ τὸ τελευταῖον αἱ γυναῖκες αὐτῶν τόν τε τῆς Ἐριφύλης κόσμον ἔλαβον, ὃν Ἀλκμαίων εἰς Δελφοὺς ἀνέθηκε κελεύσαντος τοῦ θεοῦ, καὶ τὸν τῆς Ἑλένης ὅρμον Μενελάου ἀναθέντος. ἑκατέρῳ γὰρ ὁ θεὸς ἔχρησεν, Ἀλκμαίωνι μὲν πυνθανομένῳ πῶς ἂν τῆς μανίας ἀπαλλαγείη:
τιμῆὲν μ᾽ αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι: καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ᾧ ποτε μήτηρ Ἀμφιάραον ἔκρυψ᾽ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις:: Μενελάῳ δὲ πῶς ἂν τὸν Ἀλέξανδρον τιμωρήσαιτο
πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ᾽ Ἑλένῃ μέγα χάρμα ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει. συνέβη δὲ ταῖς γυναιξὶν ἔριν ἐμπεσεῖν περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται. καὶ διακληρουμένων ἡ μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, ἡ δὲ ὥρᾳ διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης [p. 48] ἔλαχε. καὶ αὕτη μὲν ἐρασθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, ἡ δὲ τῷ ἀνδρὶ θάνατον ἐβούλευσεν.’ 23. Πλάτων δὲ ὁ θεῖος καὶ Λυκοῦργος ὁ Λάκων οὐδ᾽ εἴων ἐνεπιδημεῖν ταῖς ἰδίαις πολιτείαις οὔτε τῶν ἄλλων πολυτελῶν οὐδέν, ἀλλ᾽ οὐδὲ τὸν ἄργυρον οὐδὲ τὸν χρυσόν, τῶν μεταλλευομένων τὸν σίδηρον καὶ τὸν χαλκὸν ἀρκεῖν νομίζοντες, ἐκεῖνα δ᾽ ἐκβάλλοντες ὡς λυμαινόμενα τὰς ὑγιαινούσας τῶν πόλεων. Ζήνων δὲ ὁ ἀπὸ τῆς στοᾶς πάντα τὰ ἄλλα πλὴν τοῦ νομίμως αὐτοῖς καὶ καλῶς χρῆσθαι νομίσας ἀδιάφορα τὴν μὲν αἵρεσιν αὐτῶν καὶ φυγὴν ἀπειπών. τὴν χρῆσιν δὲ τῶν λιτῶν καὶ περιττῶν προηγουμένως: ποιεῖσθαι προστάσσων, ὅπως ἀδεῆ καὶ ἀθαύμαστον πρὸς τἄλλα τὴν διάθεσιν τῆς ψυχῆς ἔχοντες οἱ ἄνθρωποι ὅσα μήτε καλά ἐστι μήτε αἰσχρὰ τοῖς μὲν κατὰ φύσιν ὡς ἐπὶ πολὺ χρῶνται, τῶν δ᾽ ἐναντίων μηδὲν ὅλως δεδοικότες λόγῳ καὶ μὴ φόβῳ τούτων ἀπέχωνται. οὐδὲν γὰρ ἡ φύσις ἐκβέβληκεν ἐκ τοῦ κόσμου τῶν εἰρημένων, ἀλλ᾽ ἐποίησεν ὑπογείους αὐτῶν φλέβας [p. 50] πολύπονον καὶ χαλεπὴν ἐχούσας ἐργασίαν, ὅπως οἱ περὶ ταῦτα σπουδάζοντες ὀδυνώμενοι μετίωσι τὴν κτῆσιν, καὶ οὐχ οἱ μεταλλεύοντες μόνοι ἀλλὰ καὶ οἱ τὰ μεταλλευθέντα συναγείροντες μυρίοις μόχθοις θηρεύωσι τὴν περίβλεπτον ταύτην πολυκτησίαν. δείγματος μὲν οὖν χάριν ἔστιν οὗπερ ἐπιπόλαιον αὐτῶν ἐστι τὸ γένος, εἲ γ᾽ ἐν ταῖς ἐσχατιαῖς τῆς οἰκουμένης καὶ ποτάμια τὰ τυχόντα ψήγματα χρυσοῦ καταφέρει καὶ ταῦτα γυναῖκες καὶ ἄνδρες ἀσθενεῖς τὰ σώματα σὺν ταῖς ἄμμοις ὑποψήχοντες διιστᾶσι καὶ πλύναντες ἄγουσιν ἐπὶ τὴν χώνην, ὡς παρὰ τοῖς Ἐλουητίοις φησὶν ὁ ἐμὸς Ποσειδώνιος καὶ ἄλλοις τισὶ τῶν Κελτῶν. καὶ τά τε πάλαι μὲν Ῥιπαῖα καλούμενα ὄρη, εἶθ᾽ ὕστερον Ὄλβια προσαγορευθέντα, νῦν δὲ Ἄλπια ἔστι δὲ τῆς Γαλατίας αὐτομάτως ὕλης ἐμπρησθείσης ἀργύρῳ διερρύη. τὸ μέντοι γε πολὺ τούτου βαθείαις καὶ κακοπαθέσι μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον ἐλπιζούσης τῆς πλεονεξίας ἀνάξειν ἐκ τῶν μυχῶν τῆς γῆς αὐτὸν τὸν Πλούτωνα, χαριεντιζόμενος γοῦν φησιν ὅτι ‘ πολλάκις καταναλώσαντες τὰ φανερὰ τῶν ἀδήλων ἕνεκα ἃ μὲν ἔμελλον οὐκ ἔλαβον, ἃ δ᾽ εἶχον ἀπέβαλον ὥσπερ αἰνίγματος τρόπον ἀτυχοῦντες.’ 24. Λακεδαιμόνιοι δ᾽ ὑπὸ τῶν ἐθῶν κωλυόμενοι [p. 52] εἰς φέρειν εἰς τὴν Σπάρτην, ὡς ὁ αὐτὸς ἱστορεῖ Ποσειδώνιος, καὶ κτᾶσθαι ἄργυρον καὶ χρυσὸν ἐκτῶντο μὲν οὐδὲν ἧττον, παρακατετίθεντο δὲ τοῖς ὁμόροις Ἀρκάσιν. εἶτα πολεμίους αὐτοὺς ἔσχον ἀντὶ φίλων, ὅπως ἀνυπεύθυνον τὸ ἄπιστον διὰ τὴν ἔχθραν γένηται. τῷ μὲν οὖν ἐν Δελφοῖς Ἀπόλλωνι τὸν πρότερον ἐν τῇ Λακεδαίμονι χρυσὸν καὶ ἄργυρον ἱστοροῦσιν ἀνατεθῆναι, δημοσίᾳ δὲ εἰς τὴν πόλιν Λύσανδρον εἰσαγαγόντα πολλῶν κακῶν αἴτιον γενέσθαι. Γύλιππον γοῦν τὸν Συρακοσίους ἐλευθερώσαντα ἀποθανεῖν ἀποκαρτερήσαντα λόγος, καταγνωσθέντα ὑπὸ τῶν ἐφόρων ὡς νοσφισάμενον ἐκ τοῦ Λυσανδρείου χρήματος, τοῦ δὲ ἀνατιθεμένου θεῷ καὶ συγχωρουμένου δήμου καθάπερ κοσμήματος καὶ κτήματος οὐ ῥᾴδιον ἦν τὸν θνητὸν ὀλίγωρον γενέσθαι, 25. τῶν δὲ Γαλατῶν οἱ Σκορδίσται καλούμενοι χρυσὸν μὲν οὐκ εἰσάγουσιν εἰς τὴν αὑτῶν χώραν, λῃζόμενοι δὲ τὴν ἀλλοτρίαν καὶ ἀδικοῦντες τὸν ἄργυρον οὐ παραλείπουσι. τὸ δ᾽ ἔθνος αὐτῶν ἐστι μὲν λείψανον τῶν μετὰ Βρέννου στρατευσαμένων ἐπὶ τὸ Δελφικὸν μαντεῖον Γαλατῶν, Βαθάναττος δέ τις ἡγεμὼν αὐτοὺς διῴκισεν ἐπὶ τοὺς περὶ τὸν Ἴστρον τόπους ἀφ᾽ οὗ καὶ τὴν ὁδὸν δι᾽ ἧς ἐνόστησαν Βαθαναττίαν καλοῦσι καὶ τοὺς ἀπογόνους τοὺς ἐκείνου Βαθανάττους ἔτι καὶ νῦν προσαγορεύουσιν. ἀφωσιώκασι δὲ οὗτοι τὸν χρυσὸν καὶ οὐκ εἰσφέρουσιν εἰς τὰς πατρίδας, δι᾽ ὃν πολλὰ καὶ δεινὰ ἔπαθον ἀργύρῳ δὲ χρῶνται καὶ τούτου χάριν πολλὰ καὶ δεινὰ ποιοῦσιν. [p. 54] καίτοι γε ἐχρῆν οὐχὶ τὸ γένος τοῦ συληθέντος, ἀλλὰ τὴν ἱεροσυλήσασαν ἀσέβειαν ἐξορίσαι: εἰ δὲ μηδὲ τὸν ἄργυρον εἰσέφερον εἰς τὴν χώραν, ἢ περὶ τὸν χαλκὸν ἂν καὶ σίδηρον ἐπλημμέλουν ἢ εἰ μηδὲ ταῦτ᾽ ἦν παρ᾽ αὐτοῖς, περὶ τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν ἄλλων ἀναγκαίων ὁπλομανοῦντες ἂν διετέλουν.’ 26. τοσαῦτα καὶ τοῦ Ποντιανοῦ εἰπόντος—ἐφιλοτιμήσαντο γὰρ οἱ πολλοὶ τὰς τοῦ Οὐλπιανοῦ ἀπολύσασθαι προτάσεις: ὧν τὰς ὑπολειπομένας διελόμενοι ὁ μὲν Πλούταρχος ἔφη: “τὸ δὲ τοῦ παρασίτου ὄνομα πάλαι μὲν ἦν σεμνὸν καὶ ἱερόν. πολέμων γοῦν ὁ εἴτε Σάμιος ἢ Σικυώνιος εἴτ᾽ Ἀθηναῖος ὀνομαζόμενος χαίρει, ὡς ὁ Μοψεάτης ῾ Ἡρακλείδης λέγει καταριθμούμενος αὐτὸν καὶ ἀπ᾽ ἄλλων πόλεων ἐπεκαλεῖτο δὲ καὶ στηλοκόπας, ὡς Ἡρόδικος ὁ Κρατήτειος εἴρηκε γράψας περὶ παρασίτων φησὶν οὕτως: “τὸ τοῦ παρασίτου ὄνομα νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον. ἐν Κυνοσάργει μὲν οὖν ἐν τῷ Ἡρακλείῳ στήλη τίς ἐστιν ἐν ᾗ ψήφισμα μὲν Ἀλκιβιάδου, γραμματεὺς δὲ Στέφανος Θουκυδίδου, λέγεται δ᾽ ἐν αὐτῷ περὶ τῆς προσηγορίας οὕτως: ‘τὰ δ᾽ ἐπιμήνια θυέτω ὁ ἱερεὺς μετὰ τῶν [p. 56] παρασίτων, οἱ δὲ παράσιτοι ἔστων ἐκ τῶν νόθων καὶ τῶν τούτων παίδων κατὰ τὰ πάτρια, ὃσδ᾽ ἂν μὴ 'θέλῃ παρασιτεῖν, εἰσαγέτω καὶ περὶ τούτων εἰς τὸ δικαστήριον.’ ἐν δὲ τοῖς κύρβεσι τοῖς περὶ τῶν Δηλιαστῶν οὕτως γέγραπται: ‘ καὶ τὼ κήρυκε ἐκ τοῦ γένους τῶν Κηρύκων τοῦ τῆς μυστηριώτιδος. τούτους δὲ παρασιτεῖν ἐν τῷ Δηλίῳ ἐνιαυτόν.’ ἐν δὲ Παλληνίδι τοῖς ἀναθήμασιν ἐπιγέγραπται τάδε: ‘ἄρχοντες καὶ παράσιτοι ἀνέθεσαν οἱ ἐπὶ Πυθοδώρου ἄρχοντος στεφανωθέντες χρυσῷ στεφάνῳ. ἐπὶ Διφίλης ἱερείας παράσιτοι Ἐπίλυκος ... στράτου Γαργήττιος, Περικλῆς Περικλείτου Πιτθεύς, Χαρῖνος Δημοχάρους Γαργήττιος.’ κἀν τοῖς τοῦ βασιλέως δὲ νόμοις γέγραπται: ‘ θύειν τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους.’ Κλέαρχος δ᾽ ὁ Σολεύς, εἷς δ᾽ οὗτος τῶν Ἀριστοτέλους ἐστὶ μαθητῶν, ἐν τῷ πρώτῳ τῶν βίων τάδε γράφει: ‘ ἔτι δὲ παράσιτον νῦν μὲν τὸν ἕτοιμον, ὁ τότε δὲ τὸν εἰς τὸ συμβιοῦν κατειλεγμένον. ἐν γοῦν τοῖς παλαιοῖς νόμοις αἱ πλεῖσται τῶν πόλεων ἔτι καὶ τήμερον ταῖς ἐντιμοτάταις ἀρχαῖς συγκαταλέγουσι παρασίτους.’ Κλείδημος δ᾽ ἐν τῇ Ἀτθίδι φησί ‘ καὶ παράσιτοι δ᾽ ᾑρέθησαν [p. 58] τῷ Ἠρακλεῖ.’ καὶ Θεμίσων δ᾽ ἐν Παλληνίδι: ‘ ἐπιμελεῖσθαι δὲ τὸν βασιλέα τὸν ἀεὶ βασιλεύοντα καὶ τοὺς ἄρχοντας καὶ τοὺς παρασίτους οὓς ἂν ἐκ τῶν δήμων προσαιρῶνται καὶ τοὺς γέροντας καὶ τὰς γυναῖκας τὰς πρωτοπόσεις.’ 27. ἔχεις δὲ κἀκ τούτων, καλέ μου Οὐλπιανέ, ζητεῖν τίνες αἱ πρωτοπόσεις γυναῖκες, ἀλλὰ μὴν περὶ γὰρ τῶν παρασίτων ὁ λόγος κἀν τῷ Ἀνακείῳ ἐπί τινος στήλης γέγραπται: ‘ τοῖν δὲ βοοῖν τοῖν ἡγεμόνοιν τοῖν ἐξαιρουμένοιν τὸ μὲν τρίτον μέρος εἰς τὸν ἀγῶνα, τὰ δὲ δύο μέρη τὸ μὲν ἕτερον τῷ ἱερεῖ , τὸ δὲ τοῖς παρασίτοις.’ Κράτης δ᾽ ἐν δευτέρῳ Ἀττικῆς διαλέκτου φησί: ‘ καὶ ὁ παράσιτος νῦν ἐπ᾽ ἄδοξον μετάκειται πρᾶγμα, πρότερον δ᾽ ἐκαλοῦντο παράσιτοι οἱ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκλογὴν αἱρούμενοι καὶ ἦν ἀρχεῖόν τι παρασίτων. διὸ καὶ ἐν τῷ τοῦ βασιλέως νόμῳ γέγραπται ταυτί: ‘ ἐπιμελεῖσθαι δὲ τὸν βασιλεύοντα τῶν τε ἀρχόντων ὅπως ἂν καθιστῶνται καὶ τοὺς παρασίτους ἐκ τῶν δήμων αἱρῶνται κατὰ τὰ γεγραμμένα, τοὺς δὲ παρασίτους ἐκ τῆς βουκολίας ἐκλέγειν ἐκ τοῦ μέρους τοῦ ἑαυτῶν ἕκαστον ἑκτέα κριθῶν δαίνυσθαί τε τοὺς ὄντας Ἀθηναίων ἐν τῷ ἱερῷ [p. 60] κατὰ τὰ πάτρια, τὸν δ᾽ ἑκτέα παρέχειν εἰς τὰ ἀρχεῖα τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους ἀπὸ τῆς ἐκλογῆς τῶν κριθῶν.’ ὅτι δὲ καὶ ἀρχεῖον ἦν αὐτῶν ἐν τῷ αὐτῷ νόμῳ τάδε γέγραπται: ‘ εἰς τὴν ἐπισκευὴν τοῦ νεὼ καὶ τοῦ παρασιτίου καὶ τῆς οἰκίας τῆς ἱερᾶς διδόναι τὸ ἀργύριον ὁπόσου ἂν οἱ τῶν ἱερῶν ἐπισκευασταὶ μισθώσωσιν.’ ἐκ τούτου δῆλόν ἐστιν ὅτι ἐν ᾧ τὰς ἀπαρχὰς ἐτίθεσαν τοῦ ἱεροῦ σίτου οἱ παράσιτοι τοῦτο παρασίτιον προσηγορεύετο.’ ταὐτὰ ἱστορεῖ καὶ Φιλόχορος ἐν τῇ ἐπιγραφομένῃ Τετραπόλει μνημονεύων τῶν καταλεγομένων τῷ Ἡρακλεῖ παρασίτων καὶ Διόδωρος ὁ Σινωπεὺς κωμῳδιοποιὸς ἐν Ἐπικλήρῳ, οὗ τὸ μαρτύριον ὀλίγον ὕστερον παραθήσομαι. Ἀριστοτέλης δ᾽ ἐν τῇ Μεθωναίων πολιτείᾳ ‘ παράσιτοι’ φησί, ‘ τοῖς μὲν ἄρχουσι δύο καθ᾽ ἕκαστον ἦσαν, τοῖς δὲ πολεμάρχοις εἷς: τεταγμένα δὲ ἐλάμβανον παρ᾽ ἄλλων τέ τινων καὶ τῶν ἁλιέων ὄψον.’ 28. τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ περὶ διδασκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλαθόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ παρὰ πότον αὐτὸν εἰσήγαγεν οὑτωσὶ λέγων
ἀλλ᾽ ἄλλος ἔστειχ᾽ ὧδε τοῦδε κατὰ πόδας, τὸν ῥᾳδίως λαψῇ τὺ κὰτ τὸ νῦν γά θην [p. 62] εὔωνον ἀείσιτον. ἀλλ᾽ ἔμπας ὅδε ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον. καὶ αὐτὸν ποιεῖ τὸν παράσιτον λέγοντα τοιάδε πρὸς τὸν πυνθανόμενον
συνδειπνέων τῷ λῶντι, καλέσαι δεῖ μόνον, καὶ τῷ γα μὴ λεῶντι, κοὐδὲν δεῖ καλεῖν τηνεὶ δὲ χαρίης τ᾽ εἰμὶ καὶ ποιέω πολὺν γέλωτα καὶ τὸν ἱστιῶντ᾽ ἐπαινέω. καἴ κά τις ἀντίον τι λῇ τήνῳ λέγειν, τήνῳ κυδάζομαί τε κἀπ᾽ ὦν ἠχθόμαν. κἤπειτα πολλὰ καταφαγών, πόλλ᾽ ἐμπιὼν ἄπειμι: λύχνον δ᾽ οὐχ ὁ παῖς μοι συμφέρει: ἕρπω δ᾽ ὀλισθράζων τε καὶ κατὰ σκότος ἔρημος: αἴ κα δ᾽ ἐντύχω τοῖς περιπόλοις, τοῦθ᾽ οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς ὅτι οὐ λῶντι πλεῖον, ἀλλὰ μαστιγῶντί με. ἐπεὶ δὲ χ᾽ εἵκω οἴκαδις καταφθαρείς, ἄστρωτος εὕδω, καὶ τὰ μὲν πρᾶτ᾽ οὐ κοῶ, ἇς κά μ᾽ ἔχων ὥκρατος ἀμφέπῃ φρένας. 29. καὶ ἄλλα δὲ τοιαῦτα ἐπιλέγει ὁ τοῦ Ἐπιχάρμου παράσιτος, ὁ δὲ παρὰ τῷ Διφίλῳ τάδε φησίν
ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν, οὐ κατανοῶ τὰ τρίγλυφ᾽ οὐδὲ τὰς στέγας, οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους, [p. 64] ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν. κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ, γέγηθα καὶ χαίρω τε καὶ πτερύττομαι:: ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ᾽ οὐδ᾽ αἷμ᾽ ἔχει. πρῶτος δ᾽ Ὅμηρος, ὥς τινές φασιν, εἰσήγαγε παράσιτον, τὸν Ποδῆν εἶναι λέγων φίλον εἰλαπιναστὴν τοῦ Ἕκτορος:
ἦν δέ τις ἐν Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος, ἀφνειὸς τ᾽ ἀγαθός τε: μάλιστα δέ μιν τίεν Ἕκτωρ δήμου, ἐπεὶ οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής. τὸν γὰρ ἐν εἰλαπίνῃ φίλον εἴρηκεν τὸν ἐν τῷ δειπνεῖν. διὸ καὶ ποιεῖ αὐτὸν ὑπὸ Μενελάου τιτρωσκόμενον κατὰ τὴν γαστέρα: φησὶν δ᾽ ὁ Σκήψιος Δημήτριος ὡς καὶ Πάνδαρον διὰ τὸ ἐπιωρκηκέναι κατὰ τῆς γλώττης. τιτρώσκει δ᾽ αὐτὸν Σπαρτιάτης ἄνθρωπος τὴν αὐτάρκειαν ἐζηλωκώς. 30. οἱ δ᾽ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν, ἀφ᾽ ὧν καὶ Εὔπολις τῷ δράματι τὴν ἐπιγραφὴν ἐποιήσατο, τὸν χορὸν τῶν Κολάκων ποιήσας τάδε λέγοντα:
ἀλλὰ δίαιταν ἣν ἔχουσ᾽ οἱ κόλακες πρὸς ὑμᾶς λέξομεν ἀλλ᾽ ἀκούσαθ᾽, ὡς ἐσμὲν ἅπαντα κομψοὶ ἄνδρες: ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ. [p. 66] ἱματίω δέ μοι δύ᾽ ἐστὸν χαρίεντε τούτω, οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω εἰς ἀγοράν. ἐκεῖ δ᾽ ἐπειδὰν κατίδω τιν᾽ ἄνδρα ἠλίθιον, πλουτοῦντα δ᾽, εὐθὺς περὶ τοῦτον εἰμί. κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτ᾽ ἐπαινῶ καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν. εἶτ᾽ ἐπὶ δεῖπνον ἐρχόμεσθ᾽ ἄλλυδις ἄλλος ἡμῶν μᾶζαν ἐπ᾽ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ τὸν κόλακ᾽ εὐθέως λέγειν ἢ ' κφέρεται θύραζε. οἶδα δ᾽ Ἀκέστορ᾽ αὐτὸ τὸν στιγματίαν παθόντα: σκῶμμα γὰρ εἶπ᾽ ἀσελγές, εἶτ᾽ αὐτὸν ὁ παῖς θύραζε ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ. 31. τοῦ δὲ ὀνόματος τοῦ παρασίτου μνημονεύει Ἀραρὼς ἐν Ὑμεναίῳ διὰ τούτων
οὐκ ἔσθ᾽ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε: ὁ δ᾽ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει. πολὺ δ᾽ ἐστὶ τὸ ὄνομα παρὰ τοῖς νεωτέροις. τὸ δὲ ῥῆμα παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐν Λάχητι: φησὶ γάρ: ‘ καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ.’ παρασίτων δ᾽ εἶναί φησι γένη δύο Ἄλεξις ἐν Κυβερνήτῃ διὰ τούτων
δύ᾽ ἐστί, Ναυσίνικε, παρασίτων γένη, ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον, οἱ μέλανες ἡμεῖς. θάτερον ζῇ τοι γένος, [p. 68] σεμνοπαράσιτον ἔθνος εὖ καλούμενον, σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον χιλιοταλάντους ἀνακυλῖὸν τ᾽ οὐσίας ι νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα;ν. καὶ μάλα. ρ. τούτων δ᾽ ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν ἡ τύχη ἡμῶν μεγάλοις προσένειμε, τοὺς δ᾽ ἐλάττοσι εἶθ᾽ οἱ μὲν εὐποροῦμεν, οἱ δ᾽ ἀλύομεν. ἆρ᾽ ἐκδιδάσκω, Ναυσίνικ᾽;ν, οὐκ ἀστόχως: ἀλλ᾽ ἂν σ᾽: ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι. 32. χαρακτηρίζει δ᾽ οὐκ ἀρρύθμως τὸν παράσιτον ὁποῖὸς τίς ἐστι Τιμοκλῆς ἐν Δρακοντίῳ οὕτως ι
ἔπειτ᾽ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ κακῶς λέγειν; ἥκιστά γ᾽ οὐδὲν ἔστι γὰρ ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος, εἰ δ᾽ ἐστὶ τὸ φιλέταιρον ἕν τι τῶν καλῶν, ἀνήρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους, ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται. πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ, δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς, ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων, χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις: τίς δ᾽ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς [p. 70] ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν; ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι᾽ ἡμέρας, τεκμήριόν τι παμμέγεθες οἶμαὶ γ᾽ ἐρεῖν, ὁ τῶν παρασίτων ὡς τετίμηται βίος. γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια νικῶσι δίδοται χρηστότητος εἵνεκα, σίτησις, οὗ γὰρ μὴ τίθενται συμβολαί, πρυτανεῖα ταῦτα πάντα προσαγορευτέα. 33.
καὶ Ἀντιφάνης δὲ ἐν Διδύμοις φησίν ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς, κοινωνὸς ἀμφοῖν, τῆς τύχης καὶ τοῦ βίου. οὐδεὶς παράσιτος εὔχετ᾽ ἀτυχεῖν τοὺς φίλους, τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί. ἐστὶν πολυτελὴς τῷ βίῳ τις: οὐ φθονεῖ, μετέχειν δὲ τούτων εὔχετ᾽ αὐτῷ συμπαρών. κἀστὶν φίλος γενναῖος ἀσφαλής θ᾽ ἅμα, οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος, ὀργὴν ἐνεγκεῖν ἀγαθός. ἂν σκώπτῃς, γελᾷ: ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν, ἂν ᾖ τὸ σιτάρκημα δεῖπνον εὐτρεπές. 34.
καὶ Ἀριστοφῶν δὲ ἐν Ἰατρῷ φησι: βούλομαι δὲ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους. ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστ᾽ ἤδη πάλαι ... ζωμὸς καλοῦμαι, δεῖ τιν᾽ ἄρασθαι μέσον [p. 72] τῶν παροινούντων, παλαιστὴν νόμισον Ἀργεῖόν μ᾽ ὁρᾶν. προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός: ἀναβῆναί τι πρὸς κλιμάκιον ... Καπανεύς: ὑπομένειν πληγὰς ἄκμων κονδύλους πλάττειν δὲ Τελαμών τοὺς καλοὺς πειρᾶν καπνός. κἀν Πυθαγοριστῇ δέ φησι:
πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν νόμιζ᾽ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην. ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος, ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἐλαίῳ μηδὲ χρίεσθαι τὸ πᾶν κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς. 35.
Ἀντιφάνης δ᾽ ἐν Προγόνοις: τὸν τρόπον μὲν οἶσθά μου ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις τοιοῦτὸς εἰμ᾽, ἥδιστε, τύπτεσθαι μύδρος, τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν᾽ ἀστραπή, φέρειν τιν᾽ ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος, [p. 74] θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρίς, δειπνεῖν ἄκλητος μυῖα, μὴ ' ξελθεῖν φρέαρ, ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅσ᾽ ἂν μόνον τύχῃ τις εἰπών, ταῦτ᾽ ἀπροσκέπτως ποεῖν ἅπαντα, καὶ καλοῦσὶ μ᾽ οἱ νεώτεροι διὰ ταῦτα πάντα σκηπτὸν ἀλλ᾽ οὐδὲν μέλει τῶν σκωμμάτων μοι: τῶν φίλων γὰρ ὢν φίλος ἔργοισι χρηστός, οὐ λόγοις ἔφυν μόνον. Δίφιλος δ᾽ ἐν Παρασίτῳ μελλόντων γίνεσθαι γάμων τὸν παράσιτον ποιεῖ λέγοντα τάδε:
ἀγνοεῖς ἐν ταῖς ἀραῖς ὅ τι ἔστιν, εἴ τις μὴ φράσει᾽ ὀρθῶς ὁδὸν ἢ πῦρ ἐναύσει᾽ ἢ διαφθείρει᾽ ὕδωρ, ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά. Εὔβουλος δ᾽ ἐν Οἰδίποδι:
ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους. ὅστις δ᾽ ἐπὶ δεῖπνον ἢ φίλον τιν᾽ ἢ ξένον καλέσας ἔπειτα συμβολὰς ἐπράξατο, φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών. 36. Διόδωρος δὲ ὁ Σινωπεὺς ἐν Ἐπικλήρῳ περὶ τοῦ παρασιτεῖν καὶ αὐτας οὐκ ἀγλαφύρως τάδε φησὶν
βούλομαι δεῖξαι σαφῶς ὡς σεμνὸν ἐστι τοῦτο καὶ νενομισμένον [p. 76] καὶ τῶν θεῶν εὕρημα: τὰς δ᾽ ἄλλας τέχνας οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ᾽ ἄνδρες σοφοί: τὸ γὰρ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος, ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως. οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν. οὗ δ᾽ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ, παρακειμένην τε τὴν τράπεζαν πάνθ᾽ ἃ δεῖ ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών, ἀπέρχετ᾽ οἴκαδ᾽ οὐ καταβαλών συμβολάς. κἀγὼ ποῶ νῦν τοῦτ᾽. ἐπὰν κλίνας ἴδω ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι ἐνθάδε σιωπῇ καὶ ποιήσας εὐσταλῆ ἐμαυτόν, ὥστε μὴ ἐνοχλεῖν τὸν συμπότην, πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών, ἀπέρχομ᾽ οἴκαδ᾽ ὥσπερ ὁ Ζεὺς ὁ φίλιος, ὅτι δ᾽ ἦν τὸ πρᾶγμ᾽ ἔνδοξον ἀεὶ καὶ καλόν, ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς ἡ πόλις ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ οὐ πώποτ᾽ ἀπεκλήρωσεν οὐδὲ παρέλαβεν εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν ἐκ τῶν πολιτῶν δώδεκ᾽ ἄνδρας ἐπιμελῶς ἐκλεξαμένη τοὺς ἐκ δύ᾽ ἀστῶν γεγονότας, ἔχοντας οὐσίας, καλῶς βεβιωκότας. [p. 78] εἶθ᾽ ὕστερον τὸν Ἡρακλέα μιμούμενοι τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι τρέφειν παρεκάλουν οὐχὶ τοὺς χαριεστάτους ἐκλεγόμενοι, τοὺς δὲ κολακεύειν δυναμένους καὶ πάντ᾽ ἐπαινεῖν οἷς ἐπειδὰν προσερύγῃ ῥαφανῖδας ἢ σαπρὸν σίλουρον καταφαγών, ἴα καὶ ῥόδα φασὶν αὐτὸν ἠριστηκέναι. ἐπὰν δ᾽ ἀποπάρδῃ μετά τινος κατακείμενος τούτων, ὁ προσάγων τὴν ῥῖνα δεῖθ᾽ αὑτῷ φράσαι, πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις; διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νῦν. 37. καὶ Ἀξιόνικος δ᾽ ἐν Χαλκιδικῷ φησιν:
ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ᾽ ὤν, πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων ὀστῶν τε τό μέγεθος τοσαύτας ὥστε με ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα ἔχειν. ἐλυσιτέλει γάρ: ἥττων εἰμὶ γὰρ τῆς ἡδονῆς, ἔπειτα καὶ τρόπον τινὰ τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα. οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι: μετεβαλόμην πρὸς τοῦτον ὅσα τ᾽ εἴρηκέ με κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι. [p. 80] πονηρὸς ὢν δὲ χρηστὸς εἶναι φησί τις ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν, γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον αὔριον ἕωλον τοῦτ᾽ ἔχων οὐκ ἄχθομαι. τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου. Ἀντίδοτος δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Πρωτοχόρῳ παράγει τινα παραπλήσιον τοῖς ἐν τῷ Κλαυδίῳ νῦν σοφιστεύουσιν, ὧν οὐδὲ μεμνῆσθαι καλόν, τοιαῦτα περὶ παρασιτικῆς τέχνης λέγοντα:
κατὰ τὴν στάσιν δὴ στάντες ἀκροάσασθέ μου. πρὶν ἐγγραφῆναι καὶ λαβεῖν τὸ χλαμύδιον περὶ τοῦ παρασιτεῖν εἴ τις ἐμπέσοι λόγος, τὸ τεχνίον αἰεὶ τοῦτό μοι κατεπίνετο, καὶ παιδομαθὴς πρὸς αὐτὸ τὴν διάνοιαν ἦν. 38. παράσιτοι δ᾽ ἐπ᾽ ὀνόματος ἐγένοντο Τιθύμαλλος μέν, οὗ μνημονεύει Ἄλεξις ἐν Μιλησίᾳ καὶ ἐν Ὀδυσσεῖ ὑφαίνοντι: ἐν δὲ Ὀλυνθίοις φησίν
ὁ δὲ σὸς πένης ἔστ᾽, ὦ γλυκεῖα: τοῦτο δὲ δέδοιχ᾽ ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται. Δρόμων δ᾽ ἐν Ψαλτρίᾳ:
ὑπερῃσχυνόμην μέλλων ἀσύμβολος πάλιν δειπνεῖν πάνυ αἰσχρὸν γάρ. Β. ἀμέλει: τὸν Τιθύμαλλον γοῦν ἀεὶ [p. 82] ἐρυθρότερον κόκκου περιπατοῦντ᾽ ἔσθ᾽ ὁρᾶν οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς. Τιμοκλῆς Κενταύρῳ ἢ Δεξαμενῷ:
τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν. ἐν δὲ Καυνίοις:
ἤδη προσενήνεκται; τί μέλλεις; σπεῦδε δή, ὦ τάν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω κομιδῇ τεθνηκώς, τῶν ἀν᾽ ὀκτὼ τοὐβολοῦ θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ ἐκεῖνος, ἀλλ᾽ ἐκαρτέρησ᾽, ὦ φίλτατε, πεινῶν. ἐν δ᾽ Ἐπιστολαῖς:
οἴμοι κακοδαίμων, ὡς ἐρῶ: μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτ᾽ ἠράσθη φαγεῖν οὕτω σφόδρ᾽ οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν, οὐ Νεῖλος ἄλφιτ᾽, οὐ Κόρυδος ἀσύμβολος κινεῖν ὀδόντας. Ἀντιφάνης Τυρρηνῷ:
ἀρετὴ τὸ προῖκα τοῖς φίλοις ὑπηρετεῖν. β. λέγεις ἔσεσθαι τὸν Τιθύμαλλον πλούσιον. εἰ πράξεται γὰρ μισθὸν ἐκ τοῦ σοῦ λόγου παρ᾽ οἷσι δειπνεῖ προῖκα, συλλέξει συχνήν. 39. ἦν δὲ καὶ ὁ Κόρυδος τῶν δι᾽ ὀνόματος παρασίτων, μνημονεύει δ᾽ αὐτοῦ Τιμοκλῆς ἐν Ἐπιχαιρεκάκῳ οὕτως: [p. 84]
ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν ἥδιστον, ἂν δ᾽ ἀπορῇ τις, ἀθλιώτατον. ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὠψώνει παρ᾽ αὑτὸν οἴκαδε. ἦν δὲ τὸ πάθος γέλοιον, οἴμοι, τέτταρας χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν, θύννεια, νάρκας, καράβους ᾑμωδία. καὶ ταῦτα πάντῃ μὲν περιελθὼν ἤρετο ὁπόσου, πυθόμενος δ᾽ ἀπέτρεχ᾽ εἰς τὰς μεμβράδας. Ἄλεξις Δημητρίῳ ἢ Φιλεταίρῳ:
ἀλλ᾽ αἰσχύνομαι τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν οὕτω προχείρως: οὐκ ἀπαρνοῦμαι δ᾽ ὅμως. οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις ἂν τε μή. ἐν δὲ Τίτθῃ:
ὁ Κόρυδος οὗτος, ὁ τὰ γέλοι᾽ εἰθισμένος λέγειν, Βλεπαῖος βούλετ᾽ εἶναι. Β. νοῦν γ᾽ ἔχων πλουτεῖ γὰρ ὁ Βλεπαῖος. Κρατῖνος δ᾽ ὁ νεώτερος ἐν Τιτᾶσι:
κόρυδον τὸν χαλκότυπον πεφύλαξο, ἦ μὴν σοὶ νομιεῖς αὐτὸν μηδὲν καταλείψειν, μηδ᾽ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ τοῦ Κορύδου: προλέγω σοι: ἔχει γὰρ χεῖρα κραταιάν, χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ. [p. 86] ὅτι δὲ γέλοια ἔλεγεν ὁ Κόρυδος καὶ ἐπὶ τούτοις γελᾶσθαι ἤθελεν ὁ αὐτὸς Ἄλεξις ἐν Ποιηταῖς φησι:
πάνυ τοι βούλομαι οὗτος γελᾶσθαι καὶ γέλοι᾽ ἀεὶ λέγειν μετὰ τὸν Κόρυδον μάλιστ᾽ Ἀθηναίων πολύ. ἀναγράφει δὲ αὐτοῦ τὰ ἀπομνημονεύματα Λυγκεὺς ὁ Σάμιος Εὐκράτην αὐτὸν καλεῖσθαι κυρίως φάσκων. γράφει δ᾽ οὕτως: Εὐκράτης ὁ Κόρυδος πίνων παρά τινι σαθρᾶς οὔσης τῆς οἰκίας ‘ ἐνταῦθα,’ φησίν, ‘ δειπνεῖν δεῖ ὑποστήσαντα τὴν ἀριστερὰν χεῖρα ὥσπερ αἱ Καρυάτιδες.’ 40. Φιλόξενος δ᾽ ἡ Πτερνοκοπὶς ἐμπεσόντος λόγου ὅτι αἱ κίχλαι τίμιαί εἰσι καὶ τοῦ Κορύδου παρόντος, ὃς ἐδόκει πεπορνεῦσθαι, ‘ ἀλλ᾽ ἐγώ,’ ἔφη, ‘ μνημονεύω ὅτε ὁ κόρυδος ὀβολοῦ ἦν.’ ἦν δὲ καὶ ὁ Φιλόξενος τῶν παρασίτων, ὡς Ἀξιόνικος εἴρηκεν ἐν τῷ Χαλκιδικῷ: πρόκειται δὲ τὸ μαρτύριον. μνημονεύει δὲ αὐτοῦ καὶ Μένανδρος ἐν Κεκρυφάλῳ αὐτὸ μόνον Πτερνοκοπίδα αὐτὸν καλῶν, μνημονεύει δ᾽ αὐτοῦ καὶ Μάχων ὁ κωμῳδιοποιὸς ὁ Κορίνθιος μὲν ἢ Σικυώνιος γενόμενος, ἐν Ἀλεξανδρείᾳ δὲ τῇ ἐμῇ καταβιοὺς καὶ διδάσκαλος γενόμενος τῶν κατὰ κωμῳδίαν μερῶν Ἀριστοφάνους τοῦ γραμματικοῦ: ὃς καὶ ἀπέθανεν ἐν τῇ Ἀλεξανδρείᾳ, καὶ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι
τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις. [p. 88] οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλ᾽ ἄρα τέχνης ἄξιον ἀρχαίης λείψανον ἠμφίεσαι. τοῦτο δ᾽ ὁ πρέσβυς ἐρεῖ: “ Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ ἔστιν ὅτ᾽ ἐν Μούσαις δριμὺ πέφυκε φυτόν.” ἐν τούτοις δηλοῖ σαφῶς ὅτι Ἀλεξανδρεὺς ἦν γένος, ὁ δ᾽ οὖν Μάχων τοῦ Κορύδου μνημονεύει ἐν τούτοις:
τὸν Κόρυδον ἠρώτησεν Εὐκράτη ποθ᾽ εἷς τῶν. συμπαρόντων πῶς κέχρητ᾽ αὐτῷ ποτε Πτολεμαῖος. “ οὐκ οἶδ᾽, εἶπεν, οὐδέπω σαφῶς: πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μ᾽, ἔφη, ἃ δεῖ: φαγεῖν δὲ σιτί᾽ οὐ δέδωκέ πω.” Λυγκεὺς δὲ ἐν δευτέρῳ περὶ Μενάνδρου ‘ ἐπὶ γελοίοις,’ φησί, ‘ δόξαν εἰληφότες Εὐκλείδης ὁ Σμικρίνου καὶ Φιλόξενος ἡ Πτερνοκοπίς: ὧν ὁ μὲν Εὐκλείδης ἀποφθεγγόμενος οὐκ ἀνάξια βιβλίου καὶ μνήμης ἐν τοῖς ἄλλοις ἦν ἀηδὴς καὶ ψυχρός, ὁ δὲ Φιλόξενος οὐδὲν ἐπὶ κεφαλαίου περιττὸν λέγων ὃ τι λαλήσειεν, εἰ πικρανθείη πρός τινα τῶν συζώντων καὶ διηγήσαιτο, πᾶν ἐπαφροδισίας καὶ χάριτος ἦν μεστόν. καὶ οὕτω, γε συνέβη τὸν μὲν Εὐκλείδην ἀκλεῆ καταβιοῦν, τὸν δὲ Φιλόξενον ὑπὸ πάντων φιλεῖσθαι καὶ τιμᾶσθαι.’ 41. Μοσχίωνος δέ τινος παρασίτου μνημονεύων [p. 90] Ἄλεξις ἐν Τροφωνίῳ παραμασήτην αὐτὸν ἐν τούτοις καλεῖ:
εἶθ᾽ ὁ Μοσχίων ὁ παραμασήτης ἐν βροτοῖς αὐδώμενος. ἐν δὲ τῷ Παγκρατιαστῇ Ἄλεξις τρεχεδείπνους καταλέγων φησίν
πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος, ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων, ὁ Σκόμβρος, ἡ Σεμίδαλις. β. Ἡράκλεις φίλε, ἀγοράσματ᾽, οὐ συμπόσιον εἴρηκας, γύναι. Κυρηβίων δ᾽ ἐπεκαλεῖτο Ἐπικράτης ὁ Αἰσχίνου τοῦ ῥήτορος κηδεστής, ὥς φησι Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας. τῶν δὲ τοιούτων ἐπιθέτων, ἃ ἐπὶ χλεύῃ Ἀθηναῖοι παίζοντες ἔλεγον, μνημονεύει Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ οὕτως `
ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ᾽, οἶδ᾽ ἀκριβῶς. ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε. ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμὸν λαμπρός τις ἐξελήλυθ᾽, εὐθὺς ὄλολυς οὗτός ἐστι: λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται: χαίρει τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν πέφηνεν: ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται: τὰ πόλλ᾽ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις: [p. 92] εἰς τοὺς καλοὺς δ᾽ ἄν τις βλέπῃ, καπνὸς Θεαγένειος: ὑφείλετ᾽ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη: ἐὰν δὲ κριόν, Φρίξος, ἂν δὲ κωδάριον, Ἰάσων. 42. Χαιρεφῶντος δὲ τοῦ παρασίτου μέμνηται Μάτρων μὲν κἀν τοῖς πρὸ τούτων, ἀτὰρ δὴ καὶ Μένανδρος αὐτοῦ μνημονεύει ἐν Κεκρυφάλῳ. κἀν τῇ Ὀργῇ δέ φησι:
διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν ὡς ὑστερίζων, καὶ παρῆν ἅμ᾽ ἡμέρᾳ. ἐν δὲ Μέθῃ:
ἐμὲ γὰρ διέτριψεν ὁ κομψότατος ἀνδρῶν Χαιρεφῶν ἱερὸν γάμον φάσκων ποιήσειν δευτέρᾳ μετ᾽ εἰκάδα καθ᾽ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ᾽ ἑτέροις: τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς. μνημονεύει αὐτοῦ καὶ ἐν Ἀνδρογύνῳ ἢ Κρητί. Τιμοκλῆς δ᾽ ἐν Ἐπιστολαῖς καὶ ὡς Δημοτίωνι τῷ ἀσώτῳ παρασιτοῦντος αὐτοῦ μνημονεύει: [p. 94]
ὁ Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν τἀργύριον οὐκ ἐφείδετ᾽, ἀλλὰ παρέτρεφε τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς οἴκαδε βαδίζειν ᾤετ᾽, ὦ ταλάντατος. καὶ μὴν ἔτι τοῦτ᾽ οὐκ ἔστιν ἀνάξιον μόνον, τὸν παραμασήτην λαμβάνειν δίκρουν ξύλον; οὔτ᾽ εὔρυθμος γάρ ἐστιν οὔτ᾽ ἀχρήματος. Ἀντιφάνης δ᾽ ἐν Σκύθῃ:
ἐπὶ κῶμον δοκεῖ ἴωμεν ὥσπερ ἔχομεν. β. οὐκοῦν δᾷδα καὶ στεφάνους λαβόντες; α. Χαιρεφῶν οὕτως μεμάθηκε κωμάζειν ἄδειπνος. Τιμόθεος Κυναρίῳ:
πειρώμεθ᾽ ὑποδύντ᾽ ἐς τὸ δεῖπνον ἀπιέναι. εἰς ἑπτάκλινον δ᾽ ἐστίν, ὡς ἔφραζέ μοι, ἂν μὴ παράβυστός που γένηται Χαιρεφῶν. 43. Ἀπολλόδωρος δ᾽ ὁ Καρύστιος ἐν Ἱερείᾳ:
καινὸν γέ φασι Χαιρεφῶντ᾽ ἐν τοῖς γάμοις ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι. σπυρίδα λαβὼν γὰρ καὶ στέφανον ὡς ἦν σκότος, φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων ἥκειν, δεδείπνηχ᾽, ὡς ἔοικεν, εἰσπεσών. [p. 96] ἐν δὲ Σφαττομένῃ:
καλῶ δ᾽ Ἄρη Νίκην τ᾽ ἐπ᾽ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα: κἂν γὰρ μὴ καλῶ, ἄκλητος ἥξει. Μάχων δ᾽ ὁ κωμικός φησιν
ὁδὸν μακρὰν ἐλθόντος ἐπὶ δεῖπνόν ποτε τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον: “ εἰς τὰς ἑαυτοῦ, Χαιρεφῶν, σιαγόνας ἔγκοψον ἥλους ἑκατέρᾳ γε τέτταρας, ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς.” καὶ πάλιν
ὁ Χαιρεφῶν κρεᾴδι᾽ ὠψώνει ποτέ, καὶ τοῦ μαγείρου, φασίν, ὀστῶδες σφόδρα αὐτῷ τι προσκόπτοντος ἀπὸ τύχης κρέας εἶπεν: ‘ μάγειρε, μὴ προσίστα τοῦτό μοι τοὐστοῦν.’ ὁ δ᾽ εἶπεν: ‘ἀλλὰ μήν ἐστιν γλυκύ. καὶ μὴν τὸ πρὸς ὀστοῦν φασι κρέας εἶναι γλυκύ.’ ὁ Χαιρεφῶν δὲ ‘ καὶ μάλ᾽, ὦ βέλτιστ᾽,’ ἔφη, “ γλυκὺ μέν, προσιστάμενον δὲ λυπεῖ πανταχῇ.” τοῦ Χαιρεφῶντος καὶ σύγγραμμα ἀναγράφει Καλλίμαχος ἐν τῷ τῶν παντοδαπῶν πίνακι γράφων οὕτως : ‘ δεῖπνα ὅσοι ἔγραψαν: Χαιρεφῶν Κυρηβίωνι.’ εἶθ᾽ ἑξῆς τὴν ἀρχὴν ὑπέθηκεν ‘ἐπειδή μοι πολλάκις ἐπέστειλας. στίχων τεο.’ καὶ ὁ Κυρηβίων δ᾽ ὅτι παράσιτος προείρηται. [p. 98]44. καὶ Ἀρχεφῶντος δὲ τοῦ παρασίτου μνημονεύων ὁ Μάχων φησί
κληθεὶς ἐπὶ δεῖπνον ὁ παράσιτος Ἀρχεφῶν ὑπὸ Πτολεμαίου τοῦ βασιλέως, ἡνίκα κατέπλευσεν εἰς Αἴγυπτον ἐκ τῆς Ἀττικῆς, ὄψου πετραίου παρατεθέντος ποικίλου ἐπὶ τῆς τραπέζης καράβων τ᾽ ἀληθινῶν, ἐπὶ πᾶσι λοπάδος τ᾽ εἰσενεχθείσης ἁδρᾶς, ἐν ᾗ τεμαχιστοὶ τρεῖς ἐνῆσαν κωβιοί, οὓς κατεπλάγησαν πάντες οἱ κεκλημένοι, τῶν μὲν σκάρων ἀπέλαυε τῶν τριγλῶν θ᾽ ἅμα καὶ φυκίδων ἐπὶ πλεῖον Ἀρχεφῶν πάνυ, ἄνθρωπος ὑπὸ τῶν μαινίδων καὶ μεμβράδων Φαληρικῆς ἀφύης τε διασεσαγμένος, τῶν κωβιῶν δ᾽ ἀπέσχετ᾽ ἐγκρατέστατα, πάνυ δὴ παραδόξου γενομένου τοῦ πράγματος καὶ τοῦ βασιλέως πυθομένου τἀλκήνορος ‘μὴ παρεόρακεν Ἀρχεφῶν τοὺς κωβιούς;’ ὁ κυρτὸς εἶπε, “πᾶν, μὲν οὖν τοὐναντίον, Πτολεμαῖ᾽, ἑόρακε πρῶτος, ἀλλ᾽ οὐχ ἅπτεται, τοὔψον δὲ σέβεται τοῦτο καὶ δέδοικέ πως: οὐδ᾽ ἐστὶν αὐτῷ πάτριον ὄντ᾽ ἀσύμβολον ἰχθὺν ἔχοντα ψῆφον ἀδικεῖν οὐδένα.” 45. Ἄλεξις δ᾽ ἐν Πυραύνῳ Στράτιον τὸν παράσιτον εἰσάγει δυσχεραίνοντα τῷ τρέφοντι καὶ λέγοντα τάδε:
ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ, [p. 100] ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει, ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ. πέτεται γάρ, οὐχ οἷον βαδίζει τὰς ὁδούς. καὶ μετ᾽ ὀλίγα:
Στράτιε, φιλεῖς δήπου με. ς. μᾶλλον τοῦ πατρός: ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις. α. εὔχῃ τ᾽ ἀεί με ζῆν; ς. ἅπασι τοῖς θεοῖς ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι; Ἀξιόνικος δ᾽ ὁ κωμικὸς ἐν τῷ Τυρρηνῷ Γρυλλίωνος τοῦ παρασίτου ἐν τούτοις μνημονεύει:
οἶνος οὐκ ἔνεστιν. β. αἰτεῖσθ᾽ ἑταίρους πρόφασιν ἐπὶ κῶμον τινα, ὅπερ ποιεῖν εἴωθε Γρυλλίων ἀεί. Ἀριστόδημος δ᾽ ἐν β᾽ γελοίων ἀπομνημονευμάτων παρασίτους ἀναγράφει Ἀντιόχου μὲν τοῦ βασιλέως Σώστρατον, Δημητρίου δὲ τοῦ πολιορκητοῦ Εὐαγόραν τὸν κυρτόν, Σελεύκου δὲ Φορμίωνα. Λυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τοῖς ἀποφθέγμασι Σιλανός, φησίν, ‘ὁ Ἀθηναῖος Γρυλλίωνος παρασιτοῦντος Μενάνδρῳ τῷ σατράπῃ, εὐπαρύφου δὲ καὶ μετὰ θεραπείας περιπατοῦντος ἐρωτηθεὶς τίς ἐστιν οὗτος ι Μενάνδρου ἔφησεν, ' ἀξία γνάθος Χαιρεφῶν δέ, φησίν: ὁ παράσιτος εἰς γάμον ἄκλητος εἰσελθὼν [p. 102] καὶ κατακλιθεὶς ἔσχατος καὶ τῶν γυναικονόμων ἀριθμούντων τοὺς κεκλημένους καὶ κελευόντων αὐτὸν ἀποτρέχειν ὡς παρὰ τὸν νόμον ἐπὶ τοῖς τριάκοντα ἐπόντος, ῾ ἀριθμεῖτε δή, ' ἔφη, ' πάλιν ἀπ᾽ ἐμοῦ ἀρξάμενοι.'’ 46. ὅτι δ᾽ ἦν ἔθος τοὺς γυναικονόμους ἐφορᾶν τὰ συμπόσια καὶ ἐξετάζειν τῶν κεκλημένων τὸν ἀριθμὸν εἰ ὁ κατὰ νόμον ἐστί, Τιμοκλῆς ἐν Φιλοδικαστῇ φησὶν οὕτως:
ἀνοίγετ᾽ ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν βούληθ᾽ ὁ γυναικονόμος ἀπολαβεῖν τὸν ἀριθμόν,, κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν, τῶν ἑστιωμένων, ἔδει δὲ τοὔμπαλιν τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας. Μένανδρος δ᾽ ἐν Κεκρυφάλῳ:
παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις διακονοῦντας ἀπογεγράφθαι πυθόμενος πάντας μαγείρους κατὰ νόμον καινόν τινα, ἵνα πυνθάνωνται τοὺς κεκλημένους ἐὰν πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ, ἐλθών ... καὶ Φιλόχορος δ᾽ ἐν ἑβδόμῃ Ἀτθίδος ‘οἱ γυναικονόμοι,’ φησί, ‘ μετὰ τῶν Ἀρεοπαγιτῶν ἐσκόπουν τὰς ἐν ταῖς οἰκίαις συνόδους ἔν τε τοῖς γάμοις καὶ ταῖς ἄλλαις θυσίαις.’ 47. [p. 104] τοῦ δὲ Κορύδου ἀποφθέγματα τάδε ἀναγράφει ὁ Λυγκεύς: Κορύδῳ συμπινούσης τινὸς ἑταίρας, ᾗ ὄνομα ἦν Γνώμη, καὶ τοῦ οἰναρίου ἐπιλιπόντος εἰσφέρειν ἐκέλευσεν ἕκαστον δύο ὀβολούς, Γνώμην δὲ συμβάλλεσθαι ὅ τι δοκεῖ τῷ δήμῳ. Πολύκτορος δὲ τοῦ κιθαρῳδοῦ φακῆν ῥοφοῦντος καὶ λίθον μασησαμένου ' ὦ ταλαίπωρε,' ἔφη, ' καὶ ἡ φακῆ σε βάλλει.' μήποτε τούτου καὶ Μάχων μνημονεύει, φησὶ γάρ: κακός
τις, ὡς ἔοικε, κιθαρῳδὸς σφόδρα τὴν οἰκίαν μέλλων ἀνοικοδομεῖν, φίλον αὑτοῦ λίθους ᾔτησεν ἀποδώσω δ᾽ ἐγὼ αὐτῶν πολὺ πλείους, φησίν, ἐκ τῆς δείξεως.᾿ λέγοντος δέ τινος τῷ Κορύδῳ ὡς τῆς αὑτοῦ γυναικὸς ἐνίοτε καὶ τὸν τράχηλον καὶ τοὺς τιτθοὺς καὶ τὸν ὀμφαλὸν φιλεῖ ' πονηρὸν ἔφη, ' τοῦτ᾽ ἤδη: καὶ γὰρ ὁ Ἡρακλῆς ἀπὸ τῆς ι Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκε.' Φυρομάχου δ᾽ ἐμβαψαμένου εἰς φακῆν καὶ τὸ τρύβλιον ἀνατρέψαντος ‘ ζημιωθῆναι αὐτόν,’ ἔφη, ‘ δίκαιον, ὅτι οὐκ ἐπιστάμενος δειπνεῖν ἀπεγράψατο.’ παρὰ Πτολεμαίῳ δὲ ματτύης περιφερομένης καὶ κατ᾽ ἐκεῖνον ἀεὶ λειπούσης, [p. 106] ‘ Πτολεμαῖε,’ ἔφη, ‘ πότερον ἐγὼ μεθύω ἢ δοκεῖ μοι ταῦτα περιφέρεσθαι;’ Χαιρεφῶντος δὲ τοῦ παρασίτου φήσαντος οὐ δύνασθαι τὸν οἶνον φέρειν οὐδὲ γὰρ τὸ εἰς τὸν οἶνον, ἔφη. τοῦ δὲ Χαιρεφῶντος γυμνοῦ ἔν τινι δείπνῳ διαναστάντος ‘ Χαιρεφῶν,’ εἶπεν, ‘ ὥσπερ τὰς ληκύθους ὁρῶ σε μέχρι πόσου μεστὸς εἶ.’ καθ᾽ ὃν δὲ καιρὸν Δημοσθένης παρ᾽ Ἁρπάλου τὴν κύλικα εἰλήφει ‘ οὗτος,’ ἔφη, ‘ τοὺς ἄλλους ἀκρατοκώθωνας καλῶν αὐτὸς τὴν μεγάλην ἔσπακεν.’ εἰωθότος δ᾽ αὐτοῦ ῥυπαροὺς ἄρτους ἐπὶ τὰ δεῖπνα φέρεσθαι, ἐνεγκαμένου τινὸς ἔτι μελαντέρους, οὐκ ἄρτους ἔφη αὐτὸν ἐνηνοχέναι, ἀλλὰ τῶν ἄρτων σκιάς.
48. Φιλόξενος δὲ ὁ παράσιτος, Πτερνοκοπας δ᾽ ἐπίκλην, παρὰ Πύθωνι ἀριστῶν παρακειμένων ἐλαῶν καὶ μετὰ μικρὸν προσενεχθείσης λοπάδος ἰχθύων πατάξας τὸ τρύβλιον ἔφη μάστιξεν δ᾽ ἐλάαν. ἐν δείπνῳ δὲ τοῦ καλέσαντος αὐτὸν μέλανας ἄρτους παρατιθέντος ‘μὴ πολλούς,’ εἶπε, ‘ παρατίθει, μὴ σκότος ποιήσῃς.’ τὸν δ᾽ ὑπὸ τῆς γραὸς τρεφόμενον παράσιτον Παυσίμαχος ἔλεγεν τοὐναντίον πάσχειν τῇ γραίᾳ συνόντα αὐτὸν γὰρ ἐν γαστρὶ λαμβάνειν ἀεί. περὶ τούτου καὶ Μάχων γράφει οὕτως [p. 108]
τὸν ὑδροπότην δὲ Μοσχίωνα λεγόμενον ἰδόντα φασὶν ἐν Λυκείῳ μετά τινων παράσιτον ὑπὸ γραὸς τρεφόμενον πλουσίας “ὁ δεῖνα, παράδοξόν γε ποιεῖς πρᾶγμ᾽, ὅτι ἡ γραῦς ποιεῖ σ᾽ ἐν γαστρὶ λαμβάνειν ἀεί.” ὁ δὲ αὐτὸς παράσιτον ἀκούσας ὑπὸ γραίας τρεφόμενον συγγινόμενόν τε αὐτῇ ἑκάστης ἡμέρας:
νῦν πάντα, φασί, γίνεθ᾽, ἡ μὲν οὐ κύει, ἐν γαστρὶ δ᾽ οὗτος λαμβάνει καθ᾽ ἡμέραν. Πτολεμαῖος δ᾽ ὁ τοῦ Ἀγησάρχου Μεγαλοπολίτης γένος ἐν τῇ δευτέρᾳ τῶν περὶ τὸν Φιλοπάτορα ἱστοριῶν συμπότας φησὶ τῷ βασιλεῖ συνάγεσθαι ἐξ ἁπάσης τῆς πόλεως, οὓς προσαγορεύεσθαι γελοιαστάς. 49. Ποσειδώνιος δ᾽ ὁ Ἀπαμεὺς ἐν τῇ κ᾽ καὶ τρίτῃ τῶν ἱστοριῶν ‘ Κελτοί,’ φησί, ‘ περιάγονται μεθ᾽ αὑτῶν καὶ πολεμοῦντες συμβιωτάς, οὓς καλοῦσι παρασίτους, οὗτοι δὲ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγουσιν ἀνθρώπους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ μέρος ἐκείνων ἀκροωμένων. τὰ δὲ ἀκούσματα αὐτῶν εἰσιν οἱ καλούμενοι βάρδοι: ποιηταὶ δὲ οὗτοι τυγχάνουσι μετ᾽ ᾠδῆς ἐπαίνους λέγοντες.’ ἐν δὲ τῇ τετάρτῃ καὶ τριακοστῇ ὁ αὐτὸς συγγραφεὺς Ἀπολλώνιόν τινα ἀναγράφει παράσιτον γεγονότα Ἀντιόχου τοῦ Γρυποῦ ἐπικαλουμένου τοῦ τῆς Συρίας βασιλέως. Ἀριστόδημος δ᾽ ἱστορεῖ Βῖθυν τὸν Λυσιμάχου τοῦ βασιλέως παράσιτον, ἐπεὶ αὐτοῦ εἰς τὸ ἱμάτιον ὁ Λυσίμαχος ἐνέβαλε ξύλινον σκορπίον, [p. 110] ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγενημένον ‘ κἀγὼ σέ,’ φησίν, ‘ ἐκφοβήσω, βασιλεῦ: δός μοι τάλαντον.’ ἦν δ᾽ ὁ Λυσίμαχος μικρολογώτατος. Ἀγαθαρχίδης δ᾽ ὁ Κνίδιος ἐν τῇ β᾽ καὶ εἰκοστῇ τῶν Εὐρωπιακῶν Ἀριστομάχου τοῦ τοῦ Ἀργείων τυράννου παράσιτον γενέσθαι φησὶν Ἀνθεμόκριτον τὸν παγκρατιαστήν. 50. κοινῇ δὲ περὶ παρασίτων εἰρήκασι Τιμοκλῆς μὲν ἐν Πύκτῃ, ἐπισιτίους καλῶν αὐτοὺς ἐν τοῖσδε:
εὑρήσεις δὲ τῶν ἐπισιτίων τούτων τιν᾽ οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότρι᾽, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν παρέχοντες ἀθληταῖσιν. Φερεκράτης Γραυσί::
σὺ δ᾽ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ; β. τίς δ᾽ οὗτος ὑμῖν ἐστι; α. τοῦτον πανταχοῦ ἄγω λαρυγγικὸν τιν᾽ ἐπὶ μισθῷ ξένον. ἐπισίτιοι γὰρ καλοῦνται οἱ ἐπὶ τροφαῖς ὑπουργοῦντες. Πλάτων ἐν τετάρτῳ Πολιτείας: ‘καὶ ταῦτα ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις ὥσπερ οἱ ἄλλοι λαβόντες.’ Ἀριστοφάνης Πελαργοῖς:
ἢν γὰρ ἕν᾽ ἄνδρ᾽ ἄδικον σὺ διώκῃς, [p. 112] ἀντιμαρτυροῦσι δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι. Εὔβουλος δ᾽ ἐν Δαιδάλῳ:
ἐθέλει δ᾽ ἄνευ μισθοῦ παρ᾽ αὐτοῖς καταμένειν ἐπισίτιος. 51. Δίφιλος δ᾽ ἐν Συνωρίδι ἑταίρας δ᾽ ὄνομα ἡ Συνωρὶς Εὐριπίδου μνησθεὶς κύβος δέ τις οὕτως καλεῖται Εὐριπίδης παίζων καὶ πρὸς τὸ τοῦ ποιητοῦ ὄνομα ἅμα καὶ περὶ παρασίτων, τάδε λέγει:
ἄριστ᾽ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου. β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. α. κεῖται πάλαι. β. πῶς ἂν βάλοιμ᾽ Εὐριπίδην; α. οὐκ ἄν ποτε Εὐριπίδης γυναῖκα σώσει᾽. οὐχ ὁρᾷς ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ; τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι ‘ ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει, ὄλοιτο, νόστου μὴ ποτ᾽ εἰς πάτραν τυχών.’ Β. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; α. τί δέ σοι μέλει; οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα. ἐν δὲ τῇ διασκευῇ τοῦ αὐτοῦ δράματος περὶ ὀργιζομένου παρασίτου λέγων φησίν [p. 114]
ὀργίζεται; παράσιτος ὢν ὀργίζεται; β. οὐχ ἀλλ᾽ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ ὥσπερ τὰ παιδί᾽ αὑτὸν ἀπογαλακτιεῖ. καὶ ἑξῆς:
τότε φάγοις, παράσιθ᾽. β. ὅρα ὡς διασέσυρκε τὴν τέχνην. οὐκ οἶσθ᾽ ὅτι μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται; κἀν τῷ δὲ ἐπιγραφομένῳ Παρασίτῳ δράματί φησιν
οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα. 52. Μένανδρος δ᾽ ἐν τῇ Ὀργῇ περὶ φίλου λέγων οὐχ ὑπακούοντος γάμων δείπνῳ φησίν
τοῦθ᾽ ἑταῖρός ἐστιν ὄντως: οὐκ ἐρωτᾷ πηνίκα δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει, εἶτα δ᾽ ἕτερον εἰς τρίτην βλέπει εἶτα περίδειπνον πάλιν. καὶ Ἄλεξις ἐν Ὀρέστῃ Νικόστρατός τε ἐν Πλούτῳ Μένανδρός τε ἐν Μέθῃ καὶ ΝομοθέτῃΣ32 Φιλωνίδης τε ἐν Κοθόρνοις οὕτως:
ἐγὼ δ᾽ ἀπόσιτος ὢν τοιαῦτ᾽ οὐκ ἀνέχομαι. ', Τῷ δὲ παράσιτος ὅμοιά ἐστιν ὀνόματα ἐπίσιτος, περὶ οὗ προείρηται, καὶ οἰκόσιτος σιτόκουρός τε καὶ αὐτόσιτος, ἔτι δὲ κακόσιτος καὶ ὀλιγόσιτος. [p. 116] μνημονεύει δὲ τοῦ μὲν οἰκοσίτου Ἀναξανδρίδης ἐν Κυνηγέταις:
υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίνεται. καλεῖται δ᾽ οἰκόσιτος ὁ μὴ μισθοῦ, ἀλλὰ προῖκα τῇ πόλει ὑπηρετῶν. Ἀντιφάνης Σκύθῃ:
ταχὺ γὰρ γίνεται ἐκκλησιαστὴς οἰκόσιτος. Μένανδρος Δακτυλίῳ:
οἰκόσιτον νυμφίον οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν. καὶ ἐν Κιθαριστῇ:
οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις. Ἐπισιτίου δὲ Κράτης Τόλμαις:
ποιμαίνει δ᾽ ἐπισίτιον, ῥιγῶν δ᾽ ἐν Μεγαβύζου δέξετ᾽ ἐπὶ μισθῷ σῖτον. ἰδίως δ᾽ ἐν Συναριστώσαις ἔφη:
ἀστεῖον τὸ μὴ συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον, ἀλλ᾽ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι. σιτοκούρου δ᾽, Ἄλεξις μνημονεύει ἐν Παννυχίδι ἢ Ἐρίθοις:
ἔσῃ περιπατῶν σιτόκουρος. Μένανδρος δὲ τὸν ἄχρηστον καὶ μάτην τρεφόμενον σιτόκουρον εἴρηκεν ἐν Θρασυλέοντι οὕτως: [p. 118]
πάντ᾽ ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν παρατρέφεσθαι. καὶ ἐν Πωλουμένοις:
οἴμοι τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις τὸ φορτίον θείς σιτόκουρον, ἄθλιον, ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν. αὐτόσιτον δ᾽ εἴρηκε Κρώβυλος ἐν Ἀπαγχομένῳ:
παράσιτον αὐτόσιτον. αὑτὸν γοῦν τρέφων τὰ πλεῖστα συνερανιστὸς εἶ τῷ δεσπότῃ. κακοσίτου δὲ μέμνηται Εὔβουλος ἐν Γανυμήδει:
ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει. ὀλιγοσίτου δὲ μέμνηται Φρύνιχος ἐν Μονοτρόπῳ:
ὁ δὲ ὀλιγόσιτος Ἡρακλῆς ἐκεῖ τί δρᾷ; καὶ Φερεκράτης ἢ Στράττις ἐν Ἀγαθοῖς:
ὡς ὀλιγόσιτος ἦσθ᾽ ἄρ᾽, ὃς κατεσθίεις τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.
>” 53. τοσαῦτα τοῦ Πλουτάρχου εἰπόντος περὶ παρασίτων διαδεξάμενος τὸν λόγον ὁ Δημόκριτος “ ἀλλὰ μὴν καὶ αὐτός,” ἔφη, “τὸ ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ, ὡς ὁ Θηβαῖος εἴρηκεν ποιητής, περὶ κολάκων ἐρῶ τι. ‘ πράττει γὰρ πάντων ὁ κόλαξ ἄριστα,’ ὁ καλὸς εἶπεν Μένανδρος, οὐ μακρὰν δ᾽ [p. 120] ἐστὶν ὁ κόλαξ τοῦ τῶν παρασίτων ὀνόματος. Κλείσοφον γοῦν τὸν ὑπὸ πάντων κόλακα Φιλίππου τοῦ τῶν Μακεδόνων βασιλέως ἀναγραφόμενον ῾ Ἀθηναῖος δ᾽ ἦν γένος, ὥς φησι Σάτυρος ὁ περιπατητικὸς ἐν τῷ Φιλίππου βίῳ ᾿ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασι παράσιτον ὀνομάζει λέγων οὕτως: ‘ Κλείσοφος ὁ Φιλίππου παράσιτος ἐπιτιμῶντος αὐτῷ τοῦ Φιλίππου διότι ἀεὶ αἰτεῖ, ‘ἵν᾽, ἔφη, μὴ ἐπιλανθάνωμαι.’’ τοῦ δὲ Φιλίππου δόντος αὐτῷ ἵππον τραυματίαν ἀπέδοτο. καὶ μετὰ χρόνον ἐπερωτηθεὶς ὑπὸ τοῦ βασιλέως ποῦ ἐστιν, ‘ἐκ τοῦ τραύματος, ἔφη, ' κείνου πέπραται.’ σκώπτοντος δ᾽ αὐτὸν τοῦ Φιλίππου καὶ εὐημεροῦντος ‘ εἶτ᾽ οὐκ ἐγὼ σέ, ἔφη, θρέψω; ’
”
καὶ ὁ Δελφὸς δὲ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι περὶ τοῦ Κλεισόφου τάδε ἱστορεῖ: “Φιλίππου τοῦ βασιλέως εἰπόντος διότι γράμματα αὐτῷ ἐκομίσθη παρὰ Κότυος τοῦ Θρᾳκῶν βασιλέως Κλείσοφος παρὼν ἔφη ‘εὖ γε νὴ τοὺς θεούς.’ τοῦ δὲ Φιλίππου εἰπόντος ‘τί δὲ σὺ οἶδας ὑπὲρ ὧν γέγραπται;’ ‘νὴ τὸν Δία τὸν μέγιστον,’ εἶπεν, ‘ἄκρως γέ μοι ἐπετίμησας.’ 54. Σάτυρος δ᾽ ἐν τῷ Φιλίππου βίῳ ‘ ὅτε, φησί, Φίλιππος τὸν ὀφθαλμὸν ἐξεκόπη συμπροῆλθεν αὐτῷ καὶ ὁ Κλείσοφος τελαμωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. καὶ πάλιν ὅτε τὸ σκέλος ἐπηρώθη, σκάζων συνεξώδευε τῷ βασιλεῖ . καὶ εἴ ποτε δριμὺ προσφέροιτο τῶν ἐδεσμάτων ὁ Φίλιππος, αὐτὸς συνέστρεφε τὴν ὄψιν ὡς [p. 122] συνδαινύμενος. ἐν δὲ τῇ Ἀράβων χώρᾳ οὐχ ὡς ἐν κολακείᾳ τοῦτ᾽ ἐποίουν, ἀλλὰ κατά τι νόμιμον, βασιλέως παθόντος τι τῶν μελῶν συνυποκρίνεσθαι τὸ ὅμοιον πάθος, ἐπεὶ καὶ γέλοιον νομίζουσιν ἀποθανόντι μὲν αὐτῷ σπουδάζειν συγκατορύττεσθαι, πηρωθέντι δὲ μὴ χαρίζεσθαι τὴν ἴσην δόξαν τοῦ πάθους.’ Νικόλαος δ᾽ ὁ Δαμασκηνὸς εἷς δ᾽ ἦν τῶν ἐκ τοῦ περιπάτου ἐν τῇ πολυβύβλῳ ἱστορίᾳ ἑκατὸν γὰρ καὶ τεσσαράκοντά εἰσι πρὸς ταῖς τέσσαρσι τῇ ἑκκαιδεκάτῃ καὶ ἑκατοστῇ φησιν Ἀδιάτομον τὸν τῶν Σωτιανῶν βασιλέα ἔθνος δὲ τοῦτο Κελτικόν ἑξακοσίους ἔχειν λογάδας περὶ αὑτόν, οὓς καλεῖσθαι ὑπὸ Γαλατῶν τῇ πατρίῳ γλώττῃ σιλοδούρους, τοῦτο δ᾽ ἐστὶν ἑλληνιστὶ εὐχωλιμαῖοι. ‘ τούτους δ᾽ οἱ βασιλεῖς ἔχουσι συζῶντας καὶ συναποθνῄσκοντας ταύτην ἐκείνων εὐχὴν ποιουμένων ἀνθ᾽ ἧς συνδυναστεύουσί τε αὐτῷ τὴν αὐτὴν ἐσθῆτα καὶ δίαιταν ἔχοντες καὶ συναποθνῄσκουσι κατὰ πᾶσαν ἀνάγκην εἴτε νόσῳ τελευτήσειε βασιλεὺς εἴτε πολέμῳ εἴτ᾽ ἄλλως πως. καὶ οὐδεὶς εἰπεῖν ἔχει τινὰ ἀποδειλιάσαντα τούτων τὸν θάνατον ὅταν ἥκῃ βασιλεῖ ἢ διεκδύντα.’ 55. Φίλιππον δέ φησι Θεόπομπος ἐν τῇ τετάρτῃ καὶ τεσσαρακοστῇ τῶν ἱστοριῶν Θρασυδαῖον τὸν Θεσσαλὸν καταστῆσαι τῶν ὁμοεθνῶν τύραννον, μικρὸν μὲν ὄντα τὴν γνώμην, κόλακα δὲ μέγιστον. ἀλλ᾽ οὐκ Ἀρκαδίων ὁ Ἀχαιὸς κόλαξ ἦν περὶ οὗ ὁ αὐτὸς ἱστορεῖ Θεόπομπος καὶ Δοῦρις ἐν πέμπτῃ [p. 124] Μακεδονικῶν οὗτος δὲ ὁ Ἀρκαδίων μισῶν τὸν Φίλιππον ἑκούσιον ἐκ τῆς πατρίδος φυγὴν ἔφυγεν. ἦν δὲ εὐφυέστατος καὶ πλείους ἀποφάσεις αὐτοῦ μνημονεύονται, ἔτυχεν δ᾽ οὖν ποτε ἐν Δελφοῖς ἐπιδημοῦντος Φιλίππου παρεῖναι καὶ τὸν Ἀρκαδίωνα: ὃν θεασάμενος ὁ Μακεδὼν καὶ προσκαλεσάμενος ‘ μέχρι τίνος φεύξῃ, φησίν, Ἀρκαδίων;’ καὶ ὅς:
ἒς τ᾽ ἂν τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον. Φύλαρχος δ᾽ ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν γελάσαντα τὸν Φίλιππον ἐπὶ τούτῳ καλέσαι τε ἐπὶ δεῖπνον τὸν Ἀρκαδίωνα καὶ οὕτω τὴν ἔχθραν διαλύσασθαι. περὶ δὲ Νικησίου τοῦ Ἀλεξάνδρου κόλακος Ἡγήσανδρος τάδ᾽ ἱστορεῖ: Ἀλεξάνδρου δάκνεσθαι φήσαντος ὑπὸ μυιῶν καὶ προθύμως αὐτὰς ἀποσοβοῦντος τῶν κολάκων τις Νικησίας παρὼν ‘ἦ που τῶν ἄλλων μυιῶν,’ εἶπεν, ‘αὗται πολὺ κρατήσουσι τοῦ σοῦ γευσάμεναι αἵματος, ὁ δ᾽ αὐτός φησι καὶ Χειρίσοφον τὸν Διονυσίου κόλακα ἰδόντα Διονύσιον γελῶντα μετά τινων γνωρίμων (ἀπεῖχεν δ᾽ ἀπ᾽ αὐτῶν πλείω τόπον, ὡς μὴ συνακούειν) συγγελᾶν. ἐπεὶ δ᾽ ὁ Διονύσιος ἠρώτησεν αὐτὸν διὰ τίνα αἰτίαν οὐ συνακούων τῶν λεγομένων γελᾷ, ‘ ὑμῖν,’ φησί, ‘ πιστεύω διότι τὸ ῥηθὲν γέλοιόν ἐστιν.’ 56. πλείστους δ᾽ εἶχεν καὶ ὁ υἱὸς αὐτοῦ Διονύσιος τοὺς κολακεύοντας, οὓς καὶ προσηγόρευον οἱ πολλοὶ Διονυσοκόλακας. οὗτοι δὲ προσεποιοῦντο μήτε ὀξὺ ὁρᾶν παρὰ τὸ δεῖπνον, [p. 126] ἐπεὶ ὁ Διονύσιος οὐκ ἦν ὀξυώπης, ἔψαυόν τε τῶν παρακειμένων ὡς οὐχ ὁρῶντες, ἕως ὁ Διονύσιος αὐτῶν τὰς χεῖρας πρὸς τὰ λεκάνια προσῆγεν. ἀποπτύοντος δὲ τοῦ Διονυσίου πολλάκις παρεῖχον τὰ πρόσωπα καταπτύεσθαι καὶ ἀπολείχοντες τὸν σίαλον, ἔτι δὲ τὸν ἔμετον αὐτοῦ μέλιτος ἔλεγον εἶναι γλυκύτερον. Τίμαιος δ᾽ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν ἱστοριῶν Δημοκλέα φησὶ τὸν Διονυσίου τοῦ νεωτέρου κόλακα, ἔθους ὄντος κατὰ Σικελίαν θυσίας ποιεῖσθαι κατὰ τὰς οἰκίας ταῖς Νύμφαις καὶ περὶ τὰ ἀγάλματα παννυχίζειν μεθυσκομένους ὀρχεῖσθαί τε περὶ τὰς θεάς, ὁ Δημοκλῆς ἐάσας τὰς Νύμφας καὶ εἰπὼν οὐ δεῖν προσέχειν ἀψύχοις θεοῖς ἐλθὼν ὠρχεῖτο περὶ τὸν Διονύσιον. ἔπειτα πρεσβεύσας ποτὲ μεθ᾽ ἑτέρων, καὶ πάντων κομιζομένων ἐπὶ τριήρους κατηγορούμενος ὑπὸ τῶν ἄλλων ὅτι στασιάζοι κατὰ τὴν ἀποδημίαν καὶ βλάπτοι τοῦ Διονυσίου τὰς κοινὰς πράξεις καὶ σφόδρα τοῦ Διονυσίου ὀργισθέντος ἔφησεν τὴν διαφορὰν γενέσθαι αὑτῷ πρὸς τοὺς συμπρέσβεις ὅτι μετὰ τὸ δεῖπνον ἐκεῖνοι μὲν τῶν Φρυνίχου καὶ Στησιχόρου, ἔτι δὲ Πινδάρου παιάνων τῶν ναυτῶν τινας ἀνειληφότες ᾖδον, αὐτὸς δὲ μετὰ τῶν βουλομένων τοὺς ὑπὸ τοῦ ὁ Διονυσίου πεποιημένους διεπεραίνετο. καὶ τούτου σαφῆ τὸν ἔλεγχον παρέξειν ἐπηγγείλατο : τοὺς μὲν γὰρ αὑτοῦ κατηγόρους οὐδὲ τὸν ἀριθμὸν τῶν ᾀσμάτων κατέχειν, [p. 128] αὐτὸς δ᾽ ἕτοιμος εἶναι πάντας ἐφεξῆς ᾁδειν. λήξαντος δὲ τῆς ὀργῆς τοῦ Διονυσίου πάλιν ὁ Δημοκλῆς ἔφη: ‘ χαρίσαιο δ᾽ ἂν μοί τι, Διονύσιε, κελεύσας τινὶ τῶν ἐπισταμένων διδάξαι με τὸν πεποιημένον εἰς τὸν Ἀσκληπιὸν παιᾶνα: ἀκούω γάρ σε πεπραγματεῦσθαι περὶ τοῦτον.’ παρακεκλημένων δέ ποτε τῶν φίλων ὑπὸ τοῦ Διονυσίου ἐπὶ τὸ δεῖπνον εἰσιὼν ὁ Διονύσιος εἰς τὸν οἶκον ‘ γράμματα ἡμῖν, ἔφη, ἄνδρες φίλοι, ἐπέμφθη παρὰ τῶν ἡγεμόνων τῶν εἰς Νέαν πόλιν ἀποσταλέντων.’ καὶ ὁ Δημοκλῆς ὑπολαβὼν ‘εὖ γε νὴ τοὺς θεούς,’ ἔφη, ‘ Διονύσιε.’ κἀκεῖνος προσβλέψας αὐτῷ ‘τί δ᾽ οἶδας,’ ἔφη, ‘σύ, πότερα κατὰ γνώμην ἐστὶν ἢ τοὐναντίον ἃ γεγράφασι;’ καὶ ὁ Δημοκλῆς ‘εὖ γε νὴ τοὺς θεοὺς ἐπιτετίμηκας, ἔφη, Διονύσιε.’ καὶ Σάτυρον δέ τινα ἀναγράφει ὁ Τίμαιος κόλακα ἀμφοτέρων τῶν Διονυσίων. 57. Ἡγήσανδρος δ᾽ ἱστορεῖ καὶ Ἱέρωνα τὸν τύραννον ἀμβλύτερον κατὰ τὰς ὄψεις γενέσθαι καὶ τοὺς συνδειπνοῦντας τῶν φίλων ἔχειν ἐπίτηδες διαμαρτάνοντας τῶν ἐδεσμάτων ἵν᾽ ὑπ᾽ αὐτοῦ χειραγωγῶνται καὶ δοκῇ τῶν ἄλλων ὀξυδερκέστερος εἶναι. Εὐκλείδην δέ φησιν Ἡγήσανδρος τὸν Σεῦτλον ἐπικαλούμενον παράσιτος δ᾽ ἦν καὶ οὗτος παραθέντος τινὸς αὐτῷ πλείους σόγκους ἐν δείπνῳ, “ὁ Καπανεύς, ἔφη, ὁ ὑπὸ τοῦ Εὐριπίδου εἰσαγόμενος ἐν ταῖς Ἱκέτισιν ὑπεραστεῖος ἦν [p. 130]
μισῶν τραπέζαις ὅστις ἐξογκοῖτ᾽ ἄγαν. ” οἱ δὲ δημαγωγοῦντες, φησίν, Ἀθήνησι κατὰ τὸν Χρεμωνίδειον πόλεμον κολακεύοντες τοὺς Ἀθηναίους τἄλλα μὲν ἔφασκον πάντα εἶναι κοινὰ τῶν Ἑλλήνων, τὴν δ᾽ ἐπὶ τὸν οὐρανὸν ἀνθρώπους φέρουσαν ὁδὸν Ἀθηναίους εἰδέναι μόνους. Σάτυρος δ᾽ ἐν τοῖς βίοις Ἀνάξαρχόν φησι τὸν εὐδαιμονικὸν φιλόσοφον ἕνα τῶν Ἀλεξάνδρου γενέσθαι κολάκων καὶ συνοδεύοντα τῷ βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ ἰσχυρὰ καὶ ἐξαίσιος ὡς πάντας πτῆξαι, εἰπεῖν ‘μή τι σὺ τοιοῦτον ἐποίησας, Ἀλέξανδρε, ὁ τοῦ Διός;’ τὸν δὲ γελάσαντα εἰπεῖν ‘οὐ γὰρ φοβερὸς βούλομαι εἶναι, καθάπερ σύ με διδάσκεις ὁ τὰς τῶν σατραπῶν καὶ βασιλέων κελεύων με δειπνοῦντα προσφέρεσθαι κεφαλάς.’ Ἀριστόβουλος δέ φησιν ὁ Κασσανδρεὺς Διώξιππον τὸν Ἀθηναῖον παγκρατιαστὴν τρωθέντος ποτὲ τοῦ Ἀλεξάνδρου καὶ αἵματος ῥέοντος εἰπεῖν
ἰχὼρ οἷόσπερ τε ῥέει μακάρεσσι θεοῖσιν. 58. Ἐπικράτης δ᾽ ὁ Ἀθηναῖος πρὸς βασιλέα πρεσβεύσας, ὥς φησιν Ἡγήσανδρος, καὶ πολλὰ δῶρα παρ᾽ ἐκείνου λαβὼν οὐκ ᾐσχύνετο κολακεύων οὕτως φανερῶς καὶ τολμηρῶς τὸν βασιλέα ὡς καὶ εἰπεῖν δεῖν κατ᾽ ἐνιαυτὸν οὐκ ἐννέα ἄρχοντας, ἀλλ᾽ ἐννέα πρέσβεις αἱρεῖσθαι πρὸς βασιλέα, θαυμάζω δὲ ἔγωγε τῶν Ἀθηναίων πῶς τοῦτον μὲν ἄκριτον εἴασαν, Δημάδην δὲ δέκα ταλάντοις ἐζημίωσαν ὅτι [p. 132] θεὸν εἰσηγήσατο Ἀλέξανδρον, καὶ Τιμαγόραν δ᾽ ἀπέκτειναν ὅτι πρεσβεύων ὡς βασιλέα προσεκύνησεν αὐτόν. Τίμων ὁ Φλιάσιος ἐν τῷ τρίτῳ τῶν σίλλων Ἀρίστωνά φησι τὸν Χῖον, Ζήνωνος δὲ τοῦ Κιτιέως γνώριμον, κόλακα γενέσθαι Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος Ἀντιγόνου τοῦ βασιλέως. Φύλαρχος δὲ ἐν σ᾽ἱστοριῶν’ Νικησίαν φησὶ τὸν Ἀλεξάνδρου κόλακα θεασάμενον τὸν βασιλέα σπαρασσόμενον ὑφ᾽ οὗ εἰλήφει φαρμάκου εἰπεῖν ‘ὦ βασιλεῦ, τί δεῖ ποιεῖν ἡμᾶς, ὅτε καὶ ὑμεῖς οἱ θεοὶ τοιαῦτα πάσχετε;’ καὶ τὸν Ἀλέξανδρον μόλις ἀναβλέψαντα, ‘ποῖοι θεοί;’ φῆσαι, ‘φοβοῦμαι μή τι θεοῖσιν ἐχθροί.’ ἐν δὲ τῇ ὀγδόῃ καὶ εἰκοστῇ ὁ αὐτὸς Φύλαρχος Ἀντιγόνου τοῦ κληθέντος Ἐπιτρόπου τοὺς Λακεδαιμονίους ἑλόντος κόλακα γενέσθαι Ἀπολλοφάνη τὸν εἰπόντα τὴν Ἀντιγόνου τύχην ἀλεξανδρίζειν. 59. Εὔφαντος δ᾽ ἐν τετάρτῃ ἱστοριῶν Πτολεμαίου φησὶ τοῦ τρίτου βασιλεύσαντος Αἰγύπτου κόλακα γενέσθαι Καλλικράτην, ὃς οὕτω δεινὸς ἦν ὡς μὴ μόνον Ὀδυσσέως εἰκόνα ἐν τῇ σφραγῖδι περιφέρειν, ἀλλὰ καὶ τοῖς τέκνοις ὀνόματα θέσθαι Τηλέγονον καὶ Ἀντίκλειαν. Πολύβιος δ᾽ ἐν τῇ τρισκαιδεκάτῃ τῶν ἱστοριῶν Φιλίππου τοῦ καταλυθέντος [p. 134] ὑπὸ Ῥωμαίων κόλακα γενέσθαι ῾ Ἡρακλείδην τὸν Ταραντῖνον τὸν καὶ τὴν βασιλείαν αὐτοῦ πᾶσαν ἀνατρέψαντα: ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ Ἀγαθοκλέους τοῦ Οἰνάνθης υἱοῦ, ἑταίρου δὲ τοῦ Φιλοπάτορος βασιλέως Φίλωνα. Ἱερωνύμου δὲ τοῦ Συρακοσίων τυράννου Θράσωνα τὸν Κάρχαρον ἐπικαλούμενον Βάτων ὁ Σινωπεὺς ἱστορεῖ ἐν τῷ περὶ τῆς τοῦ Ἱερωνύμου τυραννίδος, προσφέρεσθαι φάσκων αὐτὸν ἑκάστοτε πολὺν ἄκρατον. τοῦτον δ᾽ ἐποίησεν ἀναιρεθῆναι ὑπὸ τοῦ Ἱερωνύμου ἕτερος κόλαξ Σῶσις ὄνομα: καὶ αὐτὸν δὲ τὸν Ἱερώνυμον ἀνέπεισεν διάδημά τε ἀναλαβεῖν καὶ τὴν πορφύραν καὶ τὴν ἄλλην πᾶσαν διασκευὴν ἣν ἐφόρει Διονύσιος ὁ τύραννος. Ἀγαθαρχίδης δ᾽ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν ‘Αἱρήσιππος, φησίν, ὁ Σπαρτιάτης, ἄνθρωπος οὐ μετρίως φαῦλος οὐδὲ δοκῶν χρηστὸς εἶναι, πιθανὸν δ᾽ ἔχων ἐν κολακείᾳ λόγον καὶ θεραπεῦσαι τοὺς εὐπόρους μέχρι τῆς τύχης δεινός.’ τοιοῦτος ἦν καὶ Ἡρακλείδης ὁ Μαρωνείτης ὁ Σεύθου τοῦ Θρᾳκῶν βασιλέως κόλαξ, οὗ μνημονεύει Ξενοφῶν ἐν ζ᾽ Ἀναβάσεως. 60. Θεόπομπος δ᾽ ἐν ὀκτωκαιδεκάτῃ ἱστοριῶν περὶ Νικοστράτου Ἀργείου λέγων ὡς ἐκολάκευε τὸν Περσῶν βασιλέα γράφει καὶ ταῦτα: ‘ Νικόστρατον δὲ τὸν Ἀργεῖον πῶς οὐ χρὴ ] φαῦλον νομίζειν, ὃς προστάτης γενόμενος τῆς Ἀργείων πόλεως καὶ παραλαβὼν καὶ γένος καὶ χρήματα καὶ πολλὴν οὐσίαν παρὰ τῶν προγόνων ἅπαντας ὑπερεβάλετο τῇ κολακείᾳ καὶ [p. 136] ταῖς θεραπείαις οὐ μόνον τοὺς τῆς τότε στρατείας μετασχόντας, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν γενομένους, πρῶτον μὲν γὰρ οὕτως ἠγάπησε τὴν παρὰ τοῦ βαρβάρου τιμὴν ὥστε βουλόμενος ἀρέσκειν καὶ πιστεύεσθαι μᾶλλον ἀνεκόμισε πρὸς βασιλέα, τὸν υἱόν: τῶν ἄλλων οὐδεὶς πώποτε φανήσεται ποιήσας. ἔπειτα καθ᾽ ἑκάστην ἡμέραν, ὁπότε μέλλοι δειπνεῖν, τράπεζαν παρετίθει χωρὶς ὀνομάζων τῷ δαίμονι τῷ βασιλέως, ἐμπλήσας σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων, ἀκούων μὲν τοῦτο ποιεῖν καὶ τῶν Περσῶν τοὺς περὶ τὰς θύρας διατρίβοντας, οἰόμενος δὲ διὰ τῆς θεραπείας ταύτης χρηματιεῖσθαι μᾶλλον παρὰ τοῦ βασιλέως: ἦν γὰρ αἰσχροκερδὴς καὶ χρημάτων ὡς οὐκοἶδ᾽ εἴ τις ἕτερος ἥττων.’ Ἀττάλου δὲ τοῦ βασιλέως ἐγένετο κόλαξ καὶ διδάσκαλος Λυσίμαχος, ὃν Καλλίμαχος μὲν Θεοδώρειον ἀναγράφει, Ἕρμιππος δ᾽ ἐν τοῖς Θεοφράστου μαθηταῖς καταλέγει, οὗτος δ᾽ ὁ ἀνὴρ καὶ περὶ τῆς Ἀττάλου παιδείας συγγέγραφε βίβλους πᾶσαν κολακείαν ἐμφαινούσας. Πολύβιος δ᾽ ἐν ὀγδόῃ ἱστοριῶν ‘ Καύαρος, φησίν, ὁ Γαλάτης ὢν ἀνὴρ ἀγαθὸς ὑπὸ Σωστράτου τοῦ κόλακος διεστρέφετο, ὃς ἦν Χαλκηδόνιος γένος.’ 61. Λικιννίου δὲ Κράσσου τοῦ ἐπὶ Πάρθους στρατεύσαντος κόλακά φησι γενέσθαι Νικόλαος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ταῖς ἑκατὸν Ἀνδρόμαχον τὸν Καρρηνόν, ᾧ τὸν Κράσσον πάντα ἀνακοινούμενον προδοθῆναι Πάρθοις ὑπ᾽ αὐτοῦ καὶ [p. 138] ἀπολέσθαι. οὐκ ἀτιμώρητος δ᾽ ὑπὸ τοῦ δαιμονίου παρείθη ὁ Ἀνδρόμαχος. μισθὸν γὰρ λαβὼν τῆς πράξεως τὸ τυραννεῖν Καρρῶν τῆς πατρίδος διὰ τὴν ὠμότητα καὶ βίαν ὑπὸ τῶν Καρρηνῶν πανοικίᾳ ἐνεπρήσθη: Ποσειδώνιος δ᾽ ὁ Ἀπαμεύς, ὕστερον δὲ Ῥόδιος χρηματίσας, ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν Ἱέρακά φησι τὸν Ἀντιοχέα πρότερον λυσιῳδοῖς ὑπαυλοῦντα ὕστερον γενέσθαι κόλακα δεινὸν Πτολεμαίου τοῦ ἑβδόμου βασιλέως τοῦ καὶ Εὐεργέτου ἐπικληθέντος καὶ τὰ μέγιστα δυνηθέντα παρ᾽ αὐτῷ, καθάπερ καὶ παρὰ τῷ Φιλομήτορι, ὕστερον ὑπ᾽ αὐτοῦ διαφθαρῆναι. Μιθριδάτου δ᾽ ἀναγράφει κόλακα Σωσίπατρον ἄνθρωπον γόητα Νικόλαος ὁ περιπατητικός, Θεόπομπος δ᾽ ἐν τῇ ἐνάτῃ τῶν Ἑλληνικῶν Σισύφου φησὶ τοῦ Φαρσαλίου κόλακα καὶ ὑπηρέτην γενέσθαι Ἀθήναιον τὸν Ἐρετριέα. 62. διαβόητος δὲ ἐγένετο ἐπὶ κολακείᾳ καὶ ὁ τῶν Ἀθηναίων δῆμος. Δημοχάρης γοῦν ὁ Δημοσθένους τοῦ ῥήτορος ἀνεψιὸς ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν διηγούμενος περὶ ἧς ἐποιοῦντο οἱ Ἀθηναῖοι κολακείας πρὸς τὸν Πολιορκητὴν Δημήτριον καὶ ὅτι τοῦτ᾽ οὐκ ἦν ἐκείνῳ βουλομένῳ, γράφει οὕτως: ‘ ἐλύπει μὲν καὶ τούτων ἔνια αὐτόν, ὡς ἔοικεν, οὐ μὴν ἄλλα καὶ ἄλλα γε παντελῶς αἰσχρὰ καὶ ταπεινά, Λεαίνης μὲν καὶ Λαμίας ι Ἀφροδίτης ἱερὰ: καὶ Βουρίχου καὶ Ἀδειμάντου καὶ Ὀξυθέμιδος τῶν κολάκων αὐτοῦ καὶ βωμοὶ καὶ ἡρῷα [p. 140] καὶ σπονδαί. τούτων ἑκάστῳ καὶ παιᾶνες ᾔδοντο, ὥστε καὶ αὐτὸν τὸν Δημήτριον θαυμάζειν ἐπὶ τοῖς γινομένοις καὶ λέγειν ὅτι ἐπ᾽ αὐτοῦ οὐδεὶς Ἀθηναίων γέγονε μέγας καὶ ἁδρὸς τὴν ψυχήν.’ καὶ Θηβαῖοι δὲ κολακεύοντες τὸν Δημήτριον, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῆς ποικίλης στοᾶς τῆς ἐν Σικυῶνι, ἱδρύσαντο ναὸν Ἀφροδίτης Λαμίας, ἐρωμένη δ᾽ ἦν αὕτη τοῦ Δημητρίου καθάπερ καὶ ἡ Λέαινα, τί οὖν παράδοξον οἱ Ἀθηναῖοι οἱ τῶν κολάκων κόλακες ἐποίησαν εἰς αὐτὸν τὸν Δημήτριον παιᾶνας καὶ προσόδια ᾁδοντες; φησὶ γοῦν ὁ Δημοχάρης ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ γράφων ‘ ἐπανελθόντα δὲ τὸν Δημήτριον ἀπὸ τῆς Λευκάδος καὶ Κερκύρας εἰς τὰς Ἀθήνας οἱ Ἀθηναῖοι ἐδέχοντο οὐ μόνον θυμιῶντες καὶ στεφανοῦντες καὶ οἰνοχοοῦντες, ἀλλὰ καὶ προσοδιακοὶ χοροὶ καὶ ἰθύφαλλοι μετ᾽ ὀρχήσεως καὶ ᾠδῆς ἀπήντων αὐτῷ καὶ ἐφιστάμενοι κατὰ τοὺς ὄχλους ᾖδον ὀρχούμενοι καὶ ἐπᾴδοντες ὡς εἴη μόνος θεὸς ἀληθινός, οἱ δ᾽ ἄλλοι καθεύδουσιν ἢ ἀποδημοῦσιν ἢ οὐκ εἰσίν, γεγονὼς δ᾽ εἴη ἐκ Ποσειδῶνος καὶ Ἀφροδίτης, τῷ δὲ κάλλει διάφορος καὶ τῇ πρὸς πάντας φιλανθρωπίᾳ κοινός, δεόμενοι δὲ αὐτοῦ ἱκέτευον, φησί, καὶ προσηύχοντο.’ 63. ὁ μὲν οὖν Δημοχάρης τοσαῦτα εἴρηκε περὶ τῆς Ἀθηναίων κολακείας: Δοῦρις δ᾽ ὁ Σάμιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν ἱστοριῶν καὶ αὐτὸν τὸν ἰθύφαλλον: ... [p. 142]
ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι τῇ πόλει πάρεισιν ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημήτριον ἅμα παρῆγ᾽ ὁ καιρός, χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια ἔρχεθ᾽ ἵνα ποιήσῃ, ὁ δ᾽ ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι. σεμνόν τι φαίνεθ᾽, οἱ φίλοι πάντες κύκλῳ, ἐν μέσοισι δ᾽ αὐτός, ὅμοιον ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δ᾽ ἐκεῖνος, ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ, χαῖρε, κἀφροδίτης. ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοὶ ἢ οὐκ ἔχουσιν ὦτα ἢ οὐκ εἰσὶν ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν, σὲ δὲ παρόνθ᾽ ὁρῶμεν, οὐ ξύλινον οὐδὲ λίθινον, ἀλλ᾽ ἀληθινόν. εὐχόμεσθα δή σοι: πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε: κύριος γὰρ εἶ σύ. τὴν δ᾽ οὐχὶ Θηβῶν, ἀλλ᾽ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν, ὁ Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ ἡ παλαιά, τὰ σώμαθ᾽ ἡμῶν πάντ᾽ ἀναρπάσας φέρει, κοὐκ ἔχω μάχεσθαι Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας, νῦν δὲ καὶ τὰ πόρρω: μάλιστα μὲν δὴ κόλασον αὐτός: εἰ δὲ μή, [p. 144] τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ ἢ σπίλον ποιήσει. 64. ταῦτ᾽ ᾖδον οἱ Μαραθωνομάχοι οὐ δημοσίᾳ, μόνον, ἀλλὰ καὶ κατ᾽ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν Περσῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀναρίθμους μυριάδας τῶν βαρβάρων φονεύσαντες. Ἄλεξις γοῦν ἐν Φαρμακοπώλῃ ἢ Κρατείᾳ προπίνοντά τινα εἰσαγαγὼν ἑνὶ τῶν συμποτῶν καὶ λέγοντα ποιεῖ τάδε:
παῖ, τὴν μεγάλην δός, ὑποχέας φιλίας κυάθους τῶν συμπαρόντων: τέτταρας, τοὺς τρεῖς δ᾽ ἐγὼ Σωτῆρσιν ἀποδώσεις θεοῖς, ἕν᾽ Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς, καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου ... φέρε τὸν τρίτον φίλας Ἀφροδίτης, χαίρετ᾽, ἄνδρες συμπόται, ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι. 65. τοιοῦτοι τότ᾽ ἐγένοντο οἱ Ἀθηναῖοι κολακείας θηρίου χαλεπωτάτου λύσσαν ἐμβαλούσης αὐτῶν τῇ πόλει: ἣν ὁ μὲν Πύθιος ἑστίαν τῆς Ἑλλάδος ἀνεκήρυξε, πρυτανεῖον δὲ Ἑλλάδος ὁ δυσμενέστατος Θεόπομπος ὁ φήσας ἐν ἄλλοις πλήρεις εἶναι τὰς Ἀθήνας Διονυσοκολάκων καὶ ναυτῶν καὶ λωποδυτῶν, ἔτι δὲ ψευδομαρτύρων καὶ [p. 146] συκοφαντῶν καὶ ψευδοκλητήρων. οὓς ἐγὼ πείθομαι ὡς ἐπομβρίαν ἤ τι δεινὸν ἐκ θεοῦ τὴν προειρημένην πᾶσαν εἰσηγήσασθαι κολακείαν. περὶ ἧς καλῶς ὁ Διογένης ἔλεγε πολὺ κρεῖττον εἶναι ἐς κόρακας ἀπελθεῖν ἢ ἐς κόλακας, οἳ ζῶντας ἔτι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατεσθίουσι. φησὶ γοῦν καὶ Ἀναξίλας ἐν ... ,:
οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος, ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν. ἔπειθ᾽ ὁ μὲν λέμμ᾽ ἐστίν, ὁ δ᾽ ἕτερον δάκνει. Πλάτων τ᾽ ἐν Φαίδρῳ φησί: ‘ κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ, ὅμως ἐπέμιξεν ἡ φύσις ἡδονήν τινα οὐκ ἄμουσον’ Θεόφραστος δ᾽ ἐν τῷ περὶ κολακείας φησὶν ὡς Μύρτις ὁ Ἀργεῖος Κλεώνυμον τὸν χορευτὴν ἅμα καὶ κόλακα προσκαθίζοντα πολλάκις αὐτῷ καὶ τοῖς συνδικάζουσι, βουλόμενον δὲ καὶ μετὰ τῶν κατὰ τὴν πόλιν ἐνδόξων ὁρᾶσθαι, λαβόμενος τοῦ ὠτὸς καὶ ἕλκων αὐτὸν ἐκ τοῦ συνεδρίου πολλῶν παρόντων εἶπεν ‘οὐ χορεύσεις ἐνθάδε οὐδ᾽ ἁμῶν ἀκούσει.’ Δίφιλος δ᾽ ἐν Γάμῳ φησὶν
ὁ γὰρ κόλαξ καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς πόλεις ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον. [p. 148] νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους,, αἱ κρίσεις θ᾽ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ. διὸ καὶ Θετταλοὶ καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μηλιεῖς ἐνέμοντο, ὥς φησι Θεόπομπος ἐν τῇ τριακοστῇ. 66. κόλακας δ᾽ εἶναί φησι Φύλαρχος καὶ τοὺς ἐν Λήμνῳ κατοικοῦντας Ἀθηναίων ἐν τῇ τρισκαιδεκάτῃ τῶν ἱστοριῶν χάριν γὰρ ἀποδιδόντας τοῖς Σελεύκου καὶ Ἀντιόχου ἀπογόνοις, ἐπεὶ αὐτοὺς ὁ Σέλευκος πικρῶς ἐπιστατουμένους ὑπὸ Λυσιμάχου οὐ μόνον ἐξείλετο, ἀλλὰ καὶ τὰς πόλεις αὐτοῖς ἀπέδωκεν ἀμφοτέρας, οἱ Λημνόθεν Ἀθηναῖοι οὐ μόνον ναοὺς κατεσκεύασαν τοῦ Σελεύκου, ἀλλὰ καὶ τοῦ υἱοῦ Ἀντιόχου: καὶ τὸν ἐπιχεόμενον κύαθον ἐν ταῖς συνουσίαις Σελεύκου σωτῆρος καλοῦσι.
ταύτην δὲ τὴν κολακείαν τινὲς ἐκτρεπόμενοι τοὔνομα ἀρέσκειαν προσαγορεύουσιν, ὡς καὶ Ἀναξανδρίδης ἐν Σαμίᾳ:
τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ᾽ ἔχει. οὐκ ἐπίστανται δὲ οἱ τὴν κολακείαν μεταχειριζόμενοι ὥς ἐστιν αὕτη ἡ τέχνη ὀλιγοχρόνιος. Ἄλεξις γοῦν φησιν ἐν Ψευδομένῳ:
κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ: οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ. Κλέαρχος δ᾽ ὁ Σολεὺς ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν: ‘κόλαξ μὲν οὐδείς,’ φησί, ‘διαρκεῖ πρὸς φιλίαν. καταναλίσκει γὰρ ὁ χρόνος τὸ τοῦ προσποιήματος [p. 150] αὐτῶν ψεῦδος. ὁ δ᾽ ἐραστὴς κόλαξ ἐστὶ φιλίας δι᾽ ὥραν ἢ κάλλος.’ τῶν δὲ Δημητρίου τοῦ βασιλέως κολάκων οἱ περὶ Ἀδείμαντον τὸν Λαμψακηνὸν νεὼν κατασκευασάμενοι καὶ ἀγάλματα ἱδρυσάμενοι Θριῆσιν ὠνόμασαν Φίλας Ἀφροδίτης καὶ τὸν τόπον Φιλαῖον ἐκάλεσαν ἀπὸ τῆς Δημητρίου Φίλας, ὥς φησι Διονύσιος ὁ τοῦ Τρύφωνος ἐν τῷ δεκάτῳ περὶ ὀνομάτων. 67. Κλέαρχος δ᾽ ὁ Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ Γεργιθίῳ καὶ πόθεν ἡ ἀρχὴ τοῦ ὀνόματος τῶν κολάκων παρῆλθε διηγεῖται καὶ αὐτὸν τὸν Γεργίθιον ὑποτιθέμενος, ἀφ᾽ οὗ τὸ βιβλίον ἔχει τὴν ἐπιγραφήν , ἕνα γεγονότα τῶν Ἀλεξάνδρου κολάκων, διηγεῖται δὲ οὕτως, τὴν κολακείαν ταπεινὰ ποιεῖν τὰ ἤθη τῶν κολάκων καταφρονητικῶν ὄντων τῶν περὶ αὐτούς, σημεῖον δὲ τὸ πᾶν ὑπομένειν εἰδότας οἷα τολμῶσι. τὰ δὲ τῶν κολακευομένων ἐμφυσωμένων τῇ κολακείᾳ, χαύνους καὶ κενοὺς ποιοῦντα, πάντων ἐν ὑπεροχῇ παρ᾽ αὐτοῖς ὑπολαμβάνεσθαι κατασκευάζεσθαι. ἑξῆς τε διηγούμενος περί τινος μειρακίου Παφίου μὲν τὸ γένος, βασιλέως δὲ τὴν τύχην ‘τοῦτο, φησί, τὸ μειράκιον οὐ λέγων αὐτοῦ τοὔνομα κατέκειτο δι᾽ ὑπερβάλλουσαν τρυφὴν ἐπὶ ἀργυρόποδος κλίνης ὑπεστρωμένης Σαρδιανῇ ψιλοτάπιδι τῶν πάνυ πολυτελῶν. ἐπεβέβλητο δ᾽ αὐτῷ πορφυροῦν ἀμφίταπον ἀμοργίνῳ καλύμματι [p. 152] περιειλημμένον. προσκεφάλαια δ᾽ εἶχε τρία μὲν ὑπὸ τῇ κεφαλῇ βύσσινα παραλουργῆ, δι᾽ ὧν ἠμύνετο τὸ καῦμα, δύο δ᾽ ὑπὸ τοῖς ποσὶ ὑσγινοβαφῆ τῶν Δωρικῶν καλουμένων ἐφ᾽ ὧν κατέκειτο ἐν λευκῇ χλανίδι.68. παραδεδεγμένοι δ᾽ εἰσὶ πάντες οἱ κατὰ τὴν Κύπρον μόναρχοι τὸ τῶν εὐγενῶν κολάκων γένος ὡς χρήσιμον πάνυ γὰρ τὸ κτῆμα τυραννικόν ἐστι. καὶ τούτων οἷον Ἀρεοπαγιτῶν τινων οὔτε τὸ πλῆθος οὔτε τὰς ὄψεις ἔξω τῶν ἐπιφανεστάτων οἶδεν οὐδείς. διῃρημένων δὲ διχῇ κατὰ συγγένειαν τῶν ἐν τῇ Σαλαμῖνι κολάκων, ἀφ᾽ ὧν εἰσιν οἱ κατὰ τὴν ἄλλην Κύπρον κόλακες, τοὺς μὲν Γεργίνους, τοὺς δὲ Προμάλαγγας προσαγορεύουσιν ὧν οἱ μὲν Γεργίνοι συναναμιγνύμενοι τοῖς κατὰ τὴν πόλιν ἔν τε τοῖς ἐργαστηρίοις καὶ ταῖς ἀγοραῖς ὠτακουστοῦσι κατασκόπων ἔχοντες τάξιν, ὅ τι δ᾽ ἂν ἀκούσωσιν ἀναφέρουσιν ἑκάστης ἡμέρας πρὸς τοὺς καλουμένους ἄνακτας. οἱ δὲ Προμάλαγγες ζητοῦσιν ἄν τι τῶν ὑπὸ τῶν Γεργίνων προσαγγελθέντων ἀξιον εἶναι ζητήσεως δόξῃ, ὄντες τινὲς ἐρευνηταί. καὶ τούτων οὕτως ἔντεχνος καὶ πιθανὴ πρὸς ἅπαντας ἡ ἔντευξις ὥστ᾽ ἔμοιγε δοκεῖ, καθάπερ καὶ αὐτοί φασι, παρ᾽ ἐκείνων εἰς τοὺς ἔξω τόπους διαδεδόσθαι τὸ σπέρμα τῶν ἐλλογίμων κολάκων καὶ γὰρ οὐχ οἷον μετρίως ἐπὶ τῷ πράγματι σεμνύνονται διὰ τὸ τετιμῆσθαι παρὰ τοῖς βασιλεῦσιν, ἀλλὰ καὶ λέγουσιν ὅτι τῶν Γεργίνων [p. 154] τις ἀπόγονος ὢν τῶν Τρώων ἐκείνων οὓς Τεῦκρος ἀπὸ τῶν αἰχμαλώτων κατακτησάμενος εἰς Κύπρον ἔχων ἀπῴκησεν, οὗτος διὰ τῆς παραλίας μετ᾽ ὀλίγων στείλας ἐπὶ τῆς Αἰολίδος κατὰ πύστιν ἅμα, καὶ οἰκισμὸν τῆς τῶν προγόνων χώρας πόλιν οἰκίσειε περὶ τὴν Τρωικὴν ‘Ἴδην συμπαραλαβών τινας τῶν Μυσῶν, ἣ πάλαι μὲν ἀπὸ τοῦ γένους Γέργινα, νῦν δὲ Γέργιθα κέκληται. τούτου γάρ, ὡς ἔοικε, τοῦ στόλου τινὲς ἀποσπασθέντες ἐν τῇ Κυμαίᾳ κατέσχον ἐκ Κύπρου τό γένος ὄντες, ἀλλ᾽ οὐκ ἐκ τῆς Θετταλικῆς Τρίκκης, καθάπερ τινὲς εἰρήκασιν, ὧν ἰατρεῦσαι τὴν ἄγνοιαν οὐδ᾽ Ἀσκληπιάδαις τοῦτό γε νομίζω δεδόσθαι. 69. γεγόνασι δὲ παρ᾽ ἡμῖν καὶ ἐπὶ Γλοῦ τοῦ Καρὸς καὶ γυναῖκες ὑπὸ τὰς ἀνάσσας αἱ προσαγορευθεῖσαι κολακίδες. ἀφ᾽ ὧν ὑπολιπεῖς τινες εἰς τὸ πέραν ἀφικόμεναι μετάπεμπτοι πρός τε τὰς Ἀρταβάζου καὶ τὰς Μέντορος γυναῖκας κλιμακίδες μετωνομάσθησαν ἀπὸ τοιαύτης πράξεως: ταῖς μεταπεμψαμέναις ἀρεσκευόμεναι κλίμακα κατεσκεύαζον ἐξ ἑαυτῶν οὕτως ὥστ᾽ ἐπὶ τοῖς νώτοις αὐτῶν τὴν ἀνάβασιν γίγνεσθαι καὶ τὴν κατάβασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. εἰς τοῦτο τρυφῆς, ἵνα μὴ ἀθλιότητος εἴπω, προηγάγοντο τεχνώμεναι τὰς ἀφρονεστάτας. τοιγαροῦν αὗται μὲν ἐκ τῶν λίαν μαλακῶν ὑπὸ τῆς τύχης μεταβιβασθεῖσαι σκληρῶς ἐβίωσαν ἐπὶ γήρως, αἱ δέ, τῶν παρ᾽ ἡμῖν ταῦτα διαδεξαμένων, ἐκπεσοῦσαι τῆς ἐξουσίας κατῆραν εἰς Μακεδονίαν καὶ τὰς [p. 156] τῶν ἐκεῖ κυρίας τε καὶ βασιλίδας ὃν τρόπον ταῖς ὁμιλίαις διέθεσαν οὐδὲ λέγειν καλόν, πλὴν ὅτι μαγευόμεναι καὶ μαγεύουσαι ταυροπόλοι καὶ τριοδίτιδες αὗται πρὸς ἀλήθειαν ἐγένοντο, πλήρεις πάντων ἀποκαθαρμάτων. τοσούτων ἔοικε καὶ τοιούτων ἡ κολακεία κακῶν αἰτία γενέσθαι τοῖς διὰ τὸ κολακεύεσθαι προσδεξαμένοις αὐτήν.’’ 70. προελθὼν δὲ πάλιν ὁ Κλέαρχος καὶ τάδε φησίν ‘ ἀλλ᾽ ἤδη τῇ τούτων χρείᾳ μέμψαιτ᾽ ἄν τις τὸ μειράκιον, ὥσπερ εἶπον. οἱ μὲν γὰρ παῖδες μικρὸν ἄπωθεν τῆς κλίνης ἐν χιτωνίσκοις ἕστασαν τριῶν δ᾽ ὄντων ἀνδρῶν, δι᾽ οὓς δὴ νῦν ὁ πᾶς λόγος ἐνέστηκε, καὶ τούτων ὄντων ἐπωνύμων παρ᾽ ἡμῖν ὁ μὲν εἷς ἐπὶ τῆς κλίνης πρὸς ποδῶν καθῆστο τοὺς τοῦ μειρακίου πόδας ἐπὶ τοῖς αὑτοῦ γόνασι λεπτῷ λῃδίῳ συνημφιακώς: ὃ δὲ ἐποίει δήπου καὶ ι μὴ λέγοντος οὐκ ἄδηλον καλεῖται δ᾽ οὗτος ὑπὸ τῶν ἐγχωρίων Παράβυστος διὰ τὸ καὶ τῶν μὴ παραδεχομένων ὅμως τεχνικώτατα κολακεύων παρεμπίπτειν ἐς τὰς ὁμιλίας, ἅτερος δ᾽ ἦν ἐπί τινος δίφρου κειμένου παρ᾽ αὐτὴν τὴν κλίνην καὶ τοῦ νεανίσκου τὴν χεῖρα παρεικότος ἐκκρεμάμενος ταύτης καὶ προσπεπτωκὼς κατέψηχέ τε καὶ τῶν δακτύλων ἕκαστον ἐν μέρει διαλαμβάνων εἷλκέ τε καὶ ἐξέτεινεν ὥστε τὸν πρῶτον αὐτὸν ἐπονομάσαντα Σικύαν εὐστόχως εἰρηκέναι δοκεῖν. ὁ δὲ τρίτος ὁ Θήρ ὁ γενναιότατος, ὅσπερ ἦν τῆς ὑπηρεσίας [p. 158] πρωταγωνιστής, προσεστηκὼς αὐτῷ κατὰ κεφαλὴν μετεῖχε τῶν βυσσίνων προσκεφαλαίων ἀποκεκλιμένος εἰς αὐτὰ πάνυ φιλικῶς: καὶ τῇ μὲν ἀριστερᾷ τὸ τοῦ μειρακίου τριχωμάτιον ἐπικοσμῶν, τῇ δεξιᾷ δὲ Φωκαικὸν ψῆγμά τι διακινῶν καὶ αἰωρῶν ἡδὺς ἦν, ἀλλ᾽ οὖν καὶ μυίας ἀποσοβῶν. διὸ ἐμοὶ δοκεῖν αὐτῷ δαίμων τις ἐλευθέριος νεμεσήσας ἐφίησι τῷ μειρακίῳ μυῖαν, οὐκ ἄλλην ἢ ' κείνην ἧς καὶ τὴν Ἀθηνᾶν φησιν Ὅμηρος ἐνεῖναι τῷ Μενελάῳ τὸ θάρσος: οὕτως ἦν ἐρρωμένη καὶ ἄφοβος τὴν ψυχήν. δηχθέντος δὲ τοῦ μειρακίου τηλικοῦτον ἀνέκραγεν ἅνθρωπος ὑπὲρ ἐκείνου καὶ οὕτως ἠγανάκτησεν ὥστε διὰ τὴν πρὸς μίαν ἔχθραν ἁπάσας ἐκ τῆς οἰκίας ἤλαυνεν. ὅθεν καὶ φανερὸς ἐγένετο πρὸς τούτῳ τεταχὼς αὑτόν’ ἀλλ᾽71. οὐ Λεύκων τοιοῦτος ἦν ὁ Ποντικὸς τύραννος, ὃς ἐπεὶ συχνοὺς τῶν φίλων ᾔσθετο σεσυλημένους ὑπὸ τῶν περὶ αὑτὸν τινος κολάκων, συνιδὼν τὸν ἄνθρωπον διαβάλλοντά τινα τῶν λοιπῶν φίλων ‘ ἀπέκτεινα ἄν, εἶπέν, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν ἡ τυραννὶς ἐδεῖτο.’ Ἀντιφάνης δ᾽ ὁ κωμῳδιοποιὸς ἐν Στρατιώτῃ τὰ ὅμοια λέγει περὶ τῆς τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ποιεῖ δέ τινα ἀναπυνθανόμενον στρατιώτου τάδε:
ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε πολὺν χρόνον; β. τὸν πάνθ᾽ ἕως ἦν ὁ πόλεμος. α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. β. ἐν Πάφῳ: [p. 160] οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν, ἄλλως τ᾽ ἄπιστον. α. ποῖον; β. ἐρριπίζετο ὑπὸ τῶν περιστερῶν, ὑπ᾽ ἄλλου δ᾽ οὐδενὸς δειπνῶν ὁ βασιλεύς. α. πῶς; ἐάσας τἄλλα γὰρ ἐρήσομαί σε τοῦθ᾽. β. ὅπως; ἠλείφετο ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ καρποῦ σύχν᾽ οἵου φασὶ τὰς περιστερὰς τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι παρῆσαν οἷαί τ᾽ ἦσαν ἐπικαθιζάνειν ἐπὶ τὴν κεφαλὴν παῖδες δὲ παρακαθήμενοι ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολύ, τὸ μήτ᾽ ἐκεῖσε μήτε δεῦρο παντελῶς, οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον ποιεῖν. 72. ‘ εἴη οὖν ἂν ὁ τοῦ προειρημένου μειρακίου κόλαξ μαλακοκόλαξ, ὥς φησιν ὁ Κλέαρχος: πρὸς γάρ τοι τῷ οὕτω κολακεύειν καὶ τὸ σχῆμα τῶν κολακευομένων ἐπακολουθῶν ἀποπλάττεται παραγκωνίζων καὶ σπαργανῶν ἑαυτόν τοῖς τριβωναρίοις. ὅθεν αὐτὸν οἱ μὲν παραγκωνιστήν, οἱ δὲ σχηματοθήκην καλοῦσι. κατ᾽ ἀλήθειαν γὰρ ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίγνεται γοῦν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφήν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους: οὕτω ποικιλόφωνός τις ἐστίν. Ἀνδροκύδης δ᾽ ὁ ἰατρὸς ἔλεγε τὴν κολακείαν ἔχειν τὴν ἐπωνυμίαν ἀπὸ τοῦ προσκολλᾶσθαι ταῖς ὁμιλίαις ἐμοὶ δὲ δοκεῖ διὰ τὴν εὐκολίαν τε καὶ τὴν [p. 162] εὐχέρειαν ὅτι πάντα ὑποδύεται, ὡς δή τις ὑποστατικὸς νωταγωγῶν τῷ τῆς ψυχῆς ἤθει καὶ οὐ βαρυνόμενος οὐδενὶ τῶν αἰσχρῶν.’ οὐκ ἂν διαμάρτοι δέ τις τὸν τοῦ μειρακίου τούτου τοῦ Κυπρίου βίον ὑγρὸν ὀνομάζων οὗ πολλοὺς καὶ διδασκάλους φησὶν εἶναι Ἀθήνησιν Ἄλεξις ἐν Πυραύνῳ λέγων οὕτως:
πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν, ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν. τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας διδασκάλους ἐξεῦρον οὗ λέγω βίου ἴσως τριάκοντ᾽ ἀφ᾽ ἑνὸς ἐργαστηρίου. καὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ :
πάλιν ἡ τοῦ βίου ὑγρότης μέ σου τέθλιφε: τὴν ἀσωτίαν ὑγρότητα γὰρ νῦν προσαγορεύουσίν τινες. 73. Ἀντιφάνης δ᾽ ἐν Λημνίαις τέχνην τινὰ εἶναι ὑποτίθεται τὴν κολακείαν ἐν οἷς λέγει:
εἶτ᾽ ἔστιν ἢ γένοιτ᾽ ἂν ἡδίων τέχνη ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς; ὁ ζωγράφος πονεῖ τι καὶ πικραίνεται, ὁ γεωργὸς ... ... ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος. ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς: οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά, ἁδρὸν γελάσαι, σκῶψαὶ τιν᾽, ἐμπιεῖν πολύν, οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον. [p. 164] κεχαρακτήρικε δὲ ὡς ἔνι μάλιστα ἐπιμελῶς τὸν κόλακα Μένανδρος ἐν τῷ ὁμωνύμῳ δράματι, ὡς καὶ τὸν παράσιτον Δίφιλος ἐν Τελεσίᾳ. Ἄλεξις δ᾽ ἐν Καταψευδομένῳ λέγοντά τινα κόλακα τοιαῦτα παρεισάγων φησίν
εὐδαίμων ἐγώ, μὰ τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι, ἀλλ᾽ ὅτι διαρραγήσομ᾽ ἂν θεὸς θέλῃ; τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν. δοκεῖ δέ μοι οὗτος, ἄνδρες φίλοι, ὁ καλὸς γάστρις οὐκ ἂν ὠκνηκέναι εἰπεῖν καὶ τὰ ἐξ Ὀμφάλης Ἴωνος τοῦ τραγῳδιοποιοῦ:
ἐνιαυσίαν γὰρ δεῖ με τὴν ἑορτὴν ἄγειν. 74. Ἱππίας δ᾽
ὁ Ἐρυθραῖος ἐν τῇ δευτέρᾳ τῶν περὶ τῆς πατρίδος ἱστοριῶν διηγούμενος ὡς ἡ Κνωποῦ βασιλεία ὑπὸ τῶν ἐκείνου κολάκων κατελύθη φησὶν καὶ ταῦτα: ‘ Κνωπῷ μαντευομένῳ περὶ σωτηρίας ὁ θεὸς ἔχρησε θύειν Ἑρμῇ δολίῳ. καὶ μετὰ ταῦτα ὁρμήσαντος αὐτοῦ εἰς Δελφοὺς οἱ τὴν βασιλείαν αὐτοῦ καταλῦσαι βουλόμενοι ἵν᾽ ὀλιγαρχίαν καταστήσωνται ἦσαν δ᾽ οὗτοι Ὀρτύγης καὶ Ἶρος καὶ Ἔχαρος, οἳ ἐκαλοῦντο διὰ τὸ περὶ τὰς θεραπείας εἶναι τῶν ἐπιφανῶν πρόκυνες καὶ κόλακες συμπλέοντες οὖν τῷ Κνωπῷ, ὡς ἤδη πόρρω τῆς γῆς ἦσαν, δήσαντες τὸν Κνωπὸν ἔρριψαν εἰς τὸ πέλαγος καὶ καταχθέντες εἰς Χίον καὶ δύναμιν παρὰ τῶν [p. 166] ἐκεῖ τυράννων λαβόντες Ἀμφίκλου καὶ Πολυτέκνου νυκτὸς κατέπλευσαν εἰς τὰς Ἐρυθράς, κατὰ τὸ αὐτὸ καὶ τὸ τοῦ Κνωποῦ σῶμα ἐξεβράσθη τῆς Ἐρυθραίας κατὰ τὴν ἀκτὴν ἣ νῦν Λεόποδον καλεῖται. τῆς δὲ γυναικὸς τοῦ Κνωποῦ Κλεονίκης περὶ τὴν τοῦ σώματος κηδείαν γινομένης ἦν δὲ ἑορτὴ καὶ πανήγυρις ἀγομένη Ἀρτέμιδι Στροφαίᾀ ἐξαίφνης ἀκούεται σάλπιγγος βοή: καὶ καταληφθέντος τοῦ ἄστεος ὑπὸ τῶν περὶ τὸν Ὀρτύγην πολλοὶ μὲν ἀναιροῦνται τῶν τοῦ Κνωποῦ φίλων καὶ ἡ Κλεονίκη μαθοῦσα φεύγει εἰς Κολοφῶνα 75. . οἱ δὲ περὶ τὸν Ὀρτύγην τύραννοι ἔχοντες τὴν ἐκ Χίου δύναμιν τοὺς ἐνισταμένους αὐτῶν τοῖς πράγμασι διέφθειρον καὶ τοὺς νόμους καταλύσαντες αὐτοὶ διεῖπον τὰ κατὰ τὴν πόλιν ἐντὸς τείχους οὐδένα δεχόμενοι τῶν δημοτῶν ἔξω δὲ πρὸ τῶν πυλῶν δικαστήριον κατασκευάσαντες τὰς κρίσεις ἐποιοῦντο, ἁλουργὰ μὲν ἀμπεχόμενοι περιβόλαια καὶ χιτῶνας ἐνδεδυκότες περιπορφύρους. ὑπεδέδεντο δὲ καὶ πολυσχιδῆ σανδάλια τοῦ θέρους, τοῦ δὲ χειμῶνος ἐν γυναικείοις ὑποδήμασι διετέλουν περιπατοῦντες κόμας τε ἔτρεφον καὶ πλοκαμῖδας ἔχειν ἤσκουν, διειλημμένοι τὰς κεφαλὰς διαδήμασι μηλίνοις καὶ πορφυροῖς: εἶχον δὲ καὶ κόσμον ὁλόχρυσον ὁμοίως ταῖς γυναιξίν. ἠνάγκαζόν τε τῶν πολιτῶν τοὺς μὲν διφροφορεῖν, τοὺς δὲ ῥαβδουχεῖν, τοὺς δὲ τὰς ὁδοὺς ἀνακαθαίρειν καὶ τῶν μὲν τοὺς υἱεῖς εἰς τὰς κοινὰς συνουσίας μετεπέμποντο, τοῖς δὲ τὰς ἰδίας γυναῖκας καὶ τὰς θυγατέρας ἄγειν παρήγγελλον τοὺς δ᾽ ἀπειθοῦντας ταῖς ἐσχάταις τιμωρίαις περιέβαλλον. εἰ δέ τις [p. 168] τῶν ἐκ τῆς ἑταιρίας αὐτῶν ἀποθάνοι, συνάγοντες τοὺς πολίτας μετὰ γυναικῶν καὶ τέκνων ἠνάγκαζον θρηνεῖν τοὺς ἀποθανόντας καὶ στερνοτυπεῖσθαι μετὰ βίας καὶ βοᾶν ὀξὺ καὶ μέγα ταῖς φωναῖς ἐφεστηκότος μαστιγοφόρου τοῦ ταῦτα ποιεῖν ἀναγκάζοντος, ἕως Ἱππότης ὁ Κνωποῦ ἀδελφὸς μετὰ δυνάμεως ἐπελθὼν ταῖς Ἐρυθραῖς ἑορτῆς οὔσης τῶν Ἐρυθραίων προσβοηθούντων ἐπῆλθε τοῖς τυράννοις καὶ πολλοὺς αἰκισάμενος τῶν περὶ αὐτοὺς Ὀρτύγην μὲν φεύγοντα συνεκέντησε καὶ τοὺς μετὰ τούτου, τὰς δὲ γυναῖκας αὐτῶν καὶ τὰ τέκνα δεινῶς αἰκισάμενος τὴν πατρίδα ἠλευθέρωσεν.’ 76. ἐκ τούτων οὖν ἁπάντων ἔστι συνιδεῖν, ἄνδρες φίλοι, ὅσων κακῶν αἰτία γίνεται κολακεία τῷ βίῳ καὶ Θεόπομπος γὰρ ἐν τῇ θ᾽ τῶν Φιλιππικῶν φησιν ‘Ἀγαθοκλέα δοῦλον γενόμενον καὶ τῶν ἐκ Θετταλίας πενεστῶν Φίλιππος μέγα παρ᾽ αὐτῷ δυνάμενον διὰ τὴν κολακείαν καὶ ὅτι ἐν τοῖς συμποσίοις συνὼν αὐτῷ ὠρχεῖτο καὶ γέλωτα παρεσκεύαζεν ἀπέστειλε διαφθεροῦντα Περραιβοὺς καὶ τῶν ἐκεῖ πραγμάτων ἐπιμελησόμενον. τοιούτους δ᾽ εἶχεν ἀεὶ περὶ αὑτὸν ἀνθρώπους ὁ Μακεδών, οἷς διὰ φιλοποσίαν καὶ βωμολοχίαν πλείω χρόνον ὡς τὰ πολλὰ συνδιέτριβε καὶ συνήδρευε περὶ τῶν μεγίστων βουλευόμενος.’ ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ τάδε Ἡγήσανδρος ὁ Δελφὸς ὡς τοῖς Ἀθήνησιν εἰς τὸ Διομέων Ἡράκλειον ἀθροιζομένοις τοῖς τὰ γέλοια λέγουσιν ἀπέστελλεν ἰκανὸν κερμάτιον καὶ [p. 170] προσέτασσέ τισιν ἀναγράφοντας τὰ λεγόμενα ὑπ᾽ αὐτῶν ἀποστέλλειν πρὸς αὐτόν. Θεόπομπος δ᾽ ἐν ἕκτῃ καὶ εἰκοστῇ ἱστοριῶν ‘ τοὺς Θεσσαλούς, φησίν, εἰδὼς ὁ Φίλιππος ἀκολάστους ὄντας καὶ περὶ τὸν βίον ἀσελγεῖς συνουσίας αὐτῶν κατεσκεύαζε καὶ πάντα τρόπον ἀρέσκειν αὐτοῖς ἐπειρᾶτο, ὀρχούμενος καὶ κωμάζων καὶ πᾶσαν ἀκολασίαν ὑπομένων ἦν δὲ καὶ φύσει βωμολόχος καὶ καθ᾽ ἑκάστην ἡμέραν μεθυσκόμενος καὶ χαίρων τῶν ἐπιτηδευμάτων τοῖς πρὸς ταῦτα συντείνουσι καὶ τῶν ἀνθρώπων τοῖς εὐφυέσι κάλουμένοις καὶ τὰ γέλοια λέγουσι καὶ ποιοῦσι: πλείους τε τῶν Θετταλῶν τῶν αὐτῷ πλησιασάντων ᾕρει μᾶλλον ἐν ταῖς συνουσίαις ἢ ταῖς δωρεαῖς.’ τὰ παραπλήσια ἐποίει καὶ ὁ Σικελιώτης Διονύσιος, ὡς Εὔβουλος ὁ κωμῳδιοποιὸς παρίστησιν ἐν τῷ τοῦ τυράννου ὁμωνύμῳ δράματι:
ἀλλ᾽ ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος καὶ τοῖς κόλαξι πᾶσι, τοῖς σκώπτουσι δὲ ἑαυτὸν εὐόργητος: ἡγεῖται δὲ δὴ τούτους μόνους ἐλευθέρους, κἂν δοῦλος ᾖ. 77. ἀλλὰ μὴν καὶ τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν οὐ μόνον ὁ Διονύσιος ἀνελάμβανεν, ἀλλὰ καὶ ὁ Φίλιππος, ἱστορεῖ δὲ περὶ ἑκατέρου Θεόπομπος ἐν μὲν τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ γράφων οὕτως : ‘Φίλιππος τοὺς μὲν κοσμίους τὰ ἤθη καὶ τοὺς τῶν ἰδίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν κύβοις καὶ πότοις ἐπαινῶν ἐτίμα. τοιγαροῦν οὐ μόνον αὐτοὺς τοιαῦτ᾽ [p. 172] ἔχειν παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησεν. τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; οὐχ οἱ μὲν ξυρούμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἱ δ᾽ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι; καὶ περιήγοντο μὲν δύο καὶ τρεῖς ἑταιρουμένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρεῖχον. ὅθεν δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους ἀλλ᾽ ἑταίρας ὑπέλαβεν οὐδὲ στρατιώτας ἀλλὰ χαμαιτύπας προσηγόρευσεν ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν. πρὸς δὲ τούτοις ἀντὶ μὲν τοῦ νήφειν τὸ μεθύειν ἠγάπων, ἀντὶ δὲ τοῦ κοσμίως ζῆν ἁρπάζειν καὶ φονεύειν ἐζήτουν. καὶ τὸ μὲν ἀληθεύειν καὶ ταῖς ὁμολογίαις ἐμμένειν οὐκ οἰκεῖον αὑτῶν ἐνόμιζον, τὸ δ᾽ ἐπιορκεῖν καὶ φενακίζειν ἐν τῷ σεμνοτάτῳ ὑπελάμβανον. καὶ τῶν μὲν ὑπαρχόντων ἠμέλουν, τῶν δὲ ἀπόντων ἐπεθύμουν, καὶ ταῦτα μέρος τι τῆς Εὐρώπης ἔχοντες, οἴομαι γὰρ τοὺς ἑταίρους οὐ πλείονας ὄντας κατ᾽ ἐκεῖνον τὸν χρόνον ὀκτακοσίων οὐκ ἐλάττω καρπίζεσθαι γῆν ἢ μυρίους τῶν ῾ Ἑλλήνων τοὺς τὴν ἀρίστην καὶ πλείστην χώραν κεκτημένους.’ καὶ περὶ Διονυσίου δὲ τὰ παραπλήσια ἱστορεῖ ἐν τῇ πρώτῃ πρὸς ταῖς εἴκοσι: ‘ Διονύσιος ὁ Σικελίας τύραννος τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν [p. 174] τοιαύτην ἀκολασίαν, ἠβούλετο γάρ ἅπαντας εἶναι διεφθαρμένους καὶ φαύλους: οὓς καὶ εὖ περιεῖπε.’ 78. καὶ Δημήτριος δ᾽ ὁ Πολιορκητὴς φιλόγελως ἦν, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῇ δεκάτῃ τῶν ἱστοριῶν, ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ γράφει οὕτως ‘ περιεώρα Δημήτριος τοὺς κολακεύοντας αὐτὸν ἐν τοῖς συμποσίοις καὶ ἐπιχεομένους Δημητρίου μὲν μόνου βασιλέως, Πτολεμαίου δὲ ναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος, Σελεύκου δ᾽ ἐλεφαντάρχου. καὶ ταῦτα αὐτῷ οὐ τὸ τυχὸν συνῆγε μῖσος.’ Ἡρόδοτος δέ φησιν Ἄμασιν Αἰγυπτίων βασιλέα παιγνιήμονα ἐόντα σκώπτειν τοὺς συμπότας, καὶ ‘ὅτε ἰδιώτης, φησίν, ἦν, φιλοπότης ὑπῆρχε καὶ φιλοσκώμμων καὶ οὐ κατεσπουδασμένος ἀνήρ.’ Νικόλαος δ᾽ ἐν τῇ ἑβδόμῃ καὶ ἑκατοστῇ τῶν ἱστοριῶν Σύλλαν φησὶ τὸν Ῥωμαίων στρατηγὸν οὕτω χαίρειν μίμοις καὶ γελωτοποιοῖς φιλόγελων γενόμενον, ὡς καὶ πολλὰ γῆς μέτρα αὐτοῖς χαρίζεσθαι τῆς δημοσίας, ἐμφανίζουσι δ᾽ αὐτοῦ τὸ περὶ ταῦτα ἱλαρὸν αἱ ὑπ᾽ αὐτοῦ γραφεῖσαι σατυρικαὶ κωμῳδίαι τῇ πατρίῳ φωνῇ.
79. Τιρυνθίους δέ φησι Θεόφραστος ἐν τῷ περὶ κωμῳδίας . κωμῳδίας φιλόγελως ὄντας, ἀχρείους δὲ πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων καταφυγεῖν ἐπὶ τὸ ἐν Δελφοῖς μαντεῖον ἀπαλλαγῆναι βουλομένους τοῦ πάθους, καὶ τὸν θεὸν ἀνελεῖν αὐτοῖς, ἢν θύοντες τῷ Ποσειδῶνι ταῦρον ἀγελαστὶ τοῦτον [p. 176] ἐμβάλωσιν εἰς τὴν θάλατταν, παύσεσθαι. οἱ δὲ δεδιότες μὴ διαμάρτωσι τοῦ λογίου τοὺς παῖδας ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ. μαθὼν οὖν εἷς καὶ συγκαταμιχθείς, ἐπείπερ ἐβόων ἀπελαύνοντες αὐτόν, ‘τί δῆτ᾽; ἔφη: δεδοίκατε μὴ τὸ σφάγιον ὑμῶν ἀνατρέψω;’ γελασάντων δὲ ἔμαθον ἔργῳ τὸν θεὸν δείξαντα ὡς ἄρα τὸ πολυχρόνιον ἦθος ἀμήχανόν ἐστι θεραπευθῆναι Σωσικράτης δ᾽ ἐν α᾽ Κρητικῶν ἴδιὸν τί φησι περὶ τοὺς Φαιστίους ὑπάρχειν. δοκοῦσι γὰρ ἀσκεῖν ἐκ παιδαρίων εὐθὺς τὸ γέλοια λέγειν διὸ καὶ συμβέβηκεν αὐτοὺς ἀποφθέγγεσθαι πολλάκις εὐκαίρως διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν. ὥστε πάντας τοὺς κατὰ Κρήτην τούτοις ἀνατιθέναι τὸ γέλοιον. 80. τῇ δ᾽ ἀλαζονείᾳ μετὰ τὴν κολακείαν χώραν δίδωσιν Ἀναξανδρίδης ὁ κωμῳδιοποιὸς ἐν Φαρμακομάντει λέγων οὕτως :
ὅτι εἴμ᾽ ἀλαζὼν τοῦτ᾽ ἐπιτιμᾷς; ἀλλὰ τί; νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ μετὰ τὴν κολακείαν ἥδε μὲν γὰρ διαφέρει. ψωμοκόλακος δὲ μνημονεύει Ἀριστοφάνης ἐν Γηρυτάδῃ οὕτως:
ψίθυρός τ᾽ ἐκαλοῦ καὶ ψωμοκόλαξ. καὶ Σαννυρίων Ἰοῖ,
φθείρεσθ᾽ πίτριπτοι ψωμοκόλακες. Φιλήμων Ἀνανεουμένῃ :
ψωμοκόλαξ τ᾽ ἔσθ᾽ οὗτος. [p. 178] Φιλιππίδης δ᾽ ἐν Ἀνανεώσει:
ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί. κυρίως δὲ ὁ κόλαξ ἐπὶ τούτου κεῖται: κόλον γὰρ ἡ τροφή, ὅθεν καὶ ὁ βουκόλος καὶ ὁ δύσκολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε ἡ τὴν τροφὴν δεχομένη, ψωμοκόλαφον δ᾽ εἴρηκε Δίφιλος ἐν Θησεῖ οὕτως:
σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.
81. τοσαῦτα τοῦ Δημοκρίτου εἰπόντος καὶ πιεῖν αἰτήσαντος ἐν τῷ Σαυρία βομβυλιῷ ὁ Οὐλπιανὸς ἔφη: ‘ καὶ τίς ὁ Σαυρίας οὗτος;’ καὶ μέλλοντος ἀπεραντολογίας πολλὰς διεξιέναι παρεφάνη πλῆθος οἰκετῶν τὰ πρὸς τὴν ἐδωδὴν εἰσκομίζοντες. περὶ ὧν πάλιν ὁ Δημόκριτος κατὰ τὸ ἀκόλουθον ἔφη: ‘ἀεί ποτε ἐγώ, ἄνδρες φίλοι, τεθαύμακα τὸ τῶν δούλων γένος ὥς ἐστιν ἐγκρατὲς τοσαύταις ἐγκαλινδούμενον λιχνείαις. ταύτας γὰρ ὑπερορῶσιν οὐ μόνον διὰ φόβον ἀλλὰ καὶ κατὰ διδασκαλίαν, οὐ τὴν ἐν Δουλοδιδασκάλῳ Φερεκράτους, ἀλλὰ ἐθισθέντες: οὐχ ὡς ἀπειρημένου τοῦ τοιούτου, καθάπερ ἐν Κῷ τῇ νήσῳ ὅταν τῇ Ἥρᾳ θύωσι: φησὶ γὰρ Μακαρεὺς ἐν τῇ τρίτῃ Κῳακῶν ὅτι ὁπόταν τῇ Ἥρᾳ θύωσιν οἱ Κῷοι οὔτε εἴσεισιν εἰς τὸ ἱερὸν δοῦλος οὔτε γεύεταί τινος τῶν παρεσκευασμένων. καὶ Ἀντιφάνης δ᾽ ἐν Δυσπράτῳ φησίν: [p. 180]
ὁρᾶν τε κείμενα ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς φασιν αἱ γυναῖκες. Ἐπικράτης δ᾽ ἐν Δυσπράτῳ ἀγανακτοῦντα ποιεῖ τινα τῶν οἰκετῶν καὶ λέγοντα:
τί γὰρ ἔχθιον ἢ ‘παῖ παῖ’ καλεῖσθαι παρὰ πότον, καὶ ταῦτ᾽ ἀγενείῳ μειρακυλλίῳ τινί, ἢ τὴν ἀμίδα φέρειν ὁρᾶν τε κείμενα ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς φασιν αἱ γυναῖκες, ὃ δὲ χολᾶν ποιεῖ, γάστριν καλοῦσι καὶ λάμυρον ὃς ἂν φάγῃ ἡμῶν τι τούτων. ἐκ τῆς παραθέσεως τῶν ἰαμβείων δῆλός ἐστιν ὁ Ἐπικράτης τὰ τοῦ Ἀντιφάνους μετενεγκών. 82. Διευχίδας δ᾽ ἐν τοῖς Μεγαρικοῖς ... τὰς καλουμένας, φησίν, Ἀραιὰς μεταξὺ δὲ τῆς Κνιδίας καὶ τῆς Σύμης εἰσί γενομένης διαφορᾶς τοῖς συνεξορμήσασι τῷ Τριόπᾳ μετὰ τὸν ἐκείνου θάνατον, καὶ τῶν μὲν εἰς τὸ Δώτιον ἀναχωρησάντων, ... οἱ μὲν μετὰ Φόρβαντος μείναντες εἰς Ἰηλυσὸν ἦλθον, οἱ δὲ μετὰ Περιέργου τὴν Καμιρίδα κατέσχον. τότε λέγεται καταράσασθαι τὸν Περίεργον τῷ Φόρβαντι καὶ διὰ τοῦτο τὰς νήσους Ἀραιὰς κληθῆναι. ναυαγήσας δ᾽ ὁ Φόρβας καὶ Παρθενία ἡ τοῦ Φόρβαντος καὶ τοῦ Περιέργου ἀδελφὴ διενήξαντο εἰς Ἰηλυσὸν περὶ τὸν καλούμενον τόπον Σχεδίαν. καὶ αὐτοῖς περιτυχὼν Θαμνεύς, ὃς ἐτύγχανε κατὰ τὴν Σχεδίαν κυνηγετῶν, ἦγεν ὡς [p. 182] ξενίσων εἰς οἶκον καὶ τὸν οἰκέτην ἀπέστειλεν ἀπαγγελοῦντα τῇ γυναικὶ τἀπιτήδεια παρασκευάζειν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα καὶ τἄλλα τἀκόλουθα ἐπιτελέσας ἐξένισεν αὐτούς. καὶ ὁ Φόρβας οὕτως ἐπὶ τῷ ξενισμῷ ἥσθη ὡς καὶ τὸν βίον τελευτῶν ἐπέσκηψε τοῖς φίλοις δι᾽ ἐλευθέρων τοὺς ἐναγισμοὺς ἐπιτελεῖν αὐτῷ καὶ τὸ ἔθος διαμένειν ἐν τῇ θυσίᾳ τοῦ Φόρβαντος. ἐλεύθεροι γάρ εἰσιν οἱ διακονοῦντες, δούλῳ δὲ προσελθεῖν οὔκ ἐστιν ὅσιον. 83. ἐπεὶ δὲ καὶ τοῦτ᾽ ἐστι τῶν ὑπὸ τοῦ Οὐλπιανοῦ προβεβλημένων, τὸ περὶ τοὺς οἰκέτας, φέρε εἴπωμέν τι καὶ ἡμεῖς ἀναπεμπασάμενοι περὶ αὐτῶν ἐξ ὧν πάλαι τυγχάνομεν ἀνεγνωκότες. Φερεκράτης μὲν γὰρ ἐν Ἀγρίοις φησίν
οὐ γὰρ ἦν τότ᾽ οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶ δοῦλος, ἀλλ᾽ αὐτὰς ἔδει μοχθεῖν ἅπαντ᾽ ἐν οἰκίᾳ. εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία, ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας. καὶ Ἀναξανδρίδης δὲ ἐν Ἀγχίσῃ φησίν
οὐκ ἔστι δούλων, ὦγάθ᾽, οὐδαμοῦ πόλις, τύχη δὲ πάντῃ μεταφέρει τὰ σώματα. πολλοὶ δὲ νῦν μὲν εἰσιν οὐκ ἐλεύθεροι, εἰς αὔριον δὲ Σουνιεῖς, εἶτ᾽ εἰς τρίτην [p. 184] ἀγορᾷ κέχρηνται. τὸν γὰρ οἴακα στρέφει δαίμων ἑκάστῳ. 84. Ποσειδώνιος δέ φησιν ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ τῶν ἱστοριῶν ἑνδεκάτῃ ‘πολλούς τινας ἑαυτῶν οὐ δυναμένους προίστασθαι διὰ τὸ τῆς διανοίας ἀσθενὲς ἐπιδοῦναι ἑαυτοὺς εἰς τὴν τῶν συνετωτέρων ὑπηρεσίαν, ὅπως παρ᾽ ἐκείνων τυγχάνοντες τῆς εἰς τὰ ἀναγκαῖα ἐπιμελείας αὐτοὶ πάλιν ἀποδιδῶσιν ἐκείνοις δι᾽ αὑτῶν ἅπερ ἂν ὦσιν ὑπηρετεῖν δυνατοί, καὶ τούτῳ τῷ τρόπῳ Μαριανδυνοὶ μὲν Ἡρακλεώταις ὑπετάγησαν, διὰ τέλους ὑποσχόμενοι θητεύσειν παρέχουσιν αὐτοῖς τὰ δέοντα, προσδιαστειλάμενοι μηδενὸς αὐτῶν ἔσεσθαι πρᾶσιν ἔξω τῆς Ἡρακλεωτῶν χώρας, ἀλλ᾽ ἐν αὐτῇ μένειν τῇ ἰδίᾳ χώρᾳ.’ τάχ᾽ οὖν διὰ τοῦτο καὶ Εὐφορίων ὁ ἐποποιὸς τοὺς Μαριανδυνοὺς δωροφόρους κέκληκε:
δωροφόροι καλεοίαθ᾽ ὑποφρίσσοντες ἄνακτας. λέγει δὲ καὶ Καλλίστρατος ὁ Ἀριστοφάνειος ὅτι τοὺς Μαριανδυνοὺς ὠνόμαζον μὲν δωροφόρους ἀφαιροῦντες τὸ πικρὸν τῆς ἐπί τῶν οἰκετῶν προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν εἱλώτων, Θετταλοὶ δ᾽ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δ᾽ ἐπὶ τῶν κλαρωτῶν. καλοῦσι δὲ οἱ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυσωνήτους, ἀμφαμιώτας δὲ τοὺς κατ᾽ ἀγρὸν ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ κατὰ πόλεμον διὰ τὸ κληρωθῆναι δὲ κλαρώτας. ὁ Ἔφορος δ᾽ ἐν γ᾽ [p. 186] ἱστοριῶν ‘κλαρώτας, φησί, Κρῆτες καλοῦσι τοὺς δούλους ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου, τούτοις δ᾽ εἰσὶ νενομισμέναι τινὲς ἑορταὶ ἐν Κυδωνίᾳ, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ᾽ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσι τοὺς ἐλευθέρους’ Σωσικράτης δ᾽ ἐν δευτέρῳ Κρητικῶν ‘ τὴν μὲν κοινήν, φησί, δουλείανοἱ Κρῆτες καλοῦσι μνοίαν, τὴν δὲ ἰδίαν ἀφαμιώτας, τοὺς δὲ ὑπηκόους περιοίκους.’ τὰ παραπλήσια ἱστορεῖ καὶ Δωσιάδας ἐν δ# Κρητικῶν. 85. Θετταλῶν δὲ λεγόντων πενέστας τοὺς μὴ γόνῳ δούλους, διὰ πολέμου, δ᾽ ἡλωκότας, Θεόπομπος ὁ κωμικὸς ἀποχρησάμενος τῇ φωνῇ φησι:
δεσπότου πενέστου ῥυσὰ βουλευτήρια. Φιλοκράτης δ᾽ ἐν β᾽ Θετταλικῶν εἰ γνήσια τὰ συγγράμματα καλεῖσθαί φησι τοὺς πενέστας καὶ Θετταλοικέτας. Ἀρχέμαχος δ᾽ ἐν τῇ τρίτῃ Εὐβοικῶν ‘ Βοιωτῶν, φησίν, τῶν τὴν Ἀρναίαν κατοικησάντων οἱ μὴ ἀπάραντες εἰς τὴν Βοιωτίαν, ἀλλ᾽ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θεσσαλοῖς δουλεύειν καθ᾽ ὁμολογίας, ἐφ᾽: ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας οὔτε ἀποκτενοῦσιν, αὐτοὶ δὲ τὴν χώραν αὐτοῖς ἐργαζόμενοι τὰς συντάξεις ἀποδώσουσιν οὗτοι οὖν οἱ κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παραδόντες ἑαυτοὺς ἐκλήθησαν [p. 188] τότε μὲν μενέσται, νῦν δὲ πενέσται. καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπορώτεροι.’ καὶ Εὐριπίδης δὲ ἐν Φρίξῳ λάτριας αὐτοὺς ὀνομάζει διὰ τούτων
λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων. 86. Τίμαιος δ᾽ ὁ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν ‘ οὐκ ἦν, φησί, πάτριον τοῖς Ἕλλησιν ὑπὸ ἀργυρωνήτων τὸ παλαιὸν διακονεῖσθαι,’ γράφων οὕτως : ‘ καθόλου δὲ ᾐτιῶντο τὸν Ἀριστοτέλη διημαρτηκέναι τῶν Λοκρικῶν ἐθῶν οὐδὲ γὰρ κεκτῆσθαι νόμον εἶναι τοῖς Λοκροῖς, ὁμοίως δὲ οὐδὲ Φωκεῦσιν, οὔτε θεραπαίνας οὔτε οἰκέτας πλὴν ἐγγύῃ τῶν χρόνων, ἀλλὰ πρώτῃ τῇ Φιλομήλου γυναικὶ τοῦ καταλαβόντος Δελφοὺς δύο θεραπαίνας ἀκολουθῆσαι. παραπλησίως δὲ καὶ Μνάσωνα τὸν Ἀριστοτέλους ἑταῖρον χιλίους οἰκέτας κτησάμενον διαβληθῆναι παρὰ τοῖς Φωκεῦσιν ὡς τοσούτους τῶν πολιτῶν τὴν ἀναγκαίαν τροφὴν ἀφῃρημένον. εἰθίσθαι γὰρ ἐν ταῖς οἰκειακαῖς διακονεῖν τοὺς νεωτέρους τοῖς πρεσβυτέροις.’ 87. Πλάτων δ᾽ ἐν ἕκτῳ Νόμων φησί: ‘τὰ τῶν οἰκετῶν χαλεπὰ πάντῃ. σχεδὸν γὰρ πάντων Ἑλλήνων ἡ Λακεδαιμονίων εἱλωτεία πλείστην ἀπορίαν παράσχοιτ᾽ ἂν καὶ ἔριν τοῖς μὲν ὡς εὖ, τοῖς δ᾽ ὡς οὐκ εὖ γεγονυῖά ἐστιν ἐλάττω δὲ ἡ Ἡρακλεωτῶν δουλεία τῆς τῶν Μαριανδυνῶν καταδουλώσεως ἔριν ἂν ἔχοι, τὸ Θετταλῶν τ᾽ αὖ πενεστικὸν ἔθνος, εἰς [p. 190] ἃ καὶ πάντα ἀποβλέψαντας ἡμᾶς τί χρὴ ποιεῖν περὶ κτήσεως οἰκετῶν; οὐ γὰρ ὑγιὲς οὐδὲν ψυχῆς δούλης: οὐ δεῖ γὰρ οὐδὲν πιστεύειν αὐτοῖς τὸν νοῦν κεκτημένον. ὁ δὲ σοφώτατος τῶν ποιητῶν φησιν
ἥμισυ γάρ τε νόου ἀπαμείρεται εὐρύοπα Ζεὺς ἀνδρῶν οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι. χαλεπὸν οὖν τὸ κτῆμα ἔργῳ πολλάκις ἐπιδέδεικται περί τε τὰς Μεσσηνίων συχνὰς ἀποστάσεις καὶ περὶ τὰς τῶν ἐκ μιᾶς φωνῆς πολλοὺς οἰκέτας κτωμένων πόλεις ὅσα κακὰ συμβαίνει, καὶ ἔτι τὰ τῶν λεγομένων περιδίνων περὶ τὴν Ἰταλίαν παντοδαπὰ κλοπῶν ἔργα καὶ παθήματα: πρὸς ἅ τις ἂν πάντα βλέψας διαπορήσειε τί χρὴ δρᾶν περὶ ἁπάντων τῶν τοιούτων, δύο δὴ λείπεσθον μηχαναί, μὴ πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας δουλεύσειν ἀσυμφώνους τε ὅτι μάλιστα εἰς δύναμιν, τρέφειν δ᾽ αὐτοὺς ὀρθῶς μὴ μόνον ἐκείνων ἕνεκα, πλέον δ᾽ ἑαυτῶν προτιμῶντας ὑβρίζειν τε ἥκιστα εἰς αὐτούς. κολάζειν δὲ ἐν δίκῃ δούλους δεῖ καὶ μὴ νουθετοῦντας ὡς ἐλευθέρους θρύπτεσθαι ποιεῖν, τὴν δὲ οἰκέτου πρόσρησιν χρὴ σχεδὸν ἐπίταξιν πᾶσαν γίγνεσθαι, μὴ προσπαίζοντας μηδαμῇ μηδαμῶς οἰκέταις, μήτ᾽ οὖν θηλείαις μήτε ἄρρεσιν; ἃ δὴ πρὸς δούλους φιλοῦσι πολλοὶ σφόδρα ἀνοήτως θρύπτοντες χαλεπώτερον ἀπεργάζεσθαι τὸν βίον ἐκείνοις τε ἄρχεσθαι καὶ ἑαυτοῖς ἄρχειν.’ 88. πρώτους δ᾽ ἐγὼ τῶν Ἑλλήνων οἶδα ἀργυρωνήτοις δούλοις χρησαμένους Χίους, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῇ ἑβδόμῃ καὶ δεκάτῃ τῶν ἱστοριῶν [p. 192] ‘ Χῖοι πρῶτοι τῶν Ἑλλήνων μετὰ Θετταλοὺς καὶ Λακεδαιμονίους ἐχρήσαντο δούλοις, τὴν μέντοι κτῆσιν αὐτῶν οὐ τὸν αὐτὸν τρόπον ἐκείνοις.., Λακεδαιμόνιοι μὲν γὰρ καὶ Θετταλοὶ φανήσονται κατασκευασάμενοι τὴν δουλείαν ἐκ τῶν Ἑλλήνων τῶν οἰκούντων πρότερον τὴν χώραν ἣν ἐκεῖνοι νῦν ἔχουσιν, οἱ μὲν Ἀχαιῶν, Θετταλοὶ δὲ Περραιβῶν καὶ Μαγνήτων, καὶ προσηγόρευσαν τοὺς καταδουλωθέντας οἱ μὲν εἵλωτας, οἱ δὲ πενέστας. Χῖοι δὲ βαρβάρους κέκτηνται τοὺς οἰκέτας καὶ τιμὴν αὐτῶν καταβάλλοντες.’ ὁ μὲν οὖν Θεόπομπος ταῦθ᾽ ἱστόρησεν ἐγὼ δὲ τοῖς Χίοις ἡγοῦμαι διὰ τοῦτο νεμεσῆσαι τὸ δαιμόνιον χρόνοις γὰρ ὕστερον ἐξεπολεμήθησαν διὰ δούλους. Νυμφόδωρος γοῦν ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Παράπλῳ τάδ᾽ ἱστορεῖ περὶ αὐτῶν: “ τῶν Χίων οἱ δοῦλοι ἀποδιδράσκουσιν αὐτοὺς καὶ εἰς τὰ ὄρη ὁρμώμενοι τὰς ἀγροικίας αὐτῶν κακοποιοῦσι πολλοὶ συναθροισθέντες: ἡ γὰρ νῆσός ἐστι τραχεῖα καὶ κατάδενδρος: μικρὸν δὲ πρὸ ἡμῶν οἰκέτην τινὰ μυθολογοῦσιν αὐτοὶ οἱ Χῖοι ἀποδράντα ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ποιεῖσθαι, ἀνδρεῖον δέ τινα ὄντα καὶ τὰ πολέμια ἐπιτυχῆ: τῶν δραπετῶν ἀφηγεῖσθαι ὡς ἂν βασιλέα στρατεύματος, καὶ πολλάκις τῶν Χίων ἐπιστρατευσάντων ἐπ᾽ αὐτὸν καὶ οὐδὲν ἀνύσαι δυναμένων ἐπεὶ αὐτοὺς ἑώρα μάτην ἀπολλυμένους ὁ Δρίμακος τοῦτο γὰρ ἦν ὄνομα τῷ δραπέτῃ λέγει πρὸς [p. 194] αὐτοὺς τάδε: ‘ ὑμῖν, ὦ Χῖοί τε καὶ κύριοι, τὸ μὲν γινόμενον πρᾶγμα παρὰ τῶν οἰκετῶν οὐδέποτε μὴ παύσηται: πῶς γὰρ ὁπότε κατὰ χρησμὸν γίνεται θεοῦ δόντος; ἀλλ᾽ ἐὰν ἐμοὶ σπείσησθε καὶ ἐᾶτε ἡμᾶς ἡσυχίαν ἄγειν, ἐγὼ ὑμῖν ἔσομαι πολλῶν ἀγαθῶν ἀρχηγός.’ 89. σπεισαμένων οὖν τῶν Χίων πρὸς αὐτὸν καὶ ἀνοχὰς ποιησαμένων χρόνον τινὰ κατασκευάζεται μέτρα καὶ σταθμὰ καὶ σφραγῖδα ἰδίαν. καὶ δείξας τοῖς Χίοις εἶπε διότι ‘ λήψομαι ὅ τι ἂν παρά τινος ὑμῶν λαμβάνω τούτοις τοῖς μέτροις καὶ σταθμοῖς καὶ λαβὼν τὰ ἱκανὰ ταύτῃ τῇ σφραγῖδι τὰ ταμιεῖα σφραγισάμενος καταλείψω. τοὺς δ᾽ ἀποδιδράσκοντας ὑμῶν δούλους ἀνακρίνας τὴν αἰτίαν ἐὰν μέν μοι δοκῶσιν ἀνήκεστόν τι παθόντες ἀποδεδρακέναι, ἕξω μετ᾽ ἐμαυτοῦ, ἐὰν δὲ μηδὲν λέγωσι δίκαιον, ἀποπέμψω πρὸς τοὺς δεσπότας.’ ὁρῶντες οὖν οἱ λοιποὶ οἰκέται τοὺς Χίους ἡδέως τὸ πρᾶγμα προσδεξαμένους πολλῷ ἔλαττον ἀπεδίδρασκον φοβούμενοι τὴν ἐκείνου κρίσιν καὶ οἱ ὄντες δὲ μετ᾽ αὐτοῦ δραπέται πολὺ μᾶλλον ἐφοβοῦντο ἐκεῖνον ἢ τοὺς ἰδίους αὑτῶν δεσπότας καὶ πάντ᾽ αὐτῷ τὰ δέοντ᾽ ἐποίουν, πειθαρχοῦντες ὡς ἂν στρατηγῷ, ἐτιμωρεῖτό τε γὰρ τοὺς ἀτακτοῦντας καὶ οὐθενὶ ἐπέτρεπε συλᾶν ἀγρὸν οὐδ᾽ ἄλλο ἀδικεῖν οὐδὲ ἓν ἄνευ τῆς αὑτοῦ γνώμης. ἐλάμβανε δὲ ταῖς ἑορταῖς ἐπιπορευόμενος ἐκ τῶν ἀγρῶν οἶνον καὶ ἱερεῖα τὰ καλῶς ἔχοντα ὅσα μὴ αὐτοὶ δοίησαν οἱ κύριοι: καὶ εἴ τινα αἴσθοιτο [p. 196] ἐπιβουλεύοντα αὑτῷ ἢ ἐνέδρας κατασκευάζοντα ἐτιμωρεῖτο. 90. εἶτ᾽ ἐκήρυξε γὰρ ἡ πόλις χρήματα δώσειν πολλὰ τῷ αὐτὸν λαβόντι ἢ τὴν κεφαλὴν κομίσαντι οὗτος ὁ Δρίμακος πρεσβύτερος γενόμενος καλέσας τὸν ἐρώμενον τὸν ἑαυτοῦ εἴς τινα τόπον λέγει αὐτῷ ὅτι ‘ἐγώ σε πάντων ἀνθρώπων ἠγάπησα μάλιστα καὶ σύ μοι εἶ καὶ παῖς καὶ υἱὸς καὶ τὰ ἄλλα πάντα: ἐμοὶ μὲν οὖν χρόνος ἱκανὸς βεβίωται, σὺ δὲ νέος εἶ καὶ ἀκμὴν ἔχεις τοῦ ζῆν. τί οὖν ἐστιν; ἄνδρα σε δεῖ γενέσθαι καλὸν καὶ ἀγαθόν: ἐπεὶ γὰρ ἡ πόλις τῶν Χίων δίδωσι τῷ ἐμὲ ἀποκτείναντι χρήματα πολλὰ καὶ ἐλευθερίαν ὑπισχνεῖται, δεῖ σε ἀφελόντα μου τὴν κεφαλὴν εἰς Χίον ἀπενεγκεῖν καὶ λαβόντα παρὰ τῆς πόλεως τὰ χρήματα εὐδαιμονεῖν.’ ἀντιλέγοντος δὲ τοῦ νεανίσκου πείθει αὐτὸν τοῦτο ποιῆσαι. καὶ ὃς ἀφελόμενος αὐτοῦ τὴν κεφαλὴν λαμβάνει παρὰ τῶν Χίων τὰ ἐπικηρυχθέντα χρήματα καὶ θάψας τὸ σῶμα τοῦ δραπέτου εἰς τὴν ἰδίαν ἐχώρησε. καὶ οἱ Χῖοι πάλιν ὑπὸ τῶν οἰκετῶν ἀδικούμενοι καὶ διαρπαζόμενοι μνησθέντες τῆς τοῦ τετελευτηκότος ἐπιεικείας ἡρῷον ἱδρύσαντο κατὰ τὴν χώραν καὶ ἐπωνόμασαν ἥρωος εὐμενοῦς : καὶ αὐτῷ ἔτι καὶ νῦν οἱ δραπέται ἀποφέρουσιν ἀπαρχὰς πάντων ὧν ἂν ὑφέλωνται. φασὶ δὲ καὶ καθ᾽ ὕπνους ἐπιφαινόμενον πολλοῖς τῶν Χίων προσημαίνειν οἰκετῶν ἐπιβουλάς: καὶ οἷς ἂν ἐπιφανῇ οὗτοι θύουσιν αὐτῷ ἐλθόντες ἐπὶ τὸν τόπον οὗ τὸ ἡρῷόν ἐστιν αὐτοῦ.” 91. ὁ μὲν οὖν Νυμφόδωρος ταῦτα ἱστόρησεν ἐν πολλοῖς δὲ ἀντιγράφοις ἐξ ὀνόματος αὐτὸν [p. 198] καλούμενον οὐχ εὗρον. οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἶμαι οὐδὲ ἃ ὁ καλὸς Ἡρόδοτος ἱστόρησε περὶ Πανιωνίου τοῦ Χίου καὶ ὧν ἐκεῖνος ἔπαθεν δικαίως ἐλευθέρων παίδων ἐκτομὰς ποιησάμενος καὶ τούτους ἀποδόμενος. ' Νικόλαος δ᾽ ὁ περιπατητικὸς καὶ Ποσειδώνιος ὁ στωικὸς ἐν ταῖς ἱστορίαις ἑκάτερος τοὺς Χίους φασὶν ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος παραδοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵν᾽ εἰς τὴν Κόλχων γῆν κατοικισθῶσιν οὕτως αὐτοῖς ἀληθῶς τὸ δαιμόνιον ἐμήνισε πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις τῶν πολλῶν ὄντων κατὰ τὰς διακονίας. μήποτ᾽ οὖν διὰ ταῦτα καὶ ἡ παροιμία ‘ Χῖος δεσπότην ὠνήσατο,’ ᾗ κέχρηται Εὔπολις ἐν Φίλοις. 92. Ἀθηναῖοι δὲ καὶ τῆς τῶν δούλων προνοοῦντες τύχης ἐνομοθέτησαν καὶ ὑπὲρ δούλων γραφὰς ὕβρεως εἶναι. Ὑπερείδης γοῦν ὁ ῥήτωρ ἐν τῷ κατὰ Μαντιθέου αἰκίας φησὶν ‘ἔθεσαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ ἐάν τις εἰς δούλου σῶμα ὑβρίσῃ γραφὰς εἶναι κατὰ τοῦ ὑβρίσαντος.’ τὰ ὅμοια εἴρηκε καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος πρώτῳ καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. Μάλακος δ᾽ ἐν τοῖς Σιφνίων ὥροις ἱστορεῖ ὡς τὴν Ἔφεσον δοῦλοι τῶν Σαμίων ᾤκισαν χίλιοι τὸν ἀριθμὸν ὄντες, οἳ καὶ τὸ πρῶτον ἀποστάντες εἰς τὸ ἐν τῇ νήσῳ ὄρος κακὰ πολλὰ ἐποίουν τοὺς Σαμίους:: ἔτει δὲ ἕκτῳ μετὰ ταῦτα [p. 200] ἐκ μαντείας οἱ Σάμιοι ἐσπείσαντο τοῖς οἰκέταις ἐπὶ συνθήκαις, καὶ ἀθῷοι ἐξελθόντες τῆς νήσου ἐκπλεύσαντες κατέσχον τὴν Ἔφεσον καὶ οἱ Ἐφέσιοι ἐκ τούτων ἐγένοντο. 93. διαφέρειν δέ φησι Χρύσιππος δοῦλον οἰκέτου γράφων ἐν δευτέρῳ περὶ ὁμονοίας διὰ τὸ τοὺς ἀπελευθέρους μὲν δούλους ἔτι εἶναι, οἰκέτας δὲ τοὺς μὴ τῆς κτήσεως ἀφειμένους. ‘ὁ γὰρ οἰκέτης, φησί, δοῦλός ἐστι κτήσει κατατεταγμένος.’ καλοῦνται δ᾽ οἱ δοῦλοι, ὡς μὲν Κλείταρχός φησιν ἐν ταῖς Γλώσσαις, ἆζοι καὶ θεράποντες καὶ ἀκόλουθοι καὶ διάκονοι καὶ ὑπηρέται, ἔτι δ᾽ ἑπάμονες καὶ λάτρεις. Ἀμερίας δὲ ἑρκίτας φησὶ καλεῖσθαι τοὺς κατὰ τοὺς ἀγροὺς οἰκέτας. Ἕρμων δὲ ἐν Κρητικαῖς Γλώτταις μνώτας τοὺς ἐγγενεῖς οἰκέτας, Σέλευκος δ᾽ ἄζους τὰς θεραπαίνας καὶ τοὺς θεράποντας, ἀποφράσην δὲ τὴν δούλην καὶ βολίζην, σίνδρωνα δὲ τὸν δουλέκδουλον, ἀμφίπολον δὲ τὴν περὶ τὴν δέσποιναν θεράπαιναν, πρόπολον δὲ τὴν προπορευομένην. Πρόξενος δ᾽ ἐν δευτέρῳ Λακωνικῆς πολιτείας ἐπικαλεῖσθαί φησιν χαλκίδας παρὰ Λακεδαιμονίοις τὰς θεραπαίνας. Ἴων δ᾽ ὁ Χῖος ἐν Λαέρτῃ τὸν οἰκέτην ἐπὶ δούλου τέθεικεν εἰπών
ἴθι μοι, δόμον, οἰκέτα, κλεῖσον ὑπόπτερος, μή τις ἔλθῃ βροτῶν. [p. 202] Ἀχαιὸς δ᾽ ἐν Ὀμφάλῃ περὶ τοῦ Σατύρου λέγων φησίν
ὡς εὔδουλος, ὡς εὔοικος ἦν, ἰδίως λέγων ὡς χρηστὸς ἐς τοὺς δούλους ἐστὶ καὶ τοὺς οἰκέτας. ὅτι δὲ οἰκέτης ἐστὶν ὁ κατὰ τὴν οἰκίαν διατρίβων κἂν ἐλεύθερος ᾖ κοινόν. 94. οἱ δὲ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ περὶ τοῦ ἀρχαίου βίου διαλεγόμενοι ὅτι οὐκ ἦν τότε δούλων χρεία τοιάδε ἐκτίθενται: Κρατῖνος μὲν ἐν Πλούτοις:
οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν, ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ᾽ ἐν ταῖσι παλαίστραις Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι. Κράτης δ᾽ ἐν Θηρίοις:
ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετ᾽ οὐδὲ δούλην, ἀλλ᾽ αὐτὸς αὑτῷ δῆτ᾽ ἀνὴρ γέρων διακονήσει; β. οὐ δῆθ᾽ ὁδοιποροῦντα γὰρ τὰ πάντ᾽ ἐγὼ ποιήσω. α. τί δῆτα τοῦτ᾽ αὐτοῖς πλέον; β. πρόσεισιν αὔθ᾽ ἕκαστον τῶν σκευαρίων ὅταν καλῇ τι: παρατίθου, τράπεζα: αὕτη: παρασκεύαζε σαυτήν. μάττε, θυλακίσκε. ἔγχει, κύαθε. ποὖσθ᾽ ἡ κύλιξ; διάνιζ᾽ ἰοῦσα σαυτήν. ἀνάβαινε, μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα. [p. 204] ἰχθύ, βάδιζ᾽. ἀλλ᾽ οὐδέπω ' πὶ θάτερ᾽ ὀπτός εἰμι. οὔκουν μεταστρέψας σεαυτὸν ἁλὶ πάσεις ἀλείφων; ἑξῆς δὲ μετὰ ταῦτα ὁ τὸν ἐναντίον τούτῳ παραλαμβάνων λόγον φησίν ι
ἀλλ᾽ ἀντίθες τοι: ἐγὼ γὰρ αὐτὰ τἄμπαλιν τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς ἐπὶ κιόνων, ὥσπερ διὰ τοῦ Παιωνίου, ἀπὸ τῆς θαλάττης, ὥσθ᾽ ἑκάστῳ ῥεύσεται εἰς τὴν πύελον ἐρεῖ δὲ θὔδωρ ‘ ἀνέχετε.’ εἶτ᾽ ἁλάβαστος εὐθέως ἥξει μύρου αὐτόματος, ὁ σπόγγος τε καὶ τὰ σάνδαλα. 95.
βέλτιον δὲ τούτων Τηλεκλείδης Ἀμφικτύοσι:
λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον: εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός. ἡ γῆ δ᾽ ἔφερ᾽ οὐ δέος οὐδὲ νόσους, ἀλλ᾽ αὐτόματ᾽ ἦν τὰ δέοντα: οἴνῳ γὰρ ἅπασ᾽ ἔρρει χαράδρα, μᾶζαι δ᾽ ἄρτοις ἐμάχοντο περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δ᾽ ἰχθύες οἴκαδ᾽ ἰόντες ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ᾽ ἐπὶ ταῖσι τραπέζαις. ζωμοῦ δ᾽ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυλίνδων ὑποτριμματίων δ᾽ ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν, [p. 206] ὥστ᾽ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ᾽ ἁπαλὴν καταπίνειν. λεκανίσκαισιν δ᾽ ἂν ψαιστὰ παρῆν ἡδυσματίοις κατάπαστα, ὀπταὶ δὲ κίχλαι μετ᾽ ἀμητίσκων εἰς τὸν φάρυγ᾽ εἰσεπέτοντο τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός. μήτρας δὲ τὸμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἠστραγάλιζον. οἱ δ᾽ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων. 96. πρὸς τῆς Δήμητρος ὑμῖν , ὦ ἑταῖροι, εἰ ταῦτα οὕτως ἐγίνετο, χρεία τίς ἡμῖν ἦν οἰκετῶν; ἀλλὰ γὰρ αὐτουργοὺς εἶναι ἐθίζοντες ἡμᾶς οἱ ἀρχαῖοι διὰ τῶν ποιημάτων ἐπαίδευον εὐωχοῦντες λόγοις. ἐγὼ δ᾽ ἐπειδὴ ὥσπερ λαμπάδιον κατασείσαντος τοῦ θαυμασιωτάτου Κρατίνου τὰ προκείμενα ἔπη καὶ οἱ μετ᾽ αὐτὸν γενόμενοι μιμησάμενοι ἐπεξειργάσαντο, ἐχρησάμην τῇ τάξει τῶν δραμάτων ὡς ἐδιδάχθη: καὶ εἰ μὴ ἐνοχλῶ τι ὑμῖν τῶν γὰρ κυνικῶν φροντὶς οὐδὲ ἡ σμικροτάτη ᾿, ἀπομνημονεύσω κατὰ τὴν τάξιν καὶ τὰ τοῖς ἄλλοις εἰρημένα ποιηταῖς: ὧν εἷς ἐστιν ὁ Ἀττικώτατος Φερεκράτης, ὃς ἐν ὲν τοῖς Μεταλλεῦσί φησιν
πλούτῳ δ᾽ ἐκεῖν᾽ ἦν πάντα συμπεφυρμένα, ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα. ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ διὰ τῶν στενωπῶν τονθολνγοῦντες ἔρρεον αὐταῖσι μυστίλαισι καὶ ναστῶν τρύφη, [p. 208] ὥστ᾽ εὐμαρῆ γε καὐτομάτην τὴν ἔνθεσιν χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς. φύσκαι δὲ καὶ σίζοντες ἀλλάντων τόμοι παρὰ τοῖς ποταμοῖσιν ἐξεκέχυντ᾽ ἀντ᾽ ὀστράκων. καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα, καταχυσματίοισι παντοδαποῖσιν εὐτρεπῆ: σχελίδες δ᾽ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις καὶ δίεφθ᾽ ἀκροκώλια ἥδιστον ἀπατμίζοντα καὶ χόλικες βοὸς καὶ πλευρὰ δελφάκει᾽ ἐπεξανθισμένα χναυρότατα παρέκειτ᾽ ἐπ᾽ ἀμύλοις καθήμενα, παρῆν δὲ χόνδρος γἀλακι κατανενιμμένος ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι. β. οἴμ᾽ ὡς ἀπολεῖς μ᾽ ἐνταῦθα διατρίβουσ᾽ ἔτι, παρὸν κολυμβᾶν ὡς ἔχετ᾽ εἰς τὸν Τάρταρον. Α. τί δῆτα λέξεις, τἀπίλοιπ᾽ ἤνπερ πύθῃ; ὀπταὶ κίχλαι γὰρ εἰς ἀνάβραστ᾽ ἠρτυμέναι περὶ τὸ στόμ᾽ ἐπέτοντ᾽ ἀντιβολοῦσαι καταπιεῖν ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμένας. τὰ δὲ μῆλ᾽ ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν ὑπὲρ κεφαλῆς, ἐξ οὐδενὸς πεφυκότα. κόραι δ᾽ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν. [p. 210] καὶ τῶνδ᾽ ἑκάστοτ᾽ εἰ φάγοι τις ἢ πίοι, διπλάσι᾽ ἐγίγνετ᾽ εὐθὺς ἐξ ἀρχῆς πάλιν. 97. κἀν τοῖς Πέρσαις δέ φησιν τίς δ᾽ ἔσθ᾽ ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ
χαρακισμοῦ; αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς
ἐπιπάστοις ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες
ἐπιβλὺξ ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν
ἀρύτεσθαι. ὁ Ζεὺς δ᾽ ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου
βαλανεύσει, ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων
πολυτύρων ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις. τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς ἐριφείοις φυλλοροήσει καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τ᾽ ἀναβράστοις. 98. τί δεῖ πρὸς τούτοις ἔτι παρατίθεσθαι τὰ ἐκ Ταγηνιστῶν τοῦ χαρίεντος Ἀριστοφάνους; πάντες γὰρ τῆς καταχήνης αὐτοῦ πλήρεις ἐστέ. τῶν δὲ Μεταγένους ἐκ Θουριοπερσῶν μνημονεύσας καταπαύσω τὸν λόγον, μακρὰ χαίρειν εἰπὼν ταῖς Νικοφῶντος Σειρῆσιν, ἐν αἷς τάδε γέγραπται: [p. 212]
νειφέτω μὲν ἀλφίτοις. ψακαζέτω δ᾽ ἄρτοισιν, ὑέτω δ᾽ ἔτνει, ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα, πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω. ἀλλ᾽ ὅ γε Μεταγένης τάδε φησίν
ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει μάζας μεγίστας αὐτομάτας μεμαγμένας, ὁ δ᾽ ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε: τὰ δὲ μικρὰ ταυτὶ ποτάμι᾽ ἐνμεντευθενὶ ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις, ἐντευθενὶ δ᾽ ἀλλᾶσι καὶ περικόμμασι, τῃδὶ δ᾽ ἀφύαισι, τῇδε δ᾽ αὖ ταγηνίαις. τεμάχη δ᾽ ἄνωθεν αὐτόματα πεπνιγμένα εἰς τὸ στόμ᾽ ᾁττει, τὰ δὲ παρ᾽ αὐτὼ τὼ πόδε. ἄμυλοι δὲ περινέουσιν ἡμῖν ἐν κύκλῳ. οἶδα δὲ ὅτι καὶ οἱ Θουριοπέρσαι καὶ τὸ τοῦ Νικοφῶντος δρᾶμα ἀδίδακτά ἐστι, διόπερ καὶ τελευταίων αὐτῶν ἐμνήσθην.’ 99.
ταῦτα τοῦ Δημοκρίτου σαφῶς καὶ τορῶς διεξελθόντος ἐπῄνουν μὲν οἱ δαιταλεῖς, ὁ δὲ Κύνουλκος ἔφη: “ἄνδρες σύσσιτοι, σφόδρα με λιμώττοντα οὐκ ἀηδῶς ὁ Δημόκριτος εἱστίασεν ποταμοὺς διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος, ὑφ᾽ ὧν ' ἀρδευθεὶς τὴν ψυχὴν πάνυ πειναλέος γεγένημαι ' λόγους αὐτὸ μόνον καταβροχθίσας: ὥστε ἤδη παυσάμενοί ποτε τῆς τοσαύτης ἀπεραντολογίας κατὰ [p. 214] τὸν Παιανιέα ῥήτορα τοιούτων τινῶν μεταλάβωμεν ἃ μήτ᾽ ἰσχὺν ἐντίθησι μήτ᾽ ἀποθνῄσκειν ἐᾷ:
ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως οὐκ ἔστι: πεινῶσιν γὰρ ἡ Κύπρις πικρά, Ἀχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ. παρ᾽ οὗ ὁ σοφὸς Εὐριπίδης λαβὼν ἔφη:
ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ᾽ οὔ. πρὸς ὃν ὁ Οὐλπιανὸς ἀεί ποτε διαπολεμῶν ἔφη ‘
πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων, σὺ δέ, ὦ κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι: τροφὴ γὰρ ψυχῆς λόγοι καλοί.’ καὶ ἅμα στραφεὶς πρὸς τὸν οἰκέτην ‘ Λεῦκε, ἔφη, κἂν ἐκφατνίσματά τινα ἄρτων ἔχῃς, δὸς τοῖς κυσίν.’ καὶ ὁ Κύνουλκος ‘εἰ μὲν εἰς ἀκροάσεις λόγων, ἔφη, παρεκεκλήμην, ἠπιστάμην ἥκειν ἀγορᾶς πληθυούσης οὕτως γάρ τις τῶν σοφῶν τὴν τῶν δείξεων ὥραν ἐκάλει, καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον εἰ δὲ λουσάμενοι λογάρια δειπνοῦμεν,
μακρὰς τίθημι συμβολὰς ἀκροώμενος [p. 216] κατὰ τὸν Μένανδρον. διὸ παραχωρῶ σοι, ὦ γάστρων, τῆς τοιαύτης ἐμφορεῖσθαι σιτήσεως:
πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρα χρυσοῦ τε κἀλέφαντος, κατὰ τὸν τοῦ Ἐρετριέως Ἀχαιοῦ Κύκνον.’” 100. καὶ ἅμα ταῦτα λέγων οἷος ἦν ἀπανίστασθαι: ἐπιστραφεὶς δὲ καὶ θεασάμενος πλῆθος ἰχθύων καὶ ἄλλων παντοδαπῶν ὄψων παρασκευὴν εἰσκυκλουμένην τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἀνέκραγεν ‘
τέτλαθι δή, πενίη, καὶ ἀνάσχεο μωρολογούντων ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής. ἐγὼ γὰρ ἤδη ὑπὸ τῆς ἐνδείας οὐ διθυράμβους φθέγγομαι κατὰ τὸν Σωκράτην, ἀλλ᾽ ἤδη καὶ ἔπη ‘λιμῶδες’ γὰρ ὄντως ‘ἡ ῥαψῳδία’ κατὰ. γὰρ Ἀμειψίαν, ὃς ἐν Σφενδόνῃ ἔφη περὶ σοῦ μαντευσάμενος, ὦ Λαρήνσιε,
κοὐδ᾽ εἷς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος, καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν. ὁρῶ γὰρ θαῦμ᾽ ἄπιστον, ἰχθύων γένη περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους, ψήττας, ἐρυθρίνους, κεστρέας, πέρκας, ὄνους, θύννους, μελανούρους, σηπίας, αὐλωπίας, τρίγλας, ἑλεδώνας, σκορπίους, φησὶν Ἡνίοχος ἐν Πολυπράγμονι: δεῖ οὖν κἀμὲ κατὰ τὸν κωμικὸν Μεταγένην ἐπειπόντα
εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ δείπνου τετλάναι.’ 101. [p. 218] σιωπήσαντος δ᾽ αὐτοῦ ὁ Μασσούριος ἔφη: ‘ ἀλλ᾽ ἐπειδὴ ὑπολείπεταί τινα περὶ τοῦ ἀμφὶ τοὺς οἰκέτας λόγου συμβαλοῦμαί τι καὶ αὐτὸς μέλος εἰς ἔρωτα τῷ σοφῷ καὶ φιλτάτῳ Δημοκρίτῳ. Φίλιππος ὁ Θεαγγελεὺς ἐν τῷ περὶ Καρῶν καὶ Λελέγων συγγράμματι καταλέξας τοὺς Λακεδαιμονίων εἵλωτας καὶ τοὺς Θετταλικοὺς πενέστας καὶ Κᾶράς φησι τοῖς Λέλεξιν ὡς οἰκέταις χρήσασθαι πάλαι τε καὶ νῦν. Φύλαρχος δ᾽ ἐν ἕκτῃ ἱστοριῶν καὶ Βυζαντίους φησὶν οὕτω Βιθυνῶν δεσπόσαι ὡς Λακεδαιμονίους τῶν εἱλώτων, περὶ δὲ τῶν παρὰ Λακεδαιμονίοις ἐπευνάκτων καλουμένων δοῦλοι δ᾽ εἰσὶ καὶ οὗτοι σαφῶς ἐκτίθεται Θεόπομπος διὰ τῆς δευτέρας καὶ τριακοστῆς τῶν ἱστοριῶν λέγων οὕτως: ‘ἀποθανόντων πολλῶν Λακεδαιμονίων ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ οἱ περιλειφθέντες εὐλαβηθέντες μὴ καταφανεῖς γένωνται τοῖς ἐχθροῖς ἐρημωθέντες ἀνεβίβασαν τῶν εἱλώτων ἐφ᾽: ἑκάστην στιβάδα τῶν τετελευτοκότων τινάς: οὓς καὶ πολίτας ὕστερον ποιήσαντες προσηγόρευσαν ἐπευνάκτους, ὅτι κατετάχθησαν ἀντὶ τῶν τετελευτηκότων εἰς τὰς στιβάδας.’ ὁ δ᾽ αὐτὸς ἱστορεῖ κἀν τῇ τριακοστῇ καὶ τρίτῃ τῶν ἱστοριῶν παρὰ Σικυωνίοις κατωνακοφόρους καλεῖσθαι δούλους τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. τὰ παραπλήσια ἱστορεῖ καὶ Μέναιχμος ἐν τοῖς Σικυωνιακοῖς. ἔτι [p. 220] Θεόπομπος ἐν τῇ δευτέρᾳ τῶν Φιλιππικῶν Ἀρδιαίους φησὶ κεκτῆσθαι προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας, 102. οἱ δὲ μόθακες καλούμενοι παρὰ Λακεδαιμονίοις ἐλεύθεροι μὲν εἰσιν, οὐ μὴν Λακεδαιμόνιοι, λέγει δὲ περὶ αὐτῶν Φύλαρχος ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν οὕτως: ‘ εἰσὶ δ᾽οἱ μόθακες σύντροφοι τῶν Λακεδαιμονίων ἕκαστος γὰρ τῶν πολιτικῶν παίδων, ὡς ἂν καὶ τὰ ἴδια ἐκποιῶσιν, οἱ μὲν ἕνα, οἱ δὲ δύο, τινὲς δὲ πλείους ποιοῦνται συντρόφους αὑτῶν, εἰσὶν οὖν οἱ μόθακες ἐλεύθεροι μὲν, οὐ μὴν Λακεδαιμόνιοί γε, μετέχουσιν δὲ τῆς παιδείας πάσης, τούτων ἕνα φασὶ γενέσθαι καὶ Λύσανδρον τὸν καταναυμαχήσαντα τοὺς Ἀθηναίους πολίτην γενόμενον δι᾽ ἀνδραγαθίαν.’ Μύρων δὲ ὁ Πριηνεὺς ἐν δευτέρῳ Μεσσηνιακῶν ‘ πολλάκις, φησίν, ἠλευθέρωσαν Λακεδαιμόνιοι δούλους καὶ οὓς μὲν ἀφέτας ἐκάλεσαν, οὓς δὲ ἀδεσπότους, οὓς δὲ ἐρυκτῆρας., δεσποσιοναύτας δ᾽ ἄλλους, οὓς εἰς τοὺς στόλους κατέτασσον, ἄλλους δὲ νεοδαμώδεις, ἑτέρους ὄντας τῶν εἱλώτων.’ Θεόπομπος δ᾽ ἐν ζ᾽ Ἑλληνικῶν περὶ τῶν εἱλώτων λέγων ὅτι καὶ ἑλεάται καλοῦνται γράφει οὕτως: ‘τὸ δὲ τῶν εἱλώτων ἔθνος παντάπασιν ὠμῶς διάκειται καὶ πικρῶς: εἰσὶ γὰρ οὗτοι καταδεδουλωμένοι πολὺν ἤδη χρόνον ὑπὸ τῶν Σπαρτιατῶν, οἱ μὲν αὐτῶν ἐκ Μεσσήνης ὄντες, οἱ δ᾽ ἑλεάται κατοικοῦντες πρότερον τὸ καλούμενον Ἕλος τῆς Λακωνικῆς.’ 103. Τίμαιος δ᾽ ὁ [p. 222] Ταυρομενίτης ἐκλαθόμενος αὑτοῦ ἐλέγχει δ᾽ αὐτὸν εἰς τοῦτο Πολύβιος ὁ Μεγαλοπολίτης διὰ τῆς δωδεκάτης τῶν ἱστοριῶν οὐκ εἶναι ἔφη σύνηθες τοῖς Ἕλλησι δούλους κτᾶσθαι, αὐτὸς εἰπὼν ὁ Ἐπιτίμαιος οὕτως δ᾽ αὐτὸν καλεῖ Ἴστρος ὁ Καλλιμάχειος ἐν ταῖς πρὸς αὐτὸν ἀντιγραφαῖς, εἰπὼν γὰρ ὅτι Μνάσων ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων κἀν τῇ τρίτῃ δὲ τῶν ἱστοριῶν ὁ Ἐπιτίμαιος ἔφη οὕτως εὐδαιμονῆσαι τὴν Κορινθίων πόλιν ὡς κτήσασθαι δούλων μυριάδας ἓξ καὶ τεσσαράκοντα: δι᾽ ἃς ἡγοῦμαι καὶ τὴν Πυθίαν αὐτοὺς κεκληκέναι χοινικομέτρας. Κτησικλῆς δ᾽ ἐν τρίτῃ Χρονικῶν κατὰ τὴν ἑπτακαιδεκάτην πρὸς ταῖς ἑκατόν φησιν ὀλυμπιάδα Ἀθήνησιν ἐξετασμὸν γενέσθαι ὑπὸ Δημητρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας μ᾽. Νικίας δ᾽ ὁ Νικηράτου, ὡς ὁ καλὸς ἔφη Ξενοφῶν ἐν τῷ περὶ πόρων, χιλίους ἔχων οἰκέτας ἐμίσθωσεν αὐτοὺς εἰς τὰ ἀργυρεῖα Σωσίᾳ τῷ Θρᾳκὶ ἐφ᾽ ᾧ ὀβολὸν ἑκάστου, τελεῖν τῆς ἡμέρας. Ἀριστοτέλης δ᾽ ἐν Αἰγινητῶν πολιτείᾳ καὶ παρὰ τούτοις φησὶ γενέσθαι ἑπτὰ καὶ τεσσαράκοντα μυριάδας δούλων. Ἀγαθαρχίδης δ᾽ ὁ Κνίδιος ἐν τῇ ὀγδόῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν Δαρδανεῖς φησι δούλους [p. 224] κεκτῆσθαι τὸν μὲν χιλίους, ... τὸν δὲ καὶ πλείους: τούτων δ᾽ ἕκαστον ἐν μὲν εἰρήνῃ γεωργεῖν, ἐν πολέμῳ δὲ λοχίζεσθαι ἡγεμόνα νέμοντας τὸν ἴδιον δεσπότην.’ 104. πρὸς ταῦτα ἀπαντήσας ὁ Λαρήνσιος ἔφη: ‘ ἀλλὰ Ῥωμαίων ἕκαστος οἶδας δ᾽ ἀκριβῶς ταῦτα, ὦ καλὲ Μασσούριε πλείστους ὅσους κεκτημένος οἰκέτας: καὶ γὰρ μυρίους καὶ δισμυρίους καὶ ἔτι πλείους δὲ πάμπολλοι κέκτηνται, οὐκ ἐπὶ προσόδοις δέ, ὥσπερ ὁ τῶν Ἑλλήνων ζάπλουτος Νικίας, ἀλλ᾽ οἱ πλείους τῶν Ῥωμαίων συμπροιόντας ἔχουσι τοὺς πλείστους, καὶ αἱ πολλαὶ δὲ αὗται Ἀττικαὶ μυριάδες τῶν οἰκετῶν δεδεμέναι εἰργάζοντο τὰ μέταλλα. Ποσειδώνιος γοῦν, οὗ συνεχῶς μέμνησαι, ὁ φιλόσοφος καὶ ἀποστάντας φησὶν αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι δὲ τὴν ἐπὶ Σουνίῳ ἀκρόπολιν καὶ ἐπὶ πολὺν χρόνον πορθῆσαι τὴν Ἀττικήν. οὗτος δ᾽ ἦν ὁ καιρὸς ὅτε καὶ ἐν Σικελίᾳ ἡ δευτέρα τῶν δούλων ἐπανάστασις ἐγένετο: πολλαὶ δὲ αὗται ἐγένοντο, καὶ ἀπώλοντο οἰκετῶν ὑπὲρ τὰς ἑκατὸν μυριάδας: σύγγραμμα δὲ ἐκδέδωκε περὶ τῶν δουλικῶν πολέμων Καικίλιος ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς: καὶ Σπάρτακος δὲ ὁ μονομάχος ἐκ Καπύης πόλεως Ἰταλικῆς ἀποδρὰς κατὰ τὰ Μιθριδατικὰ πολὺ πλῆθος ἀποστήσας οἰκετῶν ἦν δὲ καὶ αὐτὸς οἰκέτης, Θρᾲξ γένος κατέδραμε πᾶσαν Ἰταλίαν χρόνον οὐκ ὀλίγον πολλῶν δούλων καθ᾽ ἑκάστην [p. 226] ἡμέραν συρρεόντων ὡς αὐτὸν καὶ εἰ μὴ ἀπέθανεν ἐν τῇ πρὸς Λικίννιον Κράσσον παρατάξει, οὐ τὸν τυχόντα ἂν ἱδρῶτα τοῖς ἡμεδαποῖς παρεσχήκει, ὡς ὁ κατὰ τὴν Σικελίαν Εὔνους. 105. σώφρονες δ᾽ ἦσαν καὶ πάντα ἄριστοι οἱ ἀρχαῖοι Ῥωμαῖοι: Σκιπίων γοῦν ὁ Ἀφρικανὸς ἐπίκλην ἐκπεμπόμενος ὑπὸ τῆς συγκλήτου ἐπὶ τὸ καταστήσασθαι τὰς κατὰ τὴν οἰκουμένην βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσιν, πέντε μόνους συνεπήγετο οἰκέτας, ὡς ἱστορεῖ Πολύβιος καὶ Ποσειδώνιος, καὶ ἑνὸς ἀποθανόντος κατὰ τὴν ὁδοιπορίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντ᾽ ἐκείνου πριαμένους πέμψαι αὐτῷ. Ἰούλιος δὲ Καῖσαρ ὁ πρῶτος πάντων ἀνθρώπων περαιωθεὶς ἐπὶ τὰς Βρεττανίδας νήσους μετὰ χιλίων σκαφῶν τρεῖς οἰκέτας τοὺς πάντας συνεπήγετο, ὡς Κόττας ἱστορεῖ ὁ τότε ὑποστρατηγῶν αὐτῷ ἐν τῷ περὶ τῆς Ῥωμαίων πολιτείας συγγράμματι, ὃ τῇ πατρίῳ ἡμῶν γέγραπται φωνῇ. ἀλλ᾽ οὐ Σμινδυρίδης ὁ Συβαρίτης τοιοῦτος, ὦ Ἕλληνες, ὃς ἐπὶ τὸν Ἀγαρίστης τῆς Κλεισθένους θυγατρὸς ἐξορμῶν γάμον ὑπὸ χλιδῆς καὶ τρυφῆς χιλίους συνεπήγετο οἰκέτας, ἁλιεῖς καὶ ὀρνιθευτὰς καὶ μαγείρους: οὗτος δ᾽ ὁ ἀνὴρ καὶ ἐνδείξασθαι βουλόμενος ὡς εὐδαιμόνως ἔζη, ὡς ἱστορεῖ Χαμαιλέων ὁ Ποντικὸς ἐν τῷ περὶ ἡδονῆς τὸ δ᾽ αὐτὸ βιβλίον καὶ ὡς Θεοφράστου φέρεται οὐκ ἔφη τὸν ἥλιον ἐτῶν εἴκοσιν οὔτ᾽ ἀνατέλλοντα οὔτε δυόμενον ἑωρακέναι. καὶ τοῦτ᾽ ἦν αὐτῷ μέγα καὶ θαυμαστὸν πρὸς [p. 228] εὐδαιμονίαν. οὗτος, ὡς ἔοικεν, πρωὶ μὲν ἐκάθευδεν, ὀψὲ δ᾽ ἠγείρετο, κατ᾽ ἀμφότερα δυστυχῶν. ὁ δὲ Ποντικὸς Ἑστιαῖος καλῶς ἐκαυχᾶτο μήτε ἀνατέλλοντα μήτε καταδυόμενὸν ποτε τὸν ἥλιον ἑωρακέναι διὰ τὸ παιδείᾳ παντὶ καιρῷ προσέχειν, ὡς ὁ Νικαεὺς Νικίας ἱστορεῖ ἐν ταῖς Διαδοχαῖς. τί οὖν, οὐκ εἶχεν καὶ Σκιπίων καὶ ὁ Καῖσαρ οἰκέτας; εἶχεν, ἀλλ᾽ ἐφύλασσον τοὺς πατρίους νόμους καὶ κεκολασμένως ἔζων τηροῦντες τὰ τῆς πολιτείας ἔθη. συνετῶν γάρ ἐστιν ἀνδρῶν ἐμμένειν τοῖς παλαιοῖς ζηλώμασιν δι᾽ ὧν στρατευόμενοι κατεστρέφοντο τοὺς ἄλλους, λαμβάνοντες ἅμα τοῖς δοριαλώτοις καὶ εἴ τι χρήσιμον καὶ καλὸν ὑπῆρχε παρ᾽ ἐκείνοις εἰς μίμησιν: ὅπερ ἐν τοῖς πάλαι χρόνοις ἐποίουν οἱ Ῥωμαῖοι. διαφυλάττοντες γὰρ ἅμα καὶ τὰ πάτρια μετῆγον παρὰ τῶν χειρωθέντων εἲ τι λείψανον καλῆς ἀσκήσεως εὕρισκον, τὰ ἀχρηστα ἐκείνοις ἐῶντες, ὅπως μηδ᾽ εἰς ἀνάκτησιν ὧν ἀπέβαλον ἐλθεῖν ποτε δυνηθῶσι. παρὰ γοῦν τῶν Ἑλλήνων μηχανὰς καὶ ὄργανα πολιορκητικὰ μαθόντες τούτοις αὐτῶν περιεγένοντο, Φοινίκων τε τὰ ναυτικὰ εὑρόντων τούτοις αὐτοὺς κατεναυμάχησαν, ἔλαβον δὲ καὶ παρὰ Τυρρηνῶν τὴν σταδίαν μάχην φαλαγγηδὸν ἐπιόντων, καὶ παρὰ Σαυνιτῶν δὲ ἔμαθον θυρεοῦ χρῆσιν, παρὰ δὲ Ἰβήρων γαίσων, καὶ ἄλλα δὲ παρ᾽ ἄλλων [p. 230] μαθόντες ἄμεινον ἐπεξειργάσαντο: : μιμησάμενοί τε κατὰ πάντα τὴν Λακεδαιμονίων πολιτείαν διετήρησαν αὐτὴν μᾶλλον ἢ ἐκεῖνοι. νῦν δὲ τὴν ἐκλογὴν τῶν χρησίμων ποιούμενοι παρὰ τῶν ἐναντίων συναποφέρονται καὶ τὰ μοχθηρὰ ζηλώματα. πάτριος μὲν γὰρ ἦν αὐτοῖς, ὡς φησι Ποσειδώνιος, καρτερία καὶ λιτὴ δίαιτα καὶ τῶν ἄλλων τῶν ὑπὸ τὴν κτῆσιν ἀφελὴς καὶ ἀπερίεργος χρῆσις, ἔτι δὲ εὐσέβεια μὲν θαυμαστὴ περὶ τὸ δαιμόνιον, δικαιοσύνη δὲ καὶ πολλὴ τοῦ πλημμελεῖν εὐλάβεια πρὸς πάντας ἀνθρώπους μετὰ τῆς κατὰ γεωργίαν ἀσκήσεως, τοῦτο δ᾽ ἔστιν ἐκ τῶν πατρίων θυσιῶν ὧν ἐπιτελοῦμεν ἰδεῖν:: ὁδούς τε γὰρ πορευόμεθα τεταγμένας καὶ ὡρισμένας καὶ τεταγμένα φέρομεν καὶ λέγομεν ἐν ταῖς εὐχαῖς καὶ δρῶμεν ἐν ταῖς ἱερουργίαις, ἀφελῆ τε ταῦτα καὶ λιτά, καὶ οὐδὲν πλέον τῶν κατὰ φύσιν οὔτε ἠμφιεσμένοι καὶ περὶ τὰ σώματα ἔχοντες οὔτε ἀπαρχόμενοι, ἐσθῆτάς τε ἔχομεν καὶ ὑποδέσεις εὐτελεῖς πίλους τε ταῖς κεφαλαῖς περικείμεθα προβατείων δερμάτων δασεῖς, κεράμεα δὲ καὶ χαλκᾶ τὰ διακονήματα κομίζομεν κἀν τούτοις βρωτὰ καὶ ποτὰ πάντων ἀπεριεργότατα, ἄτοπον ἡγούμενοι τοῖς μὲν θεοῖς πέμπειν κατὰ τὰ πάτρια αὑτοῖς δὲ χορηγεῖν κατὰ τὰ ἐπείσακτα:: καίτοι γε τὰ μὲν εἰς ἡμᾶς δαπανώμενα τῇ χρείᾳ μετρεῖται τὰ δ᾽ εἰς τοὺς θεοὺς ἀπαρχαί τινὲς εἰσι. [p. 232] Μούκιος γοῦν Σκευόλας τρίτος ἐν Ῥώμῃ τὸν Φάνιον ἐτήρει νόμον αὐτὸς καὶ Αἴλιος Τουβέρων καὶ Ῥουτίλιος Ῥοῦφος ὁ τὴν πάτριον ἱστορίαν γεγραφώς. ἐκέλευε δ᾽ ὁ νόμος τριῶν μὲν πλείονας τῶν ἔξω τῆς οἰκίας μὴ ὑποδέχεσθαι, κατὰ ἀγορὰν δὲ τῶν πέντε:: τοῦτο δὲ τρὶς τοῦ μηνὸς ἐγίνετο. ὀψωνεῖν δὲ πλείονος τῶν δυεῖν δραχμῶν καὶ ἡμίσους οὐκ ἐπέτρεπεν: κρέως δὲ καπνιστοῦ δεκαπέντε τάλαντα δαπανᾶν εἰς τὸν ἐνιαυτὸν ἐπεχώρει καὶ ὅσα γῆ φέρει λάχανα καὶ ὀσπρέων ἑψήματα. σμικρᾶς δὲ πάνυ τῆς δαπάνης ὑπαρχούσης διὰ τὸ τοὺς παρανομοῦντας καὶ ἀφειδῶς ἀναλίσκοντας ἀνατετιμηκέναι τὰ ὥνια πρὸς τὸ ἐλευθεριώτερον νομίμως προήρχοντο:: ὁ μὲν γὰρ Τουβέρων παρὰ τῶν ἐν τοῖς ἰδίοις ἀγροῖς ὄρνιθας ὠνεῖτο δραχμιαίους, ὁ δὲ Ῥουτίλιος παρὰ τῶν ἁλιευόντων αὑτοῦ δούλων τριωβόλου τὴν μνᾶν τοῦ ὄψου καὶ μάλιστα τοῦ θυρσίωνος καλουμένου:: μέρος δ᾽ ἐστὶ τοῦτο θαλασσίου κυνὸς οὕτω καλούμενον. ὁ δὲ Μούκιος παρὰ τῶν εὐχρηστουμένων ὑπ᾽ αὐτοῦ πρὸς τὸν αὐτὸν τύπον ἐποιεῖτο τὴν διατίμησιν. ἐκ τοσούτων οὖν μυριάδων ἀνθρώπων οὗτοι μόνοι τὸν νόμον ἐνόρκως ἐτήρουν καὶ δῶρον οὐδὲ τὸ μικρότατον ἐδέχοντο, αὐτοὶ δ᾽ ἄλλοις ἐδίδοσαν καὶ φίλοις τοῖς ἀπὸ παιδείας ὁρμωμένοις μεγάλα:καὶ γὰρ ἀντείχοντο τῶν ἐκ τῆς στοᾶς δογμάτων. [p. 234] Τῆς δὲ πολυτελείας τῆς νῦν ἀκμαζούσης πρῶτος ἡγεμὼν ἐγένετο Λεύκολλος ὁ καταναυμαχήσας Μιθριδάτην, ὡς Νικόλαος ὁ περιπατητικὸς ἱστορεῖ:: ἀφικόμενος γὰρ εἰς τὴν Ῥώμην μετὰ τὴν ἧτταν τὴν Μιθριδάτου ἔτι τε τὴν Τιγράνου τοῦ Ἀρμενίου καὶ θριαμβεύσας λόγον τε ἀποδοὺς τῶν τοῦ πολέμου πράξεων ὤκειλεν εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης καὶ πρῶτος τρυφῆς εἰσηγητὴς Ῥωμαίοις ἐγένετο, καρπωσάμενος δυεῖν βασιλέων τῶν προειρημένων πλοῦτον. Κάτων δὲ ἐκεῖνος, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ πρώτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν, ἐδυσχέραινε καὶ ἐκεκράγει ὅτι τινὲς τὰς ξενικὰς τρυφὰς εἰσήγαγον εἰς τὴν Ῥώμην, τριακοσίων μὲν δραχμῶν κεράμιον ταρίχων Ποντικῶν ὠνησάμενοι, καὶ μειράκια δ᾽ εὔμορφα ὑπερβαλλούσης ἀγρῶν τιμῆς, πρότερον δὲ οὕτως ὀλιγοδεεῖς ἦσαν οἱ τὴν Ἰταλίαν κατοικοῦντες ὥστε καὶ καθ᾽ ἡμᾶς ἔτι, φησὶν ὁ Ποσειδώνιος, οἱ σφόδρα εὐκαιρούμενοι τοῖς βίοις, ἦγον τοὺς υἱοὺς ὕδωρ μὲν ὡς τὸ πολὺ πίνοντας, ἐσθίοντας δ᾽ ὃ τι ἂν τύχῃ. καὶ πολλάκις, φησίν, πατὴρ ἢ μήτηρ υἱὸν ἠρώτα πότερον ἀπίους ἢ κάρυα βούλεται δειπνῆσαι, καὶ τούτων τι φαγὼν ἠρκεῖτο καὶ ἐκοιμᾶτο. νῦν δέ, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῇ πρώτῃ τῶν Φιλιππικῶν , οὐδεὶς ἐστι καὶ τῶν μετρίως εὐπορουμένων ὅστις [p. 236] οὐ πολυτελῆ μὲν τράπεζαν παρατίθεται, μαγείρους δὲ καὶ θεραπείαν ἄλλην πολλὴν κέκτηται καὶ πλείω δαπανᾷ τὰ καθ᾽ ἡμέραν ἢ πρότερον ἐν ταῖς ἑορταῖς καὶ ταῖς θυσίαις ἀνήλισκον.’ Ἐπεὶ δὲ εἰς ἱκανὸν μῆκος προὔβη τὰ τῶν ἀπομνημονευθέντων, αὐτοῦ καταπαύσωμεν τὸν λόγον.
BIBLIOGRAFIE:
Sursa: http://www.perseus.tufts.edu |