Γλώσσαι/Β
5ος αιώνας μ.Χ.|Ησύχιος}} <Βαβάζειν>· τὸ <μὴ> διηρθρωμένα λέγειν. ἔνιοι δὲ βοᾶν *<βαβαί>· θαυμαστικὴ φωνή ASPnΣ <βάβακα>· τὸν γάλλον (ps) <βαβάκινον> <καὶ <βάκινον>> χύτρας εἶδος pl <βάβακοι>· ὑπὸ Ἠλείων τέττιγες· ὑπὸ Ποντικῶν δὲ βάτραχοι <βαβάκτης>· ὀρχηστής, ὑμνῳδός, μανιώδης (Cratin. fr. 321) p
κραύγασος q ὅθεν καὶ Βάκχος <βάβαλον>· κραύγασον. Λάκωνες [<βάβαλον>· αἰδοῖον] <βάβαξ>· μάταιος, bh λάλος, φλύαρος. bhp (Archil. fr. 33) ἐνθου-
σιῶν. ἀναιδής pq <βαβάξαι>· ὀρχήσασθαι bhf. <Λυδοί> h †<βαβήρ>· ὁ ἄρης [<βαλβῖδες>· αἱ θύραι τοῦ ἱππικοῦ. καὶ βαλβίδες] <βαβράζων>· κεκραγὼς συντόνως <βάβρηκες>· τὰ οὖλα τῶν ὀδόντων. οἱ δὲ σιαγόνας. οἱ δὲ τὰ ἐν
τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς κατεχόμενα q <βαβρήν>· ὑπόστασις ἐλαίου, κατὰ Μακεδόνας <βαβύας>· βόρβορος, S πηλός vgAS <βαβύη>· χείμαῤῥος. οἱ δὲ πόλις <Βαβύκα>· γέφυρα ps <Βαβυλώνιοι>· οἱ βάρβαροι, παρὰ τοῖς Ἀττικοῖς <βαβύρτας>· ὁ παράμωρος <βαγαία>· ματαία. Λυσικράτης· βαγαία γὰρ ὥς τις ἐπικουρεῖ <βαγαῖος>· ὁ μάταιος. ἢ Ζεὺς Φρύγιος. [μέγας. πολύς, ταχύς] <βάγαρον>· χλιαρόν. Λάκωνες *<βᾶσαι>· εἰσελθοῦσαι An *<βάγιον>· μέγα gASn <βάγος>· κλάσμα AS ἄρτου <ἢ> μάζης S καὶ βασιλεὺς καὶ [στρατη-
γός. Λάκωνες AS [<βάδος>· ὁ καὶ βάτος, λξ# εσται. ἤγουν δ# μη] <βαδάς>· κίναιδος. ὡς Ἀμερίας *†<βαδελεγεῖ>· ἀμέλγει gASn *<βάδην>· ἠρέμα vSn σχολῇ. κατὰ βῆμα. Sn (Ν 516) *<βάδην>, περιπάτῳ ἐρχόμενον gAS *<βαδδίν>· βύσσινον g(n) ἔνδυμα ἐξαίρετον (Dan. 10,5) <βάδος>· ὃ καὶ βάτος. ν# ξέσται, ἤγουν λίτραι μη# <βαδίζει>· περιπατεῖ (Eur. Phoen. 544) *†<βάδιος>· ... υἱός vgASn *[<βαδιστοι>· βαδύτατοι gAn] <βάδομαι>· ἀγαπῶ p [<βάδηδοι>· ἠχεῖοι] <βαδακίζων>· κακῶς ἕρπων *<βάζει>· λέγει (ξ 127) vgA (Sn) *<βάζομεν>· λέγομεν (γ 127?) AS *<βαθεῖαν>· κεκρυμμένην (Aesch. Sept. 533 Pl. rep. 362 a) AS <βαθείης>· *ὑψηλῆς. g μελαίνης. δαψιλοῦς. ἢ <βαθέης> "ἐξάλλεται"
(Ε 142). κεκρυμμένης <βάθιστον>· βαθύτατον (Θ 14) *<βάθρων>· θεμελίων, ἢ ἀγαλμάτων AS [βαθάκων β κακῶς] <Βαθάλη>· κρήνη. Ἀμερίας <βαθμίδες>· ἀρχαὶ λόγων <βαθμοί>· ἴχνη. πόδες. καὶ δίφροι, παρὰ στρατηγικοῖς <ἡ ἐφ' ἕνα
τῆς φάλαγγος στάσις> q *<βάθρα>· ἀγάλματα. gAn βάσεις <βάθος>· στίχος. ἐπιστάσις καὶ τὸ <βαθύ> [καὶ μέγα.] καὶ ὑψη-
λόν. καὶ μέλαν q <βάθρον>· *βῆμα, gASn βάσις. ὑποπόδιον q <καὶ ἀνδριάς> *<βαθύγλωσσοι>· ἐλλόγιμοι gAS [καὶ ἀνδριάς] *<βαθυδίνης>· ἐν βάθει ἔχων τὰ ῥεύματα, vgAS ἢ βαθείας δίνας
ἔχων, ἢ μεγάλα ῥεύματα (γ 73 etc.) <βαθύζωνοι>· εἰς βάθος ζωννύμεναι τοὺς [χιτοὺς] χιτῶνας <βαθυζώνους>· ἐν βάθει ζωννυμένας (Ι 594 γ 154) *<βαθὺ κομῶσαν ληΐοις>· ἐν βάθει ἔχουσαν στάχυας ASn <βαθύκολπος>· ἀρχαία παλαιά. κοίλη <βαθυκόλπων Τρωιάδων>· ἀπὸ τοῦ μεγέθους. καὶ βαθυζώνων
(Σ 122) *<βαθὺ λήϊον>· πολύκαρπον πεδίον (Β 147) gA (vS) *<βαθύλειμον>· βαθὺν λειμῶνα ἔχουσαν (Ι 151) A <βαθύμαλλον>· κνεωροῦ τοῦ μέλανος τάπης. ἀπὸ ἱστορίας, ἀπὸ
κνεωροῦ φυτοῦ, ᾧ ἐχρῶντο πρὸς κάθαρσιν. ἀπὸ δὲ τοῦ αὐτοῦ αὐχμηροῦ <Βαθυμῆδαι>· γένος παρὰ Λυδοῖς <βαθυπέπλων>· καλὰ ἱμάτια ἐχουσῶν <βαθυῤῥηγάλη>· ἰκτῖνος, ὑπὸ Λυδῶν <βαθύῤῥιζοι>· βαθεῖαι *<βαθυῤῥόου>· βαθέως καὶ ταχέως ῥέοντος (Η 422) (gS) <βαθυῤῥίζου πέτρας>· τῆς ὑψηλῆς (trag. ad. fr. 203) <βαθυσπόρος>· βαθεῖαν σπείρων γῆν <Βαιάγις>· ἑορτὴ παρὰ Ἀσσυρίοις, ὡς Λέων ὁ Ἀλαβανδεὺς ἐν
τρίτῳ <βαίβυκος>· πελεκᾶνος Φιλίτας (fr. 47 K.), Ἀμερίας δὲ βαυβυκᾶ-
νας <βαίδειον>· ἕτοιμον. Ἠλεῖοι †<βαιδύμην>· ἀροτριᾶν. Βοιωτοί *<βλίσσα>· βότρυς AS <βαιῇσι>· μικραῖς *<βαιήν>· ὀλίγην, μικράν gn [ἢ ἔβησαν, ἢ ἐπορεύθησαν (Α 327)] <βαῖκαν>· ...... Κρῆτες <βαίκυλος>· προβατώδης †<βαιμάζειν>· †βασιλεύειν. ἢ †βαστάζειν †<βαίμεναι>· βαίνειν (θ 518 etc.) [<βαίνη>· ὕβρις] *<βαίνειν>· [φιλεῖν. [κολακεύειν. AS] βιβάζειν. πορεύεσθαι. περιπα-
τεῖν vgA <βαίνετον>· βαδίσατε. δυϊκῶς <βαῖνον>· ἐξέβαινον (Α 437) <βαίνοντα>· ἐπιβαίνοντα (δ 653) †<βαίομαι>· βιώσομαι (Χ 431) <βαιόν>· ὀλίγον. μικρόν vgAS Σοφοκλῆς δὲ Οἰδίποδι Τυράννῳ (750)
ἀντὶ τοῦ †ἄφθονος καὶ πολλός γράμμα. [*<Βαιθήλ>· οἶκος θεοῦ p] [<βαιών>· ἐκβαλών.] καὶ ἐν Αἰχμαλωτίσι (fr. 39) βαιόν [ἐν] [<Βαρκάθοις ὄχλος>· Λιβυκός] (Soph. El. 727)] <βαΐς>· ῥάβδος φοίνικος. καὶ <βαΐων> <βαΐς>· ῥάβδος φοίνικος. καὶ <βαΐων> <βαισήνης>· παρ' Ἰνδοῖς στρατόπεδον <βαίσηνος>· ὁ στρατός †<βαισσόν>· βάθος <βαίταν>· Ἕλληνες <βαιτάς>· εὐτελὴς γυνή. ἀρχαία δὲ ἡ λέξις <βαιτάδα>· εὐτελὴς γυνή <βαιτρεύειν>· ἀροτριᾶν <βαίτιον>· βοτάνη ἐμφερὴς δικτάμνῳ, ἤγουν γλήχωνι <βαίτη>· δερμάτινον ἔνδυμα, ὅπερ ἔνιοι σισύραν· ἔνιοι δὲ σκηνὴν
δερματίνην (Soph. fr. 928)· οἱ δὲ διφθέραν (Sophr. fr. 38) <Βαίτυλος>· οὕτως ἐκαλεῖτο ὁ δοθεὶς λίθος τῷ Κρόνῳ ἀντὶ Διός q <βλίτυξ>· βδέλλα [<βαιτῶνα>· τὸν εὐτελῆ ἄνδρα] <βαιῶμφαι>· αἱ αἶγες, ἐν ἱερατικῆι <βαιών>· ἰχθύς p (Epich. fr. 64), <ὁ καὶ βλέννος, παραπλήσιος
κωβίῳ> p. οὕτως καὶ μέτρον παρὰ Ἀλεξανδρεῦσι <Βαιῶτις>· Ἀφροδίτη, παρὰ Συρακουσίοις <βακάϊον>· μέτρον τι <βάκηλος>· *ὁ μέγας. ἢ ἀνόητος. vgA ἢ ὁ ἀπόκοπος, ὁ ὑπ' ἐνίων
γάλλος. οἱ δὲ ἀνδρόγυνος. ἄλλοι παρειμένος, *γυναικώδης vgA. παρὰ Μενάνδρῳ Ὑμνίδι (fr. 477). καὶ τὸ σύνηθες ἡμῖν <βάκκαρις>· μύρον ποιὸν ἀπὸ βοτάνης ὁμωνύμως· ἔνιοι δὲ ἀπὸ
μυρσίνης· ἄλλοι δὲ μύρον Λυδόν. ἔστι δὲ καὶ ξηρὸν διάπασμα τὸ ἀπὸ τῆς ῥίζης [<βακνίδες>· εἶδος ὑποδημάτων] [<βάκοα>· βάθρον] <βακόν>· πεσόν. Κρῆτες <βάκται>· ἰσχυροί <βακτηρία>· ῥάβδος ASn [*<βακοίας>· πηλός ASvg] †<βάκτρον>· κάμηλος *<βακτρεύμασιν>· τοῖς ἐρείσμασιν στηριζόμενος gA (Eur. Phoen.
1539) <βακχᾶν>· ἐστεφανῶσθαι κισσῷ <Βακχέβακχος>· ὁ Διόνυσος οὕτως ἐκαλεῖτο ἐν ταῖς θυσίαις (Ar.
Eq. 408) <Βακχεία>· ἑορτὴ Διονύσου [βακχεύτρια] *<βακχεύει>· μαίνεται P τραγῳδεῖ *<βακχευθεῖσα>· ἐξηχευομένη, ἐξεστηκυῖα vgAS *<βακχεύοντες>· μαινόμενοι, vgAS σειόμενοι <βακχεῖον>· τελεστήριον. νάρθηξ <Βάκχη>· γένος ἀπίου. ἢ μία τῶν Βακχῶν, ἢ τοῦ Διονύσου
<βακχεύτρια> <Βακχιάδαι>· οὐ μόνον οἱ Μιλήσιοι, ἀλλὰ καὶ Κορίνθιοι, ἀπὸ
Βάκχιδος <βακχία>· μανία (S) <βακχόαν>· βόθρον. Αἰολεῖς <βάκχος>· ὁ ἱερεὺς τοῦ Διονύσου. καὶ κλάδος ὁ ἐν ταῖς τελεταῖς,
οἱ δὲ φανὸν λέγουσιν· οἱ δὲ ἰχθύν q <Βάκχου Διώνης>· οἱ μὲν βακχευτρίας Σεμέλης· οἱ δὲ Βάκχου τοῦ
Διονύσου καὶ Ἀφροδίτης q τῆς Διώνης. παρόσον διωνυμία περὶ τὴν θεάν (trag. ad. fr. 204). Πράξιλλα δὲ ἡ Σικυωνία (fr. 8) Ἀφροδίτης παῖδα τὸν θεὸν ἱστορεῖ <βάκχυλον>· σποδίτην ἄρτον. Ἠλεῖοι <βάκχον>· κλαυθμόν. Φοίνικες [<βάλαικες>· δεσμωτήριον καὶ <βαλαικάκες>] <βαλαιόν>· μέγα, πολύ. οἱ δὲ ταχύ *a) <βάλανοι>· δρύες. ASb) *<<βάξιν>·> φήμην (Eur. Or. 1458)
gASn *<βαλάντιον>· μαρσίππιον (Prov. 1,14. Luc. 10,4) ASP *<βαλβῖδες>· ὕσπληγες AS <βαλβίς>· *ἀφετηρία. καὶ ἡ ἀρχὴ τῆς εἰσόδου καὶ ἐξόδου. καὶ ἡ
ἄφεσις τῶν ἵππων. καὶ ἡ θύρα τοῦ ἱππικοῦ. AS ἔνιοι δὲ καμπ- τῆρα. καὶ παρὰ Ἱπποκράτει (Mochl. 1) <βαλβιδῶδες> τὸ ἔχον ἑκατέρωθεν ἐπαναστάσεις. ἔστιν δὲ καὶ βαθμός, καὶ ἔρεισμα <βάλε>· ἔῤῥιψε. (Α 245) ἢ ὄφελον (Call. fr. 254?) *<βαλεῖν>· τρῶσαι, S πλῆξαι (Ν 387) *<βάλεκες>· δεσμωτήριον ASn (vg) *<βάλλε>· ἐτίτρωσκεν (Α 52) n *<βάλλετο>· περιεβάλλετο (Β 43) g <βάλλετον>· βάλλουσιν. δυϊκῶς <βαλίαν>· κατάστικτον gAS ποικίλον (Eur. Hec. 90). [Κρῆτες.]
ταχύ. ἐλαφρόν [πηρόν, βάλιον] *<βαλανάγρα>· κλείς (Hdt. 3,155,6) Σp <βαλανεύειν>· λαμπροφωνεύεσθαι. παρόσον οἱ βαλανεῖς, ὅταν
παραχέωσιν τὸ ὕδωρ, κραυγάζουσιν <βαλανεύς>· πολυπράγμων, περίεργος. p καὶ παραχύτης <βαλανομφάλους>· οὕτω Κρατῖνος (fr. 50) ὠνόμασε <τὰς φιάλας>
τὰς ἐχούσας ὀμφαλοὺς ἄνευ προσώπων, ὁποῖοι οἱ θόλοι <ἐν τοῖς βαλανείοις q οἱ δὲ> ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς πυέλοις [ἐν τοῖς βαλανείοις] <βάλανοι>· τὰ ἐξηρτημένα τῶν ὅρμων περὶ τὸν τράχηλον. καὶ
τῶν δρυῶν <ὁ> καρπός, καὶ ὁ τῶν φοινίκων (Xen. An. 1,5,10). καὶ κλεῖδες, καὶ ἰατροὶ τὰ ἐντιθέμενα τῇ ἕδρᾳ βαλάνους λέγουσιν q <βάλαρες>· οἱ μαλακοί, <βανά> γὰρ γυνὴ παρὰ Βοιωτοῖς <βαλάσαι>· ἀγοράσαι <βαλαύστιον>· εἶδος ῥοιᾶς, φέρον ἄνθος ἁρμόζον πρὸς θεραπείαν <βαλβιδοῦχον>· τερματοῦχον †<βαλῆρα>· ἀχρεῖα <βαλήν>· βασιλεύς. Φρυγιστί (Soph. fr. 472) <βάλλεκα>· ψῆφον <βαλία>· ὀφθαλμία. καὶ <τὸν βάλιον> πηρόν· Κρῆτες [<βακχιάδος>· μαινομένης] <Βαλιαρίδες>· νῆσοι αἱ περὶ Κύρνον. αἱ δὲ αὐταὶ καὶ Γυμνησίαι <βαλικιώτης>· συνέφηβος. Κρῆτες <βαλιῶται>· πρόγονοι *<βαλλαντιοτόμος>· κλέπτης (Pl. rep. 552d) vgAS <βάλλαρις>· βοτάνη τρίφυλλος <βᾶλλαι>· βαθμοί, ὑπὸ Κυπρίων <βάλλ' ἐς Ἄκραν>· οἱ μὲν ἄκρα πλησίον Λέσβου· οἱ δὲ Ἀκτήν <βάλλ' ἐς Μακαρίαν>· Ἡρακλέους θυγάτηρ Μακαρία, ἣν λόγος
κατὰ τὴν Εὐρυσθέως <ἐπὶ τὰς Ἀθήνας στρατείαν αὐτοκέλευστον ἑαυτὴν ὑπὲρ τῆς πόλεως εἰς. σφαγὴν ἐπιδοῦναι> <βαλλήσομεν>· βαλοῦμεν (Ar. Vesp. 222) <Βαλλητύς>· ἑορτὴ Ἀθήνησιν, ἐπὶ Δημοφῶντι τῷ Κελεοῦ ἀγο-
μένη †<βαλλήιαι>· οἱ ἀκροβολισμοί †<βαλμός>· στῆθος vgAS <βαλλομένων>· καταστρεφομένων (i 574) <βαλοιτήσειρον>· παρὰ τὸ διεστραμμένον <εἶναι> τοὺς πόδας *<βαλόν>· οὐδόν. καὶ οὐρανόν. (gAS) καὶ <βαλός> <βάλσαμον>· ἀρωματικὸν ἄνθος <βᾶμα>· βάσις, [βῆμα ps <βάμβαλα>· χειμερινὰ [ἱμάτια ps <βάμβαλον>· ἱμάτιον. καὶ τὸ αἰδοῖον. Φρύγες <βαμβαλεῖν>· τρέμειν. ψοφεῖν τοῖς χείλεσι *<βαμβαίνων>· τρέμων τοῖς ποσίν, SPn (vgA) ἢ τοὺς ὀδόντας
<συγκρούων> (Κ 375) <βαμβακεύτριαι>· μαγγανεύτριαι. οἱ δὲ φαρμάκισσαι. οἱ δὲ λα-
λοῦσαι· τὸ δὲ <βαμβακείας χάριν>· φαρμακείας χάριν hf. <βαμβαλύζει>· τρέμει. τοὺς ὀδόντας S συγκρούει. *ῥιγοῖ σφόδρα
(Hippon. fr. 56 Kn.) (A) S <βάμμα>· τὸ χρῶμα. καὶ μύρου τι γένος. καὶ τὸ ἔμβαμμα. Συρακού-
σιοι h <βάμμα Κυζικηνόν>· Κυζικηνοὶ διὰ τὸ Ἴωνες εἶναι ἐκωμῳδοῦντο
ἐπὶ μαλακίᾳ (Ar. Pac. 1176) [καὶ τὸ ἔμβαμμα. Συρακούσιοι. καὶ μύρου τι [μέρος, ἢ] γένος] <βάμμα Σαρδανιακόν>· τὸ φοινικοῦν. διάφορα γὰρ ἦν τὰ ἐν
Σάρδεσι βάμματα (Ar. Ach. 112. Pac. 1174). <βανά>· γυνή, ὑπὸ Βοιωτῶν *<βαναυσίας>· ἰδιωτείας. ἢ ἀλογίας AS *<βαναυσία>· πᾶσα τέχνη διὰ πυρός. κυρίως δὲ ἡ περὶ τὰς καμίνους.
καὶ πᾶς τεχνίτης χαλκεὺς ἢ χρυσοχόος <βάναυσος> <βανῆκας>· γυναῖκας. Βοιωτοί *<βάναυσοι τέχναι>· v <....> <βανόν>· λεπτόν <βάνισος>· εἶδος θυμιάματος *<βαυκόν>· μωρόν AS †<βαθίοι>· τόποι <βάννας>· βασιλεὺς παρὰ Ἰταλιώταις. οἱ δὲ μέγιστος ἄρχων <βαννάται>· αἱ λοξοὶ καὶ μὴ ἰθυτενεῖς ὁδοὶ παρὰ Ταραντίνοις. τὸ
δὲ αὐτὸ καὶ <βάννατροι> <βάννεια>· τὰ ἄρνεια. καὶ <βάννιμα> τὸ αὐτό [<βάνος>· κλάσμα. μωρός, καὶ τυφλός] <βανθῶσαι>· σκοτοδινιᾶσαι <βανούς>· ὄρη στρογγύλα <βανύσει>· μωραίνει, ἐπιμαίνεται <βάξις>· *λόγος, φωνή (Sg) κληδών <βάξον>· κάταξον. Λάκωνες <βαπαίνει>· παρακαλεῖ *<βάρ>· μικρόν (i. Reg. 2,18) *<βαπτάν>· ἀντλουμένην, βαπτομένην (Eur. Hipp. 123) AS <βάρα>· νόσημά τι καρηβαρικόν. ἢ θρέμματα. Λάκωνες *<βάραθρον>· ὄρυγμα, vgASn βάθος γῆς, ASn βόθρος *<βαρακινῇσιν>· ἀκάνθαις. σκόλοψι (Iud. 8,7. 16) vgAS <βαράχνια>· τὰ βραγχία τῶν ἰχθύων <βάρβαροι>· οἱ ἀπαίδευτοι *<βαρβαρισμός>· παράτονος διάλεκτος vgASn <βάρβιτος>· εἶδος κιθάρας, ἢ ὀργάνου μουσικοῦ. ἢ λύρα. *οὕτως
καὶ <βαρβίτῳ>· <τῇ λύρᾳ, τῇ κιθάρᾳ> AS <βαρβός>· μύστρον ἐν Θεσμοφοριαζούσαις (Ar. fr. 341) <βάρακες>· τὰ προφυράματα τῆς μάζης. Ἀττικοὶ δὲ βήρηκας.
δηλοῖ δὲ καὶ τὴν τολύπην (Epilyc. fr. 3) <βάρακος>· ἰχθὺς ποιός <βάρακον>· τὸν ἄνουν, καὶ βάρβαρον (s) <βάρβαξ>· ἱέραξ, παρὰ Λίβυσι. [καὶ φύραμα στρογγύλον, ἀφ'
οὗ αἱ μάζαι γίνονται. καὶ ἐρίων τολύπαι] <βάρβαρα>· ἀσύνετα. ἄτακτα <βαρβαρόφωνοι>· οἱ Ἠλεῖοι καὶ οἱ Κᾶρες, ὡς τραχύφωνοι καὶ
ἀσαφῆ τὴν φωνὴν ἔχοντες (Β 867) <βαρυόπην>· βαρύφωνον (Pind. Pyth. 6,24) <βάρακος>· βάτραχος <βαρακίς>· γλαύκινον ἱμάτιον †<βαρακάκαι>· †ἅγιοι διαφέραι†, παρὰ Κελτοῖς *<βάρδιστοι>· βραδύτατοι gAn κατὰ ἀντίθεσιν τοῦ ρ, ὡς <κραδία>
ἡ καρδία (Ψ 310. 530) <βαρδῆν>· τὸ βιάζεσθαι γυναῖκας. Ἀμπρακιῶται <βαρδοί>· ἀοιδοὶ παρὰ Γαλάταις <βαρεῖα χείρ>· ἡ μιαιφόνος [<βαρπύργος>· πορμεῖο περὶ ἀμφωδῶν] *<βαρείης>· ἰσχυρᾶς. S βλαβερᾶς <βᾶριν ἀπέλαγον>· τὸν δούριον ἵππον †<Βαρθει ...>· γένος ἰθαγενῶν *<βάριον>· πρόβατον. gAnp [καὶ τὸ βαρύ. καὶ τὸ βράδιον] *<βᾶρις>· πλοῖον. ἢ τεῖχος. ἢ στοά. ἢ πύργος S (AvgΣ) †<βαρισίκται>· οἱ μὴ γεννῶντες <βάριχοι>· ἄρνες <Βάρκη>· πόλις Λιβύης (s) <βαρκίων>· βοτάνη τις ἐν Αἰγύπτῳ <Βαρκαίοις ὄχοις>· Λιβυκοῖς (Soph. El. 729). οὗτοι γὰρ ἐσπού-
δαζον περὶ ἱπποτροφίαν. φασὶν αὐτοὺς καὶ πρώτους ἅρμα ζεῦξαι διδαχθέντας ὑπὸ Ποσειδῶνος, τὸ δὲ ἡνιοχεῖν ὑπὸ Ἀθη- νᾶς, ὡς Μνασέας ἐν τοῖς περὶ Λιβύης (frg. 40 M) †<βαρμίγκαλλος>· ὑπέρκαλλος *<Βᾶρος>· ὄνομα κύριον AS <βάῤῥει>· ἀπόλωλε <βαῤῥαχεῖν>· [ἠχεῖν] σκιρτᾶν †<βαρύαρον>· ἰσχυρόν. στερέμνιον <βαρύ>· τινὲς μέν φασι θυμίαμα εὐῶδες [τὴν βαρεῖαν]. δηλοῖ δὲ καὶ
μέγα, καὶ χαλεπόν, καὶ ἰσχυρόν, καὶ ἀναιδές q <Βαρυγέτας>· βάρος μὲν ἔχοντας, Γέτας δὲ ὄντας [ομα] *<βαρυβρόμου>· μεγαλοφώνου ASg <βαρύες>· δένδρα [βαρυκάνσου] *<βαρυθυμήσαντος>· ὀλιγωρήσαντος AS <βαρύθων>· βεβαρημένος *<Βαρούχ>· εὐλογημένος *<Βαρθολομαῖος>· υἱὸς κρεμάσας ὕδατα (Matth. 10,3) <βαρύκαν>· σφῦραν <βάρκα>· αἰδοῖον, παρὰ Ταραντίνοις. καὶ περόνη *<βαρυκάρδιοι>· ἀσύνετοι, μωροί (Ps. 4,3) AS <βαρὺν ἀστράγαλον>· δυσκίνητον <βαρύνει>· ὀδυνᾷ. b) <...>ων· κωλύων <βάρυνθεν>· ἐβαρύνθη<σαν> Αἰολικῶς <βαρύκτυπος>· μεγαλόηχος, μεγαλόψοφος (Hes. Theog. 818) <βαρύς>· κακός. ἀηδής. σκληρός (Eur. Hipp. 980?) <βαρύστονος>· κακοδαίμων <βαρυσυμφορώτατος>· βαρέως φέρων τὰς συμφοράς (Hdt
1,45,3) q <βαρὺ τὸ σκάφιον>· τοῦτο λέγεται ἐπὶ τῶν δυσαρεστουμένων [<βαρυδάνειν,] βαρίβαν>· τὸν ναυσιβάτην, ἐν ναυσὶν ἐλθόντα
(Soph. fr. 474) <βάς>· ἐπιβάς (Σ 65) [<βασά>· αἰσχύνη. ὅ ἐστι δρῦς] <βασαγεῖ>· †ἀλεσχοῖ *<βασάν>· αἰσχύνη (Ps. 67,23) np <βασαγικόρος>· ὁ θᾶσσον συνουσιάζων, παρὰ Ἱππώνακτι (fr.
107 Bgk.) <βασανεύεται>· διελέγχεται. ἢ διακρίνεται. βασανίζεται <βασανιστής>· ὁ δημόκοινος [τί πολλὰ δὲ ὁ διαιτητής] καὶ παρὰ
τῶν ἀνδραπόδων τὴν ἀλήθειαν πυνθανόμενος <βασανίτης λίθος>· οὕτω λέγεται Λυδικοῦ λίθου γένος. καὶ λίθος
βάσανος, ᾧ παρατρίβοντες τὸ χρυσίον ἐδοκίμαζον q *<βάσανος>· δοκιμασία P †<βαθανίαν>· νεοσσείαν. Κρῆτες *<βασιλεύει>· κρατεῖ, ἄρχει (Matth. 2,22) AS <βασίλειοι δικασταί>· παρὰ Ἡροδότῳ (3,31,3) οἱ βασιλεῖ
παράνομον ἐργαζομένῳ ἐναντιούμενοι <βασίλεια>· γένος ἰσχάδων <βασίλειον>· εἶδος [τυροῦ καὶ] μύρου (Cratet. fr. 2) <βασίλειος στοά>· δύο εἰσὶν Ἀθήνησιν βασίλειοι στοαί, ἥ τε τοῦ
λεγομένου Βασιλέως [Διός], καὶ ἡ <Διὸς> τοῦ Ἐλευθερίου q <βασιλειῶντα>· βασιλείᾳ ἐπιβαλλόμενον <βασιλεύς>· ἄρχων τις Ἀθήνησιν, μυστηρίων προνοῶν <βασίλη>· βασίλεια. Σοφοκλῆς Ἰφιγενείᾳ (fr. 289) <βασιλέως ὀφθαλμός>· ἐπέμπετό τις ὑπὸ βασιλέως ἐπίσκοπος, q
ὃς ἐφεώρα τὰ πράγματα, <ὃν> τοῦ <βασιλέως ὀφθαλμὸν> ἐκάλουν (Ar. Ach. 192) <βασιλίδες>· ὑπόδημα γυναικεῖον, καὶ αὐλητικόν, ὡς Ἐρατοσθέ-
νης (frg. 28 Str.) ἀπὸ τοῦ βασιλέως κληθέν *<βασιλῆα>· βασιλέα vASn <Ἀττικῶς> vn <βασιλίνδα>· παιδιᾶς εἶδος, ᾗ βασιλέας καὶ στρατιώτας ἀπομι-
μούμενοι ἐχρῶντο ... παρὰ Ταραντίνοις δὲ καὶ ἡ Ἀφροδίτη <Βασιλίς> *<βάσιμα>· ἐπίβατα vgASn <βάσιμον>· ἑδραῖον, βέβαιον, στάσιμον. *ἢ πορευτικόν (vgASP) <βάσις>· ὁ ῥυθμός. δηλοῖ καὶ τὴν πορείαν. καὶ βῆμα. καὶ ὁδόν *<βάσις>· στήριγμα. vgAS ἕδρα. *στάσις. Σ ῥυθμός. πορεία. βῆμα.
ὁδός <βάσκα>· μακέλη [βασκανία] <βασκαίνει>· λυπεῖ. φθονεῖ. μέμφεται (Dem. 18,189) q vgAS <βάσκανος>· *φθονερός (Dem. 18,119) AS [ἀχάριστος. συκοφάν-
της]. Σοφοκλῆς (fr. 931) δὲ ἰδίως τὸ <βάσκανον> ἐπὶ τοῦ ἀχάριστος. καὶ ὁ συκοφάντης παρὰ τοῖς ῥήτορσιν <βασκαρίζειν>· σκαρίζειν. Κρῆτες <βασκάς>· ὄρνεόν τι (Ar. Av. 883?) <βασκεπικρολεα>· πλησίον †ἐξεθόαζε. Λυδιστί (Hippon. fr.
14 A1 D.) <βάσκε>· πορεύου S [λέγε] ἀνάστηθι <βάσκειν>· [λέγειν] κακολογεῖν h καὶ ἀναστῆναι <βασκευταί>· φασκίδες. ἀγκάλαι *<βάσκ' ἴθι>· ἐκ παραλλήλου· πορεύου (Β 8) g <βάσκιοι>· δεσμαὶ φρυγάνων <βάσκιλλος>· κίσσα <βάσκον>· ἐχώρουν [<βάσκου>· πορεύου] *<βασμός>· βαθμός ASP (g) <βασσαίας>· τὰς ἐν βήσσῃ γεγονυίας. ἔλεγον δὲ <βήσσας> τοὺς
κοίλους καὶ δενδρώδεις τόπους. ἔνιοι τοὺς βασίμους τῶν ὀρῶν <βασσάραι>· χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾴκιαι Βάκχαι q *<βάσσαρος>· ἀλώπηξ vgAS [καὶ βασσάτη] παρὰ Κυρηναίοις
(Hdt. 4,192,2) <βασσάρια>· τὰ ἀλωπέκια οἱ Λίβυες λέγουσιν (Hdt. 4,192,2) <βᾶσσος>· οὐδετέρως· ἡ βῆσσα <βασταγή>· βάρος <βαστά>· ὑποδήματα. Ἰταλιῶται <Βάστας ὁ Χῖος>· Δημοκρίτου ἐπώνυμον, καθὰ καὶ Εὔπολις
(fr. 81) ἐν Βάπταις. ἔστι δὲ ἱστοριογράφος <Βάτα Κάρας>· δύο ταῦτα ὀνόματα. ἐπιγέγραπται δὲ ἐπὶ ἀναθή-
ματος ἐν Σάμῳ ἐν τῷ τῆς Ἥρας ἱερῷ οὕτω· <Βάτα Κάρας Σάμιος Ἥρῃ τήνδε θήρην ἀνέθηκε> <βάστακας>· τοὺς πλουσίους καὶ εὐγενεῖς <βαστιζα κρόλεα>· θᾶσσον ἔρχου. Λυδιστί <βαστραχηλίζει>· τραχηλίζει <βάστραχας>· τοὺς τραχήλους. Βοιωτοί *<Βάταλος>· καταπύγων καὶ ἀνδρόγυνος S κίναιδος. ἔκλυτος (Dem.
18,180) AS <βατάνια>· τὰ λοπάδια. ἡ δὲ λέξις Σικελική <βαταίνει>· καλεῖ †<βαθάρα>· πυκλιή, Μακεδόνες. πυρλός, Ἀθαμᾶνες <βατᾶς>· ὁ καταφερής. Ταραντῖνοι <βατήν>· †αἰχμήν. [ἐπορεύετο, ἐβάδιζεν] <βατήρ>· βαίνων. βαδιστικός <βατῆρα>· τὸ ἄκρον τοῦ σκάμματος τῶν πεντάθλων, ἀφ' οὗ
ἅλλονται τὸ πρῶτον q <βατηρίαν>· ῥάβδον. *καὶ <βακτηρίαν> (ASn) <βάτης>· πίθηκος. ἀναβάτης <βάτια>· ὁ τῆς συκαμίνου καρπὸς <ὑπὸ Σαλαμινίων>, καλεῖται δὲ
καὶ <ἅβρυνα ἢ μόρα> q <βατίδες>· εἶδος ἰχθύος πλατύ, [ἢ βατία]· διαφέρει δὲ τοῦ βάτου
ἰχθύος, ὡς Ἀριστοτέλης ποιεῖ φανερόν q <Βατίεια>· πόλις Τρωϊκή (Β 813) <βατιάκη>· φιάλη. οἱ δὲ εἶδος ποτηρίου <Βατιῆθεν>· ἐκ δήμου Βατῆς, τῆς Αἰγηΐδος φυλῆς †<βάτηρος>· ἐξ ἐχίνου σφάκελος *<βατόν>· βάσιμον, ἐν ᾧ δύναταί τις ἐπιβαίνειν AS <βάτινος>· δαυλός. Μεσήνιοι <βάτος> καὶ <βατίς>· ἰχθύες διαφέρουσιν ἀλλήλων. καὶ ἀκάνθης
εἶδος *<βατός>· διαπεράσιμος AS τόπος Σ ἡ δὲ ἄκανθα <βάτος> *<βαπταῖς>· πορφυρίσιν n [ἢ ὁδοί] <βατταρισταῖς>· τοῖς βατταρίζουσιν <βατεῖν>· πορεύειν. πορεῖν *<βαττολογία>· ἀργολογία. ἀκαιρολογία (vg) *a) <βάτρα> AS <καὶ b) <βάττος>>· S βάσις <καὶ> βασιλεύς (Hdt.
4,155,2) ASn <βάτραχος>· ἐσχάρας εἶδος <βατραχίς>· ἱματίου εἶδος (Ar. Eq. 1406) <βατραχίς>· ἱματίου χρῶμα, ὃ βάπτεται ὑπὸ <βατραχίου>
πόας q <βατραχίσκοι>· μέρος τι τῆς κιθάρας <βατταρίζειν>· ἐμοὶ μὲν δοκεῖ κατὰ μίμησιν τῆς φωνῆς πεποιῆ-
σθαι, ὡς τὸ <ποππύζειν>. λέγουσι δέ τινες ἀπὸ Βάττου τοῦ ἰσχνοφώνου πεποιῆσθαι, ᾧ καὶ ἡ Πυθία εἶπεν· "Βάττ' ἐπὶ φωνὴν ἦλθες" ἔστι δὲ <ἀσήμως> φθέγγεσθαι, ποππύζειν, τραυ- λίζειν. q *<βατταρισμοῖς>· φλυαρίαις (vg) AS [<βάττικες>· γυναῖκες. Βοιωτοί] <Βάττος>· βασιλεύς, τύραννος· Λίβυες. - τραυλόφωνος, ἰσχνό-
φωνος (Hdt 4, 155) <Βάττου σίλφιον>· παροιμία ἐπὶ τῶν τὰς ὑπερβαλλούσας τιμὰς
εὑρισκομένων. Μετενήνεκται δὲ ἀπὸ τοῦ Κυρηναίους ἑνὶ τῶν Βαττιαδῶν μεταδοῦναι ἐξαίρετον σίλφιον, ὃ ἐκτετίμηται παρ' αὐτοῖς, ὥστε καὶ ἐν τῷ νομίσματι ὅπου μὲν Ἄμμωνα, ὅπου δὲ σίλφιον ἐγκεχαράχθαι <Βάττου σκοπιά>· χωρίον Λιβύης, ἀπὸ Βάττου <βᾶϋ>· εἶδος ἄνθους <βαυβᾷ>· κοιμίζει <βαυβᾶν>· καθεύδειν (Eur. fr. 694? trag. ad. 165?) <βαυβυκᾶνες>· πελεκᾶνες <Βαυβώ>· τιθήνη Δήμητρος. ps σημαίνει δὲ καὶ κοιλίαν, ὡς παρ'
Ἐμπεδοκλεῖ (fr. 153) <βαΰζειν>· *ὑλακτεῖν (ps) ἀσαφῶς λέγειν (Aesch. Ag. 449?) *[<βρύκει>· μασᾶται] gA <βαυκά>· ἡδέα (Arar. fr. 9) <βαυκαλᾶν>· κατακοιμίζειν. [τιθηνεῖν <τὰ> παιδία μετ' ᾠδῆς p
κοιμίζειν [<βαυκανήσεται>· [βοήσεται.] βοήσει] <βαυκαλιζόντων>· τιθηνούντων <βαυκίδες>· εἶδος ὑποδήματος γυναικείου q <βαυκίζεσθαι>· θρύπτεσθαι gp <βαυκιζόμενον>· τρυφερὸν καὶ ὡραϊστήν (Alex. 222,9) g <βαυκίσματα>· τρυφερώματα g <βαυκισμός>· Ἰωνικὴ ὄρχησις. καὶ εἶδος ᾠδῆς πρὸς ὄρχησιν
πεποιημένον <βαύνη>· κάμινος ἢ χωνευτήριον <βαῦνοι>· χυτρόποδες καὶ κάμινοι. ἔνιοι δὲ καὶ ἐφ' ὧν ἐπικαθίζουσι *<βαῦνος>· χυτρόπους A <βαφά>· ζωμός. Λάκωνες <βάφιον>· ὀξύβαφον. Ταραντῖνοι *<βακχεία>· τελετὴ ἐν ὀρχήσει gn χορεία †<βάχθει>· τέλμα ὕδατος. ἢ βάθος <βάψας>· δεύσας. πλεύσας, ἢ τὴν κώπην βάψας (Ar. fr. 225?) *<βδάλλει>· ἀμέλγει <βδαλοί>· ῥαφίδες θαλάσσιαι. καὶ φλέβες κρισσώδεις <βδάλληται>· θηλάζηται, ἢ ἀμέλγηται (Hippocr.) <βδαροί>· δρύες, δένδρα *<βδέλλα>· εἶδος σκώληκος (Prov. 30,15) ἢ <βδέλλιον> AS [<βδέλεσθαι>· κοιλιολυτεῖν] *<βδελυγμίαις>· δυσωδίαις (vgAS) <βδελυγμίαι>· ναυσίαι S <βδελυκτός>· μισητός P ἐξουδενημένος (Prov. 17,15. 2. Macc.
1,27) καὶ <βδελυρός> <βδελύξεται>· <μισήσει> (Hippocr. aff. mul. 1,39) S *<βδελυρά>· μίσους ἀξία vgAS *<βδελυροί>· μισητοί, (vgAS) κακοί, ἐξουδενημένοι (Dem. 21,123) <βδελυρῶν>· ὑφορωμένων, μισητῶν [<βδελύσσεσθαι>· κενοῦσθαι τὴν κοιλίαν] *<βδελυσσόμενοι>· μισοῦντες AS *<βδελύττεται>· μισεῖ gn ὑφορᾶται (Ps. 5,7?) <βδύλλων>· τρέμων. ἢ βδέων *<βδύλλειν>· δεδιέναι, τρέμειν AS ἢ βδεῖν S *<βδέννυσθαι>· κενοῦσθαι κοιλίαν gASph *<βεβάασι>· βεβήκασιν. AS ἐνεστήκασι. παρεληλύθασι (Β 134) <βεβαδικώς>· παρών *<βεβαίαν>· ἀσάλευτον, μένουσαν (Hebr. 6,19; 2. Petr. 1,19) vgAS *<βέβαιον>· ἀσάλευτον, ἀσφαλές, ἀμετάβλητον (vg) <βεβαιῶ>· κυρῶ <βεβαιώσεως δίκην>· τὸ ἐπὶ τῶν ὠνησαμένων τὸ μετὰ ταῦτα
ἀμφισβητούμενον q *<βέβακεν>· οἴχεται. [ἀπέθανεν (Eur. Or. 971) AS <βέβακται>· εἴρηται (θ 408) S <βεβάμεν>· βεβηκέναι (Ρ 359) †<βέβασις>· τὸ εὐζόμενον *<βεβαώς>· βεβηκώς vgAS ἱστάμενος (Ξ 477) <βεβῶσα>· βεβηκυῖα. ἢ περιβεβηκυῖα (υ 17) <βέβηκεν>· οἴχεται. τέθνηκε, πεπόρευται (Eur. Alc. 393. Or.
971 ..) <βέβηκα>· ἵσταμαι *<βεβήκει>· ἐπορεύετο (Α 221) AS ἥδραστο, πεπαγίωτο (Ρ 137)
vgAS *<βεβηκός>· ἀσφαλές gAS <βεβηκότας>· βεβαίως ἐνεστηκότας <βέβηλον>· τὸ μὴ ἱερὸν καὶ ἄθεον. καὶ ἀβέβηλον· <τὸ θεῖον> q *<βέβηλος>· ἀνίερος. g ἀμύητος (hebr. 12,16?) g Pp *<βεβηλοῦνται>· μιαίνονται. ASn ἁμαρτάνουσιν (Ps. 9,26) AS <βεβίηκε>· βεβίασται (Κ 145) S *<βεβίωκα>· ἔζησα (Dem. 18,10) vgAS <βεβιωμένα>· ἃ ἐπράξαμεν (Dem. 18,265) (p) <βεβλημένος>· τετρωμένος (Λ 591 etc.) *<βεβλήκει>· ἔβαλε (Δ 108) n <βέβλεσθαι>· μέλειν. φροντίζειν <βέβλην>· μέλειν <βεβλιχασμένον>· μεμολυσμένον <Βεθηλ>· οἶκος θεοῦ p <βέβλωκεν>· ἠρεμεῖ. φύεται, <φαίνεται> q <βεβολημένος>· βεβλημένος. ASn [βεβουλευμένος.] ἠπορημένος.
τεταραγμένος (Ι 9) ἢ [τετρωμένος (κ 247) S <βεβολήατο>· τέτρωντο (Ι 3) <βεβοημένα>· διαβόητα (Hdt. 3,39?) *<βεβουκόλημαι>· πέπαιγμαι πεπλάνημαι vgAS <βεβράδα>· ἀθερίνην <βεβράξαντα>· συντόνως κεκραγότα. Λέγουσι γὰρ τὸ ἔνδον τῶν
σιαγόνων μέρος <βέβρηκας> <βεβρασμένων>· [εἱμαρμένων.] τετιναγμένων <βέβρηκες>· τὸ ἔνδον τῶν σιαγόνων μέρος <βεβρενθυμένον>· παρὰ Ἱππώνακτι (fr. 109 B.) ὀργιζόμενον <βεβρίθασι>· βεβαρημέναι εἰσίν, οἱ δὲ πεπληρωμέναι. <Βρῖθος>
γὰρ τὸ βάρος καὶ ἡ ἰσχύς (o 334) *<βέβριθε>· βεβάρηται (Π 384) gSn *<βεβριθυῖαι>· βαρεῖαι, ἰσχυραί (v. l. Δ 282) (g)AS *<βεβριθώς>· βαρούμενος (vg) ASn <βεβρεγμένος>· ὑπομεθύων (Eubul. fr. 126) <βέβροξ>· ἀγαθός, χρηστός, καλός <βεβρός>· ψυχρός, τετυφωμένος (Hippon. fr. 71 Kn.) <βεβροτωμένα>· ᾑματωμένα, μεμολυσμένα (λ 41) *<βέβρυχεν>· ἤχησε (ε 412) gASn <βεβρυχότες>· †θυμοφονοῦντες <βεβρώθοις>· καταφάγοις (Δ 35) ASn <βεβυκῶσθαι>· πεπρῆσθαι, <παρὰ> Θετταλοῖς <βεβυλλῶσθαι>· βεβύσθαι *<βεβυσμένη>· πεπληρωμένη AS πεφραγμένη (vg) <βεβυσμένον>· πλῆρες (δ 134) *<βεβῶτα>· βεβηκότα gAS †<Βεβέηκος>· ὁ Ἠριδανὸς ὑπὸ τῶν Ἐνετῶν <βειέλοπες>· ἱμάντες, p οἷς ἀναδοῦσι Λακεδαιμόνιοι τοὺς νικη-
φόρους [<βυίκας>· μακράν] <βεικάδες>· δέρματα θρεμμάτων νόσῳ θανόντων. Λάκωνες <βείκατι>· εἴκοσι. Λάκωνες *<Βεζέκ>· ἀστραπή (g) τις. Ἰεζεκιήλ (Ezech. 1,14) <βιβάσθων>· κατ' ὀλίγον προβάς (Π 534) <βειλαρμοστάς>· ἰλάρχας. Ταραντῖνοι <βείῃ>· ζήσεις S, βιώσεις, [βιώσῃ S, πορεύσῃ (Π 852 Ω 131) <βείομαι>· πορεύσομαι. ζήσομαι (Ο 194 Χ 431) <βείομεν>· πορευθῶμεν. ζήσωμεν <βείρακες>· ἱέρακες <βειρακή>· ἡ ἁρπακτική <βείριξ>· ἔλαφος <βειρόν>· δασύ <βεικηλᾶ>· νωχελῆ. ἀχρεῖα. Λάκωνες <βινεῖν>· παρὰ Σόλωνι τὸ βίᾳ μίγνυσθαι. τὸ δὲ κατὰ νόμον
ὀπύειν <βινητιᾶν>· τὸ πασχητιᾶν. καὶ τὸ ὄρεξιν ἐπὶ συνουσίαν ἔχειν <βείω>· πορευθῶ (Ζ 113) [<βείωνται>· καταπονῶνται] <βεικούς>· τοὺς πίθους (Hdt. 1,194,2) <βεκάς>· μακράν <βεκός>· ἄρτος. [ἢ ἄβητος]. Φρύγες (Hdt. 2,2,3) †<βεκῶς>· μακρόθεν <βεκκεσέληνος>· σεληνόπληκτος (Ar. Nu b. 398) <βεκός>· ἀνόητος <βέλα>· ἥλιος, gASn καὶ αὐγή, S ὑπὸ Λακώνων <βελάς>· εἴρων, καὶ καταγελαστής *<Βελβίνα>· κώμη Λακωνική (Hdt. 8,125) np <Βελέβατος>· ὁ τοῦ πυρὸς ἀστήρ. Βαβυλώνιοι <βελεβέκη>· βελόνη. [<Βελγαῖος>· ἀπὸ πόλεως Βέλγης] *<βέλεμνα>· βέλη, vgAS τόξα (Ο 484) <βελέων>· βελῶν (Δ 465) <βέλεα>· βέλη (Θ 67) <βέλεκκος>· ὄσπριόν τι ἐμφερὲς λαθύρῳ μέγεθος ἐρεβίνθου ἔχον
(Ar. fr. 755) <βελάσεται>· ἡλιωθήσεται [<βέλλαι>· ῥαφίδες θαλάσσιαι] <βέλλειν>· μέλλειν <Βέλλερος>· ὑπὸ Βελλεροφόντου κτανθείς. ἢ ὁ Βελλεροφόντης <βέλλιον>· ἀτυχές. Κρῆτες *<βέλιαι>· <διάβολοι> S εὐκίνητοι AS <Βελίαρ>· δράκων (2 Cor. 6,15) <βέλλιρ>· τρυφαλίς. Λάκωνες *<βεελφεγώρ>· εἴδωλον <τοῦ Βήλ> (Ps. 105,28) n <βελλούνης>· τριόρχης. Λάκωνες <βελονοποικίλτης>· ὁ τῇ ῥαφίδι ὕφη ποιῶν καὶ ζωγραφῶν <βέλος>· μάχαιρα. [τραῦμα. (Θ 513) gn ἀκίς. καὶ πᾶν τὸ βαλλόμενον.
(Μ 458) καὶ τὴν ἀλγηδόνα (n) <βέλος> λέγει (Λ 269 Ξ 439) <Βέλτη>· χωρίον Φρυγιακόν *<βέλτερον>, βέλτιον, κρεῖσσον, AS ἄμεινον, κάλλιον <βελτιωτέρας>· τὰς βελτίους. Τελέσιλλα (fr. 6) †<βελτός>· ὁ βλητός <βέμβιξ>· ῥόμβος. στρέβλα. δίνη. ἢ συστροφὴ ἀνέμου <βέμβικος δίκην>· ῥόμβου τρόπον. ἐπὶ τοῦ φεύγοντα μὴ <ἐπ'>
εὐθείας τὴν φυγὴν ποιεῖσθαι, ἀλλ' εἱλεῖσθαι [<βεμεῖ>· δονεῖ] <βεμβικίζει>· ῥομβεῖ. στρέφει. διώκει [<βεμβεύει>· δινεύει] <βεμβίδιον>· ἰχθύδιον λεπτόν <βέμβλωκεν>· ἐντυγχάνει. ἕστηκε. πάρεστι [<βεμόλετο>· ἐφρόντισε] <βεβροντῆσθαι>· παραπεφρονηκέναι [<βεμβρός>· τετυφωμένος. πάρετος] <βέμβιξ>· κῶνος. [συστροφὴ ἀνέμου. ῥόμβος. στρέβλα] *τροχός
vgAS <βεμβρεῖ, βεμβρεύει>· δινεύει <Βενδῖς>· ἡ Ἄρτεμις, Θρᾳκιστί· παρὰ δὲ Ἀθηναίοις ἑορτὴ Βεν-
δίδεια *<βένθεσι>· βάθεσι (Α 358) vgAS <βένθος>· βάθος. πυθμήν <βερβίνια>· ξύλα καθηλωμένα, ἐξ ὧν τὰς ληκύθους ἐκρέμων
(Hermipp.). οἱ δὲ γένος τι Ἀρκαδικὸν τοὺς Βερβενίους <Βεργαῖος>· ὁ ἀπὸ πόλεως βέργης (Alex.) <Βέργιος>· ποταμὸς ἐν Λιβύῃ *<βέρεθρον>· βάθος. (Θ 14) ASP βάραθρον. κατώτατον. ἔσχατον
(Greg. Naz. c. 1,2,9,9. 2,1,1,502 ..) ἢ πηλώδης τόπος. [ἢ κοίλωμα καταχθόνιον (gn) <Βερεκύνδαι>· δαίμονές τινες [καὶ ῥόμβοι] <Βερεκύνται>· Φρυγῶν τι γένος. καὶ πρότερον <Βερεκυντία> ἡ
Φρυγία. καὶ <αὐλὸς Βερεκύντιος> <Βερέκυντα βρόμον>· Φρύγιον αὐλόν. Σοφοκλῆς Ποιμέσιν (fr.
470) <Βερεκυντίας>· ἄνεμος οὕτως καλούμενος <Βερενίκης> [*Βερονίκη· πόλις ASn] <πλόκαμος>· τοῦτον κατη-
στερίσθαι φησὶ Κόνων. καὶ βόλος δέ τις ἀστραγάλων οὕτω καλεῖται <Βερενικίδαι>· δῆμος Πτολεμαΐδος φυλῆς <Βερενικίδες>· <εἶδος> ὑποδήματος γυναικείου <Βερενίκιον>· εἶδος βοτάνης <βέρκιος>· ἔλαφος, ὑπὸ Λακώνων [<βρέκται>· φυσσῆται] <βερκνίς>· ἀκρίς <βερνώμεθα>· κληρωσώμεθα. Λάκωνες <βέῤῥης>· δραπέτης <βεῤῥόν>· δασύ <βεῤῥεύει>· δραπετεύει †<βεῤῥέαι>· κληρῶσαι †<βερωνετῶν>· ἀλλὰ ἀνετῶν <βέσκεροι>· ἄρτοι, ὑπὸ Λακώνων <βεστόν>· ἔσθος καὶ .. ὁ τῶν †ἐθῶν ἔμπειρος. Λάκωνες δὲ βεστη-
κότα ἕσσαντα [<βέτεθρον>· βάθος] <βέτης>· τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ <βεῦδος>· στέμμα τι, καὶ ἱμάτιον γυναικεῖον (Sapph. fr. 155) καὶ
πόλις. καὶ ἄγαλμα <βῆ>· ἔβη, ἐπορεύθη (Β 665?) [<βεβῆσαι>· τὸ βιῶσαι, βιῶναι] <βηβήν>· πρόβατον <βήζει>· φωνεῖ <βῆ δ' ἄρ'>· ἐπορεύθη (Β 16) *<βῆ δέ>· ἐπορεύθη δέ (Α 34) ASg <βῆκα>· ἀναδενδράς <βῆθι>· βάδιζε. μέτρει <>βῆμα>· πρόβατα (Ε 140) <βήκη>· χίμαιρα <βηκώνιον>· εἶδος βοτάνης <βὴ λέγει>· βληχᾶται. ἢ θύει (Aristoph. fr. 642) <βήλημα>· κώλυμα. φράγμα ἐν ποταμῷ. Λάκωνες <Βῆλθις>· ἡ Ἥρα. ἢ Ἀφροδίτη <βηλήσσει>· βληχᾶται <βῆλος>· οὐρανός Sn <βαρυτόνως> καὶ Ζεὺς An <καὶ> Ποσειδῶνος
υἱός nq <βηλός>· οὐδὸς οἴκου. ἀπὸ τοῦ βαίνεσθαι. *ὁδός v σταθμός q *<βηλοῦ>· σταθμοῦ (Α 591) vgAS †<βλοσέμεν>· σκοτωθῆναι *<βηλῷ>· βαθμῷ. [βατῆρι. οὐδῷ (Ψ 202) AS <βῆμα>· πλείονα μὲν σημαίνει κοινότερον· <ἐστὶ> δὲ οὕτως καὶ τὸ
λογεῖον, ὥσπερ <καὶ τὸ> ἐν ἐκκλησίᾳ καὶ δικαστηρίῳ. σημαίνει δὲ καὶ τὸ [κύκλημα γράφεται δὲ καὶ] ἐκκύκλημα. ἦν δὲ καὶ ἐν Ἀρείῳ πάγῳ <βῆμα> q [<βῆνος>· κιβωτός] <βηματίζει>· τὸ τοῖς ποσὶ μετρεῖν. ἔστι δέ πως ἡ λέξις Μακεδονική †<βηνῶσα>· ἡ φωνὴ τῶν προβάτων <βήξ>· βηχίον <βήρ>· τὸ φρέαρ. Σύροι <βήρβη>· κωδία μήκωνος <βήραξ>· μάζα μεγάλη <βηράνθεμον>· νάρκισσος. οἱ δὲ τηράνθεμον λέγουσι <βήρηκες>· μάζαι ὀρθαί. οἱ δὲ ἁπλῶς μάζας. ἄλλοι μάζας ἄνωθεν
κέρατα ἐχούσας q ........ <βηρίδες>· ὑποδήματα, ἃ ἡμεῖς <ἐμβάδας> λέγομεν <βῆ ῥ' ἴμεναι>· ὥρμησεν ἰέναι (π 341. ρ 604) <βηρίχαλκον>· τὸ μάρανθον. Λάκωνες <βηρυσσεύειν>· σπείρειν <βηρύς>· ἰχθύς <βήρυλλος>· *λίθος (Tob. 13,17) AS ἢ βοτάνης εἶδος <βῆσσαι>· κλίμακες, κοιλίαι. καὶ ὑδρηλοὶ τόποι. κρημνοί. καὶ τὰ
βάσιμα ὄρη. καὶ πόλις (Β 532) καὶ βάσιμοι τόποι τῶν ὀρέων <βήσσας>· ὁμοίως <βήσατο>· ἐπέβη (Γ 262) *<βήσσῃς>· τόποις βασίμοις τῶν ὀρέων (Γ 34) AS *<βήσεται>· ἀποβήσεται (Β 339) vAS *<βησίον>· ποτήριον AS <βήχιον>· βοτάνης εἶδος (Hippocr. art. 63) *<βήσομεν>· ἐπιβιβάσομεν, ἐμβιβάσομεν (Α 144) AS <βητάρμονες>· ὀρχησταί, [οἱ διὰ τῶν ποδῶν ὀρχούμενοι.] ἀπὸ
τοῦ ἡρμοσμένως βαίνειν (θ 250) q(n) <βηχίον>· νόσος ἐν λάρυγγι *<βία>· δύναμις AS ἰσχύς. [ἀνάγκη P <βιάζεται>· βιαίως κρατεῖται (Λ 588) *<βίαιος>· παράνομος AS <βία πυρός>· δύναμις n πυρός, ἢ ἀνάγκη <βιάτωρ>· κυάθιον μικρόν, ἤγουν κοχλιάριον <βιᾶται>· γυναῖκας βιάζεται *<βιβάζει>· ὀχεύει. gAS ἐπὶ τῶν θρεμμάτων. ὑβρίζει <βιβάς>· βαίνων. ἕρπων. *διαβαίνων (Η 213) AS *<βίβασις>· κοίτη. στιβάς AS *<βιβάσθων>· διαβαίνων (Ν 809) S *<βιβλία>· βυβλία. AS ἐπιστολαί *<βιβῶντα>· διαβαίνοντα (Γ 22) AS <βίδην>· εἶδος. κροῦμα. Σοφοκλῆς Ἀκρισίῳ (fr. 57) [<Βηρσαβεέ>·
μήτηρ Σολομῶντος. καὶ τόπος περὶ τὴν ὀρεινὴν τῆς Παλαι- στίνης]· "<ὡς ἐπιψάλλειν βίδην τε καὶ ξυναυλίαν> ..." ἄλλοι <βίθυν> [<βιζῆαι>· κοῖται. στιβάδες S] <βίην Ἡρακληείην>· περιφραστικῶς τὸν Ἡρακλέα (Ε 638 etc.) S *<βίῃ>· δυνάμει. AS [ἢ δύναμις] (Α 430) *<βίηφι>· δυνάμει. βίᾳ (α 403) AS. [ὡς Πολέμων (p. 94 P.) ἐν
Ἐρατοσθένους Ἐπιδημίᾳ] <Βῖκας>· σφίγγας *<βῖκος>· στάμνος ὦτα ἔχων (Ier. 19,1) vgAS *<βιμβικίζεται>· περικρούεται vgAS <Βίβλινος>· εἶδος οἴνου (Hes. op. 589) καὶ γένος ἀμπέλου ἐν Θρᾴκῃ.
καὶ ὁ παλαιὸς οἶνος. Ἐπίχαρμος (fr. 174) δὲ ἀπ' ὀρῶν Βιβλί- νων. ἔστι δὲ Θρᾴκης q <βιοῖο>· τοῦ τόξου (Α 49) *<βιόν>· τόξον (Κ 260) n <βιός>· τόξον ἀπὸ τῆς κατὰ τὴν ἔντασιν βίας (Δ 125) *<βίος>· ζωή P, περιουσία *<βιότοιο>· τῆς ζωῆς (Δ 170) S <βιοτεύειν>· τὸ ζῆν. Θουκυδίδης (1,130,1) *<βιοτῆς>· ζωῆς vg <βιοτεύων>· συνζῶν. συναναστρέφων <βιοῦν> καὶ <βιοτεύειν· βιοῦν> μὲν τὸ διάγειν, τὸ ζῆν, <βιο-
τεύειν> δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον *<βίοτος>· τὸ ζῆν, ἢ [ζωή. S καὶ τὰ πρὸς τὸ ζῆν· Σ βίοτον κατα-
κείρειν (Δ 686) [<βιοῤῥός>· δουλεία] <βίον μεμαγμένον>· ἐπὶ τοῦ εὐδαίμονος βίου <βιότου>· βίου (ξ 527) <βιόσσαο>· τὸ ζῆν ἔδωκας, βιῶσαι ἐποίησας (θ 468) <βιόωνται>· καταπονοῦσι. βιάζονται (λ 503) <βιπτάζειν>· ἐπιβάπτειν (Epich. fr. 175) <βίῤῥη>· πυράγρα. οἱ δὲ δρέπανον <βίῤῥοξ>· δασύ. Μακεδόνες <βιῤῥωθῆναι>· ταπεινωθῆναι <βίσβης>· δρέπανον ἀμπελοτόμον λέγουσι Μεσάπιοι. καὶ ἑορτὴν
<Βισβαῖα>, ἣν ἡμεῖς <κλαδευτήρια> λέγομεν <Βίσσαιον>· <τόπου> ὄνομα ἐν Ἰλίῳ· Πολέμων <βίσκαρις>· εἶδος βοτάνης <βίσταξ>· ὁ β# <μετὰ> βασιλέα παρὰ Πέρσαις <βιστήνη>· ἡ καρδία <Βιστονίς>· Θρᾳκίς [<Βίστρας>· Θρᾴκιον ὄνομα] <βιστιάριον>· τόπος, ἐν ᾧ τὰ χρήματα τίθενται καὶ τὰ ἱμάτια
†τοῦ κοινοῦ <Βισύρας>· ἥρως Θρᾷξ. Θεόπομπος (115, 302 J.) δὲ Χερσοννη-
σίτην λέγει [Βισσύρας] <βίσχυν>· ἰσχύν. σφόδρα †ὀλίγον. Λάκωνες <βιωμένων>· βιαζομένων <βείω>· βῶ, πορευθῶ (Ζ 113) *<βιώνης>· ὁ τὰ δημόσια ἀγοράζων gAS <βιῳ>· τῷ τόξῳ. ἢ τῇ ζωῇ *<βιῶναι>· ζῆσαι (Κ 174) gSn *<βιώτω>· ζήτω (Θ 429) gAn <βίὡρ>· ἴσως. σχεδόν. Λάκωνες <βλαί>· βληχή. Λάκωνες <βλάβεν>· ἐσφάλησαν. ἐστέροντο. ἐβλάβησαν (Ψ 545) <βλάβεται>· βλάπτεται (Τ 82) S *<βλάβη>· λύμη. φθορά (Eur. Hipp. 511) ASn <βλάβος>· βλάβη (Dem. 20,9? Hdt. 1,9,13) <βλαβυρίαν>· εἰκαιολογίαν <βλαβύσσειν>· βλάπτεσθαι <βλαγίς>· κηλίς. Λάκωνες *[<βλαδά>· ἄωρα. μωρά. AS ὠμά] <βλάδαν>· νωθρῶς *<βλαδαρά>· ἄωρα. μωρά. ὠμά AS <βλαδαρόν>· ἐκλελυμένον. χαῦνον <βλαδόν>· ἀδύνατον <βλαδεῖς>· ἀδύνατοι, ἐξ ἀδυνάτων <βλάζειν>· μωραίνειν <βλαβύρει>· πτερύσσεται <βλάθρον>· φυτὸν πτέρει ὂν ὅμοιον, ὅπερ ἔνιοι <βλάχνον> *[<βλαιμάζειν>· ψηλαφᾶν. δοκιμάζειν, πειράζειν] AS <βλᾶκα> καὶ <βλακεύειν>· τὸν ἀργὸν καὶ ἀργεῖν Ἀθηναῖοι. ἔνιοι
προβατώδη *<βλᾶκα>· μωρόν A <βλακείας>· ἰχθὺς ποιός <βλακεύει>· διατρίβει. ληρεῖ, μωραίνει. νωθρῶς τι ποιεῖ. *ῥᾳθυ-
μεῖ. μαλακίζεται AS *<βλακεία>· μαλακία ASPn <βλακεύειν>· μωραίνειν. εἴρηται δὲ ἀπὸ ἰχθύος τοῦ καλουμένου
<βλακός> <βλακικώτερα>· εὐηθικώτερα *<βλάξ>· μωρός. ἀπό τινος ἰχθύος δυσώδους. S ἢ ὁ διὰ νωθείαν
ἡμαρτηκὼς ἐν τοῖς προδήλοις AS *<βλάσκει>· [λέγει.] καπνίζει AS <βλασκείας>· ἰχθὺς ποιός <βλαστά>· βλαστήματα. S πλαταγώνια. Σικελοί [<βλαστάζειν>· βλιμάζειν.] [οἱ αὐτοί] <βλάξ>· ἀργός. τρυφερώδης. μαλθακός <βλάστην>· φυήν. βλάστημα. βλαστός <βλαταγίζουσα>· ἐπικροτοῦσα [<βλάνος>· τυφλώδης] *<βλάτταν>· χόρτος. AS ἢ λάχανον S <βλαττοῖ>· παιδαριεύεται *<βλαύτια>· σανδάλια vgAS [<βλαχάν>· ὁ βάτραχος] <βλᾶχρον>· πόα τις <βλάσταν>· βλάστησιν, Κύπριοι <βλαῦδες>· ἐμβάδες, κρηπῖδες, σανδάλια, ὑποδήματος ... [οἱ δὲ
<βλακεύς>] <Βλαύτη>· τόπος Ἀθήνησι <βλαυτοῦν>· ὑποδέειν. ἢ πλήσσειν σανδαλίῳ, οἱ δὲ ὑποδήματι
(Men.) †<βλεερεῖ>· οἰκτείρει. Βοιωτοί <βλείης>· (Epich. fr. 219) βληθείης. καὶ <βλεῖο> (Ν 288) ὅτι† <βλέθραν>· λεῖον ἰχθύν <βλεκέμυξος>· βλακώδης. μυξώδης. εὐαπάτητος *<βλεμεαίνειν>· γαυριᾶν, (AS) ἐπαίρεσθαι. πεποιθέναι. εὐθυμεῖν.
χαίρειν. πιστεύειν. ἀφρίζειν. ὀργίζεσθαι (Greg. Naz. c. 1,2,9, 113 [37,676]) <βλένα>· μύξα. οἱ δὲ διὰ τοῦ π <πλένα> καὶ <πλέννα> τὰ ἀσθενῆ
καὶ δυσκίνητα <βλεννόν>· νωθῆ. μωρόν (Sophr. fr. 51) *†<βλεόερον>· βάθος. δεσμωτήριον AS *<βλεσός>· παραλυτικός vgAS <βλεπάζοντες>· βλέποντες <βλεπεδαίμων>· ὁ ὑπὸ νόσου κατεσκληκὼς καὶ κακόχρους ὑπὸ
δαιμόνων (Com. ad. fr. 85; 3,415 K) <βλεπετύζει>· σκαρδαμύττει. βλέπει <βλέπησις>· βλέψις (Ar. fr. 757) <βλιτόνουν>· βλιτώδη <βλέτυγες>· φλυαρίαι. οἱ δὲ <βλέκυγες> <βλέτυες>· αἱ βδέλλαι <βλεφαρίδες>· αἱ ἐν τοῖς ὀφθαλμοῖς τρίχες †<βλεῖ>· βλίσσει. ἀμέλγει. βλίζει <βλήδην>· μετὰ τοῦ βάλλειν <βλῆμα>· ἄρτος ἐντεθρυμμένος †<βληθρήν>· τραχεῖαν. οἱ δὲ ἁπαλήν <βλιμάζειν>· ὑποθλίβειν τοὺς μαστούς <βλήμενος>· τετρωμένος (Δ 211) †<βλῆναι>· ἀληθεῖς <βλῆρ>· δέλεαρ. τὸ δὲ αὐτὸ καὶ αἶθμα. παρὰ Ἀλκαίῳ ἡ λέξις <βλῆραι>· αἱ κνίδαι. ἄλλοι χόρτον. οἱ δὲ τῶν ὀσπρίων τὴν καλάμην <βλήσσανον>· φυτὸν σχίνῳ ὅμοιον <βλίσσα>· βότρυν ἡμιπέπειρον *<βλῆσθαι>· βληθῆναι. [τρωθῆναι (Δ 115) A <βληστάς>· ὁ χερσαῖος σκορπίος <βληστρισμός>· ῥιπτασμός. καὶ ἄλυσις (Hippocr. Epid. 1,26 β) <βλητιεῖ>· καταβαλεῖ. νικήσει <βλητεύει>· καταβάλλει *<βλῆτο>· ἐβέβλητο (Δ 518) n <βλητός>· ὁ ἀπόπληκτος <βλήτροισι>· τῆς ἁμάξης τροχοί. σφῆνες. ἐμβλήματα. οἱ δὲ
γόμφους καὶ συμβολὰς ἀξόνων (Ο 678) <βλητρώσας>· ἐμβαλών *<βληχή>· φωνὴ προβάτων (μ 266) vgPp <βληχᾶται>· φωνεῖ <βλήχημα>· μωρός. προβατώδης *<βληχήματα>· βοαὶ προβατώδεις AS <βληχήσασθαι>· ὡς πρόβατα βοῆσαι *<βληχράν>· ἀσθενῆ (Ε 337?) AS <βλῆχρος>· πτέρις *<βληχρόν>· ἀσθενές. AS νωθρόν. ἁπαλόν. λελυμένον <βλήχων· γλήχων>· καὶ <γὰρ> οὕτως λέγεται. ἔστι δὲ εἶδος
βοτάνης. καὶ τὸ ἐφήβαιον (Ar. Lys. 89) <βλιαρόν>· ἀβλεμές <βλιβρόν>· λαγρόν <βλίδες>· ψεκάδες <βλίκανον>· βάτραχον. καὶ <βλίχαν> <βλικάς>· σύκου φύλλον [<βλιηχῶδες] βλιχῶδες>· παρὰ Ἱπποκράτει (cap. vuln. 19) τὸ
λελεπισμένον, καὶ καθαρόν <βλιμάζειν>· τὸ τιτθολαβεῖν. οἱονεὶ θλίβειν, [ἢ †βαστάζειν,] καὶ
τὸ τοὺς ὄρνιθας ἐκ τῶν στηθῶν πειράζειν. Ἀριστοφάνης Ὄρνισιν (530) <βλίμασις>· ἡ τῶν τιτθῶν θλῖψις <βλιμάξαι>· †βαστάσαι. ἀτιμάσαι <βλίμη>· προπηλακισμός. ὕβρις <βλινόν>· δαλόν <βλίξ>· συνεχῶς <βλίσαι>· καπνίσαι μελίσσας, S καὶ ἐξελάσαι τῶν σμηνῶν, ὑπὲρ
τοῦ <τὸ> μέλι τρυγῆσαι <Βλίσσιοι>· οἱ Βοιωτοὶ πρότερον οὕτως ἐκαλοῦντο <βλιτάς> (Men. fr. 955) ... καὶ <βλίτωνας>· τοὺς εὐήθεις <βλιτάχεα>· παρὰ Ἐπιχάρμῳ (fr. 193). οἱ μὲν τὰ κογχύλια· οἱ
δὲ τὰ ὑφ' ἡμῶν σελάχια <βλίταχος>· βάτραχος *<βλίττειν>· τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων (Plat. rep. 8,564e)
vgAS <βλίτον>· λαχάνου εἶδος <βλίτυρι <καὶ σκινδαψός>>· Ἰόβας τὸν <σκινδαψὸν> ὄργανον
[ὂν] μουσικὸν ἀποδίδωσι, τὸ δὲ <βλίτυρι> χορδῆς μίμημα *<βλοσυρόν>· φοβερόν. g καταπληκτικόν (Η 212 Ο 608) (v)gS(P) *<βλοσυρῶπις>· καταπληκτικοὺς <τοὺς> ὀφθαλμοὺς ἔχουσα (Λ 36)
gASn *<βλύδιον>· ὑγρόν. ζέον. gAS [ἢ ὑποδήματα] S *<βλύζει>· βρύει, πηγάζει, P ἀναβρύει ὕδατα *<βλωθρή>· εὐαυξής. (Ν 390) AS ... ἢ <παρὰ τὸ> προβαίνειν
καὶ ἄνω θρώσκειν *<βλωμοί>· στραβοί vgAS *<βλωμός>· [ἰσχνή,] AS ψωμός (Call. fr. 508) gAS *<βλωρός>· σύκου φύλλον AS *<βλῶσις>· παρουσία gAS *<βλώσκει>· ἀνατέλλει. ἕρπει AS *<βοᾷ>· κραυγάζει (Ξ 394?) AS *<βοάγρια>· ἀσπίδας (Μ 22) S *†<βοαδεῖ>· ὀκνεῖ S <βόας αὔας>· ξηρὰς βύρσας (Μ 137) *<βοείας>· βύρσας (Λ 842) S *<βόεσσι>· βουσί (Β 481) S <βοέοισιν ἱμᾶσι>· βοείοις (Ψ 324) <βοῆ>· βύρσα. ἀσπίς S *<βοηδρομεῖν>· μετὰ σπουδῆς παραγίνεσθαι (Eur. Or. 1510) vgS *<βοὴν ἀγαθός>· ὁ κατὰ τὴν μάχην ἀνδρεῖος (Β 408) S <βοηθήσων>· βοηθῶν S *<βοηθόον>· κατὰ τὴν μάχην ταχύν (Ρ 481) S <βόθρος>· ὄρυγμα γῆς (Sirac. 21,10) *<βολάων>· βολῶν. ἢ πληγῶν (ρ 283) gS *<βόλβιτα>· ἀφόδευμα βοός vg *<βόλβυθον>· τὸ αὐτό S <βολίδες>· ἀκόντια. λογχάρια (Sap. 5,21) S <βολίς>· βέλος. λόγχη· ἀκόντιον (Ierem. 9,7) vgS <βολῇσι>· τρώσεσι, πληγαῖς (ω 160) *<βολίτοις>· βολβίτοις (Ar. Eq. 658) S <βόλοι>· βολισμοί S <βόλος>· θήρα S παλμός. βόλου ὄνομα. καὶ δίκτυον <βόμβαξ>· τοῦτο παρεμβολοειδές ἐστι. σημαίνει δὲ διασυρμόν (Ar.
Thesm. 45?) <βομβαύλιος>· ὁ αὐλητής. ἀπὸ τοῦ <βομβεῖν> (Ar. Ach. 866) <βομβῆσαι>· ὡς περιστερὰ φωνῆσαι *<βόμβησεν>· ἐψόφησεν (θ 190 etc.) gS <Βομβυλεία>· ἡ Ἀθηνᾶ ἐν Βοιωτίᾳ *<βόμβος>· ἦχος, vg(P) ψόφος (P) (Pl. Prot. 316a?) <βόμβους>· ἤχους, S ψόφους <βομβοία>· ἡ κολυμβὰς ἐλαία, παρὰ Κυπρίοις <βομβοιλαδόνας>· †ἐνιαυτούς <βομβρύζων>· τονθρύζων. βοῶν <βομβρυνάζειν>· βρενθύεσθαι <Βομβυλία>· κρήνη ἐν Βοιωτίᾳ <βομβύλην>· λήκυθον [<βόμβυκες>· γένος αὐλῶν. ἢ εἶδος ζώου πτερωτοῦ, κατὰ σφῆκα] <βομβυλίδας>· πομφόλυγας <βομβυλιός>· ποτηρίου γένος, κατὰ μικρὸν ποτὸν στάζοντος·
ὅθεν διὰ τὸν ἦχον οὕτω κεκλῆσθαι (Antisth. p. 20,1 Winck.) ἢ ζῶον, ἦχόν τινα ποιοῦν τοῦ γένους τῶν σφηκῶν (Isocr. 10,12). *ἢ μέλισσα μεγάλη. Sn ἢ μυῖα S <βόμβυξ>· στάμνος. Λάκωνες. *καὶ αὐλοῦ εἶδος. S(g) καὶ ζῶον,
ἀφ' οὗ τὰ βομβύκινα ὑφάσματα συντελεῖται S(gn). ἔνιοι δὲ βομβύλιον οὕτω λέγουσιν· οἱ δὲ †ῥυμόν. *ἢ ἦχος βομβυλισμοῦ Sn <βομβῶνας>· βουβῶνας (*)<βοῶντες>· κραυγάζοντες (Act. Apost. 17,6) †<βομβυθυλεύματα>· τὰ μαγειρικὰ ἀρτύματα· κατεσκευασμένα·
ἔνιοι τὸ σὺν τῇ ὄνθῳ ἀρτύειν <βοώνητα>· τιμῆς βοῶν ἠγορασμένα. [ἢ ἀνόσιος]. παρὰ Κυπρίοις
δὲ ἀνόσιος <βοὸς κέρας>· τὸ περιτιθέμενον τῇ ὁρμιᾷ κέρας κατὰ τὸ ἄγκιστρον.
οἱ δὲ τρίχα (Ω 81) †<βόοσκον>· βουφορβόν. ὀρεινόμον <βοοσσόος>· μάστιξ (Call. fr. 301) καὶ βούτης <βορά>· θοίνη (Eur. Or. 189) *βρῶσις (vg.) σῖτος *τροφή (Iob
38,39) (vgSP) *<βοῤῥᾶς>· ἄνεμος PS ψυχρός. καὶ παγώδης vgS καὶ σκληρός,
τροπικῶς καλούμενος διάβολος, ὁ παρὰ τὸ ὁρᾶσθαι ἐπιδέξιος (Prov. 27,16) *<βόρβορος>· ὀχετὸς δυσώδης (Ierem. 45,6) S <βορβορυγή>· ποιός τις ἦχος, ὃν καὶ <κορκορυγὴν> καλοῦσιν <βορβορίζει>· γογγύζει. μολύνει. Κύπριοι <βορβορωπόν>· αἰσχρόν, βορβόρῳ ἐμφερές <βορβύλα>· πέμμα στρογγύλον διὰ μήκωνος καὶ σησάμης μεγέ-
θους ἄρτου <Βορέας>· σκόλιόν τι ᾀδόμενον οὕτως ἔλεγον. καὶ ὁ ἄνεμος <Βορεασταί>· Ἀθήνησιν οἱ ἄγοντες τῷ Βορέᾳ ἑορτὰς καὶ θοίνας,
ἵνα <οὔριοι> ἄνεμοι πνέωσιν. ἐκαλοῦντο δὲ Βορεασμοί <βορέην>· τὴν φῦσαν. γράφεται δὲ καὶ <βορῆ> <βορεῖον>· γαστὴρ ἐσκευασμένη πως <βορθαγορίσκια>· χοίρεια κρέα, καὶ μικροὶ χοῖροι <βορθαγορί-
σκοι>. Λάκωνες †<βορηά>· βοτάνη πᾶσα [<βοῤῥᾶς>· ἄνεμος ψυχρὸς παγώδης καὶ σκληρός, ὃς τροπολογού-
μενος σκαιὸς καὶ ἀποπομπαῖος λέγεται, ὃς σημαίνει τὸν διά- βολον. περὶ δὲ τῶν ἀσεβῶν ἐπιδέξιος] <βόρμαξ>· μύρμηξ <βόρμος>· ὃν καὶ <βρόμον> λέγουσιν. ἔστι δὲ τροφὴ τετραπόδων,
τὸ πολλαχοῦ μὲν σπειρόμενον, ἐνίοτε δὲ καὶ αὐτομάτως φυό- μενον [<βρότος>· αἷμα. μολυσμός. <Ἄμβροτοι θεοί>· ἄναιμοι καὶ ἀμό-
λυντοι. <Ἄμβροτοι θεοί>· ἀθάνατοι, τῷ ἄμοιροι εἶναι βρότου, τουτέστι αἵματος καὶ μολύσματος] *<βορόν>· βρωτικόν gS καταβρῶσκον Sn <βορός>· πολυφάγος, S ἄπληστος. καὶ ὁ ἐκ τῶν στεμφύλων ἐπὶ
τῆς ἀρυστίδος ὁλκός. Λάκωνες <βοῤῥάζων>· ψοφῶν <βοῤῥᾶς>· [*βρώσεως SΣ ἢ] βορέας. Πλάτων (Criti. 112 b v. l.) [<βοῤῥόν>· βροτικόν] <βοῤῥοῦ>· τοῦ βορέου. ἡ γενικὴ παρὰ Ἀριστωνύμῳ (fr. 8, I 669) <βορσόν>· σταυρόν. Ἠλεῖοι <βόρταχος>· βάτραχος <βόρμος>· ἔνιοι δὲ τὴν ἱππάκην· ἔνιοι δὲ τὴν σιτώδη πόσιν <Βορυσθένης>· ὁ Ἑλλήσποντος. ἔστι δὲ <καὶ> ποταμός *<βόσις>· βόσκησις vgS <βοσκημάτων>· θρεμμάτων q <βοσκόμενον>· δαπανώμενον n *<βόσκων>· τρέφων (Ierem. 38,10) g <βοσκάς>· φασκάς †Λίβιοι <βοσκέων>· ὁ τροφεύς <βοσκή>· τροφή <βόσκομεν>· τρέφομεν <Βόσπορος>· οὐ μόνον ὁ Σκυθικός, ἀλλὰ καὶ Θρᾴκιος οὕτως
ἐκαλεῖτο (Soph. Ai. 884) <βοστρυχοειδῆ>· πολυκαμπῆ <βοστρύχια>· στέμφυλα <βοστρυχίζεται>· κοσμεῖται *<βόστρυχοι>· πλόκαμοι vgS <βοστρυχῶδες>· τὸ [θάλπον, ἢ] θάλλον <βοτά>· βοσκήματα. g κατὰ πάντων δὲ καὶ χερσαίων καὶ πτηνῶν
καὶ ἐνύδρων καὶ ἀγρίων ζώων λέγεται, [δὲ] ἀπὸ τοῦ βόσκεσθαι <βοτεῖν>· βόσκειν <βοτῆρα>· ποιμένα (Eur. Andr. 281) (vgS) <βότις>· †βόλτιον (Sophr. fr. 64) *<βοτοῖσι>· βοσκήμασι (Σ 521) (S) n <βοτρύδια>· ἐνωταρίων εἶδος. οἱ δὲ βότρυς. ἢ Θεσμοφοριαζούσαις
(Ar. fr. 320,10) [<βοτρυδιόν>· κατὰ συντροφήν] *<βοτρυδόν>· ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς οἱ βότρυες τὰς ῥᾶγας
ἔχουσιν g πυκνάς. καὶ κατὰ συστροφήν. ἢ [συνηγμένοι ὁμοῦ (Β 89) n <βοτρυμός>· τρυγητός [<βοτιανείρη>· τροφὴν ἀνδράσι παρέχουσα] [<βοτύσι>· βοσκήμασι] *<βοτῶν>· θρεμμάτων n <βοῦ>· τὸ μέγα καὶ πολὺ δηλοῖ. [Λάκωνες] <βοῦα>· ἀγέλη παίδων. <Λάκωνες> <βουαγετόν>· ὑπὸ βοῶν εἱλκυσμένον ξύλον. Λάκωνες <βουαγόρ>· ἀγελάρχης, ὁ τῆς ἀγέλης ἄρχων παῖς. Λάκωνες <βουάκραι>· οἱ φοίνικες, ὑπὸ Λακώνων <βουβάλιες>· οἱ βούβαλοι (Hdt. 4,192,1). ἢ ἀστράγαλοι <βουβάλιον>· γυναικὸς κοσμάριον (Diph. fr. 59 Nicostr. fr. 33)
καὶ ἄγριος σικυὸς παρὰ Ἱπποκράτει <βούβαλος>· δορκάδιον. καὶ μέγα καὶ πολύ [<βουβάραι>· μεγάλαι <βούβαρα>· μεγάλα <βουβάρας>· μεγαλοναύτης, παρὰ τὴν <βᾶριν>. καὶ μέγα βάρος
ἔχων καὶ αὐχηματίας ἢ ὁ μέγας καὶ ἀναίσθητος ἄνθρωπος] <βούβαρις>· νεὼς ὄνομα, παρὰ Φιλίστῳ (fr. 56,69 J.) <βούβελα>· κρέα βόεια <βουβίλιξ>· σιταποχία <βούβοσις>· πολυφαγία <βουβωνιασκόπος>· ὁ βουβῶνι ἐπᾴδων <βουγάϊος>· *μεγάλως ἐφ' ἑαυτῷ γαυριῶν. gS δηλοῖ δὲ καὶ
ἀναίσθητον καὶ ἀλαζόνα καὶ μεγάλαυχον ἢ ἀγλαϊζόμενον (N 824) <βούβρωστις>· μεγάλη πενία. λύπη (Ω 532). ζωύφιον. *μέγας
λιμός vg λύμη. φθορά. φθόνος <βουγενέων>· τῶν μελισσῶν. Καλλίμαχος· "ἁρμοῖ γὰρ Δανάου γῆς
ἐπὶ <βου>γενέος" (fr. 383,4), καὶ ἡ μέλισσα <βουγενής>, ὅτι ἐκ βοείων ὀστέων γεννᾶται <βούγλωσσον>· ἰχθὺς ποιός (Epich. fr. 65). καὶ βοτάνης εἶδος <βουδάκη>· ἡ βούπρηστις <βουδεψήιον>· τὸ βυρσεῖον <Βούδειον>· πόλις (Π 572) S <Βούδιος>· παρὰ Λυσίππῳ τὸ ὄνομα· κύων δέ τις ἐβόα δεδεμένος
ὥσπερ Βούδιος (fr. 8, I 702). Σέλευκος ἀποδίδωσιν ἄ<φρ>ων, ἀνόητος <βουδόρῳ>· νόμῳ, ᾧ βοῦς δέρουσιν· οἱ δὲ ἀσκῷ <Βουζύγης>· ἥρως Ἀττικός, ἢ πρῶτος βοῦς ὑπὸ ἄροτρον ζεύξας·
q ἐκαλεῖτο δὲ Ἐπιμενίδης. Καθίστατο δὲ παρ' αὐτοῖς καὶ ὁ τοὺς ἱεροὺς ἀρότους ἐπιτελῶν <βουζύγης> <βουθερεῖ>· ἐν ᾧ βόες θέρους ὥρᾳ νέμονται (Soph. Tr. 188). καὶ
†<βούθοροι> τὸ αὐτό <βουθοίνης>· †βούχειλος <βούθουτον>· ὅ τινες ἀνέκφορον· Ἀχαιοὶ δὲ ἰσόμοιρον. Ἀριστοφά-
νης (p. 189,34 Nauck). Λάκωνες <Βοῦθος περιφοιτᾶι>· παροιμία ἐπὶ τῶν εὐήθων καὶ παχυφρό-
νων, ἀπὸ Βούθου τινὸς μετενεχθεῖσα τοῦ Πύθια νικήσαντος, ὃν ἀναγράφει καὶ Ἀριστοτέλης νενικηκότα (Cratin. fr. 245) <βοῦν ἱέρευσεν>· βοῦν ἔθυεν (Η 314) <βουκαῖος>· βουκόλος. οἱ δὲ θεριστής (Theocr. 10,1) <βουκανῆ>· ἀνεμώνη τὸ ἄνθος. Κύπριοι <βουκάπαι>· τῶν βοῶν αἱ φάτναι <βουκέντας>· βοηλάτας <βούκερας>· τὸ σπερμάτιον, τῆλις <Βουκέφαλος>· ἵππος ἐγκεχαραγμένον ἔχων τοῖς ἰσχίοις βούκρα-
νον (Ar. fr. 41.42) καὶ ὁ Ἀλεξάνδρου ἵππος, ἀφ' οὗ πόλιν ἐν Ἰνδοῖς κτίσαι λέγεται *<βουκολέοντι>· <βοῦς νέμοντι> (Ε 313) Sn <βουκολητής>· ἀπατεών <βουκόλια>· ἀγέλη βοῶν (Hdt. 1,126,2? 1. Reg. 14,32?) <βουκολίη>· κακολογία <βουκολίνη>· κίγκλος τὸ ὄρνεον <βουκολιασμός>· μελοποιΐας τινὸς εἶδος καὶ ὀρχήσεως· ἀμφότερα
δὲ ἀγροικικά. καὶ Θεοκρίτῳ γέγραπται *<βουκολεῖσθαι>· <ἀπατᾶσθαι> χρησταῖς ἐλπίσι, <πλανᾶσθαι> n <βουκολήσομεν>· μεριμνήσομεν. ἀπατήσομεν <βουκόλοι>· οὐ μόνον οἱ τῶν βοῶν νομεῖς, ἀλλὰ καὶ ζῷά τινα
οὕτω καλοῦνται *<βουκόλος>· βοονόμος, Sn βοοβοσκός S <βουκολοῦμαι>· ἀπατῶμαι <βουκολουμένας>· ἀπατωμένας. ἀπολουμένας *<βουκολοῦντες>· ἀπατῶντες SP *<βουκολῶν>· ἀπατῶν Sn σοφιζόμενος <Βουκόλω Φαρσαλίας>· πόλις Θρᾴκης <βουκόρυζος>· ἀναίσθητος. ἀσύνετος †<βούκτησις>· φυσητική <βουλαῖα>· τὰ βεβουλευμένα <βουλαχά>· βόλου ὄνομα *<βούλει>· βούλῃ S <βουλεῖα>· [ἡ τοῦ] βουλευτήρια καὶ <ἡ [τοῦ> βουλεύειν ἀρχή S
[βουλείας βουλεύειν (Κ 147)] †<βούλεον>· βούλευμα <βουλεύσαντε>· βουλεύσαντες, δυϊκῶς (Α 531) <βούλευμα>· αἱ βουλαί (Eur.) <βουλεύσεως ἔγκλημα>· τὸ ἐπιβεβουλευκέναι θάνατον οὕτως
Ἀθήνησιν ἐλέγετο <βουλευτικόν>· τόπος τις Ἀθήνησιν ἐν τῷ θεάτρῳ, ὅπου οἱ
βουλευτικοὶ καθήμενοι ἐθεῶντο· καὶ οὗ οἱ ἔφηβοι, <ἐφηβικὸν> ἐκαλεῖτο *<βουλευτικός>· φρόνιμος (Plat. rep. 4,441a) vgS <βουλευτός>· ἀντὶ τοῦ βουλευτής <βουλεψίη>· ἡ λέξις παρὰ Ξάνθῳ (4 p. 629 M.). λέγει δὲ τὰς
Ἀμαζόνας, ἐπειδὰν τέκωσιν ἄῤῥεν, ἐξορύσσειν αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοχειρίᾳ <βουλή>· *γνώμη. (Α 5) vgS θέλημα S ἢ τόπος. ἄνδρες. πρᾶγμα
[βουλῆς λαχεῖν] <βουλῆς λαχεῖν>· τὸ λαχεῖν βουλευτήν, καὶ δραχμὴν τῆς ἡμέρας
λαβεῖν <βουληφόροι>· καὶ ἐπιθετικῶς μὲν αἱ ἐκκλησίαι (ι 112), κυρίως
δὲ βασιλεῖς (Κ 414) <βουληφόρον>· σύμβουλον· οἱ δὲ δεινὸν βουλεύσασθαι· οἱ δὲ
βουλευτήν (Β 24) *<βούλιμος>· μέγας λιμός S(n) <Βουλίς>· γυνὴ οὕτω καλουμένη <βουλυτόν>· τὴν δείλην ὥραν, ἐν ᾗ τὸ ἄροτρον λύεται τῶν βοῶν
(Π 779 ι 58) <βουμανὲς> καὶ †<βορύπαστον>· εἴδη βοτανῶν <βουμέτρης>· ὁ ἐπὶ θυσιῶν τεταγμένος, παρὰ Αἰτωλοῖς <βούμυκοι>· φωναὶ μυκηθμῷ <παραπλήσιαι> [<βοῶναι>· οἰκίαι] <βοῦνις>· γῆ. Αἰσχύλος (Suppl. 116) <βούνιον>· πόας εἶδος <βούνομα>· ἑλώδεις λειμῶνες S <βούνομον>· ὑπὸ βοῶν νεμόμενον (Soph. El. 181) <βουνός>· στιβάς. Κύπριοι *<βουνοί>· βωμοί (Sn?) <βούπαις>· *νέος S, μέγας g, ἀφῆλιξ vgS, μέγας παῖς. ἢ ἰχθύς <βουπαλίδες>· περισκελίδες <Βούπαλον>· μέγα. καὶ ὄνομα <βούπειναν>· μέγαν λιμόν (Callim. fr. 24,11) <βούπλευρον>· λαχάνων εἶδος [<βουόφθαλμος>· βοτάνη τις] *<βουπλήξ>· μάστιξ πέλεκυς. vgSn βουκόπος (Ζ 135) vgS <βουπόλον>· βουκόλον <βουπόρους ὀβελούς>· μεγάλους ὀβελίσκους (Hdt. 2,135,4) <Βουπράσιον>· τόπος τῆς Ἤλιδος, S ἢ κώμη ἐν Ἤλιδι (Β 615) <βουπρηόνες>· κρημνοὶ μεγάλοι, καὶ λόφοι <βούπρηστις>· λαχάνου εἶδος <βούπρῳρον>· θυσία τις ἐξ ἑκατὸν προβάτων καὶ βοὸς ἑνός· οἱ δὲ
τὴν ἡβῶσαν ἢ βουάρχην· σημαίνει δὲ καὶ τὴν βουπρόσωπον (trag. ad.) <βούπρως>· ἀσθένεια <βούπτινον>· βοτάνη, λεγομένη <τρίφυλλον <Βοῦρα>· πόλις τῆς Ἀχαΐας <βουρικυπάρισσος>· ἡ ἄμπελος. Περγαῖοι <βούρυγχος>· ἰχθὺς κητώδης <βούρυτος>· ποταμὸς μέγα ῥεῦμα ἔχων S <Βούσβατον>· τὴν Ἄρτεμιν. Θρᾷκες <βοῦς>· πόπανόν τι τῶν θυομένων οὕτως ἐν ταῖς ἁγιωτάταις
Ἀθήνησι θυσίαις. ἦν δὲ βοῒ παραπλήσιον. κυρίως δὲ βοῦς. ἢ ἀσπίς. [βάρος. ἀργός] <βοῦς ἐπὶ γλώσσῃ>· παροιμία ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιά-
ζεσθαι. ἤτοι διὰ τὴν ἰσχὺν τοῦ ζῴου· ἢ διὰ τὸ τῶν Ἀθηναίων <νόμισμα> ἔχειν βοῦν ἐγκεχαραγμένον, ὅνπερ ἐκτίνειν τοὺς πέρα τοῦ δέοντος παῤῥησιαζομένους ἦν ἔθος <βοῦς ἐν αὐλίῳ>· παροιμία ἐπὶ τῶν ἀχρήστων. Κρατῖνος Δηλιά-
σιν (fr. 32) <βοῦς ἐν πόλει>· χαλκοῦς ὑπὸ τῆς βουλῆς ἀνατεθείς (Henioch.
com. fr. 2) <βοῦς ἐπὶ δεσμά> καὶ <βοῦς ἐπὶ φάτνην> καὶ <ἐπὶ σφαγήν> καὶ
<κύων ἐπὶ σῖτον> καὶ <ὗς ἐπὶ δεσμά> <βουσή>· δούλη S [<βοῦς>· μάστιγξ] <βουσία>· γογγυλίδι ὅμοιον. Θετταλοί †<βουσκητήριον>· εἰς εὐρύην εἴρηται κακοσχόλως ἐπὶ τοῦ γυναι-
κείου αἰδοίου <βοῦς Κύπριος>· κοπροφάγος, εἰκαῖος, ἀκάθαρτος. σημαίνει δὲ
ἀτοπίαν τῶν Κυπρίων. καὶ Εὔδοξος ἀφηγεῖται, ὅτι κοπροφα- γοῦσιν (Men. fr. 300) <βοῦς πετηλός>· ὁ ἀναπεπταμένα τὰ κέρατα ἔχων <βοῦς ἐμβαίη μέγας>· Στράττις (fr. 67) εἶπε παρὰ τὴν παροι-
μίαν τὴν <βοῦς ἐπὶ γλώσσῃ βοῦς ἕβδομος>· μνημονεύει δὲ τοῦ <ἑβδόμου βοός> (Euthycl. I
805 fr. 2 Philem. fr. 86) ... ὅτι δὲ πέμμα ἐστὶ καὶ τῆς Σελήνης ἱερόν, Κλειτόδημος (fr. 323,12 J.) ἐν Ἀτθίδι φησί <βουστροφηδόν>· οὕτως ἔλεγον, ἐπὰν ὁμοίως ἀροτριῶσι βουσὶ
τὰς ἀντιστροφὰς ποιῇ τις. ἔλεγον δὲ ἐπὶ τοῦ γράφειν τρόπῳ τοιούτῳ <βούσυκα>· τὰ μεγάλα σῦκα <βουστάνη>· βοοστασία, ἡ τῶν βοῶν στάσις. ἢ μάστιξ, καὶ πληγή <Βουτάδαι>· γένος Ἀθήνησιν, ἀπὸ τῆς Βούτου γενεᾶς <βοῦται>· βουκόλοι, νομεῖς, βοτῆρες [<βοῦς ἐμβαίη μέγας> στραττής εἶπε παρὰ τὴν παροιμίαν τὴν
<Βοῦς ἐπὶ γλώσσῃ>] <βουτάνη>· μέρος τι τῆς μακρᾶς νεώς. ἢ μάστιξ. ἢ τάνυσις τῆς
βοείας. μέρος δὲ τῆς νεώς, πρὸς ὃ τὸ πηδάλιον δεσμεύεται. δηλοῖ δὲ καὶ μάχην, ἀηδίαν <βούταρος>· ὁ παχὺς [ἢ ὁ πάχης] <παρὰ Λάκωσι> hf *<βούτας>· βουκόλους (Eur. Hec. 646). βοσκήματα (Eur. Hipp.
537?) S <βουτελέστην>· θύτην <βούτης>· ὀρίγανος ὑπὸ Κυδωνιατῶν· καὶ βουκόλος· καὶ παροιμία
ἐπὶ τῶν ῥᾳδίως συντελουμένων· καὶ ὁ τοῖς Διπολίοις τὰ βουφό- νια δρῶν *[<βουτιανείρη>· τροφὴν ἀνδράσιν παρέχουσα (Α 155) S] <βούτιμοι>· βοώνητοι, ὥσπερ <ἀλφεσίβοιαι βουτοί>· τόποι παρ' Αἰγυπτίοις, εἰς οὓς οἱ τελευτῶντες τίθενται *<βούτομον>· φυτὸν βουσὶ διδόμενον τροφή, ὅμοιον χόρτῳ (Iob
8,11) (Sn) †<βούτορον>· ψάκαστρον, νιφάδ' ὑετοῦ. βουκέντη. καὶ <βούτουρος>
τὸ αὐτό† †<βουτόων>· ὁδὸν ἀτραπόν h <βούτρωκτον>· ὄροβον [*<βουτύπον>· βουθύτην (Σ)] ... Ἀθήνησιν ἐκαλεῖτο, ἐκ τοῦ
Θαυλωνιδῶν γένους καθιστάμενος *<βουτύπος>· ὁ βοῦν καταβάλλων <πελέκει> SΣ. ἢ εἶδος ζῴου
καλουμένου <ἐμπίς> S <βούτυρος>· βοτάνης εἶδος. Διονύσιος *<βουφάγος>· πολυφάγος vg <βουφαρῆ>· τὴν εὐάροτον γῆν· <φάρος> γὰρ ἡ ἄροσις. καὶ ἐπίθε-
τον βοός <βούφθαλμον>· βοτάνη τις, ὑφ' ἡμῶν ἐσθιομένη <βουφόνια>· ἑορτὴ Ἀθήνησιν. ἐν γὰρ τοῖς Διϊπολίοις φασὶ βοῦν
καταφαγεῖν τὸ παρεσκευασμένον πόπανον τῇ θυσίᾳ (Ar. Nub. 985) [οἷον πλακούντιον ἐξ ἄρτου] <βουφάρας>· γεφύρας *<βουφορβός>· βοῦς τρέφων (Eur.) S <βουχανδέα>· πολυχώρητα <βουχανδέα>· τὸν μέγαν λέβητα <βούρωστος>· ἰσχυρός. [ἢ ἰξηρός] <βούλευμα>· φρόνημα (Thuc. 8,76,6?) [<βοῶνα>· ὁδόν] <βοῶν>· τῶν τετραπόδων, τῶν βοῶν (μ 265). ἢ ἀσπίδων (Π 636).
καὶ φθεγγόμενος (Β 224) <βοῶνας>· ἀγροικίας <βοώνητα>· ἐπὶ ὠνῇ βοῶν δοθέντα <βοώνια>· αὔλειος θύρα. Κρῆτες <βοῶπις>· *μεγαλόφθαλμος, vg εὐόφθαλμος S μεγαλόφωνος. Εὔπο-
λις δὲ τὴν Ἥραν (fr. 403) <Βοώτης>· ὁ Ὠρίων. οἱ δὲ [φύλαξ S (ε 272) <βοωτεῖν>· ἀροτριᾶν (Hes. op. 391), ὅταν ὁ Ὠρίων δύνῃ. Λά-
κωνες <βραβέα>· ἄρχοντα *<βραβεία>· διάλλαξις (Eur. Phoen. 453) (n) *<βραβεῖον>· ἐπινίκιον, vgAS ἔπαθλον, n νικητήριον. ἀμοιβή (1.
Cor. 9,24) vgAS, ἢ στάδιον *<βραβεύει>· διακρίνει. ἐπιψηφίζεται vgS μεσιτεύει. διοικεῖ n *<βραβευέτω>· μεσιτευέτω. μηνυσάτω. ἰθυνέσθω (Col. 3,15) ASw *<βραβευτής>· διαλλακτής n *<βράβυλος>· εἶδος φυτοῦ κακοῦ (Theocr. 12,3) AS <βρα>· ἀδελφοί, ὑπὸ Ἰλλυρίων <βράγος>· ἕλος <βραγχία>· ἡ περιτράχηλος ἀλγηδών <βραγχιάζοισθε>· πνίγοισθε <βραγχίον>· τῆς καταφράκτου νεὼς τὸ κύτος <βράγχος>· νόσημά τι τῶν ἐν τῷ σώματι γιγνομένων <περὶ>
τὸν βρόγχον, ὃ τὰς ὗς μάλιστα διαφθείρει (Thuc. 2,49,3) <βραγχῶντος>· βρόγχοις ἁλόντος <βραγχῶν>· φλεγμαίνων, ἢ πνευμονῶν <βραδανίζει>· ῥιπίζει. τινάσσει *<βραδέως>· μελλητικῶς (2. Macc. 14,17) AS <βράιδιον>· ῥάιδιον. Αἰολεῖς <βράδων>· ἀδύνατος <βράζειν>· τὸ ἡσυχῇ ὀδύρεσθαι h <βράθυ>· πόα τις θεοῖς θυομένη <βράκαλον>· ῥόπαλον <βράκανα>· τὰ ἄγρια λάχανα (Pherecr. fr. 13,1) <βρακεῖν>· συνιέναι <βράκες>· ἀναξυρίδες <βράκετον>· δρέπανον. κλαδευτήριον. οἱ δὲ πλῆθος <βρακίας>· τραχεῖς τόπους <βρακίς>· συνείς <βράκος>· κάλαμος. ἱμάτιον πολυτελές (Sapph. fr. 70) <βράξαι>· συλλαβεῖν. δακεῖν. καταπιεῖν <βράπτειν>· ἐσθίειν. κρύπτειν, ἀφανίζειν. τῷ στόματι ἕλκειν. ἢ
στενάζειν *<βράσσει>· ζέει. ἀναβάλλει gAS <βρασμοῖσι>· τοῖς σεισμοῖς <βράσσιος>· τροχὸς κεραμικὸς ὁ †μὴ ἐῤῥωγώς <βράσκη>· κράμβη. Ἰταλιῶται <βράσσον>· βραδύτερον. ἀσθενέστερον. ἢ ἑτεροκλινές, ἐπὶ τροχοῦ.
ἔνιοι <βράσσονας>· ταπεινοτέρας <βράσσων>· ἐλάσσων· ἢ ἄτακτος, ἀπὸ τοῦ <βρασμοῦ>, ὁ οὐ
σταθερός· "βράσσων τε νόος" (Κ 226) *οἷον ἀκαταστατῶν, vgAS ἀσθενέστερος ὤν <βρατάναν>· τορύνην. Ἠλεῖοι <βρατάνει>· ῥαΐζει ἀπὸ νόσου. Ἠλεῖοι <βρατάχους>· βατράχους *<βράττειν>· πληθύνειν. βαρύνειν AS <βραυκανᾶσθαι>· ἐπὶ τῶν κλαιόντων παιδίων λέγεται, ὡς μί-
μημα φωνῆς <βραύκας>· ἀκρίδας hf <βραύλα>· φθείρ hf <βραῦλον>· κοῖλον *<βραῦνα>· κήλη. κύστις. ἐντεροκήλη v <βραυνία>· κοιλώματα τῆς γῆς <Βραυρών>· τόπος τῆς Ἀττικῆς <Βραυρωνίοις>· τὴν Ἰλιάδα ᾖδον ῥαψῳδοὶ ἐν Βραυρῶνι τῆς
Ἀττικῆς. καὶ <Βραυρώνια> ἑορτὴ Ἀρτέμιδι Βραυρωνίᾳ ἄγεται καὶ θύεται αἴξ <βραυῶσα>· κεκραγυῖα hf <βράχαλον>· χρεμετισμόν *<βράχε>· ἐψόφησε (Μ 396 etc.) n (*)<βραχεῖν>· ἠχῆσαι (Sn) ψοφῆσαι (n) †<βραχιόνα>· τὸν τράχηλον *<βραχεῖς>· ὀλίγοι (Psalm. 104,12) vgAS <βράχιστον>· ἐλάχιστον (Soph. fr. 172) <βραχίων>· βραχύτατος <Βραχμᾶνες>· οἱ παρ' Ἰνδοῖς Γυμνοσοφισταὶ καλούμενοι <βραχύ>· ἀντὶ τοῦ οὐδέν (Eur. Tro. 1248) ὀλίγον, *μικρόν (Eur.
Phoen. 738) g [<βραχυτελόν>· μικρόν] a) <βραχύλον>· ... b) *<βραχυτελῆ>· μικρόν (Sap. 15,9) vgAS <βραχμάζουσαι>· χρεμετίζουσαι *<βραχέα ἄττα>· ὀλίγα τινά Aps <βραχώδης>· τραχύς <βράψαι>· συλλαβεῖν. ἀναλῶσαι. κρύψαι. θηρεῦσαι <Βρέα>· Κρατῖνος (fr. 395) μέμνηται τῆς εἰς Βρέαν ἀποικίας. ἔστιν
δὲ πόλις Θρᾳκίας, εἰς ἣν Ἀθηναῖοι ἀποικίαν ἐξέπεμπον [<βρέγμα>· τὸ μέσον τῆς κεφαλῆς] <βρέγμα>· τὸν βρεγμόν <Βρέκυν>· τὸν Βερέκυντα, τὸν Βρίγα. <Βρίγες> γὰρ οἱ Φρύγες
<Βερεκύνδαι>· δαίμονες. οἱ Φρύγες *<βρέμει>· ἠχεῖ. ASg φωνεῖ. σίζει. [ταράσσει. ASg ἀπειλεῖ (Δ 425)
AS <βρεμεαίνων>· ἠχῶν (Δ 425) *<βρέμεται>· ἠχεῖ. ASPn ψοφεῖ. n προσρήσσεται (Β 210) ASP *<βρέμοντι>· ἠχοῦντι. ἀπειλοῦντι vgA [<βρέμβος>· ἔμβρυον] vgA <βρεμούσας>· ἠχούσας (Diog. trag. fr. 1,4 p. 776?) <βρενθύεται>· δυσχεραίνει. q προσποιεῖται <βρένδον>· ἔλαφον <βρενθινῷ>· ἀνθίνῳ <βρενθινά>· ῥιζάρια τινά, οἷς ἐρυθραίνονται αἱ γυναῖκες τὰς παρειάς·
οἱ δὲ ἄγχουσαν, οὐκ εὖ ...... οἱ δὲ φῦκος παρεμφερὲς <κύδει Ἀφροδίτης> <βρένθιξ>· θριδακίνη. Κύπριοι q <βρένθον>· μύρον τι <τῶν παχέων>, ὡς βάκκαρις. οἱ δὲ ἄνθινον
μύρον. καὶ ὄρνεον <βρένθος>, ὅπερ ἔνιοι <κόσσυφον> λέγουσι. <Βρένθος> καὶ ὁ τύμβος λέγεται q *<βρενθύεται>· μεγαλοφρονεῖ, ὑπερηφανεύεται, ἐπαίρεται vg <βρενθύεσθαι>· θυμοῦσθαι, [ὀργίζεσθαι q. ἀναξιοπαθεῖσθαι,
δυσχεραίνεσθαι [προσποιεῖσθαι q <βρενθύεται>· ἀναξιοπαθεῖ. βαρεῖται. [σεμνύνεται (Ar. Pac. 26) S <βρενθυόμενοι>· ἐναβρυνόμενοι, τρυφῶντες [<βρενός>· πυθμήν. τύμβος. καὶ ὄρνεον, ὃ καὶ <βρένθον>] <Βρέντιοι>· ἔθνος ἐν Ἰταλίᾳ q <βρέτας ἅγιον>· εἰκών, ὁμοίωμα (Ar. Lys. 262?) <βρενταί>· βρονταί *<βρέτας>· ξόανα (S) εἴδωλα (vgAS) ὁμοίωμά S τι, παρὰ τὸ
βροτῷ ἐοικέναι. vg(A) ὅπερ φασὶν οἱ νεώτεροι <δείκηλον βρέτη>· ἀπεικονίσματα q *<Βρεττανία>· νῆσος ἡ περὶ τὸν ὠκεανόν vgAS n <ἧς τὸ περί-
μετρόν φησιν Σκύμνος ὁ Χῖος (Apollon. hist. mirab. 15) σταδίων τρισμυρίων> AS <βρέττανα>· φοβερά. [ἀκρὶς μικρὰ ὑπὸ Κρητῶν] <Βρεττία>· μέλαινα <πίσσα> (Aristoph. fr. 629) ἢ βάρβαρος. ἀπὸ
τοῦ Βρεττίων ἔθνους q <βρεῦκος>· ἡ μικρὰ ἀκρίς, <ὑπὸ Κρητῶν> q <βρέφος>· *ἔμβρυον (Ψ 266) AS νήπιον, παῖς (e. g. Eur. Phoen.
25) <βρεχμόν>· τὸ κρανίον <βρεχμός>· q βρέγμα. τὸ μέσον τῆς κεφαλῆς (Ε 586) <βρῆγμα>· ἀπόπτυσμα ἀπὸ θώρακος, παρὰ Ἱπποκράτει (morb.
2,47) <καὶ> <βρήσσει>· βήσσει q <βρηνεύομαι>· ἔλεγον .... [<βρήσσει>· βήσσει] <βρῆσσαι>· βῆσσαι <Βρησσαῖος>· ὁ Διόνυσος <βρήσσουσιν>· βληχῶνται. φωνεῖ τὰ πρόβατα <βρητός>· ἀλεκτρυὼν ἐνιαύσιος †<βρηχανώμενοι>· φωνοῦντες. ἢ χασμώμενοι <βρί>· ἐπὶ τοῦ μεγάλου, καὶ ἰσχυροῦ, καὶ χαλεποῦ τίθεται <βριαγχόνην>· βάτραχον. Φωκεῖς <βρίακχος>· [βρίαρος] βριαρῶς [<βριάγχως>], βαρέως ἰακχά-
ζουσα (Soph. fr. 711) <βριάει>· θρασύνει (Hes. op. 5) <βρίαν>· τὴν ἐπ' ἀγροῖς κώμην <Βριάρεων>· ἄνθρωπον ἑκατοντάχειρα (Α 403) *<βριαρήν>· βαρεῖαν, vg ἰσχυράν (Λ 375 etc.) *<βριαροί>· βαρεῖς, q ἰσχυροί vgAS *<βριαρόν>· κραταιόν, ἰσχυρόν. μέγα. βαρύν. ἄγριον (AS) <Βριάρεω στῆλαι>· αἱ Ἡράκλειοι λεγόμεναι (Euphor. fr. 166) <Βρίγες>· οἱ μὲν Φρύγες (Hdt. 7,73) οἱ δὲ βάρβαροι· οἱ δὲ σολοικι-
σταί. Ἰόβας δὲ ὑπὸ Λυδῶν <ἀπο>φαίνεται <βρίγα> λέγεσθαι τὸν ἐλεύθερον <βρίγκα>· τὸ μικρόν. Κύπριοι <βρίγκος>· ἰχθὺς κητώδης <βριγκώμενον>· ὀργιζόμενον. †μιμούμενον <βρίζει>· ἐσθίει. πιέζει. κύει. καθεύδει· "ἔνθα οὐκ ἂν βρίζοντα ἴδοις"
(Δ 223) <Βριζώ>· μάντις, ἐνυπνιομάντις <βρίζω>· καθεύδω *<βρίζοντα>· νυστάζοντα. vgAS κοιμώμενον (Δ 223) gAS <βριήπυος>· μεγαλόφωνος. ST μέγας. δεινός (Ν 521) <βριηρόν>· μεγάλως κεχαρισμένον *<βρίθει>· βαρύνει. (Sap. 9,15) αὔξει. SP ἢ εὐθηνεῖ. gP διατρέφει <βρίθεται>· βαρύνεται καρπῷ (Aesch. fr. 116,2?) <βρίθειν>· γέμειν (Eur. Tro. 216) <βρίθοντα>· βαροῦντα *<βριθοσύνη>· βάρος (Ε 839) (AS) *<βρίθουσαν>· λάμπουσαν. n βαροῦσαν (Σ 561) <βριθύ>· ἰσχυρόν. μέγα. [βαρύ (Ε 746) S <βρίθων>· γέμων. κομῶν ὑπὸ καρπῶν <βρίκελοι>· οἱ μὲν τοὺς ἱστόποδας, ἀπὸ τοῦ βάρους καὶ τοῦ ξύλου·
οἱ δὲ βαρβάρους· Δίδυμος δὲ τὰ τραγικὰ προσωπεῖα, παρὰ Κρατίνῳ, οἷον βροτῷ εἴκελοι, ἐν Σεριφίοις (fr. 205) <βρικίννη>· εἶδος βοτάνης <βρικίσματα>· ὄρχησις Φρυγιακή <βρικοί>· πονηροί <βρικόν>· ὄνον, Κυρηναῖοι. βάρβαρον <βριμάζει>· ὀργᾷ εἰς συνουσίαν. Κύπριοι *<βριμάζων>· τῇ τοῦ λέοντος χρώμενος φωνῇ vgAS <βριμῶν>· ἀπειλῶν <βριμαίνεται>· θυμαίνεται, ὀργίζεται <βρίμη>· ἀπειλή. καὶ γυναικεία ἀῤῥητοποιΐα *<βρίμημα>· ἐπίπληξις AS <ἀπειλητική> AS <βριμήσασα>· δεινή, χαλεπή <βριμός>· μέγας. χαλεπός *<βριμοῦσθαι>· θυμοῦσθαι g ὀργίζεσθαι *<Βριμώ>· ἰσχυρά (Clem. Al. protr. 2,15,1) A (S)n †<βρινδεῖν>· θυμοῦσθαι. ἐρεθίζειν †<βρίννια>· τὰ ἄρνεια κρέα <βρίξαι>· ὑπνῶσαι, νυστάξαι <βρῖσαι>· βαρῦναι. ὁρμῆσαι. καὶ Νύμφαι <βρισθείς>· ὑπνώσας <βρίσαντα>· ἰσχύσαντα. βαρύναντα <βρίξ>· θριδακίνη. καὶ εἶδος ἄνθους. οἱ δὲ περιστερεῶνα <βρίτος>· ἔτος <Βριτόμαρτις>· ἐν Κρήτῃ ἡ Ἄρτεμις (Call. h. 3,190) <βριτύ>· γλυκύ. Κρῆτες †[<βρόγχος>· βάτραχος] <βρογχιάζει>· καταπίνει <βρόδα>· Αἰολεῖς ῥόδα (Sapph. fr. 98,13 D ..) *<βρόγχος>· [ῥούφισμα.] ὁ λάρυγξ. ὁ καταπότης gS <βρόκοι>· ἀττέλεβοι. ἀκρίδες <βροκός>· μωρός· Ἕλληνες †<βρομέον>· ὀζόμενον *<βρομέωσιν>· ἠχῶσιν (Π 642) (vg)AS <βρομήσει>· φυσήσει. ψοφήσει <Βρόμιος>· παρὰ Τηλεκλείδῃ (fr. 55) ὁ Σάτυρος, *ἢ ὁ Διόνυσος
(Eur. Bacch. 115) vgAS *<βρόμος>· βοτάνη ὁμοία σίτου ASn, μὴ ἔχουσα γόνατα AS <βρόμος>· ἰδίωμα ἤχου. ἦχος (Ξ 396). καὶ ὁ τόπος, εἰς ὃν ἔλαφοι
οὐροῦσι καὶ ἀφοδεύουσι. καὶ σπέρμα λεπτῆς κριθῆς. καὶ ὀσμή. καὶ χόρτος <βροντάζων>· βροντῶν <βρόντημα>· ὁ ἐμβρόντητος <βρόξαι>· ῥοφῆσαι <βρόκων>· ἀμαθής, ἀπαίδευτος, οἷον βόσκημα <βρόσσονος>· βραχυτέρου <βρόταχος>· βάτραχος (Xenoph. fr. 40) *<βροτέης>· ἀνθρωπίνης (Greg. Naz. c. 1,1,18,37 [37,485]) S *<βροτήσια>· ἀνθρώπεια n καὶ ἀνθρώπινα (Eur. Andr. 1255) *<βροτόεντα>· ᾑμαγμένα gS οἱ δὲ τὰ λαμπρά (Ζ 480) <βροτοδαίμων>· ἡμίθεος *<βροτολοιγέ>· ἀνθρωποφθόρε (Ε 31) S *<βροτολοιγός>· ἀνθρωποκτόνος. vg(AS) αἱμοφθόρος (Ε 518 ..) [<βροτήσεια>· ἀνθρώπεια] <βροτοί>· γυναῖκες *[<βρότος>· αἷμα] <βρότον>· τὸ αἷμα gAS ὀξυτόνως μὲν ἄνθρωπον
AS· παροξυτόνως δὲ σημαίνει τὸν ἐκ φόνου λύθρον *<βροτός>· φθαρτός, n ἢ γηγενὴς S ἄνθρωπος (Iob 4,17) gAS <βροτόφηλος>· ἀνθρώπους φηλῶν, τουτέστιν ἀπατῶν <βροῦκος>· ἀκρίδων εἶδος, Ἴωνες. Κύπριοι δὲ τὴν χλωρὰν ἀκρίδα
<βρούκαν>. Ταραντῖνοι δὲ ἀττέλεβον. ἕτεροι <ἀρουραίαν μάντιν> <βροῦνος>· ἐνεὸς ἢ μαινόμενος <βρούξ>· τράχηλος. βρόγχος <βροῦλος>· πόα ἔνυδρος <βροῦ>· πιεῖν <βροῦτος>· ἐκ κριθῶν πόμα <βρούχετος>· βάραθρον. βάτραχον δὲ Κύπριοι <βρούχαλον>· ἕρμα <βροχέως> [ἢ <βρουκέων>·] σαφῶς. συντόμως. Αἰολεῖς (Sapph.
fr. 2,7) <βροχμώδης>· ἡ νοτερὰ καὶ ἁπαλή. Δημόκριτος (fr. 133) *<βροχμόν>· τὸ βρέγμα vgS <βρόχοι>· ἅμματα (Eur. Or. 1315 ..) *<βρόχος>· [ἀγκοίλη. Δημόκριτος]. ἀγχόνη (Eur. Hipp. 770),
vgAS δεσμός (Eur. Andr. 556 ..) <βρύα>· ἃ γίνεται μὲν ἐπὶ πετρῶν, λέγεται δὲ καὶ <σφακὸς> ἢ
†<σκαφίς>· ἐπετίθετο δὲ ἁγνισμοῦ χάριν *<βρυάζει>· θάλλει. τρυφᾷ vgAS <βρυάζειν>· γαυριᾶν. ἥδεσθαι <βρυαζούσης λέαιν' ὥς>· ἐν Ἀθάμαντι (trag. ad. fr. 1). ἀκμα-
ζούσης ἢ ἐγκύμονος <βρυαθμόν>· βρυασμόν <βρυαλιγμόν>· ψόφον, ἦχον <βρυαλίζων>· διαῤῥήσσων <βρυαλίκται>· πολεμικοὶ ὀρχησταί· "<μενέδουποι>" Ἴβυκος καὶ
Στησίχορος (fr. 79) <βρυανιῶν>· μετεωριζόμενος καὶ κορωνιῶν <βρυάσομαι>· ἀναβακχεύσομαι μετά τινος κινήσεως <βρυγμός>· κατανάλωσις. καὶ νόσος, ἀπὸ τοῦ βρύχειν, ὅ ἐστι
τοῖς ὀδοῦσι πιέζοντα ψόφον ἀποτελεῖν, ὡς ἐν ῥίγει συμβαίνει (Hippocr. diaet. 3,84). *ἢ ἀκόνησις μύλων. vgAS ἢ τρισμὸς ὀδόντων (Matth. 8,12 ..) vg(AS) <βρυγκός>· ἄφωνος. νεκρός <βρύκουσα>· δάκνουσα. κατεσθίουσα (Ar. Lys. 367) <βρυγχός>· βρόχος *<βρύει>· ῥέει [πηγάζει P, ἀναβλύζει. πηδᾷ. AS (Jac. 3,11) ἀνθεῖ.
gn ἀνίησιν. αὔξεται (Ρ 56) <βρύθακες>· οἱ χιτῶνες βομβύκινοι. ἢ γένος ἰθαγενῶν <βρύκαιναι>· ἱέρειαι. ὑπὸ Δωριέων <βρυκανήσομαι>· βοήσομαι <βρυκεδανός>· πολυφάγος. οἱ δὲ †μακρός <βρύκειν>· λάβρως ἐσθίειν. ἀπὸ τοῦ τρίζειν τοὺς ὀδόντας. *οἱ
δὲ μασᾶσθαι (gA) <βρυκετός>· ταυτὸν τῷ <βρυγμῷ>. καὶ <βρυκηθμός> ὁμοίως
Δωριεῖς <βρυκός>· κῆρυξ. οἱ δὲ βάρβαρος. οἱ δὲ ἀττέλεβος <βρυκταία>· εἶδος βοτάνης <βρύκων>· συνερείδων τοὺς ὀδόντας μετὰ ψόφου <βρυδαλίχα>· πρόσωπον γυναικεῖον. παρὰ τὸ γελοῖον καὶ
αἰσχρὸν †ὄῤῥος τίθεται †ὀρίνθω τὴν ὀρχίστραν καὶ γυναικεῖα ἱμάτια ἐνδέδυται. ὅθεν καὶ τὰς †μαχρὰς <βρυδαλίχας> καλοῦσι Λάκωνες <βρυδακίζειν>· ἐκτείνειν <βρυλλιχισταί>· οἱ αἰσχρὰ προσωπεῖα περιτιθέμενοι γυναικεῖα
καὶ ὕμνους ᾄδοντες <βρύλλων>· ὑποπίνων (Ar. Eq. 1126) <βρῦν>· πιεῖν (Ar. Nub. 1382) <βρύματα>· μηρύματα <βρύον>· θάλλον (Aesch. fr. 350,6) [βρύσμα] <βρυνχόν>· κιθάραν. Θρᾷκες <βρύξαι>· δακεῖν. καταπιεῖν <βρύοχον>· κήρυκα <βρύγδην>· χύδην [<Βρύσια>· πόλις] <Βρυσιαί>· κρημνοί. καὶ πόλις κρημνώδης (Β 583) <βρύτανα>· κονδύλους <βρυτιγγοί>· χιτῶνες <βρυτταί>· τὰ λείψανα <βρύτεα>· στέμφυλα. ἔνιοι εἶδος σκορόδου <βρύττειν>· ἐσθίειν <βρύττιον>· πόμα ἐκ κριθῆς <βρύττος>· εἶδος ἐχίνου πελαγίου, ὥς φησιν Ἀριστοτέλης (h. an.
4,530b5) οἱ δὲ ἰχθύν. οἱ δὲ τρισυλλάβως. "<ἄμ>βρυττον, ἤν, Λάχης ποιεῖ" <>βρύχα>· ὑποβρύχιον. βυθιζόμενον (ε 319) *<βρύχανα>· σάλπιγγι g καμπύλῃ <βρυχετῶ>· πυρεταίνω <βρυχηθμός>· στεναγμός. οἰμωγή <βρυχίς>· κλῆμα <βρυχμοί>· ψόφοι <βρυχήσασθαι>· ὡς λέων *<βρύχιον>· βυθιζόμενον vgAS <Βρύχων>· ποταμὸς περὶ Παλλήνην <Βρυτίδας>· γένος παρὰ Ἀθηναίοις <βρυτίνη>· ἐν Μαλθακοῖς· "ἄμοργιν ἔνδον βρυτίνην ἠθεῖν τινα"
(Cratin. fr. 96). ἔπαιξε πρὸς τὸ πόμα τὸ βρύτινον. ἔστι δὲ καὶ ζῶον <βρύτον> ὅμοιον κανθάρῳ, καὶ τὸ ἀπ' αὐτοῦ <βρύτινον πήνισμα>, ὅπερ ὑπ' ἐνίων <βομβύκινον> λέγεται <βρυτίνην>· βυσσίνην <βρῦτον>· πᾶν τὸ ἐκ κριθῆς ποτόν <βρυτονία>· ῥίζα τις οὕτως καλουμένη <βρύτιχοι>· βάτραχοι μικροὶ ἔχοντες οὐράς *<βρύχεται>· μαίνεται n <βρυχός>· κήρυξ *<βρυῶδες>· δυσῶδες Σc *<βρωμᾶσθαι>· ὀγκᾶσθαι vgAS *<βρώμην>· βρῶσιν (κ 460 ..) (g)AS <βρωμωμένου>· ὀγκωμένου *<βρωτόν>· βρώσιμον (Iob 33,20) vgAS *<βρωτύν>· βρῶσιν. τροφήν (Τ 205) S [<βρυατά>· βεβυσμένα αὕτη] <βυβὰ ταῦτα>· ἐπὶ τοῦ μεγάλου τάσσεται (Sophr. fr. 115) *<βυβλία>· βιβλία vASn †<βυγή>· πηγή <βύβλιοι>· οἱ τῶν τάφων φύλακες, παρὰ Κυπρίοις. καὶ πόλις
Φοινίκης <Βύβλος> [<βυδοί>· οἱ μουσικοί. ἢ κροῦμά τι. σοφῶς Κρησίν] <βύει>· καμμύει. φράσσει τὰ ὦτα †<βύζαντες>· πλήθοντες <Βυζαντία>· εἶδος ὁρμιᾶς *<Βυζάντιος>· Κωνσταντινουπολίτης (g) A *<βύζην>· ἱκανῶς. *ἀθρόως. vgAS δαψιλῶς. *πυκνῶς. ἐπαλλήλως.
ἢ πληροῦν (Thuc. 4,8,7) vgAS <βύζειν>· τὸ πεπιασμένως κατέχειν <βυζόν>· πυκνόν. συνετόν. γαῦρον δὲ καὶ μέγα *<βύθιος>· φόσσα vgAS <βυθίζων>· ποντίζων ἐν βυθῷ. Σκύθαις (Soph. fr. 508) [<βυθμός>· ἄντρον. πυθμήν, καὶ βυθμήν] <βυκανισταί>· †εἰκασταί <βυκήης>· ὑπνηλός <βυκός>· δασμοφόρος <βυκτά>· σχέτλια, δείλαια <βυκτάων>· πνεόντων, φυσητῶν (κ 20) <βύκτης>· ὁ ἐκ βυθοῦ ταράσσων. φυσῶν <βυλλά>· βεβυσμένα [<βυλλίχαι>· χοροί τινες ὀρχηστῶν, παρὰ Λάκωσι <βυλλίχης>· χορευτής <βυλλιχίδες>· †ῥαχίδες] <βύνη>· θάλασσα. (Euphor. fr. 127 P.?) πεύκη. [b) <βύθαλον>·
βύσμα. c) <βύξ>· βυθός. d) <βυνεύς>·] σκεύασμά τι κρίθινον <βυννεῖν>· τὸ ἐν τῷ στόματι κατέχειν τι <βύπτειν>· βαπτίζειν <βύρθακος>· βάτραχος <βυρικόμενος>· πνιγόμενος. τραχηλιζόμενος <βυριόθεν>· οἴκοθεν (Cleon. eleg. II 263 B.) <βύριον>· οἴκημα <βύρμακας>· μύρμηκας <βυρμός>· σταθμός <βυρσάτονος>· τύμπανον (Eur. Bacch. 124) <Βυρσίνης>· Μυρσίνης· ἦν δὲ αὕτη γυνὴ Ἱππίου τοῦ τυράννου.
ἐν τοῖς Ἱππεῦσι (Ar. Eq. 449) <βυρσίς>· δέρμα <βυῤῥός>· κάνθαρος. Τυῤῥηνοί <βυρσαίετον>· Ἀριστοφάνης ἀπὸ τῆς βύρσης καὶ τοῦ ἁρπάζειν
τὸν Κλέωνα εἶπε (Ar. Eq. 197) <Βύρσαν>· πόλιν θεῶν Ἀριστοφάνης ἐν Δράμασι παίζων ἔφη
(fr. 292) <βυρσιμώλους>· βυρσοδεψίμους *<βυρσοδέψης>· σκυτοδέψης, [βυρσεύς (Plat. conv. 221 e?) P <βυρσόκαππον>· τὸν Κλέωνα (Com. ad. fr. 61) *<βύουσαν>· κρύπτουσαν (P) <βῦσαι>· ἐπιθεῖναι. φορτῶσαι. κρύψαι <βύσας>· πλήσας. φράξας <βύρτη>· λύρα <βυσαύχην>· ὁ συνέλκων τὸν τράχηλον καὶ τὸν αὐχένα μικρὸν
ποιῶν καὶ τοὺς ὤμους ἀνέλκων (Xenarch. com. fr. 1,4) <βύσσαλοι>· βόθροι [<βύσσινον>· πορφυρόν] <βυσσαλεύοντι>· τῷ βυθῷ ἐφικνουμένῳ <βυσσοβαρῆ>· μεγάλα. ἀπὸ τῶν καταφερομένων εἰς βυθὸν διὰ
τὰ βάρη <βυσσοδομεύει>· ἐνθυμεῖται. μηχανᾶται. ἀποκεκρυμμένως βουλεύ-
εται, καὶ ἐκ βάθους <βυσσοδομεύειν>· ἐνθυμεῖσθαι. κατὰ βυθοῦ δομεῖν, ἤγουν οἰκο-
δομεῖν (θ 273) *<βύσσινα>· πορφυρᾶ (Exod. 28,39) AS <βυσσός>· *βυθός (Hdt. 2,96,5). vg ἄντρον. πυθμήν. καὶ χρῶμα
ἀντὶ τῆς ὕσγης παραλαμβανόμενον †<βυσσοφαρεῖ>· μεγαλοφαρεῖ <βυσσόφρων>· κάτωθεν ἐκ σπλάγχνων βουλευόμενος. καὶ ἐκ
βυθοῦ φρονῶν (Aesch. Cho. 652) *<βύσωσι>· φράξωσι vgAS <βύσταγα>· πώγωνα <βυστίχοις>· τοῖς ἐν θαλάττῃ βρόχοις <βῦστραι>· αἱ τῶν λαχάνων ἐνθέσεις. ἔνιοι δὲ τοὺς ἐκ τῶν λαχάνων
ψωμούς (Anaxandr. fr. 23. Antiph. fr. 180) <βύτθαν>· τὸν ψᾶρα <βυτθόν>· πλῆθος <βύτανα>· κονδύλοι. οἱ δὲ <βρύτανα> <βυτίνη>· λάγυνος, ἢ ἀμίς. Ταραντῖνοι [ἤγουν σταμνίον] <βύττος>· γυναικὸς αἰδοῖον *<βύων τὰ ὦτα>· ἐπιφράττων (Ps. 57,5) AS *<βυούσης>· πληρούσης. καλυπτούσης. ASn κωφωθείσης (Ps.
57,5) AS †<βυωτήν>· τὴν ἄρσιν *<βῶ>· ἐπιβῶ P <βωβός>· πηρός. *<βωβούς>· χωλούς <βωβύζειν>· σαλπίζειν <Βωβώ>· οὕτως ἡ Μάκρις ὠνομάζετο <βώδιον>· βοίδιον <βωθεῖν>· ὁμιλεῖν. βοηθεῖν *<βωθέοντες>· βοηθοῦντες gAS <βωθύζειν>· βοᾶν. θωύσσειν <βῶκα>· θύννον (Epich. fr. 60) †<βωκός>· τρυφερὸς χιτών <Βώκαρος>· ποταμὸς ἐν Σαλαμῖνι ἐκ τοῦ Ἀκάμαντος ὄρους φερό-
μενος <βωλάκιον>· χωρίον βώλους ἔχον *<βῶλαξ, βῶλος>· S(n) γῆ <βωλία, βωλίς>· μάζης εἶδός τι ἐν ταῖς θυσίαις <βωλίνας>· καλιάς. ἢ πλινθίνας οἰκίας <βωλόναι>· οἱ μὲν κολώνας· οἱ δὲ τὸ Κίλλαιον ἀκούουσι, διὰ τὸ
ἀνακεχῶσθαι, παρὰ Σοφοκλεῖ (fr. 933) [<βῶλοι>· γῆ] <βωλώρυχα>· τὴν σῦν. Λάκωνες <βωμακεύμασι>· βωμολοχεύμασι. παραλογισμοῖς. πανουργήμασι
κολακευτικοῖς <βώμαξ>· βωμολόχος. καὶ ὁ μικρὸς βωμός, ὑποκοριστικῶς <βώμευσις>· βωμοῦ ἵδρυμα <βώμηνεν>· ὤμοσε *<Βώμιοι>· οἱ περὶ τοὺς λόφους τοὺς Βωμοὺς καλουμένους οἰκοῦντες
(Thuc. 3,96,3) AS [<βώμενος>· βωμός] <βωμίδας>· ἀναβάσεις (Hdt. 2,125,1) <βωμίσκοι>· ἀριθμοὶ ἄνισοι <βωμοῖς>· βαθμοῖς *<βωμοῖσι>· βάσεσι (Θ 441) n <βωμοί>· ἔμβολοί τινες οὕτω λεγόμενοι <βωμολοχία>· γένος κολακείας φορτικὸν καὶ γελωτοποιόν *<βωμός>· ἱερόν. τέμενος (Θ 48) vgAS *<βωμολόχος>· σκώπτης. vgASn ἱερόσυλος· παρὰ τὸ λοχεῖν εἰς
τοὺς βωμούς, ὅ ἐστιν ἐνεδρεύειν. vgAS πανοῦργος. ἀσεβής. ἀπατεών (Greg. Naz. or. 5,18) (vgA)S *<βῶν>· βοῦν. ὅπλον (Η 238) AS *<βωνίτας>· τοὺς ἐν ἀγρῷ. οἱ δὲ βουκόλους (n) ἢ ἀγροίκους (Call.
fr. 251) <βώνημα>· †εἴρημα. Λάκωνες <Βωρθία>· Ὀρθία <Βῶρμον>· θρῆνον ἐπὶ Βώρμου νυμφολήπτου Μαριανδυνοῦ *<βῶροι>· ὀφθαλμοί (AS) *<Βῶρος>· ὄνομα κύριον (Ε 44 ..) AS <βῶς>· ἀσπίς. πέλτη. βύρσα. καὶ ποιὸς ἰχθύς *<βώσομαι>· βοήσομαι, [ἐπικαλέσομαι S <βῶσον>· κάλεσον, βόησον (Cratin. fr. 396) <βώσαντι>· βοήσαντι (Μ 337) [<βωστῆρες>· νομεῖς] <βωστρεῖν>· βοᾶν. καλεῖν. ἐπικαλεῖσθαι (μ 124) <βωσόμεθα>· μαρτυρώμεθα. ἐπικαλεσώμεθα (Κ 463) *<βωσσοῦσι>· βομβοῦσιν S ἠχοῦσι (ν 106) <βωτάζειν>· βάλλειν <βωτιάνειρα>· τοὺς ἄνδρας τρέφουσα (Α 155) <βωτίον>· σταμνίον <βώτορες>· βωτῆρες. νομεῖς. ποιμένες (ξ 302 ..) *<βώχ>· βοτάνης εἶδος S *<βωῶμεν>· ὀμόσωμεν S
BIBLIOGRAFIE:
Sursa: http://el.wikisource.org, 2013 |